Συμποσιακά Γ΄: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ →‎top: clean up, αφαίρεσε: </div> με τη χρήση AWB
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 82:
Ὅθεν ὁ φίλτατος Διόνυσος οὐχ ὡς βοηθὸν ἐπὶ τὴν μέθην οὐδ´ ὡς πολέμιον τῷ οἴνῳ τὸν κιττὸν ἐπήγαγεν, ὅς γε τὸν ἄκρατον ἄντικρυς «μέθυ» καί «μεθυμναῖον» αὐτὸς αὑτὸν ὠνόμασεν· ἀλλά μοι δοκεῖ, καθάπερ οἱ φίλοινοι μὴ παρόντος ἀμπελίνου κριθίνῳ χρῶνται πόματι, καὶ μηλίτας τινάς, οἱ δὲ φοινικίνους οἴνους ποιοῦσιν, οὕτω καὶ ὁ ποθῶν χειμῶνος ὥρᾳ τὸν ἀπὸ τῆς ἀμπέλου στέφανον, ὡς ἐκείνην ἑώρα γυμνὴν καὶ ἄφυλλον, ἀγαπῆσαι τὴν ὁμοιότητα τοῦ κιττοῦ. Καὶ γὰρ τοῦ κλήματος τὸ ἑλικῶδες τοῦτο καὶ σφαλλόμενον ἐν τῇ πορείᾳ καὶ τοῦ πετάλου τὸ ὑγρὸν καὶ περικεχυμένον ἀτάκτως, μάλιστα δ´ αὐτὸς ὁ κόρυμβος ὄμφακι πυκνῷ καὶ περκάζοντι προσεοικώς, ἐκμεμίμηται τὴν τῆς ἀμπέλου διάθεσιν. Οὐ μὴν ἀλλὰ κἂν βοηθῇ τι πρὸς μέθην ὁ κιττός, θερμότητι τοῦτο ποιεῖν φήσομεν αὐτὸν ἀνοίγοντα τοὺς πόρους ἢ συνεκπέττοντα μᾶλλον τὸν ἄκρατον, ἵνα καὶ μένῃ σὴν χάριν, ὦ Τρύφων, ἰατρὸς ὁ Διόνυσος.»
 
Πρὸς ταῦθ´ ὁ μὲν Τρύφων ἄφωνος ἦν, ὅπως ἀντείποι σκεπτόμενος· ὁ δ´ Ἐράτων ἕκαστον ἡμῶν τῶν νέων ἀνακαλούμενος ἐκέλευε βοηθεῖν τῷ Τρύφωνι {τῶν στεφάνων} ἢ τοὺς στεφάνους ἀποτίθεσθαι· καὶ Ἀμμώνιος ἔφη παρέχειν ἄδειαν, οὐ γὰρ ἀντερεῖν οἷς ἂν ἡμεῖς εἴπωμεν. Οὕτω δὴ καὶ τοῦ Τρύφωνος ἐπικελεύοντος εἰπεῖν ἔφην ὅτι τὸ μὲν ἀποδεῖξαι ψυχρὸν εἶναι τὸν κιττὸν οὐκ ἐμὸν ἦν ἔργον, ἀλλὰ Τρύφωνος· οὗτος γὰρ αὐτῷ ψύχοντι καὶ στύφοντι πολλὰ χρῆται· «»τῶν δ´ εἰρημένων«» ἔφην «»τὸ μὲν μεθύσκειν κιττὸν οἴνῳ μιγνύμενον οὐκ ἀληθές ἐστιν· ὃ γὰρ ἐμποιεῖ τοῖς πιοῦσι πάθος οὐ μέθην ἄν τις εἴποι, ταραχὴν δὲ καὶ παραφροσύνην, οἷον ὑοςκύαμος<ὑος>κύαμος ἐμποιεῖ καὶ πολλὰ τοιαῦτα κινοῦντα μανικῶς τὴν διάνοιαν. Ὁ δὲ τοῦ κλήματος σπασμὸς ἄλογός ἐστιν· τοιαῦτα γὰρ παρὰ φύσιν ἔργα τῶν κατὰ φύσιν δυνάμεων οὐκ ἔστιν· ἀλλὰ καὶ τὰ ξύλα διαστρέφεται τοῦ πυρὸς τὸ ὑγρὸν ἕλκοντος ἐξ αὐτῶν βίᾳ κυρτότητας ἴσχοντα καὶ παραβάσεις· τὸ δὲ συγγενὲς θερμὸν αὔξειν καὶ τρέφειν πέφυκεν. Σκόπει δὲ μὴ μᾶλλον ἀρρωστία τις καὶ ψυχρότης σώματος τὸ πολυκαμπὲς καὶ χαμαιπετὲς πέφυκε, προσκρούσεις πυκνὰς καὶ ἀντικοπὰς λαμβάνοντος, ὥσπερ ὁδοιπόρου δι´ ἀσθένειαν πολλάκις ἀποκαθίζοντος εἶτα πάλιν ἐρχομένου· διὸ καὶ περιπλοκῆς δεῖται καὶ στηρίγματος, αὐτὸς ἑαυτὸν ἀνέχειν καὶ ποδηγεῖν ἀδυνατῶν δι´ ἔνδειαν θερμότητος, ἧς τὸ ἀνωφερὲς δύναμίς ἐστιν. Ἡ δὲ χιὼν ἀπορρεῖ καὶ περιτήκεται δι´ ὑγρότητα τοῦ φύλλου· τὸ γὰρ ὕδωρ σβέννυσιν αὐτῆς καὶ κόπτει τὴν χαυνότητα διὰ τὸ μικρῶν εἶναι καὶ πυκνῶν ἄθροισμα πομφολύγων· ὅθεν οὐχ ἧττον ἐν τοῖς περιψύκτοις σφόδρα καὶ νοτεροῖς τόποις ἢ τοῖς προσείλοις αἱ χιόνες ῥέουσιν.
 
Τὸ δ´ ἀειθαλὲς τοῦτο καὶ ὥς φησιν Ἐμπεδοκλῆς «ἐμπεδόφυλλον» οὐκ ἔστι θερμότητος· οὐδὲ γὰρ ψυχρότητος τὸ φυλλορροεῖν· ἡ γοῦν μυρρίνη καὶ τὸ ἀδίαντον οὐκ ὄντα τῶν θερμῶν ἀλλὰ τῶν ψυχρῶν ἀεὶ τέθηλεν. Ἔνιοι μὲν οὖν ὁμαλότητι κράσεως οἴονται παραμένειν τὸ φύλλον· Ἐμπεδοκλῆς δὲ πρὸς τούτῳ καὶ πόρων τινὰ συμμετρίαν αἰτιᾶται, τεταγμένως καὶ ὁμαλῶς τὴν τροφὴν διιέντων, ὥστ´ ἀρκούντως ἐπιρρεῖν. Τοῖς δὲ φυλλορροοῦσιν οὐκ ἔστι διὰ μανότητα τῶν ἄνω καὶ στενότητα τῶν κάτω πόρων, ὅταν οἱ μὲν μὴ ἐπιπέμπωσιν οἱ δὲ μὴ φυλάττωσιν ἀλλ´ ὀλίγον λαβόντες ἄθρουν ἐκχέωσιν, ὥσπερ ἐν ἀνδήροις τισὶν οὐχ ὁμαλοῖς· τὰ δ´ ὑδρευόμεν´ ἀεὶ τὴν τροφὴν διαρκῆ καὶ σύμμετρον ἀντέχει καὶ παραμένει ἀγήρω καὶ χλοερά.