Κατά Αφόβου Επιτροπής Α: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Αντιγόνη (συζήτηση | Συνεισφορά)
μ Lint error: Stripped tag με τη χρήση AWB
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 23:
{{χ|7}} Καὶ τὸ μὲν κεφάλαιον τῶν ἀδικημάτων, ὡς ἂν συντομώτατ᾽ εἴποι τις, τοῦτ᾽ ἔστιν, ὦ ἄνδρες δικασταί· τὸ δὲ πλῆθος τῆς οὐσίας ὅτι τοῦτ᾽ ἦν τὸ καταλειφθέν, μέγιστοι μὲν αὐτοὶ μάρτυρές μοι γεγόνασιν· εἰς γὰρ τὴν συμμορίαν ὑπὲρ ἐμοῦ συνετάξαντο κατὰ τὰς πέντε καὶ εἴκοσι μνᾶς πεντακοσίας δραχμὰς εἰσφέρειν, ὅσονπερ Τιμόθεος ὁ Κόνωνος καὶ οἱ τὰ μέγιστα κεκτημένοι τιμήματ᾽ εἰσέφερον· δεῖ δὲ καὶ καθ᾽ ἕκαστον ὑμᾶς ἀκοῦσαι τά τ᾽ ἐνεργὰ αὐτῶν καὶ ὅσ᾽ ἦν ἀργὰ καὶ ὅσου ἦν ἄξι᾽ ἕκαστα. Ταῦτα γὰρ μαθόντες ἀκριβῶς εἴσεσθε, ὅτι τῶν πώποτ᾽ ἐπιτροπευσάντων οὐδένες ἀναιδέστερον οὐδὲ περιφανέστερον ἢ οὗτοι τὰ ἡμέτερα διηρπάκασιν.
 
{{χ|8}} Πρῶτον μὲν οὖν ὡς συνετιμήσανθ᾽ ὑπὲρ ἐμοῦ ταύτην τὴν εἰσφορὰν εἰς τὴν συμμορίαν, παρέξομαι τούτων μάρτυρας, ἔπειθ᾽ ὅτι οὐ πένητα κατέλιπέν μ᾽ ὁ πατὴρ οὐδ᾽ ἑβδομήκοντα μνῶν οὐσίαν κεκτημένον, ἀλλὰ τοσαύτην ὅσην οὐδ᾽ αὐτοὶ οὗτοι ἀποκρύψασθαι διὰ τὸ μέγεθος πρὸς τὴν πόλιν ἐδυνήθησαν. Καί μοι ἀναγίγνωσκε λαβὼν ταύτην τὴν μαρτυρίαν. Μαρτυρία
 
{{χ|9}} δῆλον μὲν τοίνυν καὶ ἐκ τούτων ἐστὶν τὸ πλῆθος τῆς οὐσίας. Πεντεκαίδεκα ταλάντων γὰρ τρία τάλαντα τίμημα· ταύτην ἠξίουν εἰσφέρειν τὴν εἰσφοράν. Ἔτι δ᾽ ἀκριβέστερον εἴσεσθε τὴν οὐσίαν αὐτὴν ἀκούσαντες· ὁ γὰρ πατήρ, ὦ ἄνδρες δικασταί, κατέλιπεν δύ᾽ ἐργαστήρια, τέχνης οὐ μικρᾶς ἑκάτερον, μαχαιροποιοὺς μὲν τριάκοντα καὶ δύ᾽ ἢ τρεῖς, ἀνὰ πέντε μνᾶς καὶ ἕξ, τοὺς δ᾽ οὐκ ἐλάττονος ἢ τριῶν μνῶν ἀξίους, ἀφ᾽ ὧν τριάκοντα μνᾶς ἀτελεῖς ἐλάμβανεν τοῦ ἐνιαυτοῦ τὴν πρόσοδον, κλινοποιοὺς δ᾽ εἴκοσι τὸν ἀριθμόν, τετταράκοντα μνῶν ὑποκειμένους, οἳ δώδεκα μνᾶς ἀτελεῖς αὐτῷ προσέφερον, ἀργυρίου δ᾽ εἰς τάλαντον ἐπὶ δραχμῇ δεδανεισμένου, οὗ τόκος ἐγίγνετο τοῦ ἐνιαυτοῦ ἑκάστου πλεῖν ἢ ἑπτὰ μναῖ.
Γραμμή 39:
{{χ|15}} οὐ γὰρ διδόντος τούτου σῖτον τῇ μητρί, τὴν προῖκ᾽ ἔχοντος, οὐδὲ τὸν οἶκον μισθοῦν ἐθέλοντος, ἀλλὰ μετὰ τῶν ἄλλων ἐπιτρόπων διαχειρίζειν ἀξιοῦντος, ἐποιήσατο λόγους περὶ τούτων ὁ Δημοχάρης. Οὗτος δ᾽ ἀκούσας οὔτ᾽ ἠμφεσβήτησεν μὴ ἔχειν οὔτε χαλεπῶς ἤνεγκεν ὡς οὐκ εἰληφώς, ἀλλ᾽ ὡμολόγει καὶ ἔτι μικρὸν ἔφη πρὸς τὴν ἐμὴν μητέρα περὶ χρυσιδίων ἀντιλέγεσθαι· τοῦτ᾽ οὖν διευκρινησάμενος, καὶ περὶ τῆς τροφῆς καὶ περὶ τῶν ἄλλων ποιήσειν οὕτως ὥστ᾽ ἔχειν μοι πάντα καλῶς.
 
{{χ|16}} Καίτοι εἰ φανήσεται πρός τε τὸν Δημοχάρη ταῦθ᾽ ὡμολογηκὼς καὶ πρὸς τοὺς ἄλλους οἳ παρῆσαν, παρά τε τοῦ Δημοφῶντος καὶ τοῦ Θηριππίδου τῶν ἀνδραπόδων εἰς τὴν προῖκα τὰς τιμὰς εἰληφώς, αὐτός θ᾽ ἑαυτὸν ἔχειν τὴν προῖκ᾽ ἀπογράψας πρὸς τοὺς συνεπιτρόπους, οἰκῶν τε τὴν οἰκίαν ἐπειδὴ τάχιστ᾽ ἐτελεύτησεν ὁ πατήρ, πῶς οὐκ ἐκ πάντων ὁμολογουμένου τοῦ πράγματος εὑρεθήσεται φανερῶς τὴν προῖκα, τὰς ὀγδοήκοντα μνᾶς, κεκομισμένος, καὶ λίαν ἀναιδῶς μὴ λαβεῖν ἐξαρνούμενοσἐξαρνούμενος
 
{{χ|17}} ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὰς μαρτυρίας καὶ ἀνάγνωθι.Μαρτυρίαιτὴν Μαρτυρίαι τὴν μὲν τοίνυν προῖκα τοῦτον τὸν τρόπον ἔχει λαβών. Μὴ γήμαντος δ᾽ αὐτοῦ τὴν μητέρα τὴν ἐμήν, ὁ μὲν νόμος κελεύει τὴν προῖκ᾽ ὀφείλειν ἐπ᾽ ἐννέ᾽ ὀβολοῖς, ἐγὼ δ᾽ ἐπὶ δραχμῇ μόνον τίθημι. Γίγνεται δ᾽, ἐάν τις συντιθῇ τό τ᾽ ἀρχαῖον καὶ τὸ ἔργον τῶν δέκ᾽ ἐτῶν, μάλιστα τρία τάλαντα.
 
{{χ|18}} καὶ ταῦτα μὲν οὕτως ὑμῖν ἐπιδείκνυμι λαβόντα καὶ ἔχειν ὁμολογήσαντα μαρτύρων ἐναντίον τοσούτων· ἄλλας τοίνυν ἔχει τριάκοντα μνᾶς, τοῦ ἐργαστηρίου λαβὼν τὴν πρόσοδον, καὶ ἀναισχυντότατ᾽ ἀνθρώπων ἀποστερεῖν ἐπικεχείρηκεν. Ἐμοὶ δ᾽ ὁ πατὴρ κατέλιπεν τριάκοντα μνᾶς ἀπ᾽ αὐτῶν τὴν πρόσοδον· ἀποδομένων δὲ τούτων τὰ ἡμίσεα τῶν ἀνδραπόδων, πεντεκαίδεκά μοι μνᾶς γίγνεσθαι κατὰ λόγον προσῆκε.
Γραμμή 51:
{{χ|21}} Εἰ δ᾽ αὖ γενέσθαι μὲν φήσει, τῶν δ᾽ ἔργων ἀπρασίαν εἶναι, δεῖ δήπου τά γ᾽ ἔργ᾽ αὐτὸν ἀποδεδωκότα μοι φαίνεσθαι, καὶ ὧν ἐναντίον ἀπέδωκε παρασχέσθαι μάρτυρας. Εἰ δὲ μηδὲν τούτων πεποίηκεν, πῶς οὐκ ἔχει τὴν πρόσοδον δυοῖν ἐτοῖν τὴν ἐκ τοῦ ἐργαστηρίου, τὰς τριάκοντα μνᾶς, φανερῶς οὕτως τῶν ἔργων γεγενημένων
 
{{χ|22}} εἰ δ᾽ αὖ τούτων μὲν μηδὲν ἐρεῖ, Μιλύαν δ᾽ αὐτὰ φήσει πάντα διῳκηκέναι, πῶς χρὴ πιστεύειν, ὅταν φῇ τὰ μὲν ἀναλώματ᾽ αὐτὸς ἀνηλωκέναι, πλέον ἢ πεντακοσίας δραχμάς, λῆμμα δ᾽ εἴ τι γέγονεν, ἐκεῖνον ἔχειν ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον ἂν γενέσθαι τούτων, εἰ καὶ Μιλύας αὐτῶν ἐπεμελεῖτο, τὰ μὲν ἀναλώματ᾽ ἐκεῖνος ἀναλῶσαι, τὰ δὲ λήμμαθ᾽ οὗτος λαβεῖν, εἴ τι δεῖ τεκμαίρεσθαι πρὸς τὸν ἄλλον αὐτοῦ τρόπον καὶ τὴν ἀναίδειαν. Λάβ᾽ οὖν τὰς μαρτυρίας ταύτας, καὶ ἀνάγνωθ᾽ αὐτοῖς. Μαρτυρίαι
 
{{χ|23}} ταύτας τοίνυν ἔχει τριάκοντα μνᾶς ἀπὸ τοῦ ἐργαστηρίου, καὶ τὸ ἔργον αὐτῶν ὀκτὼ ἐτῶν· ὃ ἂν ἐπὶ δραχμῇ τις τιθῇ μόνον, ἄλλας τριάκοντα μνᾶς εὑρήσει. Καὶ ταῦτα μὲν ἰδίᾳ μόνος εἴληφεν· ἃ συντεθέντα πρὸς τὴν προῖκα μάλιστα τέτταρα τάλαντα γίγνεται σὺν τοῖς ἀρχαίοις. Ἃ δὲ μετὰ τῶν ἄλλων ἐπιτρόπων κοινῇ διήρπακεν, καὶ ὅσ᾽ ἔνια μηδὲ καταλειφθῆναι παντάπασιν ἠμφεσβήτηκεν, ταῦθ᾽ ὑμῖν ἤδη ἐπιδείξω καθ᾽ ἕκαστον.
Γραμμή 59:
{{χ|25}} Αὐτοὺς δὲ τοὺς ἀνθρώπους, εἰς οὓς ταῦτ᾽ ἀνηλωκέναι φησίν, οὐδαμοῦ μοι παραδεδώκασιν, ἀλλὰ πάντων κενότατον λόγον λέγουσιν, ὡς ὁ ὑποθεὶς τῷ πατρὶ τἀνδράποδα πονηρότατος ἀνθρώπων ἐστὶν καὶ ἐράνους τε λέλοιπε πλείστους καὶ ὑπέρχρεως γέγονε, καὶ τούτων οὐκ ὀλίγους κεκλήκασι κατ᾽ ἐκείνου μάρτυρας. Τὰ δ᾽ ἀνδράποδ᾽ ὅστις ἐστὶν ὁ λαβών, ἢ πῶς ἐκ τῆς οἰκίας ἐξῆλθεν, ἢ τίς ἀφείλετο, ἢ πρὸς τίνα δίκην ἥττηνται περὶ αὐτῶν, οὐκ ἔχουσιν εἰπεῖν.
 
{{χ|26}} Καίτοι εἴ τι ἔλεγον ὑγιές, οὐκ ἂν κατὰ τῆς ἐκείνου πονηρίας παρείχοντο μάρτυρας, ἧς οὐδέν μοι προσήκει φροντίζειν, ἀλλὰ τούτων ἂν ἀντελαμβάνοντο καὶ τοὺς λαβόντας ἀπεδείκνυσαν καὶ οὐδὲν ἂν αὐτῶν παρέλειπον. Νῦν δ᾽ ὠμότατ᾽ ἀνθρώπων, ὁμολογοῦντες καταλειφθῆναι καὶ λαβόντες ὡς αὑτοὺς καὶ καρπωσάμενοι δέκ᾽ ἔτη τοὺς ἀνθρώπους, ἄρδην ὅλον τὸ ἐργαστήριον ἀφανίζουσι. Καὶ ταῦθ᾽ ὡς ἀληθῆ λέγω, λαβέ μοι τὰς μαρτυρίας καὶ ἀναγίγνωσκε. Μαρτυρίαι
 
{{χ|27}} ὅτι τοίνυν οὐκ ἄπορος ἦν ὁ Μοιριάδης, οὐδ᾽ ἦν τῇ πατρὶ τοῦτο τὸ συμβόλαιον εἰς τἀνδράποδ᾽ ἠλιθίως συμβεβλημένον, μεγίστῳ τεκμηρίῳ γνώσεσθε· λαβὼν γὰρ ὡς ἑαυτὸν Ἄφοβος τοῦτο τὸ ἐργαστήριον, ὡς αὐτοὶ τῶν μαρτύρων ἠκούσατε, καὶ δέον αὐτόν, εἰ καί τις ἄλλος ἐβούλετ᾽ εἰς ταῦτα συμβαλεῖν, τοῦτον διακωλύειν ἐπίτροπόν γ᾽ ὄντα, αὐτὸς ἐπὶ τούτοις τοῖς ἀνδραπόδοις τῷ Μοιριάδῃ πεντακοσίας δραχμὰς ἐδάνεισεν, ἃς ὀρθῶς καὶ δικαίως παρ᾽ ἐκείνου κεκομίσθαι ὡμολόγηκεν.
 
{{χ|28}} Καίτοι πῶς οὐ δεινόν, εἰ ἡμῖν μὲν πρὸς τῷ λῆμμ᾽ ἀπ᾽ αὐτῶν μηδὲν γεγονέναι καὶ αὐτὰ τὰ ὑποτεθέντ᾽ ἀπόλωλεν, οἳ πρότερον συνεβάλομεν, τῷ δ᾽ εἰς τὰ ἡμέτερα δανείσαντι καὶ τοσούτῳ χρόνῳ πράξαντι καὶ οἱ τόκοι καὶ τἀρχαῖ᾽ ἐκ τῶν ἡμετέρων ἀποδέδοται καὶ οὐδεμί᾽ ἀπορία γέγονεν ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὴν μαρτυρίαν καὶ ἀνάγνωθι. Μαρτυρία
 
{{χ|29}} σκέψασθε τοίνυν ὅσον ἀργύριον οὗτοι παρὰ τοὺς κλινοποιοὺς κλέπτουσι, τετταράκοντα μὲν μνᾶς αὐτὸ τὸ ἀρχαῖον, δέκα δ᾽ ἐτῶν τὸ ἔργον αὐτῶν δύο τάλαντα· δώδεκα γὰρ μνᾶς ἑκάστου τοῦ ἐνιαυτοῦ τὴν πρόσοδον αὐτῶν ἐλάμβανον. Ἆρα μικρόν τι καὶ ἐξ ἀφανοῦς ποθεν καὶ παραλογίσασθαι. Ῥᾴδιον, ἀλλ᾽ οὐ φανερῶς οὑτωσὶ μικροῦ δεῖν τρία τάλαντα ταῦτ᾽ ἀνηρπάκασιν ὧν κοινῇ διαπεφορημένων τὸ τρίτον δήπου μέρος παρὰ τούτου μοι προσήκει κεκομίσθαι.
Γραμμή 73:
{{χ|32}} Ὅτι μὲν οὖν οὐ πιστὰ λέγουσιν, καὶ ἐκ τούτων αὐτῶν ῥᾴδιόν ἐστι μαθεῖν· ὅτι δ᾽ ἐκεῖνος κατέλιπε τοσοῦτον τὸ πλῆθος ὥστε μὴ μόνον ἱκανὸν εἶναι κατεργάζεσθαι τοῖς ἑαυτοῦ δημιουργοῖς, ἀλλὰ καὶ τῷ βουλομένῳ πρὸς ὠνεῖσθαι τῶν ἄλλων, ἐκεῖθεν φανερόν, ὅτι αὐτός τ᾽ ἐπώλει ζῶν καὶ Δημοφῶν καὶ οὗτος τοῦ πατρὸς ἤδη τετελευτηκότος ἐκ τῆς οἰκίας τῆς ἐμῆς ἀπεδίδοντο τοῖς βουλομένοις.
 
{{χ|33}} Καίτοι πόσον τινὰ χρὴ τὸν καταλειφθέντα νομίζειν εἶναι, ὅταν φαίνηται τηλικούτοις τ᾽ ἐργαστηρίοις ἐξαρκῶν καὶ χωρὶς ὑπὸ τῶν ἐπιτρόπων πιπρασκόμενοσπιπρασκόμενος ἆρ᾽ ὀλίγον, ἀλλ᾽ οὐ πολλῷ πλείω τῶν ἐγκεκλημένων λαβὲ τοίνυν τὰς μαρτυρίας ταυτασὶ καὶ ἀνάγνωθ᾽ αὐτοῖς.Μαρτυρίαιτούτου Μαρτυρίαι τούτου τοίνυν τοῦ ἐλέφαντός ἐστι πλέον ἢ τάλαντον, ὃν οὔτ᾽ αὐτὸν οὔτε τὸ ἔργον μοι ἀποφαίνουσιν, ἀλλὰ καὶ τοῦτον ἄρδην ἀφανίζουσιν ὅλον.
 
{{χ|34}} ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, παρὰ τὸν λόγον ὃν ἀποφέρουσιν, ἐξ ὧν αὐτοὶ λαβεῖν ὁμολογοῦσιν, ἐπιδείξω ὑμῖν τρεῖς μὲν ὄντας αὐτοὺς πλέον ἢ ὀκτὼ τάλαντ᾽ ἐκ τῶν ἐμῶν ἔχοντας, ἰδίᾳ δ᾽ ἐκ τούτων Ἄφοβον τρία τάλαντα καὶ χιλίας εἰληφότα, τά τ᾽ ἀνηλωμένα χωρὶς τούτων πλείω τιθεὶς καὶ ὅσ᾽ ἐκ τούτων ἀπέδοσαν ἀφαιρῶν, ἵν᾽ εἰδῆθ᾽ ὅτι οὐ μικρᾶς ἀναιδείας τὰ ἐγχειρήματ᾽ αὐτῶν ἐστίν.
Γραμμή 83:
{{χ|37}} ἀπέδοσαν μὲν τοίνυν οὗτος καὶ Θηριππίδης μίαν καὶ τριάκοντα μνᾶς, εἰσφορὰς δ᾽ εἰσενηνοχέναι λογίζονται δυοῖν δεούσας εἴκοσι μνᾶς. Ἐγὼ δ᾽ ὑπερβαλὼν τοῦτο ποιήσω τριάκοντα μνᾶς, ἵνα πρὸς ταῦτα μηδ᾽ ἀντειπεῖν ἔχωσιν. Οὐκοῦν ἂν ἀφέλητε τὸ τάλαντον ἀπὸ τῶν ὀκτὼ ταλάντων, ἑπτὰ τὰ λειπόμεν᾽ ἐστί, καὶ ταῦτα, ἐξ ὧν αὐτοὶ λαβεῖν ὁμολογοῦσι, τούτους ἔχειν ἐστὶν ἀναγκαῖον. Τοῦτο τοίνυν, εἰ καὶ τἄλλα πάντ᾽ ἀποστεροῦσιν ἀρνούμενοι μὴ ἔχειν, ἀποδοῦναι προσῆκεν, ὁμολογοῦντάς γε λαβεῖν ταῦτ᾽ ἐκ τῶν ἐμῶν.
 
{{χ|38}} Νῦν δὲ τί ποιοῦσιν ἔργον μὲν οὐδὲν ἀποφαίνουσι τοῖς χρήμασιν, αὐτὰ δὲ τὰ ἀρχαῖα πάντ᾽ ἀνηλωκέναι φασὶ σὺν ταῖς ἑπτὰ καὶ ἑβδομήκοντα μναῖς· Δημοφῶν δὲ καὶ πρὸς ὀφείλοντας ἡμᾶς ἐνέγραψε. Ταῦτ᾽ οὐ μεγάλη καὶ περιφανὴς ἀναισχυντία ταῦτ᾽ οὐχ ὑπερβολὴ δεινῆς αἰσχροκερδίασαἰσχροκερδίας τί οὖν ποτ᾽ ἐστὶ τὸ δεινόν, εἰ μὴ ταῦτα δόξει τηλικαύτας ὑπερβολὰς ἔχοντα
 
{{χ|39}} οὗτος τοίνυν τὸ καθ᾽ αὑτὸν ὀκτὼ καὶ ἑκατὸν μνᾶς λαβεῖν ὁμολογῶν, ἔχει καὶ αὐτὰς καὶ τὸ ἔργον δέκ᾽ ἐτῶν, μάλιστα τρία τάλαντα καὶ χιλίας. Καὶ ταῦθ᾽ ὡς ἀληθῆ λέγω, καὶ ἐν τοῖς λόγοις τῆς ἐπιτροπῆς τὸ λῆμμ᾽ ἕκαστος τοῦθ᾽ ὁμολογῶν λαβεῖν ἅπαν ἀνηλωκέναι λογίζεται, λαβὲ τὰς μαρτυρίας καὶ ἀνάγνωθι. Μαρτυρίαι
 
{{χ|40}} νομίζω τοίνυν, ὦ ἄνδρες δικασταί, περὶ τούτων ἱκανῶς μὲν ὑμᾶς μεμαθηκέναι, καὶ ὅσα κλέπτουσιν καὶ κακουργοῦσιν ἕκαστος αὐτῶν· ἔτι δ᾽ ἀκριβέστερον ἔγνωτ᾽ ἄν, εἴ μοι τὰς διαθήκας, ἃς ὁ πατὴρ κατέλιπεν, οὗτοι ἀποδοῦναι ἠθέλησαν. Ἐν γὰρ ἐκείναις ἐγέγραπτο, ὥς φησιν ἡ μήτηρ, ἃ κατέλιπεν ὁ πατὴρ πάντα, καὶ ἐξ ὧν ἔδει τούτους λαβεῖν τὰ δοθέντα, καὶ τὸν οἶκον ὅπως μισθώσουσι.
 
{{χ|41}} Νῦν δ᾽ ἀπαιτοῦντος ἐμοῦ καταλειφθῆναι μὲν ὁμολογοῦσιν, αὐτὰς δ᾽ οὐκ ἀποφαίνουσι. Ταῦτα δὲ ποιοῦσι τό τε πλῆθος οὐ βουλόμενοι καταφανὲς ποιῆσαι τῆς οὐσίας τὸ καταλειφθέν, ὃ διηρπάκασιν οὗτοι, τάς τε δωρεὰς ἵνα μὴ δοκῶσιν ἔχειν, ὥσπερ οὐκ ἐξ αὐτοῦ τοῦ πράγματος ἐξελεγχθησόμενοι ῥᾳδίως. Λαβὲ δ᾽ αὐτοῖς τὰς μαρτυρίας ὧν ἐναντίον ἀπεκρίναντο, καὶ ἀνάγνωθι. Μαρτυρίαι
 
{{χ|42}} οὗτος διαθήκην μὲν γενέσθαι φησίν, καὶ τὰ δύο τάλαντα Δημοφῶντι καὶ τὰς ὀγδοήκοντα μνᾶς τούτῳ δοθῆναι μαρτυρεῖ· τὰς δ᾽ ἑβδομήκοντα μνᾶς, ἃς Θηριππίδης ἔλαβεν, οὐ προσγραφῆναί φησιν, οὐδὲ τὸ πλῆθος τῆς οὐσίας τὸ καταλειφθέν, οὐδὲ τὸν οἶκον ὅπως μισθώσουσιν· οὐ γὰρ αὐτῷ συμφέρει προσομολογῆσαι ταῦτα. Λαβὲ δὴ τὴν τούτου ἀπόκρισιν. Μαρτυρία
 
{{χ|43}} οὗτος αὖ τὴν μὲν διαθήκην γενέσθαι φησίν, καὶ τὸ ἀργύριον ἐκ τοῦ χαλκοῦ καὶ τῆς κηκῖδος ἀποδοθῆναι τῷ Θηριππίδῃ, ὃ ἐκεῖνος οὔ φησιν, καὶ τὰ δύο τάλαντα τῷ Δημοφῶντι· περὶ δὲ τῶν αὐτῷ δοθέντων γραφῆναι μέν φησιν, οὐχ ὁμολογῆσαι δ᾽ αὐτός, ἵνα μὴ δοκῇ λαβεῖν. Τὸ δὲ πλῆθος τῆς οὐσίας οὐδ᾽ οὗτος ἀποφαίνει καθόλου, οὐδὲ τὸ μισθοῦν τὸν οἶκον· οὐδὲ γὰρ οὐδὲ τούτῳ συμφέρει προσομολογῆσαι ταῦτα.
Γραμμή 99:
{{χ|45}} Οὐ γὰρ δήπου τὸν μὲν υἱὸν ἐμὲ πένητ᾽ ἐβούλετο καταλιπεῖν, τούτους δὲ πλουσίους ὄντας ἔτι πλουσιωτέρους ποιῆσαι ἐπεθύμησεν, ἀλλ᾽ ἕνεκα τοῦ πλήθους τῶν ἐμοὶ καταλειπομένων Θηριππίδῃ τε τοσοῦτον ἀργύριον καὶ Δημοφῶντι τὰ δύο τάλαντα, οὔπω μέλλοντι τῇ ἀδελφῇ τῇ ἐμῇ συνοικήσειν, καρποῦσθαι ἔδωκεν, ἵνα δυοῖν θάτερον διαπράξαιτο, ἢ διὰ τὰ διδόμενα βελτίους αὐτοὺς εἶναι τὰ περὶ τὴν ἐπιτροπὴν προτρέψειεν, ἢ εἰ κακοὶ γίγνοιντο, μηδεμιᾶς συγγνώμης παρ᾽ ὑμῶν τυγχάνοιεν, εἰ τοσούτων ἀξιωθέντες τοιαῦτ᾽ εἰς ἡμᾶς ἐξαμαρτάνοιεν.
 
{{χ|46}} Οὗτος τοίνυν καὶ αὐτὸς πρὸς τῇ προικὶ καὶ θεραπαίνας λαβὼν καὶ τὴν οἰκίαν οἰκῶν, ἐπειδὴ δεῖ λόγον αὐτὸν δοῦναι τούτων, τὰ ἑαυτοῦ πράττειν φησίν· καὶ εἰς τοσοῦτον αἰσχροκερδίας ἦλθεν, ὥστε καὶ τοὺς διδασκάλους τοὺς μισθοὺς ἀπεστέρηκεν καὶ τῶν εἰσφορῶν ἔστιν ἃς οὐ κατέθηκεν, ἐμοὶ δὲ λογίζεται. Λαβὲ δὴ καὶ ταύτας αὐτοῖς τὰς μαρτυρίας καὶ ἀνάγνωθι. Μαρτυρίαι
 
{{χ|47}} πῶς οὖν ἄν τις σαφέστερον ἐπιδείξειεν πάντα διηρπακότα καὶ μηδὲ τῶν μικρῶν ἀπεσχημένον, ἢ τοῦτον τὸν τρόπον ἐπιδεικνὺς μετὰ τοσούτων μαρτύρων καὶ τεκμηρίων τὴν μὲν προῖκα λαβεῖν ὁμολογήσαντα καὶ ἔχειν αὐτὸν πρὸς τοὺς ἐπιτρόπους ἀπογράψαντα, τὸ δ᾽ ἐργαστήριον κεκαρπωμένον αὐτὸν καὶ τὴν πρόσοδον οὐκ ἀποφαίνοντα,
Γραμμή 119:
{{χ|55}} Εἰ μὲν γὰρ ὁ πατὴρ ἠπίστει τούτοις, δῆλον ὅτι οὔτ᾽ ἂν τἄλλ᾽ ἐπέτρεπεν οὔτ᾽ ἂν ταῦθ᾽ οὕτω καταλείπων αὐτοῖς ἔφραζε· μανία γὰρ δεινὴ τὰ κεκρυμμέν᾽ εἰπεῖν, μηδὲ τῶν φανερῶν μέλλοντ᾽ ἐπιτρόπους καταστήσειν. Εἰ δ᾽ ἐπίστευεν, οὐκ ἂν δήπου τὰ μὲν πλεῖστ᾽ αὐτοῖς τῶν χρημάτων ἐνεχείρισεν, τῶν δ᾽ οὐκ ἂν κυρίους ἐποίησεν. Οὐδ᾽ ἂν τῇ μὲν μητρί μου ταῦτα φυλάττειν ἔδωκεν, αὐτὴν δ᾽ ἐκείνην ἑνὶ τῶν ἐπιτρόπων τούτῳ γυναῖκ᾽ ἔδωκεν· οὐ γὰρ ἔχει λόγον, σῴζειν μὲν τὰ χρήματα διὰ τῆς ἐμῆς μητρὸς ζητεῖν, ἕνα δὲ τῶν ἀπιστουμένων καὶ αὐτῆς καὶ τῶν χρημάτων κύριον ποιεῖν.
 
{{χ|56}} Ἔτι δέ, τούτων εἴ τι ἦν ἀληθές, οἴεσθ᾽ οὐκ ἂν αὐτὴν λαβεῖν δοθεῖσαν ὑπὸ τοῦ πατρόσπατρός ὃς τὴν μὲν προῖκ᾽ αὐτῆς ἤδη, τὰς ὀγδοήκοντα μνᾶς, ἔχων ὡς συνοικήσων αὐτῇ, τὴν Φιλωνίδου τοῦ Μελιτέως θυγατέρ᾽ ἔγημεν· τεττάρων δὲ ταλάντων ἔνδον ὄντων, καὶ ταῦτ᾽ ἐκείνης ἐχούσης, ὡς οὗτός φησιν, οὐκ ἂν ἡγεῖσθ᾽ αὐτὸν κἂν ἐπιδραμεῖν, ὥστε γενέσθαι μετ᾽ ἐκείνης αὐτῶν κύριον
 
{{χ|57}} ἢ τὴν μὲν φανερὰν οὐσίαν, ἣν καὶ ὑμῶν οἱ πολλοὶ συνῄδεσαν ὅτι κατελείφθη, μετὰ τῶν συνεπιτρόπων οὕτως αἰσχρῶς διήρπασεν, ὧν δ᾽ οὐκ ἐμέλλεθ᾽ ὑμεῖς ἔσεσθαι μάρτυρες, ἀπέσχετ᾽ ἂν ἐξὸν αὐτῷ λαβεῖν καὶ τίς ἂν πιστεύσειεν οὐκ ἔστιν ταῦτ᾽, ὦ ἄνδρες δικασταί, οὐκ ἔστιν, ἀλλὰ τὰ μὲν χρήματα, ὅσα κατέλιπεν ὁ πατήρ, πάντα τούτοις παρέδωκεν, οὗτος δ᾽, ἵν᾽ ἧττον ἐλεηθῶ παρ᾽ ὑμῖν, τούτοις τοῖς λόγοις χρήσεται.
 
{{χ|58}} πολλὰ μὲν οὖν ἔγωγ᾽ ἔχω καὶ ἄλλα τούτου κατηγορεῖν· ἓν δὲ περὶ πάντων κεφάλαιον εἰπών, πάσας αὐτοῦ διαλύσω τὰς ἀπολογίας. Τούτῳ γὰρ ἐξῆν μηδὲν ἔχειν τούτων τῶν πραγμάτων, μισθώσαντι τὸν οἶκον κατὰ τουτουσὶ τοὺς νόμους. Λαβὲ τοὺς νόμους καὶ ἀνάγνωθι. Νόμοικατὰ τούτους τοὺς νόμους Ἀντιδώρῳ μὲν ἐκ τριῶν ταλάντων καὶ τρισχιλίων ἐν ἓξ ἔτεσιν ἓξ τάλαντα καὶ πλέον ἐκ τοῦ μισθωθῆναι παρεδόθη, καὶ ταῦθ᾽ ὑμῶν τινὲς εἶδον· Θεογένης γὰρ ὁ Προβαλίσιος, ὁ μισθωσάμενος αὐτοῦ τὸν οἶκον, ἐν τῇ ἀγορᾷ ταῦτα τὰ χρήματ᾽ ἐξηρίθμησεν.
 
{{χ|59}} Ἐμοὶ δ᾽ ἐκ τεττάρων καὶ δέκα ταλάντων ἐν δέκ᾽ ἔτεσιν πρὸς τὸν χρόνον τε καὶ τὴν ἐκείνου μίσθωσιν πλέον ἢ τριπλάσια κατὰ τὸ εἰκὸς προσῆκον γενέσθαι, τοῦτο διὰ τί οὐκ ἐποίησεν, ἐρωτᾶτ᾽ αὐτόν. Εἰ μὲν γάρ φησι βέλτιον εἶναι μὴ μισθωθῆναι τὸν οἶκον, δειξάτω μὴ διπλάσια μηδὲ τριπλάσιά μοι γεγενημένα, ἀλλ᾽ αὐτὰ τὰ ἀρχαῖ᾽ ἐμοὶ πάντ᾽ ἀποδεδομένα. Εἰ δ᾽ ἐκ τεττάρων καὶ δέκα ταλάντων ἐμοὶ μὲν μηδ᾽ ἑβδομήκοντα μνᾶς παραδεδώκασιν, ὁ δὲ καὶ πρὸς ὀφείλοντά μ᾽ αὑτῷ ἀπέγραψεν, πῶς ἀποδέξασθαί τι προσήκει τούτων λεγόντων οὐδαμῶς δήπουθεν.
 
{{χ|60}} τοσαύτης τοίνυν οὐσίας μοι καταλειφθείσης ὅσην ἐξ ἀρχῆς ἠκούσατε, καὶ τοῦ τρίτου μέρους πρόσοδον αὐτῆς φερούσης πεντήκοντα μνᾶς, ἐξὸν τούτοις τοῖς ἀπληστοτάτοις χρημάτων, καὶ εἰ μὴ μισθοῦν τὸν οἶκον ἐβούλοντο, ἀπὸ μὲν τούτων τῶν προσιόντων, ἐῶντας ὥσπερ εἶχεν κατὰ χώραν, ἡμᾶς τε τρέφειν καὶ τὰ πρὸς τὴν πόλιν διοικεῖν, καὶ ὅσ᾽ ἐξαὐτῶνἐξ αὐτῶν περιεγίγνετο,
 
{{χ|61}} ταῦτα προσπεριποιεῖν, τὴν δ᾽ ἄλλην οὐσίαν ἐνεργὸν ποιήσασιν, οὖσαν ταύτης διπλασίαν, αὑτοῖς τε, εἰ χρημάτων ἐπεθύμουν, μέτρι᾽ ἐξ αὐτῶν λαβεῖν, ἐμοί τε σὺν τοῖς ἀρχαίοις τὸν οἶκον ἐκ τῶν προσόδων μείζω ποιῆσαι, τούτων μὲν οὐδὲν ἐποίησαν, ἀποδόμενοι δ᾽ ἀλλήλοις τὰ πλείστου ἄξια τῶν ἀνδραπόδων, τὰ δὲ παντάπασιν ἀφανίσαντες, ἐμοῦ μὲν ἀνεῖλον καὶ τὴν ὑπάρχουσαν πρόσοδον, σφίσι δ᾽ αὐτοῖς οὐ μικρὰν ἐκ τῶν ἐμῶν κατεσκευάσαντο.
Γραμμή 135:
{{χ|63}} καίτοι τί ποτ᾽ ἂν ἔπαθον ὑπ᾽ αὐτῶν, εἰ πλείω χρόνον ἐπετροπεύθην οὐκ ἂν ἔχοιεν εἰπεῖν. Ὅπου γὰρ δέκ᾽ ἐτῶν διαγενομένων παρὰ μὲν τῶν οὕτω μικρὰ κεκόμισμαι, τῷ δὲ καὶ πρὸς ὀφείλων ἐγγέγραμμαι, πῶς οὐκ ἄξιον διαγανακτεῖν δῆλον δὲ παντάπασιν· εἰ κατελείφθην μὲν ἐνιαύσιος, ἓξ ἔτη δὲ πρὸς ἐπετροπεύθην ὑπ᾽ αὐτῶν, οὐδ᾽ ἂν τὰ μικρὰ ταῦτα παρ᾽ αὐτῶν ἀπέλαβον. Εἰ γὰρ ἐκεῖν᾽ ἀνήλωται ὀρθῶς, οὐδὲν ἂν τῶν νῦν παραδοθέντων ἐξήρκεσεν εἰς ἕκτον ἔτος, ἀλλ᾽ ἢ παρ᾽ αὑτῶν ἄν μ᾽ ἔτρεφον ἢ τῷ λιμῷ περιεῖδον ἀπολόμενον.
 
{{χ|64}} καίτοι πῶς οὐ δεινόν, εἰ ἕτεροι μὲν οἶκοι ταλαντιαῖοι καὶ διτάλαντοι καταλειφθέντες ἐκ τοῦ μισθωθῆναι διπλάσιοι καὶ τριπλάσιοι γεγόνασιν, ὥστ᾽ ἀξιοῦσθαι λῃτουργεῖν, ὁ δ᾽ ἐμὸς τριηραρχεῖν εἰθισμένος καὶ μεγάλας εἰσφορὰς εἰσφέρειν μηδὲ μικρὰς δυνήσεται διὰ τὰς τούτων ἀναισχυντίασἀναισχυντίας τίνας δ᾽ οὗτοι λελοίπασιν ὑπερβολὰς εἰπεῖν οἳ καὶ τὴν διαθήκην ἠφανίκασιν ὡς λήσοντες, καὶ τὰς μὲν σφετέρας αὐτῶν οὐσίας ἐκ τῶν ἐπικαρπιῶν διῳκήκασι καὶ τἀρχαῖα τῶν ὑπαρχόντων ἐκ τῶν ἐμῶν πολλῷ μείζω πεποιήκασι, τῆς δ᾽ ἐμῆς οὐσίας, ὥσπερ τὰ μέγισθ᾽ ὑφ᾽ ἡμῶν ἀδικηθέντες, ὅλον τὸ κεφάλαιον ἀνῃρήκασι
 
{{χ|65}} καὶ ὑμεῖς μὲν οὐδὲ τῶν εἰς ὑμᾶς ἁμαρτανόντων ὅταν τινὸς καταψηφίσησθε, οὐ πάντα τὰ ὄντ᾽ ἀφείλεσθε, ἀλλ᾽ ἢ γυναῖκας ἢ παιδί᾽ αὐτῶν ἐλεήσαντες μέρος τι κἀκείνοις ὑπελίπετε· οὗτοι δὲ τοσοῦτον διαφέρουσιν ὑμῶν, ὥστε καὶ δωρεὰς παρ᾽ ἡμῶν προσλαβόντες ἵνα δικαίως ἐπιτροπεύσωσι, τοιαῦτ᾽ εἰς ἡμᾶς ὑβρίκασι. Καὶ οὐδ᾽ ᾐσχύνθησαν, εἰ μὴ ἠλέησαν, τὴν ἐμὴν ἀδελφήν, εἰ δυοῖν ταλάντοιν ὑπὸ τοῦ πατρὸς ἀξιωθεῖσα, μηδενὸς τεύξεται τῶν προσηκόντων, ἀλλ᾽ ὥσπερ ἔχθιστοί τινες, ἀλλ᾽ οὐ φίλοι καὶ συγγενεῖς καταλειφθέντες οὐδὲν τῆς οἰκειότητος ἐφρόντισαν.