Πότερον ύδωρ ή πυρ χρησιμώτερον (Πλούταρχος): Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ →‎top: clean up, αφαίρεσε: </div> με τη χρήση AWB
Odoiporos (συζήτηση | Συνεισφορά)
Stephanus
 
Γραμμή 10:
}}
 
[p. 1] «ἈριστονἌριστον μὲν ὔδωρὕδωρ, ὁ δὲ χρυσὲιςχρυσὸς αἰθόμενον πῦρ» φησιν ὁ Πίνδαρος· ὥσθ᾽ οὗτος μὲν δευτέραν ἄντικρυς τῷ πυρὶ χώραν ἔδωκε· συμφωνεῖ δὲ καὶ Ἡσίοδος εἰπὼν «ἤτοι μὲν πρώτιστα χάος γένετο»· τοῖς πλείστοις γὰρ ὠνομακέναι δοκεῖ τὸ ὕδωρ τοῦτον τὸν τρόπον παρὰ τὴν χύσιν. ἀλλὰ τὸ μὲν τῶν μαρτύρων ἑκατέροις ἴσον· ἐπεὶ καὶ τὸ πῦρ εἰσιν οἱ τοῦ παντὸς ἀρχὴν ἀποφαινόμενοι, καὶ οἷον σπέρμα τοῦτ᾽ ἐξ ἑαυτοῦ τε πάντα ποιεῖν καὶ εἰς ἑαυτὸ ἐκλαμβάνειν κατὰ τὴν ἐκπύρωσιν. ἀφέμενοι δὲ τῶν ἀνδρῶν, σκεψώμεθα τοὺς εἰς ἑκάτερον λόγους πῇ μᾶλλον ἄγουσιν ἡμᾶς.
 
ἳαρ᾽ οὖν οὐ χρησιμώτερον ἐκεῖνο, οὗ πὰντοτεπάντοτε καὶ διηνεκῶς δεόμεθα καὶ πλείστου, καθάπερ [p. 2] ἐργαλεῖον καὶ ὄργανον, καὶ νὴ Δία φίλος ὁ πάσης ὥρας καὶ παντὸς καιροῦ παρὼν ἕτοιμος; καὶ μὴν τὸ μὲν πῦρ οὐ πάντοτε χρήσιμον, ἔστι δ᾽ ὅτε καὶ βαρυνόμεθα καὶ ἀποσπώμεθα· τοῦ δ᾽ ὕδατος χρεία καὶ χειμῶνος καὶ θέρους καὶ νοσοῦσι καὶ ὑγιαίνουσι, νυκτὸς καὶ μεθ᾽ ἡμέραν καὶ οὐκ ἔστιν ὅτε ἄνθρωπος οὐ δεῖται· ἀμέλει τοὺς ἀποθανόντας «ἀλίβαντας» καλοῦσιν ὡς ἐνδεεῖς λιβάδος τουτέστιν ὑγρότητος, καὶ παρὰ τοῦτο τοὺς στερουμένους τοῦ ζῆν. καὶ ἄνευ μὲν πυρὸς ἦν πολλά, ὕδατος δ᾽ οὐδέποτ᾽ ἄνθρωπος. ἔτι δὲ τὸ ἐξ ἀρχῆς καὶ ἅμα τῇ πρώτῃ καταβολῇ τῶν ἀνθρώπων χρησιμώτερον τοῦ ὕστερον εὑρεθέντος· δῆλον γὰρ ὡς τὸ μὲν ὅντωςὡς ἀναγκαῖον ἡ φύσις ἔδωκε· τὸ δὲ περιουσίᾳ τῆς χρήσεως τέχνη καὶ μηχανή τις εὗρεν. ὕδωρ μὲν οὖν οὐκ ἔστιν εἰπεῖν ὅτ᾽ οὐκ ἦν ἀνθρώποις οὐδέ τις εὑρετὴς λέγεται θεῶν ἢ ἡρώων σχεδὸν γὰρ γενομένων εὐθὺς ὑπῆρχε καὶ τὸ γεγενῆσθαι παρεῖχεν. ἡ δὲ πυρὸς χρῆσις ἐχθές φασι καὶ πρῴην ὑπὸ Προμηθέως· βίος πυρός, οὐκ ἄνευ δ᾽ ὕδατος ἦν. καὶ τὸ μὲν πλάσμα τοῦτο μὴ εἶναι ποιητικὸν ἀποδείκνυσιν ὁ καθ᾽ ἡμᾶς βίος· ἔστι γὰρ ἀνθρώπων γένη τινὰ χωρὶς πυρὸς ποιούμενα τὴν δίαιταν, ἄοικα καὶ ἀνέστια καὶ [p. 3] ὑπαίθρια· καὶ Διογένης δ᾽ ὁ κύων ἣκιστα προσεχρῆτο πυρί, ὥστε καὶ πολύποδα καταπιὼν ὠμόν «οὕτως ὑπὲρ ὑμῶν» εἶπεν «ὦ ἄνδρες, παραβάλλομαι.» χωρὶς δ᾽ ὕδατος οὔτε καλόν τις ἐνόμισε ζῆν οὔτε δυνατόν.
 
καὶ τί μικρολογοῦμαι τὴν τῶν ἀνθρώπων ἐπερχόμενος φύσιν; πολλῶν γὰρ ὄντων, μᾶλλον δ᾽ ἀπείρων γενῶν, τὸ τῶν ἀνθρώπων σχεδὸν μόνον οἶδε πυρὸς χρῆσιν, τὰ δὲ λοιπὰ ἀπύροις χρῆται διαίταις καὶ τροφαῖς, καὶ βίος αὐτοῖς· νεμομένοις, ἱπταμένοις, ἕρπουσιν, ἀπὸ ῥιζῶν καὶ καρπῶν καὶ σαρκῶν ἄνευ πυρός· ὕδατος δὲ χωρὶς οὐκ ἔναλον οὐδὲ χερσαῖον οὐκ αἰθέριον καὶ γὰρ τὰ σαρκο βόρασαρκοβόρα τῶν ζῴων, ὧν ἔνιά φησι μὴ πίνειν Ἀριστοτέλης, τῷ γ᾽ ἐντὸς ὑγρῷ χρώμενα διαζῇ. τοῦτ᾽ οὖν χρησιμώτερον, οὗ μηδεμία ζωῆς φύσις ἄνευ ἵσταται καὶ διαμένει.
 
μετίωμεν ἀπὸ τῶν χρωμένων ἐπὶ ταῦθ᾽ οἷς χρώμεθα, φυτὰ καὶ καρπούς. τούτων ἃ μὲν οὐδ᾽ ὅλως θερμοῦ μετείληφεν, ἃ δ᾽ ἣκιστα καὶ ἀδήλως· ἡ δ᾽ ὑγρὰ φύσις βλαστάνοντα πάντα παρέχεται, αὐξανόμενα καὶ καρποφοροῦντα καὶ τί δεῖ καταριθμεῖσθαι με καὶ οἶνον καὶ ἔλαιον καὶ τὰ λοιπὰ πάνθ᾽ ὅσα τρυγῶμεν καὶ ἀμέλγομεν καὶ βλίττομεν ἐν φανερῷ κείμενα, ὅπου γε καὶ ὁ πυρός, δοκῶν [p. 4] εἶναι τῆς ξηρᾶς τροφῆς, μεταβολῇ καὶ σήψει καὶ διαχύσει τοῦ ὑγροῦ γίγνεται;
Γραμμή 24:
[p. 5] καὶ μήν, τεττάρων ὄντων τῶν στοιχείων, τὸ ὕδωρ ἐξ ἑαυτοῦ πέμπτον, ὡς ἄν τις εἴποι, πεποίηκε στοιχεῖον τὴν θάλασσαν, οὐδὲν ἧττον ἐκείνων ὠφέλιμον τῶν τ᾽ ἄλλων ἕνεκεν καὶ μάλιστα τῆς ἐπιμιξίας· ἄγριον οὖν ἡμῶν ὄντα καὶ ἀσύμβολον τὸν βίον τοῦτο τὸ στοιχεῖον συνῆψε καὶ τέλειον ἐποίησε, διορθούμενον ταῖς παρ᾽ ἀλλήλων ἐπικουρίαις καὶ ἀντιδόσεσι, κοινωνίαν δ᾽ ἐργαζόμενον καὶ φιλίαν. Ἡράκλειτος μὲν οὖν «εἰ μὴ ἥλιος» φησὶν «ἦν, εὐφρόνη ἂν ἦν» ἔστι δ᾽ εἰπεῖν, ὡς, εἰ μὴ θάλαττα ἦν, πάντων ἂν ἀγριώτατον ζῷον κἀνδεέστατον ὁ ἄνθρωπος ἦν. νυνὶ δὲ τοῦτο μὲν παρ᾽ Ἰνδῶν ἄμπελον τοῖς Ἕλλησιν, ἐκ δὲ τῆς Ἑλλάδος καρπῶν χρῆσιν τοῖς ἐπέκεινα τῆς θαλάσσης ἔδωκεν, ἐκ Φοινίκης δὲ γράμματα μνημόσυνα λήθης ἐκόμισεν, ἄοινον δὲ καὶ ἄκαρπον καὶ ἀπαίδευτον ἐκώλυσεν εἶναι τὸ πλεῖστον ἀνθρώπων γένος. πῶς οὖν οὐ χρησιμώτερον ὕδωρ στοιχείῳ περιττεῦον;
 
ἢ πρὸς τοὐναντίον ἄν τις ἐντεῦθεν ἔχων λέγοι; διότι τέτταρα μὲν στοιχεῖα θεῷ καθάπερ τεχνίτῃ πρὸς τὴν τῶν ὅλων ἐργασίαν ὑποκείμενα, τούτων δ̓ αὖ πάλιν ἀλλήλοις διαφορά, πλὴν γῆ μὲν καὶ ὕδωρ ὑποβέβληται δίκην ὕλης ποιούμενα καὶ [p. 6] πλαττόμενα καὶ μετέχοντα κόσμου καὶ τάξεως καὶ τοῦ φύειν γε, φασί, καὶ γεννᾶν, ὅσον ἂν μεταλάβῃ παρ᾽ ἑτέρων, πνεῦμά μὲν καὶ πῦρ ποιούντων καὶ δημιουργούντων καὶ κείμενα νεκρὰ τέως ἐπὶ τὴν γένεσιν ἀνιστάντων τῶν δὲ δυεῖν τούτων αὖθις τὸ πῦρ ἄρχει καὶ ἡγεμονεύει. δῆλον δ᾽ ἐκ τῆς ἐπαγωγῆς· γῆ τε γὰρ ἄνευ θερμῆς οὐσίας ἄγονος καὶ ἄκαρπος· τὸ δὲ πῦρ ἐκραὸςἐγκραθὲν καὶ διαχέαν παρίστησιν εἰς τὴν γένεσιν ὀργῶντα οὐδεμίαν γὰρ αἰτίαν εὕροι τις ἄν, δι᾽ ἣν ἄγονοι πέτραι καὶ τὰ κατεσκληκότα τῶν ὀρῶν πᾶσιν ἢ ὅτι πυρὸς οὐδ᾽ ὅλως ἢ ὀλίγον μετέσχηκε.
 
τὸ δ᾽ ὅλον τοσοῦτον ἀπέχει πρὸς σωτηρίαν ἢ ἑτέρων γένεσιν τὸ ὔδωρὕδωρ αὐτοτελὲς εἶναι, ὥστε καὶ αὐτῷ φθορὰ πυρὸς ἔνδεια· συνέχει γὰρ ἡ θερμότης ἕκαστον ἐν τῷ εἶναι καὶ ἐπὶ τῆς ἰδίας οὐσίας φυλάττει καθάπερ καὶ τἄλλα καὶ τὸ ὕδωρ· ἀπέχοντος δὲ καὶ ἐνδεήσαντος, σήπεται καὶ θάνατος ὕδατι καὶ ὄλεθρος ἐπίλειψις θερμότητος. ἀμέλει τὰ λιμναῖα καὶ ὅσα στάσιμα τῶν ὑδάτων καί τινα ἐν ἀδιεξόδοις ἐγκαθήμενα κοιλότησι μοχθηρά, καὶ τελευτῶντα σήπεται τῷ κινήσεως ἥκιστα μετέχειν, ἣ τὸ θερμὸν ἐν ἑκάστοις ῥιπίζουσα τηρεῖ περὶ τὰ [p. 7] μάλιστα φερόμενα καὶ ῥέοντα τῶν ὑδάτων, διὰ τὴν κίνησιν συνεχομένης τῆς θερμότητος, οὕτω καὶ προσαγορεύομεν, ζῆν λέγοντες. πῶς τοίνυν δυεῖν οὐκ ὠφελιμώτερον, ὃ τῷ ἑτέρῳ τὴν αἰτίαν τοῦ εἶναι παρέσχηκε, καθάπερ τὸ πῦρ τῷ ὕδατι; καὶ μήν, οὗ παντάπασιν ἀπαλλαγέντος φθείρεται τὸ ζῷον, τοῦτ᾽ ὠφελιμώτερον δῆλον γὰρ ὡς τὸ οὗ στερούμενον οὐκ ἔστιν εἶναι, τοῦτο καὶ τὴν αἰτίαν παρέσχηκεν, ὅτ᾽ ἦν. ὑγρότης μὲν οὖν καὶ τοῖς τεθνηκόσι πάρεστι καὶ οὐκ ἐξῄρηται παντάπασιν ἐπεὶ οὐκ ἂν ἐσήπετο τὰ νεκρὰ τῶν σωμάτων, τῆς σήψεως εἰς ὑγρὸν οὔσης ἐκ ξηροῦ μεταβολῆς, μᾶλλον δ᾽ ὑγρῶν ἐν σαρκὶ φθορᾶς. θάνατος δ᾽ οὐκ ἄλλο τι πλὴν ἔκλειψις θερμοῦ παντελής· ψυχρότατοι τοίνυν οἱ νεκροί· καὶ τὰς ἀκμάς, εἴ τις ἐπιχειροίη, τῶν ξυρῶν ἀπαμβλύνουσι δι᾽ ὑπερβολὴν ψυχρότητος. καὶ ἐν αὐτῷ δὲ τῷ ζῴῳ τὰ ἥκιστα μετέχοντα πυρὸς ἀναισθητότατα, καθάπερ ὀστᾶ καὶ τρίχες καὶ τὰ πόρρωθεν ἀφεστῶτα τῆς καρδίας σχεδὸν γὰρ ἡ πρὸς τὰ ἐκ τῆς ἀπουσίας μείζων τῶν ἐκ τῆς τοῦ πυρὸς γίγνεται παρουσίας διαφορά. φυτὰ μὲν γὰρ καὶ καρποὺς οὐχ ἡ ὑγρότης ἀναδίδωσιν ἀλλ᾽ ἡ θερμὴ ὑγρότης· ἀμέλει τὰ ψυχρὰ τῶν ὑδάτων ἧττον ἢ οὐδ᾽ ὅλως γόνιμα. καίτοι γ᾽ εἰ τῇ αὑτοῦ φύσει τὸ ὕδωρ καρποφόρον, δεῖ πάντοτε καὶ καθ᾽ αὑτὸ [p. 8] ἀναφέρειν καρπούς· τὸ δὲ τοὐναντίον καὶ βλαβερόν ἐστιν.
 
ἀπ᾽ ἄλλης ἀρχῆς. πρὸς μὲν τὴν πυρὸς ὡς πυρὸς χρῆσιν ὕδατος οὐ προσδεόμεθα, ἀλλὰ τοὐναντίον ἐμποδὼν γίγνεται κατασβέννυσι γὰρ καὶ διαφθείρει. ὕδατος δὲ τοῖς πλείστοις χρῆσις οὐκ ἔστιν ἄνευ πυρός· θερμανθὲν γὰρ ὡφελιμώτερονὠφέλιμον, οὕτω<καθ'> αὑτὸ δὲ βλαβερόν. ὥστε δυεῖν ἄμεινον ὃ ἀφ᾽ ἑαυτοῦ παρέχεται χρείαν, τοῦ ἑτέρου μὴ προσδεόμενον. ἔτι ὕδωρ μὲν μοναχῶς ὠφέλιμον κατὰ θίξιν λουσαμένοις ἢ νιψαμένοις, τὸ δὲ πῦρ διὰ πάσης αἰσθήσεως· καὶ γὰρ διὰ τῆς ἁφῆς καὶ πόρρωθεν ὁρώμενον, ὥστε προσεῖναι τοῖς ἄλλοις τῆς χρείας αὐτοῦ καὶ τὴν πολυτέλειαν.
 
τὸ γὰρ λέγειν ὡς ἔστι ποτὲ ὁ ἄνθρωπος ἄνευ πυρὸς οὐδ᾽ ὅλως δύναται γενέσθαι ὁ ἄνθρωπος. διαφοραὶ δ᾽ εἰσὶν ἐν γένει καθάπερ καὶ ἐν ἄλλοις. καὶ τὴν θάλατταν ἡ θερμότης ὠφελιμωτέραν ἐποίησεν, ὡς μᾶλλον καταθερῆ τῶν ὑδάτων, ἐπεὶ κατ᾽ αὑτό γε τῶν λοιπῶν οὐδὲν διέφερε. καὶ οἱ μὴ προσδεόμενοι δὲ τοῦ ἔξωθεν πυρὸς οὐχ ὡς ἀπροσδεεῖς τοῦτο πάσχουσιν, ἀλλὰ περιουσίᾳ καὶ πλεονασμῷ τοῦ ἐν αὑτοῖς θερμοῦ· ὥστε καὶ κατὰ [p. 9] τοῦθ᾽ ὑπερέχειν τὴν τοῦ πυρὸς χρείαν, ὡς εἰκός. τὸ μὲν ὕδωρ οὐδέποτε τοιοῦτον, ὥστε μὴ δεῖσθαι τῶν ἐκτός, τὸ δὲ πῦρ ὑπ᾽ ἀρετῆς πολλῆς καὶ αὔταρκες, ὡς οὖν στρατηγὸς ἀμείνων ὁ παρασκευάσας τὴν πόλιν μὴ δεῖσθαι τῶν ἔξωθεν συμμάχων, οὕτω καὶ στοιχεῖον τὸ τῆς ἔξωθεν ἐπικουρίας παρέχον πολλάκις μὴ δεόμενον ὑπερέχον. τοῦτο ῥητέον καὶ περὶ τῶν ἄλλων ζῴων, ὅσα μὴ πυρὸς δεῖται. καίτοι γ᾽ εἰς τοὐναντίον λάβοι τις ἄν, τὸ χρησιμώτερον εἶναι τοῦτο, ᾧ χρώμεθα μόνοι οἱ καὶ μάλιστα τὸ βέλτιον ἐκ λογισμοῦ λαβεῖν δυνάμενοι· ἐπεὶ τί λόγου χρησιμώτερον ἢ μᾶλλον ἀνθρώποις λυσιτελέστερον; ἀλλ᾽ οὐ πάρεστι τοῖς ἀλόγοις. τί οὖν; διὰ τοῦθ᾽ ἧττον ὠφέλιμον ἐκ τῆς προνοίας τοῦ βελτίονος εὑρεθέν;