Προς Άφοβον υπέρ Φάνου Ψευδομαρτυριών: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Αντιγόνη (συζήτηση | Συνεισφορά)
μ Lint error: Stripped tag με τη χρήση AWB
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 25:
{{χ|11}} ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, περὶ τῆς μαρτυρίας τῆς ἐν τῷ γραμματείῳ γεγραμμένης εἰδὼς ὄντα μοι τὸν ἀγῶνα, καὶ περὶ τούτου τὴν ψῆφον ὑμᾶς οἴσοντας ἐπιστάμενος, ᾠήθην δεῖν μηδὲν ἄλλο τούτου πρότερον ἢ τοῦτον προκαλούμενος ἐλέγξαι. Καὶ τί ποιῶ παραδοῦναι παῖδ᾽ ἤθελον αὐτῷ γράμματ᾽ ἐπιστάμενον βασανίζειν, ὃς παρῆν ὅθ᾽ ὡμολόγει ταῦθ᾽ οὗτος, καὶ τὴν μαρτυρίαν ἔγραφεν, οὐδὲν ὑφ᾽ ἡμῶν κελευσθεὶς κακοτεχνεῖν, οὐδὲ τὸ μὲν γράφειν, τὸ δ᾽ ἀφαιρεῖν ὧν οὗτος εἰρήκει περὶ τούτων, ἀλλ᾽ ἁπλῶς ὑπὲρ τοῦ πάντα τἀληθῆ καὶ τὰ τούτῳ ῥηθέντα γράψαι.
 
{{χ|12}} Καίτοι τί κάλλιον ἦν τοῦ τὸν παῖδα στρεβλοῦντ᾽ ἐλέγξαι ψευδομένους ἡμᾶσἡμᾶς; ἀλλὰ συνῄδει πάντων μάλιστ᾽ ἀνθρώπων ὅτι τἀληθῆ μεμαρτύρηται· διόπερ ἔφευγε τὴν βάσανον. Ἀλλὰ μὴν οὐχ εἷς οὐδὲ δύο ταῦτ᾽ ἴσασιν, οὐδ᾽ ὑπὸ μάλης ἡ πρόκλησις γέγονεν, ἀλλ᾽ ἐν τῇ ἀγορᾷ μέσῃ πολλῶν παρόντων. Καί μοι κάλει τούτων τοὺς μάρτυρας. Μάρτυρες
 
{{χ|13}} οὕτω τοίνυν οὗτός ἐστιν σοφιστὴς καὶ σφόδρ᾽ ἑκὼν τὰ δίκαι᾽ ἀγνοεῖν προσποιούμενος, ὥστε ψευδομαρτυρίων διώκων, καὶ περὶ τούτου τὴν ψῆφον ὑμῶν μελλόντων οἴσειν καὶ ὀμωμοκότων, περὶ τῆς μαρτυρίας μὲν ἔφευγε τὴν βάσανον, περὶ οὗ μάλιστα προσῆκεν αὐτῷ τὸν λόγον ποιεῖσθαι, περὶ δ᾽ ἄλλων φησὶν ἐξαιτεῖν, ψευδόμενος.
Γραμμή 37:
{{χ|17}} Ἔτι δὲ τὸ πρᾶγμ᾽ ἂν ἐξελέγξαι ζητῶν, ἐξῄτησεν ἄν με τὸν παῖδα τὸν γράφοντα τὰς μαρτυρίας, ἵν᾽ εἰ μὴ παρεδίδουν, μηδὲν δίκαιον λέγειν ἐδόκουν. Νῦν δὲ τοσούτου ποιῆσαί τι τούτων ἐδέησεν, ὥστ᾽ οὐδ᾽ ἐμοῦ παραδιδόντος, ἐπειδὴ ταῦτ᾽ ἔξαρνος ἐγένεθ᾽ οὗτος, παραλαβεῖν ἠθέλησεν, ἀλλ᾽ ὁμοίως φαίνονται καὶ περὶ τούτων φεύγοντες τὰς βασάνους.
 
{{χ|18}} Καὶ ταῦθ᾽ ὡς ἀληθῆ λέγω, καὶ ἔν τε τοῖς μάρτυσιν μεμαρτυρηκὼς Αἴσιος οὐκ ἠρνήθη ταῦτ᾽ ἐπὶ τοῦ δικαστηρίου τούτῳ παρεστηκὼς τῆς μαρτυρίας ἀναγιγνωσκομένης, ἐμοῦ τ᾽ ἐκδιδόντος τὸν παῖδα περὶ ἁπάντων τούτων βασανίζειν αὐτοῖς οὐκ ἠθέλησε παραλαβεῖν, καθ᾽ ἕκαστον ὑμῖν παρέξομαι τοὺς μάρτυρας. Καί μοι κάλει δεῦρ᾽ αὐτούς. Μάρτυρες
 
{{χ|19}} ὃ τοίνυν, ὦ ἄνδρες δικασταί, πάντων τῶν εἰρημένων οἶμαι μέγιστον ὑμῖν ἐρεῖν σημεῖον τοῦ ταῦτ᾽ ἀποκρίνασθαι τοῦτον, βούλομαι διελθεῖν. Ἐπειδὴ γὰρ ἐξῄτει με τὸν ἄνθρωπον ταῦθ᾽ ὡμολογηκὼς ἃ μεμαρτύρηται, βουλόμενος καὶ τότ᾽ αὐτὸν ἐξελέγξαι τεχνάζοντα τί ποιῶ
 
{{χ|20}} προσκαλοῦμαι κατὰ Δήμωνος εἰς μαρτυρίαν, ὄντος αὐτῷ θείου καὶ κοινωνοῦ τῶν ἀδικημάτων, καὶ συγγράψας ταῦτ᾽ ἐκέλευον μαρτυρεῖν, ἃ νῦν διώκει τῶν ψευδομαρτυρίων. Οὗτος δὲ τὸ μὲν πρῶτον ἀπηναισχύντει, τοῦ δὲ διαιτητοῦ κελεύοντος μαρτυρεῖν ἢ ἐξομνύειν ἐμαρτύρησεν πάνυ μόγις. Καίτοι εἴ γ᾽ ἦν δοῦλος ἅνθρωπος καὶ μὴ προωμολόγητο πρὸς τοῦδ᾽ ἐλεύθερος εἶναι, τί μαθὼν ἐμαρτύρησεν, ἀλλ᾽ οὐκ ἐξομόσας ἀπηλλάγη τοῦ πράγματοσπράγματος;
 
{{χ|21}} ἀλλὰ μὴν καὶ περὶ τούτων ἤθελον παραδοῦναι τὸν παῖδα τὸν γράφοντα τὴν μαρτυρίαν, ὃς τά τε γράμματ᾽ ἔμελλεν γνώσεσθαι τὰ ἑαυτοῦ καὶ τοῦτον ἐμνημόνευεν ἀκριβῶς μαρτυρήσαντα ταῦτα. Καὶ ταῦτ᾽ ἤθελον οὐχὶ μαρτύρων ἀπορῶν οἳ παρῆσαν ἦσαν γάρ, ἀλλ᾽ ἵνα μὴ τούτους αἰτιῷτο τὰ ψευδῆ μαρτυρεῖν, ἀλλὰ τὸ πιστὸν ἐκ τῆς βασάνου τούτοις ὑπάρχοι. Καίτοι πῶς ἄξιόν ἐστι καταγνῶναι τῶν μαρτύρων διὰ τοῦτο, οἳ μόνοι τῶν πώποτ᾽ ἠγωνισμένων δίκην ἐν ὑμῖν τὸν διώκοντ᾽ αὐτὸν αὑτοῖς μάρτυρα τούτων ἐπιδεικνύουσιν γεγενημένον ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὴν πρόκλησιν καὶ τὴν μαρτυρίαν.ΠρόκλησιςΜαρτυρία Πρόκλησις Μαρτυρία
 
{{χ|22}} τηλικαῦτα τοίνυν δίκαια φυγὼν οὗτος, καὶ ἐκ τοσούτων τεκμηρίων ἐπιδεικνύμενος ὅτι συκοφαντεῖ, τοῖς μὲν αὑτοῦ μάρτυσιν ἀξιοῖ πιστεύειν ὑμᾶς, τοὺς δ᾽ ἐμοὺς διαβάλλει καί φησιν οὐ τἀληθῆ μαρτυρεῖν. Βούλομαι δὴ καὶ ἐκ τῶν εἰκότων περὶ αὐτῶν εἰπεῖν. Οἶδ᾽ οὖν ὅτι πάντες ἂν ὁμολογήσαιτε τοὺς τὰ ψευδῆ μαρτυροῦντας ἢ κέρδεσιν δι᾽ ἀπορίαν ἐπαιρομένους ἢ δι᾽ ἑταιρίαν ἢ καὶ δι᾽ ἔχθραν τῶν ἀντιδίκων ἐθέλειν ἄν τι τοιοῦτον ποιῆσαι.
Γραμμή 53:
{{χ|25}} ταῦτα τοίνυν οὗτος εἰδώς, καὶ πάντων μάλιστ᾽ ἐπιστάμενος τἀληθῆ μεμαρτυρηκότας αὐτούς, ὅμως συκοφαντεῖ καί φησιν οὐ μόνον οὐκ εἰπεῖν ταῦτα, ἃ πῶς τις ἂν μᾶλλον ἐξελέγξειεν εἰρηκότα ἀλλὰ καὶ δοῦλον εἶναι τὸν ἄνθρωπον τῷ ὄντι. Βούλομαι δὲ διὰ βραχέων εἰπὼν πρὸς ὑμᾶς ἐξελέγξαι καὶ ταῦτ᾽ αὐτὸν ψευδόμενον. Ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, καὶ περὶ τούτων ἠθέλησα τούτῳ παραδοῦναι βασανίζειν τὰς θεραπαίνας, αἳ τελευτῶντος τοῦ πατρὸς μνημονεύουσιν ἀφεθέντα τοῦτον ἐλεύθερον εἶναι τότε.
 
{{χ|26}} Καὶ πρὸς τούτοις ἡ μήτηρ κατ᾽ ἐμοῦ καὶ τῆς ἀδελφῆς, οἳ μόνοι παῖδές ἐσμεν αὐτῇ, δι᾽ οὓς κατεχήρευσε τὸν βίον, πίστιν ἤθελεν ἐπιθεῖναι παραστησαμένη, τὸν ἄνθρωπον τοῦτον ἀφεῖναι τὸν πατέρ᾽ ἡνίκ᾽ ἐτελεύτα, καὶ νομίζεσθαι παρ᾽ ἡμῖν τοῦτον ἐλεύθερον· ἣν μηδεὶς ὑμῶν νομιζέτω καθ᾽ ἡμῶν ποτ᾽ ἂν ὀμνύναι ταῦτ᾽ ἂν ἐθέλειν, εἰ μὴ σαφῶς ᾔδει τὰ εὔορκ᾽ ὀμουμένη. Ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω καὶ ταῦτ᾽ ἦμεν ἕτοιμοι ποιεῖν, κάλει τούτων τοὺς μάρτυρας. Μάρτυρες
 
{{χ|27}} τοσαῦτα τοίνυν δίκαια λέγειν ἐχόντων ἡμῶν καὶ καταφεύγειν εἰς τοὺς μεγίστους ἐλέγχους ἐθελόντων περὶ τῶν μεμαρτυρημένων, πάντα ταῦτα φυγὼν οὗτος οἴεται, περὶ τῆς γεγενημένης δίκης διαβάλλων καὶ κατηγορῶν ἐμοῦ, τοῦ μάρτυρος ὑμᾶς πείσειν καταψηφίσασθαι, πάντων οἶμαι πρᾶγμα κατασκευάσας ἀδικώτατον καὶ πλεονεκτικώτατον.
Γραμμή 65:
{{χ|31}} Ἔστιν οὖν τοῦ μὲν ἐγκλήματος ἀρχή τάδ᾽ ἐγκαλεῖ Δημοσθένης Ἀφόβῳ· ἔχει μου χρήματ᾽ Ἄφοβος ἀπ᾽ ἐπιτροπῆς ἐχόμενα, ὀγδοήκοντα μὲν μνᾶς, ἣν ἔλαβεν προῖκα τῆς μητρὸς κατὰ τὴν διαθήκην τοῦ πατρός. Τοῦτο πρῶτόν ἐστιν τῶν χρημάτων ὧν ἀπεστερῆσθαί φημι. Τοῖς δὲ μάρτυσιν τί μεμαρτύρηται μαρτυροῦσιν παραγενέσθαι πρὸς τῷ διαιτητῇ Νοθάρχῳ, ὅτε Ἄφοβος ὡμολόγει Μιλύαν ἐλεύθερον εἶναι, ἀφεθέντα ὑπὸ τοῦ Δημοσθένους πατρός.
 
{{χ|32}} Σκοπεῖτε τοίνυν παρ᾽ ὑμῖν αὐτοῖς, εἴ τις ἂν ὑμῖν ἢ ῥήτωρ ἢ σοφιστὴς ἢ γόης οὕτω θαυμάσιος δοκεῖ γενέσθαι καὶ λέγειν δεινός, ὥστ᾽ ἐκ ταύτης τῆς μαρτυρίας διδάξαι τιν᾽ ἀνθρώπων, ὡς ἔχει τὴν προῖκ᾽ Ἄφοβος τῆς μητρὸς τῆς ἑαυτοῦ. Καὶ τί λέγων, ὦ πρὸς ΔιόσΔιός; ὡμολόγησεν εἶναι Μιλύαν ἐλεύθερον καὶ τί μᾶλλον ἔχων τὴν προῖκα οὐδὲν ἂν δήπου διὰ τοῦτό γε δόξειεν.
 
{{χ|33}} ἀλλὰ πόθεν τοῦτ᾽ ἐπεδείχθη πρῶτον μὲν Θηριππίδης ὢν αὐτῷ συνεπίτροπος κατεμαρτύρησε δοῦναι· δεύτερον δὲ Δήμων θεῖος ὢν καὶ τῶν ἄλλων οἱ παρόντες ἐμαρτύρησαν σῖτον τῇ μητρὶ δώσειν ὁμολογεῖν τοῦτον ὡς ἔχοντα τὴν προῖκα. Καὶ τούτοις οὐκ ἐπεσκήψατο, δῆλον ὅτι τἀληθῆ μεμαρτυρηκότας εἰδώς. Ἔτι τοίνυν ἡ μήτηρ πίστιν ἠθέλησεν ἐπιθεῖναι κατ᾽ ἐμοῦ καὶ τῆς ἀδελφῆς παραστησαμένη, λαβεῖν τὴν προῖκα τοῦτον τὴν ἑαυτῆς κατὰ τὴν τοῦ πατρὸς διαθήκην.
Γραμμή 75:
{{χ|36}} Περὶ μὲν γὰρ ὧν καθυφεῖκας, νόμος ἔστιν, διαρρήδην ὃς κελεύει σ᾽ ὁμοίως ὀφλισκάνειν ὥσπερ ἂν αὐτὸς ἔχῃς· ὥστε τί τῷ νόμῳ καὶ τῇ βασάνῳ περὶ δ᾽ αὖ τῆς ἐκδόσεως, ἐπικοινωνήσαντες τῷ Ξούθῳ καὶ διανειμάμενοι τὰ χρήματα καὶ τὰς συγγραφὰς ἀνελόντες, καὶ πάνθ᾽ ὃν τρόπον ἐβούλεσθε κατασκευάσαντες, καὶ διαφθείραντες τὰ γράμματα, ὡς ὑμῶν ὁ Δήμων κατεμαρτύρει, φενακίζετε καὶ τουτουσὶ παρακρούσασθαι ζητεῖτε.
 
{{χ|37}} Περὶ τοίνυν τῶν κλινοποιῶν, εἰ σὺ λαβὼν ἀργύριον καὶ πόλλ᾽ ἰδίᾳ κερδάνας ἐπὶ τοῖς ἐμοῖς δανείζων, ὃν καὶ τοὺς ἄλλους προσῆκε κωλύειν, εἶτ᾽ ἀφανεῖς πεποίηκας, τί σοι ποιήσωσιν οἱ μάρτυρεσμάρτυρες; οὐ γὰρ οὗτοί γε μεμαρτυρήκασιν, ὡς ὡμολόγεις ἐπὶ τοῖς ἐμοῖς δανείζειν καὶ λαβεῖν τἀνδράποδ᾽ ὡς σαυτόν, ἀλλ᾽ ἐν τῷ λόγῳ τοῦτ᾽ ἔγραψας σύ, κατεμαρτύρησαν δ᾽ οἱ μάρτυρες.
 
{{χ|38}} ἀλλὰ μὴν περί γε τοῦ ἐλέφαντος καὶ τοῦ σιδήρου, πάντας ἐγώ φημι τοὺς οἰκέτας εἰδέναι τοῦτον πωλοῦντα, καὶ παραδοῦναι καὶ τότε καὶ νῦν ἤθελον αὐτῷ τούτων ὅντινα βούλοιτο λαβὼν βασανίζειν. Εἰ τοίνυν φήσει με, τὸν εἰδότ᾽ οὐκ ἐθέλοντα δοῦναι, τοὺς οὐκ εἰδότας ἐκδιδόναι, πολὺ δὴ μᾶλλον αὐτῷ παραλαβεῖν φανήσεται προσῆκον· εἰ γάρ, οὓς ὡς εἰδότας ἐξεδίδουν ἐγώ, μηδὲν ἔχειν ἔφασαν τούτων αὐτόν, ἀπήλλακτο δήπουθεν ἂν τῆς αἰτίας.
 
{{χ|39}} Ἀλλ᾽ οὐχὶ τοιοῦτόν ἐστιν, ἀλλὰ σαφῶς ἂν ἐξηλέγχθη πωλῶν καὶ τὴν τιμὴν κεκομισμένος. Διόπερ τοὺς ὁμολογουμένως δούλους παραβὰς τὸν ἐλεύθερον ἠξίου βασανίζειν, ὃν οὐδ᾽ ὅσιον παραδοῦναι, τὸ πρᾶγμ᾽ οὐκ ἄγειν εἰς ἔλεγχον ζητῶν, ἀλλὰ μὴ παραλαμβάνων βουλόμενός τι δοκεῖν λέγειν. Περὶ τοίνυν πάντων τούτων, πρῶτον μὲν περὶ τῆς προικός, εἶθ᾽ ὑπὲρ ὧν καθυφεῖκεν, εἶθ᾽ ὑπὲρ τῶν ἄλλων, ἀναγνώσεται τούς τε νόμους καὶ τὰς μαρτυρίας, ἵν᾽ εἰδῆτε.ΝόμοιΜαρτυρίαι Νόμοι Μαρτυρίαι
 
{{χ|40}} οὐ τοίνυν μόνον ἐκ τούτων ἂν γνοίητε, ὅτι δεινὸν οὐδ᾽ ὁτιοῦν πέπονθεν τὸν ἄνθρωπον οὐκ ἐκδόντος ἐμοῦ βασανίζειν, ἀλλὰ καὶ τὸ πρᾶγμ᾽ αὔτ᾽ εἰ σκέψαισθε. Θῶμεν γὰρ δὴ τὸν Μιλύαν ἐπὶ τοῦ τροχοῦ στρεβλοῦσθαι, καὶ τί μάλιστ᾽ ἂν αὐτὸν εὔξαιτο λέγειν σκοπῶμεν. Οὐχ ὅτι τῶν χρημάτων οὐδ᾽ ὁτιοῦν οἶδεν τοῦτον ἔχοντα καὶ δὴ λέγει. Διὰ τοῦτ᾽ ἄρ᾽ οὐκ ἔχει πολλοῦ γε δεῖ· τοὺς γὰρ εἰδότας καὶ παρόντας μάρτυρας παρεσχόμην ἐγώ. Τεκμήριον δὲ καὶ πίστις ἐστίν, οὐκ εἴ τίς τι μὴ οἶδε τοῦτον ἔχοντα πολλοὶ γὰρ ἂν εἶεν, ἀλλ᾽ εἴ τις οἶδεν.
Γραμμή 97:
{{χ|47}} Εἰ μὲν τοίνυν ὁ πατὴρ ἠπίστει τούτοις, δῆλον ὅτι οὔτ᾽ ἂν τἄλλ᾽ ἐπέτρεπεν, οὔτ᾽ ἂν ἐκεῖν᾽ οὕτω καταλείπων αὐτοῖς ἔφραζεν· ὥστε πόθεν ἴσασιν εἰ δ᾽ ἐπίστευεν, οὐκ ἂν δήπου τὰ μὲν πλεῖστ᾽ αὐτοῖς τῶν χρημάτων ἐνεχείρισεν, τῶν δ᾽ οὐκ ἂν κυρίους ἐποίησεν. Οὐδ᾽ ἂν τῇ μὲν μητρί μου ταῦτα φυλάττειν παρέδωκεν, αὐτὴν δὲ ταύτην ἑνὶ τῶν ἐπιτρόπων τούτῳ γυναῖκ᾽ ἠγγύησεν· οὐ γὰρ ἔχει λόγον, σῷσαι μὲν τὰ χρήματα δι᾽ ἐκείνης ζητεῖν, ἕνα δὲ τῶν ἀπιστουμένων ταύτης κἀκείνων κύριον ποιεῖν.
 
{{χ|48}} Ἔτι δὲ τοῦτον, εἴ τι τούτων ἀληθὲς ἦν, οἴεσθ᾽ οὐκ ἂν αὐτὴν λαβεῖν δοθεῖσαν ὑπὸ τοῦ πατρόσπατρός; ὃς τὴν μὲν προῖκ᾽ αὐτῆς ἤδη, τὰς ὀγδοήκοντα μνᾶς, ἔχων ὡς αὐτῇ συνοικήσων, τὴν Φιλωνίδου τοῦ Μελιτέως θυγατέρ᾽ ἔγημεν δι᾽ αἰσχροκερδίαν, ἵνα πρὸς αἷς εἶχεν παρ᾽ ἡμῶν, ἑτέρας ὀγδοήκοντα μνᾶς λάβοι παρ᾽ ἐκείνου· τεττάρων δὲ ταλάντων ἔνδον ὄντων καὶ ταῦτ᾽ ἐκείνης ἐχούσης, ὡς οὗτός φησιν, οὐκ ἂν ἡγεῖσθ᾽ αὐτὸν κἂν ἐπιδραμεῖν, ὥστε γενέσθαι μετ᾽ ἐκείνης αὐτῶν κύριον
 
{{χ|49}} ἢ τὴν μὲν φανερὰν οὐσίαν, ἣν καὶ ὑμῶν πολλοὶ συνῄδεσαν ὅτι κατελείφθη, μετὰ τῶν συνεπιτρόπων οὕτως αἰσχρῶς διήρπασεν, ὧν δ᾽ οὐκ ἐμέλλεθ᾽ ὑμεῖς ἔσεσθαι μάρτυρες, ἀπέσχετ᾽ ἂν ἐξὸν αὐτῷ λαβεῖν καὶ τίς ἂν πιστεύσειεν οὐκ ἔστι ταῦτ᾽, ὦ ἄνδρες δικασταί, οὐκ ἔστιν· ἀλλὰ τὰ μὲν χρήματα, ὅσα κατέλιπεν ὁ πατήρ, ἐκείνῃ τῇ ἡμέρᾳ κατωρύττετο, ὅτ᾽ εἰς τὰς τούτων χεῖρας ἦλθεν, οὗτος δ᾽ οὐκ ἔχων ἂν εἰπεῖν ὅπου τι τούτων ἀπέδωκεν, ἵν᾽ εὔπορος εἶναι δοκῶν μηδενὸς τύχω παρ᾽ ὑμῶν ἐλέου, τούτοις χρῆται τοῖς λόγοις.
Γραμμή 107:
{{χ|52}} προομόσαντος δέ μου τὸν ἄνθρωπον ὡς ὡμολόγησας ἐλεύθερον εἶναι καὶ κατὰ Δήμωνος ἐμαρτύρησας, ἂν ἀπομόσῃς τἀναντία τούτων κατὰ τῆς θυγατρός, ἀφίημί σοι πάνθ᾽ ὑπὲρ ὧν ἂν ἐξαιτήσας φανῇς τὸ πρῶτον βασανιζομένου τοῦ παιδός, καὶ τοσούτῳ σοι γενέσθω τὸ τίμημ᾽ ἔλαττον ὧν ὦφλες, καθ᾽ ἃ τὸν Μιλύαν ἐξῄτησας, ἵνα μηδὲν ζημιωθῇς παρὰ τοὺς μάρτυρας.
 
{{χ|53}} Ταῦτ᾽ ἐμοῦ προκαλεσαμένου πολλῶν παρόντων, οὐκ ἂν ἔφη ποιῆσαι. Καίτοι ὅστις αὐτὸς αὑτῷ ταῦτ᾽ ἔφυγεν δικάσαι, πῶς ὑμᾶς χρὴ τοὺς ὀμωμοκότας τούτῳ πειθομένους καταγνῶναι τῶν μαρτύρων, ἀλλ᾽ οὐ τοῦτον ἀναισχυντότατον πάντων ἀνθρώπων εἶναι νομίζειν ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, κάλει τούτων τοὺς μάρτυρας. Μάρτυρες
 
{{χ|54}} οὐ τοίνυν ἐγὼ μὲν ταῦθ᾽ ἕτοιμος ἦν, οἱ δὲ μάρτυρες οὐ τὴν αὐτὴν γνώμην ἐμοὶ εἶχον, ἀλλ᾽ ἐκεῖνοι παραστησάμενοι τοὺς παῖδας, ὑπὲρ ὧν ἐμαρτύρησαν, πίστιν ἐπιθεῖναι ἠθέλησαν κατ᾽ ἐκείνων. Ὁ δ᾽ οὔτ᾽ ἐκείνοις οὔτ᾽ ἐμοὶ δοῦναι τὸν ὅρκον ἠξίωσεν, ἀλλ᾽ ἐπὶ λόγοις μεμηχανημένοις καὶ μάρτυσιν οὐ τἀληθῆ μαρτυρεῖν εἰθισμένοις τὸ πρᾶγμα καταστήσας, ἐλπίζει ῥᾳδίως ὑμᾶς ἐξαπατήσειν. Λάβ᾽ οὖν αὐτοῖς καὶ ταύτην τὴν μαρτυρίαν. Μαρτυρία
 
{{χ|55}} πῶς οὖν ἄν τις σαφέστερον ἐξελέγξειεν συκοφαντουμένους ἡμᾶς καὶ καταμεμαρτυρημένα τἀληθῆ καὶ τὴν δίκην δικαίως ὠφλημένην, ἢ τοῦτον τὸν τρόπον ἐπιδεικνύσἐπιδεικνύς; οἰκέτην τὸν τὴν μαρτυρίαν γράφοντ᾽ οὐκ ἐθελήσαντα τοῦτον βασανίζειν περὶ αὐτῶν τῶν μεμαρτυρημένων· αἴσιον τὸν ἀδελφὸν αὐτοῦ ταῦτα μεμαρτυρηκότα, ἅ φησιν εἶναι ψευδῆ·
 
{{χ|56}} τοῦτον αὐτὸν ταὐτὰ τοῖς μάρτυσιν οὓς διώκει μεμαρτυρηκότα μοι κατὰ Δήμωνος, ὄντος αὐτῷ θείου καὶ συνεπιτρόπου· τὰς θεραπαίνας οὐκ ἐθελήσανθ᾽ ὑπὲρ τοῦ τὸν ἄνθρωπον ἐλεύθερον εἶναι βασανίζειν· τὴν μητέρα τὴν ἐμαυτοῦ πίστιν περὶ τούτων ἐπιθεῖναι καθ᾽ ἡμῶν ἐθέλουσαν· τῶν ἄλλων οἰκετῶν οὐκ ἐθέλοντα τοῦτον παραλαμβάνειν οὐδένα, τῶν πάντ᾽ εἰδότων μᾶλλον ἢ Μιλύας· τῶν μαρτύρων οἳ κατεμαρτύρουν χρήματ᾽ ἔχειν αὐτόν, οὐδενὶ τῶν ψευδομαρτυρίων ἐπεσκημμένον·