Παραγραφή προς Ναυσίμακον και Ξενοπείθην: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Αντιγόνη (συζήτηση | Συνεισφορά)
μ Lint error: Stripped tag με τη χρήση AWB
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 7:
{{χ|2}} Δεήσομαι δὲ καὶ δίκαια καὶ μέτρι᾽ ὑμῶν ἁπάντων, πρῶτον μὲν εὐνοϊκῶς ἀκοῦσαί μου λέγοντος, εἶτ᾽, ἐὰν ἀδικεῖσθαι δοκῶ καὶ μὴ προσήκοντος ἐγκλήματος φεύγειν δίκην, βοηθῆσαί μοι τὰ δίκαια. Ὃ μὲν γὰρ ὑμεῖς ἐπὶ τῇ δίκῃ τίμημ᾽ ἀκηκόατε, τριάκοντα μναῖ εἰσιν, ὧν δὲ φεύγομεν χρημάτων, τέτταρα τάλαντα. Ὄντες γὰρ δύο τέτταρας εἰλήχασι δίκας ἡμῖν, τῶν αὐτῶν χρημάτων πάσας, τρισχιλίων ἑκάστην, βλάβης· καὶ νυνὶ πρὸς τριάκοντα μνῶν ἐπίγραμμα, ὑπὲρ τοσούτων χρημάτων εἰς ἀγῶνα καθέσταμεν.
 
{{χ|3}} Τὴν μὲν οὖν συκοφαντίαν τὴν τούτων, καὶ μεθ᾽ ὅσης ἐπιβουλῆς ἐληλύθασιν ἐφ᾽ ἡμᾶς, ἐξ αὐτῶν τῶν πεπραγμένων εἴσεσθε. Ἀναγνώσεται δὲ πρῶτον ὑμῖν τὰς μαρτυρίας, ὡς ἀφεῖσαν τὸν πατέρ᾽ ἡμῶν ὧν ἐνεκάλεσαν εἰς τὴν ἐπιτροπήν· κατὰ γὰρ τοῦτο καὶ παρεγραψάμεθα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην. Καί μοι λέγε ταυτασὶ τὰς μαρτυρίας. Μαρτυρίαι
 
{{χ|4}} ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ δίκας ἔλαχον τῆς ἐπιτροπῆς καὶ ἀφεῖσαν ταύτας καὶ τὰ συγχωρηθέντα χρήματ᾽ ἔχουσιν, ἀκούετε τῶν μαρτυριῶν. Ὅτι δ᾽ οὐκ ἐῶσιν οἱ νόμοι περὶ τῶν οὕτω πραχθέντων αὖθις δικάζεσθαι, νομίζω μὲν ἅπαντας ὑμᾶς εἰδέναι, κἂν μηδὲν εἴπω περὶ αὐτῶν ἐγώ, βούλομαι δ᾽ ὅμως καὶ τὸν νόμον ὑμῖν αὐτὸν ἀναγνῶναι. Λέγε τὸν νόμον. Νόμος
 
{{χ|5}} ἀκούετ᾽, ὦ ἄνδρες δικασταί, τοῦ νόμου σαφῶς λέγοντος ἕκαστα, ὧν μὴ εἶναι δίκας· ὧν ἕν ἐστιν, ὁμοίως τοῖς ἄλλοις κύριον, περὶ ὧν ἄν τις ἀφῇ καὶ ἀπαλλάξῃ, μὴ δικάζεσθαι. Οὕτω τοίνυν καὶ μετὰ πολλῶν μαρτύρων τῆς ἀφέσεως γεγονυίας, καὶ φανερῶς ἀπολύοντος ἡμᾶς τοῦ νόμου, εἰς τοῦτ᾽ ἐληλύθασιν ἀναισχυντίας οὗτοι καὶ τόλμης,
Γραμμή 27:
{{χ|12}} Σκοπεῖτε δὴ τοῦθ᾽ οὑτωσί. Ὤφειλεν Ἑρμῶναξ στατῆρας ἑκατὸν παρὰ Ναυσικράτους λαβὼν τούτοις. Τούτων Ἀρίσταιχμος ἐπίτροπος καὶ κηδεμὼν ἐγένεθ᾽ ἑκκαίδεκ᾽ ἔτη. Οὐκοῦν ἅ γε τούτων ἀνδρῶν γεγονότων δι᾽ ἑαυτοῦ διέλυε χρήμαθ᾽ ὁ Ἑρμῶναξ, οὐκ ἀπέδωκεν ὅτ᾽ ἦσαν παῖδες· οὐ γὰρ δίς γε ταὐτὰ κατετίθει. Ἔστιν οὖν οὕτω τις ἀνθρώπων ἄτοπος, ὥσθ᾽ ἃ τοὺς κυρίους διεκρούσατο μὴ καταθεῖναι τοσοῦτον χρόνον, ταῦτα τῷ μὴ κυρίῳ πέμψαντι γράμμαθ᾽ ἑκὼν ἀποδοῦναι ἐγὼ μὲν οὐκ οἶμαι.
 
{{χ|13}} ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, καὶ ὁ μὲν πατὴρ ἐτελεύτησεν εὐθέως μετὰ τὰς διαλύσεις, τῷ Δημαρέτῳ δ᾽ οὐδεπώποθ᾽ οὗτοι τούτων τῶν χρημάτων δίκην ἔλαχον, οὐδ᾽ ὅλως ἐξέπλευσεν ἐκεῖνος οὐδ᾽ ἀπεδήμησεν ἐκεῖσε, λαβὲ τὰς μαρτυρίας. Μαρτυρίαι
 
{{χ|14}} ὅτι μὲν τοίνυν οὔθ᾽ ὁ πατὴρ μετὰ τὴν ἄφεσιν τὰ χρήματ᾽ εἰσέπραξεν, οὔτ᾽ ἂν ἔδωκεν ἑκὼν οὐδείς, εἴ τιν᾽ ἔπεμψεν ὁ Δημάρετος, οὔτ᾽ ἀνέπλευσεν αὐτὸς οὐδ᾽ ἀφίκετ᾽ ἐκεῖσε, δῆλον ἐκ τῶν χρόνων καὶ τῶν μαρτυριῶν ὑμῖν γέγονεν. Βούλομαι τοίνυν καὶ ὅλως ψευδομένους αὐτοὺς ὅλον τὸ πρᾶγμ᾽ ἐπιδεῖξαι. Οὗτοι γὰρ γεγράφασιν εἰς ὃ νῦν ἔγκλημα διώκουσιν, ὀφείλειν ἡμᾶς τὸ ἀργύριον κομισαμένου τοῦ πατρὸς καὶ παραδόντος αὐτοῖς τοῦτο τὸ χρέως ἐν τῷ λόγῳ τῆς ἐπιτροπῆς ὀφειλόμενον. Καί μοι λέγ᾽ αὐτὸ τὸ ἔγκλημα λαβών. Ἔγκλημα
 
{{χ|15}} ἀκούετε γεγραμμένον ἐν τῷ ἐγκλήματι παραδόντος ἐμοὶ τοῦ Ἀρισταίχμου τὸ χρέως ἐν τῷ λόγῳ τῆς ἐπιτροπῆς. Ὅτε τοίνυν ἐλάγχανον τῷ πατρὶ τῆς ἐπιτροπῆς, τἀναντί᾽ ἐγράψαντο τούτων· ὡς γὰρ οὐκ ἀποδόντι λόγον τότ᾽ ἐγκαλοῦντες φαίνονται. Λέγ᾽ αὐτὸ τὸ ἔγκλημα, ὃ τότ᾽ ἔλαχον τῷ πατρί. Ἔγκλημα
 
{{χ|16}} ἐν ποίῳ δὴ λόγῳ νῦν ἐγκαλεῖθ᾽ ὡς παρέδωκεν, ὦ Ξενοπείθη καὶ Ναυσίμαχε τότε μὲν γὰρ ὡς οὐκ ἀποδόντι δίκας ἐλαγχάνετε καὶ χρήματ᾽ ἐπράττεσθε. Εἰ δ᾽ ἐπ᾽ ἀμφότερ᾽ ἔσται συκοφαντεῖν ὑμῖν, καὶ τοτὲ μὲν τοῦ μὴ παραδοῦναι χρήματ᾽ ἐπράξασθε, τοτὲ δ᾽ ὡς παραδόντος διώκετε, οὐδὲν κωλύει καὶ τρίτον τι σκοπεῖν μετὰ ταῦτα, ὅτου πάλιν δικάσεσθε. Οἱ νόμοι δ᾽ οὐ ταῦτα λέγουσιν, ἀλλ᾽ ἅπαξ περὶ τῶν αὐτῶν πρὸς τὸν αὐτὸν εἶναι τὰς δίκας.
 
{{χ|17}} ἵνα τοίνυν εἰδῆτ᾽, ὦ ἄνδρες δικασταί, ὅτι οὐ μόνον οὐκ ἀδικοῦνται νῦν, ἀλλὰ καὶ παρὰ πάντας ἡμῖν δικάζονται τοὺς νόμους, βούλομαι καὶ τοῦτον ὑμῖν τὸν νόμον εἰπεῖν, ὅστις διαρρήδην λέγει, ἐὰν πέντ᾽ ἔτη παρέλθῃ καὶ μὴ δικάσωνται, μηκέτ᾽ εἶναι τοῖς ὀρφανοῖς δίκην περὶ τῶν ἐκ τῆς ἐπιτροπῆς ἐγκλημάτων. Καὶ ὑμῖν ἀναγνώσεται τὸν νόμον. Νόμος
 
{{χ|18}} ἀκούετ᾽, ὦ ἄνδρες δικασταί, τοῦ νόμου λέγοντος ἄντικρυς, ἐὰν μὴ πέντ᾽ ἐτῶν δικάσωνται, μηκέτ᾽ εἶναι δίκην. Οὐκοῦν ἐλάχομεν, φαῖεν ἄν. Καὶ διελύσασθέ γε, ὥστ᾽ οὐκ εἰσὶν αὖθις ὑμῖν δίκαι. Ἢ δεινόν γ᾽ ἂν εἴη, εἰ τῶν μὲν ἐξ ἀρχῆς ἀδικημάτων οὐ δίδωσιν ἔξω πέντ᾽ ἐτῶν τὰς δίκας τοῖς ὀρφανοῖς ὁ νόμος κατὰ τῶν οὐκ ἀφειμένων ἐπιτρόπων, πρὸς δὲ τοὺς ἐξ ἐκείνων ἡμᾶς, περὶ ὧν αὐτοὺς ἀφήκατε, εἰκοστῷ νῦν ἔτει δίκην τελέσαισθ᾽ ὑμεῖς.
Γραμμή 57:
{{χ|27}} οὐ τοίνυν θαυμάσαιμ᾽ ἄν, εἰ καὶ δακρύειν καὶ ἐλεινοὺς ἑαυτοὺς πειρῷντο ποιεῖν. Ἐγὼ δ᾽ ἀξιῶ πρὸς ταῦθ᾽ ὑπολαμβάνειν ἅπαντας ὑμᾶς, ὅτι τῶν αἰσχρῶν ἐστι, μᾶλλον δ᾽ οὐδὲ δικαίων, τὰ μὲν ὄντα κατεσθίοντας καὶ παροινοῦντας μετ᾽ Ἀριστοκράτους καὶ Διογνήτου καὶ τοιούτων ἑτέρων αἰσχρῶς καὶ κακῶς ἀνηλωκέναι, τὰ δ᾽ ἀλλότρι᾽ ὥστε λαβεῖν, δακρύειν νυνὶ καὶ κλάειν. Ἐπ᾽ ἐκείνοις ἐκλάετ᾽ ἄν, οἷς ἐποιεῖτε, δικαίως. Νῦν δ᾽ οὐ δεῖ δακρύειν, ἀλλ᾽ ὡς οὐκ ἀφήκατε δεικνύναι, ἢ ὡς εἰσὶν ὧν ἀφήκατ᾽ αὖθις ὑμῖν δίκαι, ἢ ὡς εἰκοστῷ λαγχάνειν ἔτει δίκαιόν ἐστι, τοῦ νόμου πέντ᾽ ἔτη τὴν προθεσμίαν δεδωκότος· ταῦτα γάρ ἐστιν ὑπὲρ ὧν οὗτοι δικάζουσιν.
 
{{χ|28}} Ἐὰν δὲ μὴ δύνωνται ταῦτα δεικνύναι, ὡς οὐ δυνήσονται, ἡμεῖς ὑμῶν ἁπάντων, ὦ ἄνδρες δικασταί, δεόμεθα μὴ ἡμᾶς προέσθαι τούτοις, μηδὲ τετάρτην οὐσίαν ἔτι δοῦναι τρεῖς ἑτέρας κακῶς διῳκηκόσιν, ἣν παρ᾽ ἑκόντων ἔλαβον τῶν ἐπιτρόπων, ἣν ὑπὲρ τῶν δικῶν εἰσεπράξαντο, ἣν πρῴην ἀφείλοντ᾽ Αἰσίου δίκην ἑλόντες, ἀλλ᾽ ἡμᾶς τὰ ἡμέτερα, ὥσπερ ἐστὶν δίκαιον, ἐᾶν ἔχειν· ἃ καὶ ὑμῖν ἐστιν ἐν ὠφελείᾳ μείζονι παρ᾽ ἡμῖν ὄντ᾽ ἢ παρὰ τούτοις, καὶ δικαιότερον δήπου τὰ ἡμέτερα ἡμᾶς ἐστιν ἔχειν ἢ τούτους. Οὐκ οἶδ᾽ ὅ τι δεῖ πλείω λέγειν· οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων. Ἐξέρα τὸ ὕδωρ.
 
{{DEFAULTSORT:Παραγραφη προς Ναυσιμακον και Ξενοπειθην}}