Ερωτικαί διηγήσεις (Πλούταρχος): Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 11:
 
;ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ
[p. 463] Ἑν ἈλιάρτῳἉλιάρτῳ τῆς Βοιωτίας κόρη τις γίνεται κάλλει διαπρέπουσα ὄνομα Ἀριστόκλεια θυγάτηρ δ᾽ ἦν Θεοφάνους. ταύτην μνῶνται Στράτων Ὀρχομένιος καὶ Καλλισθένης Ἁλιάρτιος. πλουσιώτερος δ᾽ ἦν Στράτων καὶ μᾶλλόν τι τῆς παρθένου ἡττημένος· ἐτύγχανε γὰρ ἰδὼν αὐτὴν ἐν Λεβαδείᾳ λουομένην ἐπὶ τῇ κρήνῃ τῇ Ἑρκύνῃ ἔμελλε γὰρ τῷ Διὶ τῷ βασιλεῖ κανηφορεῖν. ἀλλ᾽ ὁ Καλλισθένης γε πλέον ἐφέρετο ἦν γὰρ καὶ γένει προσήκων τῇ κόρῃ. ἀπορῶν δὲ τῷ πράγματι ὁ Θεοφάνης, ἐδεδίει γὰρ τὸν Στράτωνα πλούτῳ τε καὶ γένει σχεδὸν ἁπάντων διαφέροντα τῶν Βοιωτῶν, τὴν αἵρεσιν ἐβούλετο τῷ Τροφωνίῳ ἐπιτρέψαι καὶ ὁ Στράτων, ἀνεπέπειστο γὰρ ὑπὸ τῶν τῆς παρθένου οἰκετῶν, ὡς πρὸς αὐτὸν μᾶλλον ἐκείνη ῥέποι, ἠξίου ἐπ᾽ αὐτῇ ποιεῖσθαι τῇ γαμουμένῃ τὴν ἐκλογήν. ὡς δὲ τῆς παιδὸς ὁ Θεοφάνης ἐπυνθάνετο ἐν ὄψει πάντων, ἡ δὲ τὸν Καλλισθένην προὔκρινεν, εὐθὺς μὲν ὁ Στράτων δῆλος ἦν βαρέως φέρων τὴν ἀτιμίαν ἡμέρας δὲ διαλιπὼν δύο προσῆλθε τῷ Θεοφάνει καὶ τῷ [p. 464] Καλλισθέναι, ἀξιῶν τὴν φιλίαν αὐτῷ πρὸς αὐτοὺς διαφυλάττεσθαι, εἰ καὶ τοῦ γάμου ἐφθονήθη ὑπὸ δαιμονίου τινός. οἱ δ᾽ ἐπῄνουν τὰ λεγόμενα, ὥστε καὶ ἐπὶ τὴν ἑστίασιν τῶν γάμων παρεκάλουν αὐτόν. ὁ δὲ παρεσκευασμένος ἑταίρων ὄχλον, καὶ πλῆθος οὐκ ὀλίγον θεραπόντων, διεσπαρμένους παρὰ τούτοις καὶ λανθάνοντας, ἕως ἡ κόρη κατὰ τὰ πάτρια ἐπὶ τὴν Κισσόεσσαν καλουμένην κρήνην κατῄει ταῖς νύμφαις τὰ προτέλεια θύσουσα, τότε δὴ συνδραμόντες πάντες οἱ λοχῶντες ἐκείνῳ συνελάμβανον αὐτήν. καὶ ὁ Στράτων γ᾽ εἴχετο τῆς παρθένου· ἀντελαμβάνετο δ᾽ ὡς εἰκὸς ὁ Καλλισθένης ἐν μέρει καὶ οἱ σὺν αὐτῷ, ἕως ἔλαθεν ἡ παῖς; ἐν χερσὶ τῶν ἀνθελκόντων διαφθαρεῖσα. ὁ Καλλισθένης μὲν οὖν παραχρῆμα ἀφανὴς ἐγένετο, εἴτε διαχρησάμενος ἑαυτὸν εἴτε φυγὰς ἀπελθὼν ἐκ τῆς Βοιωτίας· οὐκ εἶχε δ᾽ οὖν τις εἰπεῖν ὅ, τι καὶ πεπόνθοι. ὁ δὲ Στράτων φανερῶς ἐπικατέσφαξεν ἑαυτὸν τῇ παρθένῳ.