368
επεξεργασίες
μ (Lint error: Stripped tag με τη χρήση AWB) |
Χωρίς σύνοψη επεξεργασίας |
||
{{χ|13}} Τὸ μὲν γὰρ ἴσον καὶ κοινὸν ἅπασι τοῖς πολίταις ἦν, τὸ δ᾽ ἄνισον καὶ σοὶ μόνῳ τῶν ἐν τῇ πόλει τὴν πλεονεξίαν κατασκευάζον· καὶ τὸ μὲν ὑπὲρ τοῦ μὴ γενέσθαι τὴν εἰρήνην ἐφ᾽ ᾧ θ᾽ ἕνα κύριον τῆς ὅλης πολιτείας καταστῆναι, τὸ δ᾽ ὑπὲρ τοῦ τὰ τουτωνὶ δόγματα καὶ νόμιμα ἐκ παλαιοῦ παραδοθένθ᾽ ὑπὸ τῶν προγόνων σοὶ μόνῳ δεδόσθαι ἐξουσίαν ἀδεῶς παραβαίνοντι καὶ πράττοντι ὅ τι ἂν βουληθῇς.
{{χ|14}} Ἡδέως δ᾽ ἂν ἔγωγ᾽ αὐτὸν ἐρωτήσαιμι πότερ᾽ ἔννομον καὶ δικαίαν ἐποιήσατο τοῦ ψηφίσματος τὴν γραφὴν ἢ τοὐναντίον ἄδικον καὶ παράνομον. Εἰ μὲν γὰρ ἀσύμφερον καὶ τῷ δήμῳ βλαβεράν, δι᾽ αὐτὸ τοῦτο δικαίως ἂν ἀποθάνοι· εἰ δὲ συμφέρουσαν καὶ τοῖς πολλοῖς ὠφέλιμον, διὰ τί νῦν τἀναντί᾽ οἷς αὐτὸς ἔγραψας ψηφίζεσθαι τούτους
{{χ|15}} Ὁρῶ δ᾽ ὑμᾶς ἔγωγ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ταύτην ἔχοντας τὴν γνώμην καὶ περὶ ὑμῶν αὐτῶν· πολλὰς γὰρ ἐνδείξεις ἤδη κατεψηφίσασθ᾽ ἰδιωτῶν ἀνθρώπων. Καίτοι πῶς οὐ δεινὸν ἐφ᾽ ὑμῶν μὲν αὐτῶν ἐξετάζεσθαι ἀκριβῶς τοὺς νόμους, ἐπὶ δὲ τῶν περιεργαζομένων τι καὶ κοινῇ πάντας ἐνοχλούντων καὶ προσποιουμένων ὑπὲρ τοὺς ἄλλους εἶναι ῥᾳθύμως οὕτως ἔχειν
|
επεξεργασίες