Κατά Αριστοκράτους: Διαφορά μεταξύ των αναθεωρήσεων

καμία σύνοψη επεξεργασίας
μ (Lint error: Stripped tag με τη χρήση AWB)
Χωρίς σύνοψη επεξεργασίας
{{χ|2}} Δεῖ δὴ πάντας ὑμᾶς, εἰ βούλεσθ᾽ ὀρθῶς περὶ τούτων μαθεῖν καὶ κατὰ τοὺς νόμους δικαίως κρῖναι τὴν γραφήν, μὴ μόνον τοῖς γεγραμμένοις ἐν τῷ ψηφίσματι ῥήμασιν προσέχειν, ἀλλὰ καὶ τὰ συμβησόμεν᾽ ἐξ αὐτῶν σκοπεῖν. Εἰ μὲν γὰρ ἦν ἀκούσασιν εὐθὺς εἰδέναι τὰ κεκακουργημένα, τὴν ἀρχὴν ἴσως ἂν οὐκ ἐξηπάτησθε· {{χ|3}} ἐπειδὴ δὲ τοῦθ᾽ ἕν ἐστι τῶν ἀδικημάτων, τὸ τοῦτον τὸν τρόπον καὶ λέγειν καὶ γράφειν ἐνίους ὃν ἂν ἥκισθ᾽ ὑμεῖς ὑπίδοισθέ τι καὶ φυλάξαισθε, προσήκει μὴ πάνυ θαυμάζειν, εἰ καὶ τοῦτο τὸ ψήφισμ᾽ ἡμεῖς οὕτω γεγραμμένον ἐπιδείξομεν ὥστε δοκεῖν μὲν Χαριδήμῳ φυλακήν τινα τοῦ σώματος διδόναι, τὴν ὡς ἀληθῶς δὲ δικαίαν καὶ βέβαιον φυλακὴν Χερρονήσου τῆς πόλεως ἀποστερεῖν.
 
{{χ|4}} Εἰκότως δ᾽ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ προσέχοιτέ μοι τὸν νοῦν καὶ μετ᾽ εὐνοίας ἀκούσαιθ᾽ ἃ λέγω. Ἐπειδὴ γάρ, οὐχὶ τῶν ἐνοχλούντων ὑμᾶς οὐδὲ τῶν πολιτευομένων καὶ πιστευομένων παρ᾽ ὑμῖν ὤν, πρᾶγμα τηλικοῦτόν φημι δείξειν πεπραγμένον, ἐάν, ὅσον ἐστὶν ἐν ὑμῖν, συναγωνίσησθέ μοι καὶ προθύμως ἀκούσητε, τοῦτό τε σώσετε καὶ ποιήσετε μὴ κατοκνεῖν, ἐάν τίς τι καὶ ἡμῶν οἴηται δύνασθαι ποιῆσαι τὴν πόλιν ἀγαθόν. Οἰήσεται δέ, ἂν μὴ χαλεπὸν εἶναι νομίζῃ τὸ παρ᾽ ὑμῖν λόγου τυχεῖν. {{χ|5}} Νῦν δὲ πολλοῖς τοῦτο φοβουμένοις, λέγειν μὲν ἴσως οὐ δεινοῖς, βελτίοσι δ᾽ ἀνθρώποις τῶν δεινῶν, οὐδὲ σκοπεῖν ἐπέρχεται τῶν κοινῶν οὐδέν. Ἐγὼ γοῦν ὀμνύω τοὺς θεοὺς ἅπαντασἅπαντας ἀπώκνησ᾽ ἄν, εὖ ἴστε, καὶ αὐτὸς τὴν γραφὴν ταύτην ἀπενεγκεῖν, εἰ μὴ πάνυ τῶν αἰσχρῶν ἐνόμιζον εἶναι νῦν μὲν ἡσυχίαν ἄγειν καὶ σιωπῆσαι, πρᾶγμ᾽ ἀλυσιτελὲς τῇ πόλει κατασκευάζοντας ὁρῶν τινας ἀνθρώπους, πρότερον δέ, ὅτ᾽ ἔπλευσα τριηραρχῶν εἰς Ἑλλήσποντον, εἰπεῖν καὶ κατηγορῆσαί τινων, οὓς ἀδικεῖν ὑμᾶς ἡγούμην. {{χ|6}} Οὐκ ἀγνοῶ μὲν οὖν ὅτι τὸν Χαρίδημον εὐεργέτην εἶναί τινες τῆς πόλεως οἴονται· ἐγὼ δέ, ἄν περ ἃ βούλομαί τε καὶ οἶδα πεπραγμέν᾽ ἐκείνῳ δυνηθῶ πρὸς ὑμᾶς εἰπεῖν, οἶμαι δείξειν οὐ μόνον οὐκ εὐεργέτην, ἀλλὰ καὶ κακονούστατον ἀνθρώπων ἁπάντων καὶ πολὺ τἀναντί᾽ ἢ προσῆκεν ὑπειλημμένον.
 
{{χ|7}} Εἰ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο μέγιστον Ἀριστοκράτης ἠδίκει, τὸ τοιούτου, οἷον ἐγώ φημι δείξειν τὸν Χαρίδημον ὄντα, τοσαύτην πεποιῆσθαι πρόνοιαν ἐν τῷ ψηφίσματι ὥστ᾽ ἰδίαν παρὰ τοὺς νόμους, ἄν τι πάθῃ, τιμωρίαν αὐτῷ δεδωκέναι, ταῦτ᾽ ἂν ἤδη λέγειν πρὸς ὑμᾶς ἐπεχείρουν, ἵν᾽ εἰδῆτε πολλοῦ δεῖν ἄξιον ὄντα τυχεῖν τοῦ ψηφίσματος αὐτὸν τουτουί. Νυνὶ δ᾽ ἕτερον τούτου μεῖζον διὰ τοῦ ψηφίσματος ἔστ᾽ ἀδίκημα, ὃ δεῖ πρότερον καὶ μαθεῖν ὑμᾶς καὶ φυλάξασθαι. {{χ|8}} ἀνάγκη δὲ ἐστὶ πρῶτον ἁπάντων εἰπεῖν καὶ δεῖξαι τί ποτ᾽ ἐστὶ τὸ Χερρόνησον ὑμᾶς ἀσφαλῶς ἔχειν πεποιηκός· διὰ γὰρ τοῦ μαθεῖν τοῦτο καὶ τἀδίκημα σαφῶς ὄψεσθε. Ἔστι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο, τὸ τελευτήσαντος Κότυος Βηρισάδην καὶ Ἀμάδοκον καὶ Κερσοβλέπτην τρεῖς ἀνθ᾽ ἑνὸς γενέσθαι Θρᾴκης βασιλέας· συμβέβηκε γὰρ ἐκ τούτου αὑτοῖς μὲν ἀντιπάλους εἶναι τούτους, ὑμᾶς δ᾽ ὑπέρχεσθαι καὶ θεραπεύειν.
{{χ|19}} Ὅ τι δὴ βούλεσθε, ὁρᾶτε, ἵνα τοῦτο λέγω πρῶτον ὑμῖν. Περὶ τοῦ παρανόμου βούλεσθε πρῶτον τοῦτο τοίνυν ἐροῦμεν. Ἃ δὴ δέομαι καὶ ἀξιῶ παρὰ πάντων ὑμῶν τυχεῖν, δίκαια, ὥς γ᾽ ἐμαυτὸν πείθω· μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τῷ διεψεῦσθαι τοῦ Χαριδήμου καὶ νομίζειν εὐεργέτην εἶναι φιλονικῶν δυσχερέστερον τοὺς περὶ τῶν νόμων λόγους ἀκούσῃ μου, μηδ᾽ ἀποστερήσῃ διὰ τοῦτο μήθ᾽ ἑαυτὸν τοῦ θέσθαι τὴν ψῆφον εὔορκον μήτ᾽ ἐμὲ τοῦ διδάξαι περὶ πάντων ὑμᾶς ὡς βούλομαι. Ἀλλὰ ποιησάσθω τὴν ἀκρόασιν ὡδί· καὶ σκοπεῖσθ᾽ ὡς δίκαι᾽ ἐρῶ· {{χ|20}} ὅταν μὲν λέγω περὶ τῶν νόμων, ἀφελὼν ὅτῳ τὸ ψήφισμ᾽ εἴρηται καὶ ποίῳ τινί, σκοπείσθω πότερον παρὰ τοὺς νόμους ἢ κατ᾽ αὐτοὺς εἴρηται, καὶ μηδὲν ἄλλο· ὅταν δ᾽ ἐλέγχω τὰ πεπραγμένα καὶ διεξίω τὸν τρόπον ὃν πεφενάκισθ᾽ ὑπ᾽ αὐτοῦ, τὰς πράξεις σκοπείσθω, πότερον γεγονυίας ἢ ψευδεῖς ἐρῶ· {{χ|21}} ὅταν δ᾽ ἐξετάζω περὶ τοῦ συμφέρειν ἢ μὴ τῇ πόλει ταῦτα ψηφίσασθαι, πάντα τἄλλ᾽ ἀφεὶς τοὺς λογισμοὺς ὁράτω τοὺς περὶ τούτων, πότερ᾽ ὀρθῶς ἔχοντας ποιοῦμαι ἢ οὔ. Ἐὰν γὰρ τοῦτον ἔχοντες τὸν τρόπον ἀκροάσησθέ μου, αὐτοί τ᾽ ἄρισθ᾽ ἃ προσήκει συνήσετε, χωρὶς ἕκαστα σκοποῦντες καὶ οὐχ ἅμα πάνθ᾽ ἁθρό᾽ ἐξετάζοντες, κἀγὼ ῥᾷσθ᾽ ἃ βούλομαι δυνήσομαι διδάξαι. Ἔσονται δὲ βραχεῖς περὶ πάντων οἱ λόγοι· {{χ|22}} λαβὲ δὴ τοὺς νόμους αὐτοὺς καὶ λέγε, ἵν᾽ ἐξ αὐτῶν ἐπιδεικνύω τούτων τὸ παράνομον.
:''Νόμος:''
:"ἐκ τῶν Φονικῶν Νόμων τῶν ἐξ Ἀρείου ΠάγουδικάζεινΠάγου δικάζειν δὲ τὴν βουλὴν τὴν ἐν Ἀρείῳ πάγῳ φόνου καὶ τραύματος ἐκ προνοίας καὶ πυρκαϊᾶς καὶ φαρμάκων, ἐάν τις ἀποκτείνῃ δούς."
 
{{χ|23}} Ἐπίσχες. Ἠκούσατε μὲν τοῦ τε νόμου καὶ τοῦ ψηφίσματος, ὦ ἄνδρες Ἀθηναῖοι· ὡς δ᾽ ἄν μοι δοκεῖτε τοὺς περὶ τοῦ παρανόμου λόγους αὐτοὺς ῥᾷστα μαθεῖν, τοῦθ᾽ ὑμῖν φράσω· εἰ σκέψαισθ᾽ ἐν τίνι τάξει ποτ᾽ ἔσθ᾽ ὑπὲρ οὗ τὸ ψήφισμ᾽ εἴρηται, πότερα ξένος ἢ μέτοικος ἢ πολίτης ἐστίν. Εἰ μὲν δὴ μέτοικον φήσομεν, οὐκ ἐροῦμεν ἀληθῆ, εἰ δ᾽ αὖ ξένον, οὐχὶ δίκαια ποιήσομεν· τὴν γὰρ τοῦ δήμου δωρειάν, ἐν ᾗ πολίτης γέγονεν, κυρίαν αὐτῷ δίκαιόν ἐστιν εἶναι. Ὡς ὑπὲρ πολίτου τοίνυν, ὡς ἔοικε, ποιητέον τοὺς λόγους.
{{χ|24}} Θεάσασθε δὴ πρὸς Διὸς ὡς ἁπλῶς καὶ δικαίως χρήσομαι τῷ λόγῳ, ὃς εἰς μὲν ταύτην τίθεμαι τὴν τάξιν αὐτὸν ἐν ᾗ πλείστης ἂν τυγχάνοι τιμῆς, ἃ δ᾽ οὐδ᾽ ἡμῖν τοῖς γένει πολίταις ἐστίν, οὐδ᾽ ἐκείνῳ δεῖν οἶμαι γενέσθαι παρὰ τοὺς νόμους. Τίν᾽ οὖν ἐστι ταῦτα ἃ νυνὶ γέγραφ᾽ οὑτοσί. Γέγραπται γὰρ ἐν μὲν τῷ νόμῳ τὴν βουλὴν δικάζειν φόνου καὶ τραύματος ἐν προνοίας καὶ πυρκαϊᾶς καὶ φαρμάκων, ἐάν τις ἀποκτείνῃ δούς.
 
{{χ|25}} Καὶ προσειπὼν ὁ θεὶς τὸν νόμον ἐὰν ἀποκτείνῃ, κρίσιν πεποίηκεν ὅμως, οὐ πρότερον τί χρὴ πάσχειν τὸν δεδρακότ᾽ εἴρηκεν, καλῶς, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθ᾽ ὑπὲρ εὐσεβείας ὅλης τῆς πόλεως προϊδών. ΠῶσΠῶς οὐκ ἔνεστιν ἅπαντας ἡμᾶς εἰδέναι τίς ποτ᾽ ἐστὶν ὁ ἀνδροφόνος. Τὸ μὲν δὴ τὰ τοιαῦτ᾽ ἄνευ κρίσεως πιστεύειν, ἄν τις ἐπαιτιάσηται, δεινὸν ἡγεῖτο, δεῖν δ᾽ ὑπελάμβανεν, ἐπειδήπερ ἡμεῖς τιμωρήσομεν τῷ πεπονθότι, πεισθῆναι καὶ μαθεῖν ἡμᾶς διδασκομένους ὡς δέδρακεν· τηνικαῦτα γὰρ εὐσεβὲς ἤδη κολάζειν εἰδόσιν εἶναι, πρότερον δ᾽ οὔ.
 
{{χ|26}} Καὶ ἔτι πρὸς τούτῳ διελογίζετο, ὅτι πάντα τὰ τοιαῦτ᾽ ὀνόματα, οἷον ἐάν τις ἀποκτείνῃ, ἐάν τις ἱεροσυλήσῃ, ἐάν τις προδῷ, καὶ τὰ τοιαῦτα πάντα πρὸ μὲν τοῦ κρίσιν γενέσθαι αἰτιῶν ὀνόματ᾽ ἐστίν, ἐπειδὰν δὲ κριθείς τις ἐξελεγχθῇ, τηνικαῦτ᾽ ἀδικήματα γίγνεται. Οὐ δὴ δεῖν ᾤετο τῷ τῆς αἰτίας ὀνόματι τιμωρίαν προσγράφειν, ἀλλὰ κρίσιν. Καὶ διὰ ταῦτα, ἄν τις ἀποκτείνῃ τινά, τὴν βουλὴν δικάζειν ἔγραψεν, καὶ οὐχ ἅπερ, ἂν ἁλῷ, παθεῖν εἶπεν.
 
{{χ|27}} Ὁ μὲν δὴ τὸν νόμον τιθεὶς οὕτως, ὁ δὲ τὸ ψήφισμα γράφων πῶσπῶς ἐάν τις ἀποκτείνῃ φησὶν Χαρίδημον. Τὴν μὲν δὴ προσηγορίαν τοῦ πάθους τὴν αὐτὴν ἐποιήσατο, ἄν τις ἀποκτείνῃ γράψας, ἥνπερ ὁ τὸν νόμον τιθείς· μετὰ ταῦτα δ᾽ οὐκέτι ταὐτά, ἀλλ᾽ ἀνελὼν τὸ δίκην ὑπέχειν ἀγώγιμον εὐθὺς ἐποίησεν, καὶ παραβὰς τὸ διωρισμένον ἐκ τοῦ νόμου δικαστήριον, ἄκριτον τοῖς ἐπαιτιασαμένοις παρέδωκεν ὅ τι ἂν βούλωνται χρῆσθαι τὸν οὐδ᾽ εἰ πεποίηκέ πω φανερόν. {{χ|28}} Καὶ λαβοῦσιν ἐκείνοις ἐξέσται στρεβλοῦν, αἰκίσασθαι, χρήματα πράξασθαι. Καίτοι πάντα ταῦτ᾽ ἀπείρηκεν ἄντικρυς καὶ σαφῶς ὁ κάτωθεν νόμος μηδὲ τοὺς ἑαλωκότας καὶ δεδογμένους ἀνδροφόνους ἐξεῖναι ποιεῖν. Λέγε δ᾽ αὐτοῖς αὐτὸν τὸν νόμον τὸν μετὰ ταῦτα.
:''Νόμος:''
:"τοὺς δ᾽ ἀνδροφόνους ἐξεῖναι ἀποκτείνειν ἐν τῇ ἡμεδαπῇ καὶ ἀπάγειν, ὡς ἐν τῷ α ἄξονι ἀγορεύει, λυμαίνεσθαι δὲ μή, μηδὲ ἀποινᾶν, ἢ διπλοῦν ὀφείλειν ὅσον ἂν καταβλάψῃ. Εἰσφέρειν δ᾽ ἐς τοὺς ἄρχοντας, ὧν ἕκαστοι δικασταί εἰσι, τῷ βουλομένῳ. Τὴν δ᾽ ἡλιαίαν διαγιγνώσκειν."
 
{{χ|29}} ἠκούσατε μὲν τοῦ νόμου, σκέψασθε δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ θεωρήσατε ὡς καλῶς καὶ σφόδρ᾽ εὐσεβῶς ἔθηκε ὁ τιθεὶς τὸν νόμον. τοὺς ἀνδροφόνους φησίν. Πρῶτον μὲν δὴ τοῦτον ἀνδροφόνον λέγει, τὸν ἑαλωκότ᾽ ἤδη τῇ ψήφῳ. Οὐ γάρ ἐστ᾽ οὐδεὶς ὑπὸ ταύτῃ τῇ προσηγορίᾳ, πρὶν ἂν ἐξελεγχθεὶς ἁλῷ. {{χ|30}} Ποῦ τοῦτο δηλοῖ ἔν τε τῷ προτέρῳ νόμῳ καὶ τούτῳ. Ἐν μὲν γὰρ ἐκείνῳ γράψας ἐάν τις ἀποκτείνῃ, τὴν βουλὴν δικάζειν εἶπεν, ἐν δὲ τούτῳ τὸν ἀνδροφόνον προσειπών, ἃ χρὴ πάσχειν εἴρηκεν· οὗ μὲν γὰρ ἦν αἰτία τὸ πρᾶγμα, τὴν κρίσιν εἴρηκεν, οὗ δ᾽ ὁ ἁλοὺς ἔνοχος τῷ προσρήματι τούτῳ καθέστηκεν, τὴν τιμωρίαν ἔγραψεν. Περὶ μὲν δὴ τῶν ἑαλωκότων ἂν λέγοι. Λέγει δὲ τί {{χ|31}} ἐξεῖναι ἀποκτείνειν καὶ ἀπάγειν. Ἆρ᾽ ὡς αὑτόν ἢ ὡς ἂν βούληταί τιστις πολλοῦ γε καὶ δεῖ. Ἀλλὰ πῶσπῶς ὡς ἐν τῷ α ἄξονι εἴρηται φησίν. Τοῦτο δ᾽ ἐστὶν τί ὃ πάντες ἐπίστασθ᾽ ὑμεῖς. Οἱ θεσμοθέται τοὺς ἐπὶ φόνῳ φεύγοντας κύριοι θανάτῳ ζημιῶσαί εἰσι, καὶ τὸν ἐκ τῆς ἐκκλησίας πέρυσιν πάντες ἑωρᾶθ᾽ ὑπ᾽ ἐκείνων ἀπαχθέντα. {{χ|32}} ὡς τούτους οὖν ἀπάγειν λέγει. Διαφέρει δὲ τί τοῦτο τοῦ ὡς αὑτὸν ἄγειν ὅτι ὁ μὲν ἀπάγων, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς τοὺς θεσμοθέτας, τοὺς νόμους κυρίους ποιεῖ τοῦ δεδρακότος, ὁ δ᾽ ὡς αὑτὸν ἄγων ἑαυτόν. Ἔστι δ᾽ ἐκείνως μέν, ὡς ὁ νόμος τάττει, δοῦναι δίκην, οὕτω δέ, ὡς ὁ λαβὼν βούλεται. Πλεῖστον δὲ δήπου διαφέρει τὸν νόμον κύριον τῆς τιμωρίας ἢ τὸν ἐχθρὸν γίγνεσθαι.
 
{{χ|33}} Λυμαίνεσθαι δὲ φησὶ μή, μηδὲ ἀποινᾶν. Ταῦτα δ᾽ ἐστὶν τί τὸ μὲν δὴ μὴ λυμαίνεσθαι γνώριμον οἶδ᾽ ὅτι πᾶσιν μὴ μαστιγοῦν, μὴ δεῖν, μὴ τὰ τοιαῦτα ποιεῖν λέγει, τὸ δὲ μηδ᾽ ἀποινᾶν μὴ χρήματα πράττεσθαι· τὰ γὰρ χρήματ᾽ ἄποιν᾽ ὠνόμαζον οἱ παλαιοί.
{{χ|34}} Ὁ μὲν δὴ νόμος οὕτως τὸν ἀνδροφόνον καὶ τὸν ἑαλωκότ᾽ ἤδη διώρισεν ὡς κολαστέον καὶ οὗ, τὴν τοῦ πεπονθότος εἰπὼν πατρίδα, καὶ περὶ τοῦ μηδέν᾽ ἄλλον τρόπον ἢ τοῦτον μηδ᾽ ἄλλοθι πλὴν ἐνταῦθ᾽ ἄντικρυς εἴρηκεν. Ὁ δὲ τὸ ψήφισμα γράφων, πολλοῦ γε δεῖ, διώρισεν, ὅς γε πάντα τούτοις τἀναντί᾽ εἴρηκεν· γράψας γὰρ ἐάν τις ἀποκτείνῃ Χαρίδημον, ἀγώγιμος ἔστω φησὶν πανταχόθεν.
 
{{χ|35}} τί λέγεισλέγεις τῶν νόμων οὐδὲ τοὺς ἑαλωκότας διδόντων ἀπάγειν πλὴν ἐν τῇ ἡμεδαπῇ, σὺ γράφεις ἄνευ κρίσεώς τιν᾽ ἀγώγιμον ἐκ τῆς συμμαχίδος πάσησ καὶ οὐδ᾽ ἐν τῇ ἡμεδαπῇ ἄγειν κελευόντων τῶν νόμων, σὺ δίδως ἄγειν πανταχόθεν καὶ μὴν ἔν γε τῷ ποιεῖν ἀγώγιμον πάνθ᾽ ὅσ᾽ ἀπείρηκεν ὁ νόμος δέδωκας, χρήματα πράξασθαι, ζῶντα λυμαίνεσθαι, κακοῦν ἔχοντα, αὐτὸν ἀποκτιννύναι.
 
{{χ|36}} Πῶς οὖν ἄν τις μᾶλλον ἐλεγχθείη παράνομ᾽ εἰρηκὼς ἢ πῶς δεινότερ᾽ ἂν γράφων ἢ τοῦτον τὸν τρόπον ὃς δυοῖν ὑποκειμένων ὀνομάτων, κατὰ μὲν τῶν ἐν αἰτίᾳ, ἐάν τις ἀποκτείνῃ, κατὰ δὲ τῶν ἑαλωκότων, ἐάν τις ἀνδροφόνος ᾖ, ἐν μὲν τῇ προσηγορίᾳ τὸ τοῦ τὴν αἰτίαν ἔχοντος ἔλαβες ὄνομα, τὴν δὲ τιμωρίαν, ἣν οὐδὲ κατὰ τῶν ἐξεληλεγμένων διδόασιν οἱ νόμοι, ταύτην κατὰ τῶν ἀκρίτων ἔγραψας, καὶ τὸ μέσον τούτων ἐξεῖλες. Μέσον γάρ ἐστιν αἰτίας καὶ ἐλέγχου κρίσις, ἣν οὐδαμοῦ γέγραφ᾽ οὗτος ἐν τῷ ψηφίσματι.
{{χ|37}} Λέγε τοὺς ἐφεξῆς νόμους.
:''Νόμος:''
:"ἐὰν δέ τις τὸν ἀνδροφόνον κτείνῃ ἢ αἴτιος ᾖ φόνου, ἀπεχόμενον ἀγορᾶς ἐφορίας καὶ ἄθλων καὶ ἱερῶν Ἀμφικτυονικῶν, ὥσπερ τὸν Ἀθηναῖον κτείναντα, ἐν τοῖς αὐτοῖς ἐνέχεσθαι, διαγιγνώσκειν δὲ τοὺς ἐφέτας. Τουτονὶ δεῖ μαθεῖν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν νόμον τί ποτ᾽ ἐβούλεθ᾽ ὁ θείς· ὄψεσθε γὰρ ὡς ἅπαντ᾽ εὐλαβῶς διώρισε καὶ νομίμως."
 
{{χ|38}} Ἐάν τις ἀποκτείνῃ τὸν ἀνδροφόνον φησὶν ἢ αἴτιος ᾖ φόνου, ἀπεχόμενον ἀγορᾶς ἐφορίας καὶ ἄθλων καὶ ἱερῶν Ἀμφικτυονικῶν, ὥσπερ τὸν Ἀθηναῖον κτείναντα, ἐν τοῖς αὐτοῖς ἐνέχεσθαι, διαγιγνώσκειν δὲ τοὺς ἐφέτας. Τί δὴ ταῦτ᾽ ἐστίν ἐκεῖνος ᾤετο τὸν πεφευγότ᾽ ἐπ᾽ αἰτίᾳ φόνου καὶ ἑαλωκότα, ἐάνπερ ἅπαξ ἐκφύγῃ καὶ σωθῇ, εἴργειν μὲν τῆς τοῦ παθόντος πατρίδος δίκαιον εἶναι, κτείνειν δ᾽ οὐχ ὅσιον πανταχοῦ. Τί σκοπῶν ὅτι καὶ τοὺς δεῦρο πεφευγότας, ἂν ἡμεῖς τοὺς ἑτέρωσ᾽ ἀποκτιννύωμεν, ἀποκτενοῦσ᾽ ἕτεροι.
 
{{χ|39}} Εἰ δὲ τοῦτ᾽ ἔσται, ἡ μόνη λοιπὴ τοῖς ἀτυχοῦσιν ἅπασι σωτηρία διαφθαρήσεται. Ἔστι δ᾽ αὕτη τίστίς ἐκ τῆς τῶν πεπονθότων μεταστάντα εἰς τὴν τῶν μηδὲν ἠδικημένων ἀδεῶς μετοικεῖν. Ἵνα δὴ μὴ τοῦτ᾽ ᾖ μηδ᾽ ἀπέραντοι τῶν ἀτυχημάτων αἱ τιμωρίαι γίγνωνται, ἔγραψεν ἐάν τις τὸν ἀνδροφόνον κτείνῃ ἀπεχόμενον φησὶν ἀγορᾶς ἐφορίας. Τί τοῦτο λέγων τῶν ὁρίων τῆς χώρας· ἐνταῦθα γάρ, ὥς γ᾽ ἐμοὶ δοκεῖ, τἀρχαῖα συνῇσαν οἱ πρόσχωροι παρά θ᾽ ἡμῶν καὶ τῶν ἀστυγειτόνων, ὅθεν ὠνόμακεν ἀγορὰν ἐφορίαν. {{χ|40}} Καὶ πάλιν ἱερῶν Ἀμφικτυονικῶν. Τί δήποτε καὶ τούτων ἀπέκλεισε τὸν ἀνδροφόνον ὅσων τῷ παθόντι ζῶντι μετῆν, τούτων εἴργει τὸν δεδρακότα, πρῶτον μὲν τῆς πατρίδος καὶ τῶν ἐν ταύτῃ πάντων καὶ ὁσίων καὶ ἱερῶν, τὴν ἐφορίαν ἀγορὰν ὅρον προσγράψας ἧς εἴργεσθαί φησιν, εἶτα τῶν ἱερῶν τῶν ἐν Ἀμφικτύοσιν· καὶ γὰρ τούτων, εἴπερ ἦν Ἕλλην ὁ παθών, μετῆν αὐτῷ. καὶ ἄθλων. Διὰ τί ὅτι κοινοὶ πᾶσίν εἰσιν οἱ κατὰ τὴν Ἑλλάδ᾽ ἀγῶνες, κατὰ δὲ τὴν πάντων μετουσίαν μετῆν καὶ τούτων τῷ πεπονθότι· καὶ τούτων οὖν ἀπεχέσθω.
 
{{χ|41}} Τούτων μὲν δὴ τὸν εἰργασμένον εἴργει. Ἂν δ᾽ ἔξω τούτων κτείνῃ τις αὐτὸν ἄλλοθι, τὴν αὐτὴν ὑπὲρ αὐτοῦ δίκην δέδωκεν ἥνπερ ἂν τὸν Ἀθηναῖον κτείνῃ. Τὸν γὰρ φυγάδα τὸ τῆς πόλεως οὐ προσεῖπ᾽ ὄνομα, ἧς οὐκ ἔστι ματουσίαμετουσία αὐτῷ, ἀλλὰ τὸ τοῦ πράγματος, ᾧ κατέστησεν αὑτὸν ἐκεῖνος ἔνοχον· καὶ διὰ ταῦτ᾽ ἄν τις ἀποκτείνῃ φησὶ τὸν ἀνδροφόνον. Εἶτ᾽ εἰπὼν ὧν εἰργόμενον, ἐπὶ τῷ τὴν τιμωρίαν νομίμως ἐπιθεῖναι τὸ τῆς πόλεως ὄνομ᾽ ὠνόμασεν, τοῖς αὐτοῖς ἐνεχέσθω καθάπερ ἂν τὸν Ἀθηναῖον ἀποκτείνῃ γράψας, ἀνομοίως, ὦ ἄνδρες Ἀθηναῖοι, τῷ τουτὶ τὸ ψήφισμ᾽ εἰρηκότι.
 
{{χ|42}} Καίτοι πῶς οὐχὶ δεινὸν εἰ, οἷς ὁ νόμος δέδωκεν, ἐὰν ὧν εἶπον εἴργωνται, μετ᾽ ἀσφαλείας ζῆν φεύγουσιν, τούτους ἐκδότους τις εἶναι γράφει, καὶ ἀφαιρεῖται τὸ τῆς συγγνώμης ὠφέλιμον, ὃ τοῖς ἀτυχοῦσιν ὑπάρχειν εἰκὸς παρὰ τῶν ἔξω τῶν ἐγκλημάτων ὄντων, ὅτῳ ποτὲ τῶν πάντων ἀπόκειται ἄδηλον ὄν, μὴ προδήλου τῆς ἐπιούσης τύχης οὔσης ἑκάστῳ καὶ νυνὶ τὸν ἀποκτείναντα Χαρίδημον, ὄντως ἂν ἄρα τοῦτο γένηται, ἂν ἀνταποκτείνωσί τινες λαβόντες ἔκδοτον, πεφευγότα καὶ τῶν νομίμων εἰργόμενον, ἔνοχοι μὲν αὐτοὶ ταῖς φονικαῖς δίκαις ἔσονται, ἔνοχος δὲ σύ· {{χ|43}} καὶ γὰρ ἄν τις αἴτιος ᾖ γέγραπται, ἔσει δ᾽ αἴτιος τὴν διὰ τοῦ ψηφίσματος ἐξουσίαν δεδωκώς. Οὐκοῦν εἰ μὲν ἐάσομεν ὑμᾶς τούτων συμβάντων, οὐ καθαροῖς οὖσιν ὁμοῦ διατρίψομεν· εἰ δ᾽ ἐπέξιμεν, οἷς ἐγνώκαμεν αὐτοὶ τἀναντία πράττειν ἀναγκασθησόμεθα. Ἆρά γε μικρὸν ἢ τὸ τυχόν ἐστιν ὑπὲρ οὗ δεῖ λῦσαι τὸ ψήφισμ᾽ ὑμᾶς;
:"ἐάν τις ἀποκτείνῃ ἐν ἄθλοις ἄκων, ἢ ἐν ὁδῷ καθελὼν ἢ ἐν πολέμῳ ἀγνοήσας, ἢ ἐπὶ δάμαρτι ἢ ἐπὶ μητρὶ ἢ ἐπ᾽ ἀδελφῇ ἢ ἐπὶ θυγατρί, ἢ ἐπὶ παλλακῇ ἣν ἂν ἐπ᾽ ἐλευθέροις παισὶν ἔχῃ, τούτων ἕνεκα μὴ φεύγειν κτείναντα."
 
Πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νόμων ὄντων, παρ᾽ οὓς εἴρηται τὸ ψήφισμα, παρ᾽ οὐδένα μᾶλλον ἢ παρὰ τοῦτον τὸν ἀνεγνωσμένον νῦν εἴρηται. Διδόντος γὰρ τοῦ νόμου σαφῶς οὑτωσὶ καὶ λέγοντος ἐφ᾽ οἷς ἐξεῖναι κτεῖναι, οὗτος ἅπαντα παρεῖδε ταῦτα, καὶ γέγραφεν, οὐδὲν ὑπειπὼν πῶς, ἄν τις ἀποκτείνῃ, τὴν τιμωρίαν. {{χ|54}} Καίτοι σκέψασθ᾽ ὡς ὁσίως καὶ καλῶς ἕκαστα διεῖλεν ὁ ταῦτ᾽ ἐξ ἀρχῆς διελών. Ἄν τις ἐν ἄθλοις ἀποκτείνῃ τινά, τοῦτον ὥρισεν οὐκ ἀδικεῖν. Διὰ τί οὐ τὸ συμβὰν ἐσκέψατο, ἀλλὰ τὴν τοῦ δεδρακότος διάνοιαν. Ἔστι δ᾽ αὕτη τίστίς ζῶντα νικῆσαι καὶ οὐκ ἀποκτεῖναι. Εἰ δ᾽ ἐκεῖνος ἀσθενέστερος ἦν τὸν ὑπὲρ τῆς νίκης ἐνεγκεῖν πόνον, ἑαυτῷ τοῦ πάθους αἴτιον ἡγήσατο, διὸ τιμωρίαν οὐκ ἔδωκεν ὑπὲρ αὐτοῦ.
 
{{χ|55}} Πάλιν ἂν ἐν πολέμῳ φησὶν ἀγνοήσας, καὶ τοῦτον εἶναι καθαρόν. Καλῶς· εἰ γὰρ ἐγώ τινα τῶν ἐναντίων οἰηθεὶς εἶναι διέφθειρα, οὐ δίκην ὑπέχειν, ἀλλὰ συγγνώμης τυχεῖν δίκαιός εἰμι. ἢ ἐπὶ δάμαρτι φησὶν ἢ ἐπὶ μητρὶ ἢ ἐπ᾽ ἀδελφῇ ἢ θυγατρί, ἢ ἐπὶ παλλακῇ ἣν ἂν ἐπ᾽ ἐλευθέροις παισὶν ἔχῃ, καὶ τὸν ἐπὶ τούτων τῳ κτείναντ᾽ ἀθῷον ποιεῖ, πάντων γ᾽ ὀρθότατ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτον ἀφιείς. Τί δήποτε {{χ|56}} ὅτι ὑπὲρ ὧν τοῖς πολεμίοις μαχόμεθα, ἵνα μὴ πάσχωσιν ὑβριστικὸν μηδ᾽ ἀσελγὲς μηδέν, ὑπὲρ τούτων καὶ τοὺς φιλίους, ἐὰν παρὰ τὸν νόμον εἰς αὐτοὺς ὑβρίζωσι καὶ διαφθείρωσιν, ἔδωκεν ἀποκτεῖναι. Ἐπειδὴ γὰρ οὐ γένος ἐστὶν φιλίων καὶ πολεμίων, ἀλλὰ τὰ πραττόμεν᾽ ἐξεργάζεται τούτων ἑκάτερον, τοὺς ἐχθρὰ ποιοῦντας ἐν ἐχθροῦ μέρει κολάζειν ἀπέδωκεν ὁ νόμος. Οὐκοῦν δεινόν, εἰ τοσούτων ὄντων ἐφ᾽ οἷς τοὺς ἄλλους ἔξεστιν ἀποκτιννύναι, μόνον ἀνθρώπων ἐκεῖνον μηδ᾽ ἐπὶ τούτοις ἐξέσται ἀποκτεῖναι.
Ἄλλα ταῦτ᾽ ἐφ᾽ οἷς ἔξεστι κτεῖναι. ἐὰν ἄγοντα ἢ φέροντα βίᾳ ἀδίκως εὐθὺς ἀμυνόμενος κτείνῃ, νηποινεὶ τεθνάναι κελεύει. Θεάσασθε πρὸς Διὸς ὡς εὖ· τῷ μὲν ὑπειπών, ἐφ᾽ οἷς ἐξεῖναι κτείνειν, προσγράψαι τὸ εὐθὺς ἀφεῖλε τὸν τοῦ βουλεύσασθαί τι κακὸν χρόνον· τῷ δὲ ἀμυνόμενος γράψαι δηλοῖ τῷ πάσχοντι διδοὺς τὴν ἐξουσίαν, οὐκ ἄλλῳ τινί. Ὁ μὲν δὴ νόμος εὐθὺς ἀμυνομένῳ δέδωκεν ἀποκτιννύναι, ὁ δ᾽ οὐδὲν εἴρηκεν, ἀλλ᾽ ἁπλῶς ἐάν τις ἀποκτείνῃ, κἂν ὡς οἱ νόμοι διδόασιν.
 
{{χ|61}} Ἀλλὰ νὴ Δία συκοφαντοῦμεν τὸ πρᾶγμα· τίνα γὰρ οἴσει ἢ ἄξει βίᾳ ἀδίκως ΧαρίδημοσΧαρίδημος πάντας ἀνθρώπους. Ἴστε γὰρ δήπου τοῦθ᾽ ὅτι πάντες οἱ στράτευμ᾽ ἔχοντες, ὧν ἂν οἴωνται κρείττους ἔσεσθαι, ἄγουσι καὶ φέρουσι χρήματ᾽ αἰτοῦντες. Εἶτ᾽ οὐ δεινόν, ὦ γῆ καὶ θεοί, καὶ φανερῶς παράνομον, οὐ μόνον παρὰ τὸν γεγραμμένον νόμον, ἀλλὰ καὶ παρὰ τὸν κοινὸν ἁπάντων ἀνθρώπων, τὸν ἄγοντ᾽ ἢ φέροντα βίᾳ τἄμ᾽ ἐν πολεμίου μοίρᾳ μὴ ἐξεῖναί μοι ἀμύνεσθαι, εἴ γε μηδὲ τοῦτον τὸν τρόπον ἐξέσται Χαρίδημον ἀποκτεῖναι, ἀλλά, ἐὰν ἀδικῶν ἄγῃ καὶ φέρῃ βίᾳ τά τινος λῃζόμενος, ἀγώγιμος ὁ κτείνας ἔσται, τοῦ νόμου διδόντος, ἐὰν ἐπὶ τούτοις, ἀθῷον εἶναι;
 
{{χ|62}} Λέγε τὸν μετὰ ταῦτα νόμον.
{{χ|91}} Γέγραφεν γὰρ ἐάν τις ἀποκτείνῃ Χαρίδημον, ἀγώγιμος ἔστω, ἐὰν δέ τις ἀφέληται ἢ πόλις ἢ ἰδιώτης, ἔκσπονδος ἔστω, οὐκ ἐὰν μὴ παράσχῃ εἰς κρίσιν τὸν ἀφαιρεθέντα, ἀλλ᾽ ὅλως εὐθύς. Καίτοι εἴ γ᾽ ἐδίδου κρίσιν καὶ μὴ ἀφῃρεῖτο, τότ᾽ ἂν προσέγραψεν κατὰ τῶν ἀφελομένων τὴν τιμωρίαν, ὁπότ᾽ εἰς τὴν κρίσιν μὴ παρέσχον ὃν ἐξείλοντο. {{χ|92}} οἶμαι τοίνυν αὐτὸν κἀκεῖνον ἐρεῖν τὸν λόγον, καὶ σφόδρα ταύτῃ ζητήσειν ἐξαπατᾶν ὑμᾶς, ὡς ἄκυρόν ἐστι τὸ ψήφισμα· προβούλευμα γάρ ἐστιν, ὁ νόμος δ᾽ ἐπέτεια κελεύει τὰ τῆς βουλῆς εἶναι ψηφίσματα, ὥστε κἂν αὐτοῦ νῦν ἀποψηφίσησθε, ἥ γε πόλις φλαῦρον οὐδὲν πείσεται κατὰ τὸ ψήφισμα τοῦτο. {{χ|93}} ἐγὼ δὲ πρὸς ταῦτ᾽ οἶμαι δεῖν ὑμᾶς ἐκεῖν᾽ ὑπολαμβάνειν, ὅτι τὸ ψήφισμα τοῦθ᾽ οὗτος ἔγραψεν οὐχ ἵν᾽ ὄντος ἀκύρου μηδὲν ἀηδὲς ὑμῖν συμβῇ τὴν ἀρχὴν γὰρ ἐξῆν αὐτῷ μὴ γράφειν, εἴ γε τὸ βέλτιστον τῇ πόλει σκοπεῖν ἐβούλετο ἀλλ᾽ ἵν᾽ ἐξαπατηθέντων ὑμῶν διαπράξαιντό τινες τἀναντία τοῖς ὑμῖν συμφέρουσιν. Οἱ δὲ γραψάμενοι καὶ χρόνους ἐμποιήσαντες καὶ δι᾽ οὓς ἄκυρόν ἐστιν, ἡμεῖς ἐσμεν. Ἄτοπον δὴ γένοιτ᾽ ἄν, εἰ ὧν ἡμῖν χάριν εἰκὸς ὑπάρχειν, ταῦτα τούτοις εἰς σωτηρίαν ὑπάρξειεν.
 
{{χ|94}} Ἔτι τοίνυν οὐδ᾽ ἁπλοῦν τοῦθ᾽ οὕτως ἐστίν, ὥς τις οἴεται. Εἰ μὲν γὰρ μηδεὶς ἄλλος ἦν ὅστις ἔμελλεν ὁμοίως τούτῳ τῶν συμφερόντων ὑμῖν ὀλιγωρήσας γράφειν, ἴσως ἂν ἦν τοῦτο· νῦν δ᾽ ὄντων οὐκ ὀλίγων οὐχὶ καλῶς ἔχει μὴ λῦσαι τὸ ψήφισμ᾽ ὑμῖν. Τίς γὰρ οὐ γράψει θαρρῶν πάλιν, ἡνίκ᾽ ἂν ᾖ τοῦτ᾽ ἀποπεφευγόσἀποπεφευγός τίς δ᾽ οὐκ ἐπιψηφιεῖ τίς δὲ γράψεται οὐ τοίνυν τοῦτο σκεπτέον, εἰ τοῦτ᾽ ἔστιν ἄκυρον τοῖς χρόνοις, ἀλλ᾽ ἐκεῖνο, ὅτι τῇ περὶ τούτου ψήφῳ, νῦν ἐὰν ἀποψηφίσησθε, τοῖς ἀδικεῖν βουλομένοις αὖθις ὑμᾶς ἄδειαν δώσετε. {{χ|95}} Οὐ τοίνυν οὐδ᾽ ἐκεῖνό μ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, λέληθεν, ὅτι ἁπλῆν μὲν οὐδὲ δικαίαν οὐδ᾽ ἡντινοῦν ἀπολογίαν Ἀριστοκράτης ἕξει λέγειν, παραγωγὰς δέ τινας τοιαύτας ἐρεῖ, ὡς ἄρα πολλὰ τοιαῦτ᾽ ἤδη γέγονε ψηφίσματα πολλοῖς. Ἔστι δ᾽ οὐδέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο σημεῖον τοῦ τοῦτον ἔννομ᾽ εἰρηκέναι· πολλαὶ γὰρ προφάσεις εἰσὶν δι᾽ ἃς πολλάκις ὑμεῖς ἐξηπάτησθε.
 
{{χ|96}} Οἷον εἴ τι τῶν ἑαλωκότων ψηφισμάτων παρ᾽ ὑμῖν μὴ ἐγράφη, κύριον ἂν δήπουθεν ἦν· καὶ μὴν παρὰ τοὺς νόμους γ᾽ ἂν εἴρητο. Καὶ εἴ τί γε γραφὲν ἢ καθυφέντων τῶν κατηγόρων ἢ μὴ δυνηθέντων μηδὲν διδάξαι ἀπέφυγεν, καὶ τοῦτ᾽ οὐδὲν κωλύει παράνομον εἶναι. Οὐκ ἄρ᾽ εὐορκοῦσιν οἱ δικάσαντες αὐτό ναί. ΠῶσΠῶς ἐγὼ διδάξω. Γνώμῃ τῇ δικαιοτάτῃ δικάσειν ὀμωμόκασιν, ἡ δὲ τῆς γνώμης δόξα ἀφ᾽ ὧν ἂν ἀκούσωσι παρίσταται· ὅτε τοίνυν κατὰ ταύτην ἔθεντο τὴν ψῆφον, εὐσεβοῦσιν.
 
{{χ|97}} Πᾶς γὰρ ὁ μήτε δι᾽ ἔχθραν μήτε δι᾽ εὔνοιαν μήτε δι᾽ ἄλλην ἄδικον πρόφασιν μηδεμίαν παρ᾽ ἃ γιγνώσκει θέμενος τὴν ψῆφον εὐσεβεῖ· εἰ γὰρ ἠγνόησέν τι διδασκόμενος, τοῦ μὴ συνεῖναι δίκην οὐκ ὀφείλει δοῦναι· ἀλλ᾽ εἴ τις εἰδὼς ἐκείνους προδέδωκεν ἢ ἐξαπατᾷ, οὗτός ἐστ᾽ ἔνοχος τῇ ἀρᾷ. Διόπερ καταρᾶται καθ᾽ ἑκάστην ἐκκλησίαν ὁ κῆρυξ, οὐκ εἴ τινες ἐξηπατήθησαν, ἀλλ᾽ εἴ τις ἐξαπατᾷ λέγων ἢ βουλὴν ἢ δῆμον ἢ τὴν ἡλιαίαν.
{{χ|128}} Εἰ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τοὐναντίον ἢ τἀληθὲς ὑπάρχει, θείημεν τὸν Χαρίδημον αὐτὸν καὶ γεγενῆσθαι περὶ ἡμᾶς σπουδαῖον καὶ εἶναι καὶ ἔσεσθαι, καὶ μηδέποτ᾽ ἄλλην γνώμην ἢ ταύτην σχήσειν, οὐδὲν μᾶλλον ἔχει καλῶς ταῦτ᾽ αὐτῷ ψηφίσασθαι. Εἰ μὲν γὰρ ἐπ᾽ ἄλλο τι ταύτην τὴν ἄδειαν ἐλάμβανε, τὴν ἐκ τοῦ ψηφίσματος, ἢ τὰ Κερσοβλέπτου πράγματα, ἧττον ἂν ἦν δεινόν· νῦν δέ, ὑπὲρ οὗ καταχρήσεται τῇ διὰ τοῦ ψηφίσματος πλεονεξίᾳ, οὐκ ἀξιόπιστον οὔθ᾽ ἡμῖν οὔτ᾽ ἐκείνῳ λογιζόμενος αὐτὸν εὑρίσκω.
 
{{χ|129}} Σκέψασθε δ᾽ ὡς δικαίως ἕκαστ᾽ ἐξετάζω, καὶ σφόδρα γ᾽ εἰκότως δεδιώς. Ἐγὼ σκοπῶ Κότυν, ὅτι κηδεστὴς ἦν Ἰφικράτει τὸν αὐτὸν τρόπον ὅνπερ Χαριδήμῳ Κερσοβλέπτης, καὶ τὰ πεπραγμέν᾽ ὁρῶ πολλῷ μείζονα καὶ χάριτος πλείονος ἄξι᾽ ὑπὲρ Κότυος Ἰφικράτει ἢ ὑπὲρ Κερσοβλέπτου Χαριδήμῳ. {{χ|130}} Σκεψώμεθα δ᾽ οὑτωσί. Ἴστε δήπου τοῦτ᾽, ἄνδρες Ἀθηναῖοι, ὅτι χαλκῆς εἰκόνος οὐσηςοὔσης παρ᾽ ὑμῖν Ἰφικράτει καὶ σιτήσεως ἐν πρυτανείῳ καὶ δωρειῶν καὶ τιμῶν ἄλλων, δι᾽ ἃς εὐδαίμων ἐκεῖνος ἦν, ὅμως ἐτόλμησεν ὑπὲρ τῶν Κότυος πραγμάτων ἐναντία τοῖς ὑμετέροις στρατηγοῖς ναυμαχεῖν, καὶ περὶ πλείονος ἐποιήσατο τὴν ἐκείνου σωτηρίαν ἢ τὰς ὑπαρχούσας ἑαυτῷ παρ᾽ ὑμῖν τιμάς· καὶ εἰ μὴ μετριωτέραν ἔσχετε τὴν ὀργὴν ὑμεῖς τῆς ἐκείνου προπετείας, οὐδὲν ἂν αὐτὸν ἐκώλυεν ἀθλιώτατον ἀνθρώπων ἁπάντων εἶναι.
 
{{χ|131}} Ἀλλ᾽ ὅμως ὁ Κότυς, ὑπ᾽ ἐκείνου σωθεὶς καὶ λαβὼν ἔργῳ τῆς ἐκείνου φιλίας πεῖραν, ἐπειδὴ βεβαίως ἡγήσατο σῶς εἶναι, οὐχ ὅπως ἀποδώσει χάριν ἐσπούδασεν αὐτῷ καὶ πρὸς ὑμᾶς δι᾽ ἐκείνου τι φιλάνθρωπον ἔπραξεν, ἵνα συγγνώμης ἐπὶ τοῖς πεπραγμένοις τύχῃ, ἀλλὰ πᾶν τοὐναντίον ἠξίου μὲν αὐτὸν συμπολιορκεῖν τὰ λοιπὰ τῶν ὑμετέρων χωρίων, {{χ|132}} οὐκ ἐθέλοντος δ᾽ ἐκείνου, λαβὼν αὐτὸς τήν τε βαρβαρικὴν δύναμιν καὶ τὴν ὑπ᾽ ἐκείνου συνειλεγμένην, καὶ τὸν Χαρίδημον τοῦτον προσμισθωσάμενος, προσέβαλλε τοῖς ὑμετέροις χωρίοις, καὶ εἰς τοῦτο κατέστησε τὸν Ἰφικράτην ἀπορίας, ὥστ᾽ ἀπελθόντ᾽ εἰς Ἄντισσαν οἰκεῖν καὶ πάλιν εἰς Δρῦν, ἡγούμενον ὡς μὲν ὑμᾶς οὐχὶ καλῶς ἔχειν ἐλθεῖν, οὓς ὑστέρους ἐπεποίητο τοῦ Θρᾳκὸς καὶ τοῦ βαρβάρου, παρ᾽ ἐκείνῳ δ᾽ οὐκ ἀσφαλὲς εἶναι μένειν, ὃν οὕτως ὀλιγωροῦνθ᾽ ἑώρα τῆς ἑαυτοῦ σωτηρίας.
:<''Ἐπιστολή''>
 
{{χ|160}} ἐνθυμεῖσθ᾽ ὅθεν οἷ διέβη, ἐξ Ἀβύδου εἰς Σηστόν. Ἆρ᾽ οὖν οἴεσθ᾽ ἂν ὑποδέξασθαι τοὺς Ἀβυδηνοὺς ἢ τοὺς Σηστίους, εἰ μὴ συνεξηπάτων ὅτε τὴν πρὸς ὑμᾶς ἔπεμπεν ἐπιστολήνλέγ᾽ἐπιστολήν λέγ᾽ αὐτοῖς τὴν ἐπιστολὴν αὐτήν. Καὶ θεωρεῖτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς ὑπερβολὰς ὧν αὐτὸς περὶ αὑτοῦ πρὸς ὑμᾶς ἔγραψεν ἐπαίνων, καὶ τὰ μὲν ὡς πεποίηκε λέγων, τὰ δ᾽ ὑπισχνούμενος ποιήσειν. Λέγε.
:<''Ἐπιστολή''>
 
{{χ|161}} καλά γ᾽, οὐ γάρ ὦ ἄνδρες Ἀθηναῖοι, τὰ γεγραμμένα καὶ χάριτος πολλῆς ἄξια, εἴ γ᾽ ἦν ἀληθῆ. Νῦν δέ, ὅτε μὲν τῶν σπονδῶν οὐκ ᾤετο τεύξεσθαι, ταῦτ᾽ ἔγραφ᾽ ἐξαπατῶν· ἐπειδὴ δ᾽ ἔτυχεν, λέγ᾽ οἷ᾽ ἐποίησεν.Ἐπιστολήοὐκοῦν Ἐπιστολή οὐκοῦν τοῦ κομιεῖσθαι τἀπολωλότα χωρί᾽ ὑποσχομένου Χαριδήμου διαβάντος φησὶν ὁ ἄρχων Κριθώτης περὶ τῶν ὑπαρχόντων γεγενῆσθαι μείζους τῶν πρότερον τοὺς κινδύνους. Λέγ᾽ ἐξ ἑτέρας ἐπιστολῆς ἐπιδείξας.Ἐπιστολήλέγ᾽ Ἐπιστολή λέγ᾽ ἐξ ἑτέρας.
:<''Ἐπιστολή''>
 
{{χ|162}} ὁρᾶθ᾽ ὅτι πανταχόθεν τὸ πρᾶγμα μαρτυρεῖται, ὅτι διαβὰς οὐκ ἐπὶ τὸν Κότυν, ἀλλ᾽ ἐφ᾽ ἡμᾶς μετ᾽ ἐκείνου ἐπορεύετο. Ἔτι τοίνυν ταύτην μόνην ἀνάγνωθί μοι τὴν ἐπιστολήν, τὰς δ᾽ ἄλλας ἔα· δῆλον γάρ που ὑμῖν γέγον᾽ ὡς πεφενάκικεν ὑμᾶς. Λέγε.Ἐπιστολήἐπίσχες Ἐπιστολή ἐπίσχες. Ἐνθυμεῖσθ᾽ ὅτι γράψας μὲν ὡς ἀποδώσει Χερρόνησον, τὰ λοίπ᾽ ἀφελέσθαι μισθώσας αὑτὸν τοῖς ὑμετέροις ἐχθροῖς ἐπεχείρει, γράψας δ᾽ ὡς Ἀλεξάνδρου πρεσβευσαμένου πρὸς αὐτὸν οὐ προσεδέξατο, τοῖς λῃσταῖς φαίνεται τοῖς παρ᾽ ἐκείνου ταὐτὰ πράττων. Εὔνους γ᾽, οὐ γάρ ἁπλῶς ὑμῖν, καὶ οὐδὲν ἂν ἐπιστείλας ψεῦδος οὐδ᾽ ἐξαπατήσας. {{χ|163}} Οὐ τοίνυν ἐκ τούτων πω δῆλόν ἐσθ᾽, οὕτω σαφῶς δῆλον ὄν, ὡς οὐδὲν πιστόν ἐσθ᾽ ὧν ἐκεῖνός φησιν προσποιεῖται τῇ πόλει προσέχειν, ἀλλ᾽ ἐκ τῶν μετὰ ταῦτα συμβάντων ἔσται φανερώτερον. Τὸν μὲν γὰρ Κότυν, εὖ ποιῶν, ὄντα γ᾽ ἐχθρὸν ὑμῖν καὶ πονηρὸν ἀποκτίννυσιν ὁ Πύθων, ὁ δὲ Κερσοβλέπτης ὁ νυνὶ βασιλεύων μειρακύλλιον ἦν καὶ πάντες οἱ τοῦ Κότυος παῖδες, τῶν δὲ πραγμάτων κύριος διὰ τὴν παρουσίαν καὶ τὸ δύναμιν ἔχειν ὁ Χαρίδημος ἐγεγόνει, ἧκε δὲ Κηφισόδοτος στρατηγῶν, πρὸς ὃν αὐτὸς ἔπεμψε τὴν ἐπιστολὴν ἐκείνην, καὶ αἱ τριήρεις, αἵ, ὅτ᾽ ἦν ἄδηλα τὰ τῆς σωτηρίας αὐτῷ, καὶ μὴ συγχωροῦντος Ἀρταβάζου σῴζειν ἔμελλον αὐτόν.
 
{{χ|164}} Τί δὴ προσῆκεν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν ὡς ἀληθῶς ἁπλοῦν καὶ φίλον, παρόντος μὲν στρατηγοῦ οὐχ ὧν ἐκεῖνος ἔφησεν ἂν αὑτῷ φθονεῖν οὐδενός, ἀλλ᾽ ὃν αὐτὸς ἑαυτοῦ φίλον προείλετο τῶν παρ᾽ ὑμῖν, καὶ πρὸς ὃν τὴν ἐπιστολὴν ἐπεπόμφει, τετελευτηκότος δὲ Κότυος, κύριον δ᾽ ὄντα τῶν πραγμάτων οὐκ ἀποδοῦναι μὲν τὴν χώραν εὐθέως ὑμῖν, κοινῇ δὲ μεθ᾽ ὑμῶν καθιστάναι τὸν βασιλέα τῆς Θρᾴκης, δηλῶσαι δ᾽ ὡς εἶχεν εὐνοϊκῶς ὑμῖν, καιροῦ τοιούτου λαβόμενον; {{χ|165}} ἔγωγ᾽ ἂν φαίην. Ἆρ᾽ οὖν ἐποίησέ τι τούτων πολλοῦ γε δεῖ. Ἀλλὰ τὸν μὲν ἅπαντα χρόνον μῆνας ἑπτὰ διήγαγεν ἡμᾶς πολεμῶν, ἐκ προφανοῦς ἐχθρὸς ὢν καὶ οὐδὲ λόγον φιλάνθρωπον διδούς. Καὶ κατ᾽ ἀρχὰς μὲν ἡμῶν δέκα ναυσὶ μόναις εἰς Πέρινθον ὁρμισαμένων, ἀκηκοότων ὅτι πλησίον ἐστὶν ἐκεῖνος, ὅπως συμμείξαιμεν αὐτῷ καὶ περὶ τούτων εἰς λόγους ἔλθοιμεν, ἀριστοποιουμένους φυλάξας τοὺς στρατιώτας ἐπεχείρησε μὲν ἡμῶν τὰ σκάφη λαβεῖν, πολλοὺς δ᾽ ἀπέκτεινε τῶν ναυτῶν, κατήραξε δ᾽ εἰς τὴν θάλατταν ἅπαντας, ἱππέας ἔχων καὶ ψιλούς τινας.
{{χ|173}} Ἐκπεπλευκότων δὲ τῶν πρέσβεων συμβαίνει τοῖς χρόνοις εἰς τοῦθ᾽ ὑπηγμένα τὰ πράγματ᾽ ἤδη, διατριβόντων τούτων καὶ οὐδὲν ἁπλοῦν οὐδὲ δίκαιον ὑμῖν ἐθελόντων πρᾶξαι, ὥστ᾽ ἐβοηθοῦμεν εἰς Εὔβοιαν, καὶ Χάρης ἧκεν ἔχων τοὺς ξένους, καὶ στρατηγὸς ὑφ᾽ ὑμῶν αὐτοκράτωρ εἰς Χερρόνησον ἐξέπλει. Οὕτω γράφει πάλιν συνθήκας πρὸς τὸν Χάρητα, παραγενομένου Ἀθηνοδώρου καὶ τῶν βασιλέων, ταύτας αἵπερ εἰσὶν ἄρισται καὶ δικαιόταται. Καὶ ἔργῳ ἑαυτὸν ἐξήλεγξεν ὅτι καιροφυλακεῖ τὴν πόλιν ἡμῶν, καὶ οὐδὲν ἁπλοῦν ἔγνωκε ποιεῖν οὐδ᾽ ἴσον.
 
{{χ|174}} Εἶθ᾽ ὃν ὁρᾶτ᾽ ἐκ προσαγωγῆς ὑμῖν φίλον, καὶ ὅπως ἂν ὑμᾶς δύνασθαι νομίσῃ, οὕτω πρὸς ὑμᾶς εὐνοίας ἔχοντα, τοῦτον οἴεσθε δεῖν ἰσχυρόν ποτ᾽ ἐᾶσαι γενέσθαι, καὶ ταῦτα δι᾽ ὑμῶν οὐκ ἄρ᾽ ὀρθῶς ἐγνώκατε. Ἵνα τοίνυν εἰδῆθ᾽ ὅτι τἀληθῆ λέγω, λαβέ μοι τὴν ἐπιστολὴν ἣ μετὰ τὰς πρώτας συνθήκας ἦλθεν, εἶτα τὴν παρὰ Βηρισάδου· μάλιστα γὰρ οὕτω γνώσεσθε διδασκόμενοι.Ἐπιστολήλέγε Ἐπιστολή λέγε καὶ τὴν ἐπιστολὴν τὴν τοῦ Βηρισάδου.
:<''Ἐπιστολή''>
 
:<''Ψήφισμα''>
 
{{χ|178}} ἐλθόντων τοίνυν μετὰ ταῦτα τῶν πρέσβεων εἰς Θρᾴκην, ὁ μὲν Κερσοβλέπτης ὑμῖν ἐπιστέλλει ταυτί, καὶ οὐδ᾽ ὁτιοῦν ὡμολόγει δίκαιον, οἱ δ᾽ ἕτεροι ταυτί. Λέγ᾽ αὐτοῖς.Ἐπιστολήλέγε Ἐπιστολή λέγε δὴ τὴν παρὰ τῶν βασιλέων. Καὶ σκοπεῖτ᾽ εἰ ἄρ᾽ ὑμῖν δοκοῦσι μηδὲν ἐγκαλεῖν.Ἐπιστολήὁρᾶτε Ἐπιστολή ὁρᾶτε καὶ συνίετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν πονηρίαν καὶ τὴν ἀπιστίαν, ὡς ἄνω καὶ κάτω. Τὸ πρῶτον ἠδίκει Κηφισόδοτον, πάλιν φοβηθεὶς Ἀθηνόδωρον ἐπαύσατο· αὖθις ἠδίκει Χαβρίαν, πάλιν ὡμολόγει Χάρητι. Πάντ᾽ ἄνω καὶ κάτω πεποίηκεν, καὶ οὐδὲν ἁπλῶς οὐδὲ δικαίως ἔπραξεν. {{χ|179}} Μετὰ ταῦτα τοίνυν ὅσον μὲν χρόνον ἡ ὑμετέρα δύναμις παρῆν ἐν Ἑλλησπόντῳ, κολακεύων καὶ φενακίζων ὑμᾶς διαγέγονεν· ἐπεὶ δ᾽ εἶδε τάχιστα τὸν Ἑλλήσποντον ἔρημον δυνάμεως, εὐθὺς ἐνεχείρει καταλύειν καὶ ἀπαλλάξαι τοὺς δύο τῆς ἀρχῆς καὶ πᾶσαν ὑφ᾽ ἑαυτῷ ποιήσασθαι τὴν ἀρχήν, ἔργῳ πεῖραν ἔχων ὅτι τῶν πρὸς ὑμᾶς οὐδὲν μὴ δυνηθῇ πρότερον λῦσαι, πρὶν ἂν ἐκβάλῃ τούτους.
 
{{χ|180}} Ἵνα δ᾽ ὡς ῥᾷστα τοῦτο περάνειε, ψήφισμα τοιοῦτο παρ᾽ ὑμῶν εὕρετο ἐξ οὗ κυρωθέντος ἄν, εἰ μὴ δι᾽ ἡμᾶς καὶ ταύτην τὴν γραφήν, ἠδίκηντο μὲν φανερῶς οἱ δύο τῶν βασιλέων, ἡσυχίαν δ᾽ ἂν ἦγον οἱ στρατηγοῦντες αὐτοῖς, ὁ Βιάνωρ, ὁ Σίμων, ὁ Ἀθηνόδωρος, φοβούμενοι τὴν διὰ τοῦ ψηφίσματος συκοφαντίαν, ὁ δὲ ταύτης τῆς ἐξουσίας ἀπολαύσας καὶ πᾶσαν ὑφ᾽ αὑτῷ λαβὼν τὴν ἀρχὴν ἰσχυρὸς ἂν ἐχθρὸς ὑπῆρχεν ὑμῖν.
{{χ|198}} Καὶ γάρ τοι τῶν ἔργων τῶν τότ᾽, ἄνδρες Ἀθηναῖοι, οὐδενὸς ἀπεστέρησαν ἑαυτούς, οὐδ᾽ ἔστιν οὐδεὶς ὅστις ἂν εἴποι τὴν ἐν Σαλαμῖνι ναυμαχίαν Θεμιστοκλέους, ἀλλ᾽ Ἀθηναίων, οὐδὲ τὴν Μαραθῶνι μάχην Μιλτιάδου, ἀλλὰ τῆς πόλεως. Νῦν δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, πολλοὶ τοῦτο λέγουσιν, ὡς Κέρκυραν εἷλε Τιμόθεος καὶ τὴν μόραν κατέκοψεν Ἰφικράτης καὶ τὴν περὶ Νάξον ἐνίκα ναυμαχίαν Χαβρίας· δοκεῖτε γὰρ αὐτοὶ τῶν ἔργων τούτων παραχωρεῖν τῶν τιμῶν ταῖς ὑπερβολαῖς αἷς δεδώκατ᾽ ἐπ᾽ αὐτοῖς ἑκάστῳ τούτων.
 
{{χ|199}} Τὰς μὲν δὴ πολιτικὰς δωρειὰς οὕτως ἐκεῖνοί τε καλῶς καὶ λυσιτελούντως αὑτοῖς ἐδίδοσαν καὶ ἡμεῖς οὐκ ὀρθῶς· τὰς δὲ τῶν ξένων πῶσπῶς ἐκεῖνοι Μένωνι τῷ Φαρσαλίῳ δώδεκα μὲν τάλαντ᾽ ἀργυρίου δόντι πρὸς τὸν ἐπ᾽ Ἠιόνι τῇ πρὸς Ἀμφιπόλει πόλεμον, τριακοσίοις δ᾽ ἱππεῦσι πενέσταις ἰδίοις βοηθήσαντι, οὐκ ἐψηφίσαντο, αὐτὸν ἄν τις ἀποκτείνῃ, ἀγώγιμον εἶναι, ἀλλὰ πολιτείαν ἔδοσαν καὶ ταύτην ἱκανὴν ὑπελάμβανον εἶναι τὴν τιμήν. {{χ|200}} Καὶ πάλιν Περδίκκᾳ τῷ κατὰ τὴν τοῦ βαρβάρου ποτ᾽ ἐπιστρατείαν βασιλεύοντι Μακεδονίας, τοὺς ἀναχωροῦντας ἐκ Πλαταιῶν τῶν βαρβάρων διαφθείραντι καὶ τέλειον τἀτύχημα ποιήσαντι τῷ βασιλεῖ, οὐκ ἐψηφίσαντ᾽ ἀγώγιμον, ἄν τις ἀποκτείνῃ Περδίκκαν, ᾧ βασιλεὺς ἐχθρὸς δι᾽ ἡμᾶς ἀπεδέδεικτο, ἀλλὰ πολιτείαν ἔδωκαν μόνον. Καὶ γάρ τοι τότε μὲν οὕτω τίμιον ἦν πᾶσιν ἀνθρώποις τὸ γενέσθαι πολίταις παρ᾽ ὑμῖν ὥσθ᾽ ὑπὲρ τοῦ τυχεῖν τούτου τηλικαῦθ᾽ ὑμᾶς ἀγάθ᾽ ἤθελον ποιεῖν, νῦν δ᾽ οὕτως ἄτιμον ὥστε τῶν τετυχηκότων πολλοὶ πλείω κακὰ τῶν φανερῶς ἐχθρῶν εἰσιν ὑμᾶς εἰργασμένοι.
 
{{χ|201}} Οὐ μόνον δ᾽ αὕτη τῆς πόλεως ἡ δωρειὰ προπεπηλάκισται καὶ φαύλη γέγονεν, ἀλλὰ καὶ πᾶσαι διὰ τὴν τῶν καταράτων καὶ θεοῖς ἐχθρῶν ῥητόρων, τῶν τὰ τοιαῦτα γραφόντων ἑτοίμως, πονηρίαν, οἳ τοσαύτην ὑπερβολὴν πεποίηνται τῆς αὑτῶν αἰσχροκερδείας ὥστε τὰς τιμὰς καὶ τὰς παρ᾽ ὑμῶν δωρειάς, ὥσπερ οἱ τὰ μικρὰ καὶ κομιδῇ φαῦλ᾽ ἀποκηρύττοντες, οὕτω πωλοῦσιν ἐπευωνίζοντες καὶ πολλοῖς ἀπὸ τῶν αὐτῶν λημμάτων γράφοντες πᾶν ὅ τι ἂν βούλωνται.
368

επεξεργασίες