Συμποσιακά Β΄: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ →‎top: clean up, αφαίρεσε: </div> με τη χρήση AWB
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 112:
« Θαυμάζω σου τοὺς ὀφθαλμοὺς ὅτι οὐκ ᾄδουσιν, τοῦ μυκτῆρος αὐτοῖς ἐνδεδωκότος· »
 
καὶ ὁ Κῦρος ἐκέλευσε τὸν γρυπὸν σιμὸν ἀγαγέσθαι γύναιον, οὕτω γὰρ ἐφαρμόσειν· εἰς δὲ δυσωδίαν μυκτῆρος ἢ στόματος ἄχθονται σκωπτόμενοι. Καὶ πάλιν εἰς φαλακρότητα πράως φέρουσιν, εἰς δὲ πήρωσιν ὀφθαλμῶν ἀηδῶς. Καὶ γὰρ Ἀντίγονος αὐτὸς μὲν ἑαυτὸν εἰς τὸν ὀφθαλμὸν ἔσκωπτεν, καί ποτε λαβὼν ἀξίωμα μεγάλοις γράμμασι γεγραμμένον « ταυτὶ μέν » ἔφη « καὶ τυφλῷ δῆλα »· Θεόκριτον δὲ τὸν Χῖον ἀπέκτεινεν, ὅτι φήσαντός τινος « εἰς ὀφθαλμοὺς ἂν βασι– λέωςβασιλέως παραγένῃ, σωθήσῃ, » « ἀλλά μοι » εἶπεν ἀδυνάτου τὰ ὑπὸ τὴν σωτηρίαν« .
 
Λέων ὁ Βυζάντιος, εἰπόντος Πασιάδου πρὸς αὐτὸν ὀφθαλμισθῆναι δι´ αὐτοῦ τοὺς ὀφθαλμούς,
Γραμμή 174:
'''Πότερον ἡ ἄρνις πρότερον ἢ τὸ ᾠὸν ἐγένετο.'''
 
Ἐξ ἐνυπνίου τινὸς ἀπειχόμηνἀπε<ιχό>μην ᾠῶν πολὺν ἡδο- - -... παρὰ τοῦτο ποιούμενος, ἐν ᾠῷ καθάπερ ἐν Καρὶ διάπειραν λαβεῖν τῆς ὄψεως ἐναργῶς μοι πολλάκις γενομένης· ὑπόνοιαν μέντοι παρέσχον, ἑστιῶντος ἡμᾶς Σοσσίου Σενεκίωνος, ἐνέχεσθαι δόγμασιν Ὀρφικοῖς ἢ Πυθαγορικοῖς καὶ τὸ ᾠόν, ὥσπερ ἔνιοι καρδίαν καὶ ἐγκέφαλον, ἀρχὴν ἡγούμενος γενέσεως ἀφοσιοῦσθαι· καὶ προὔφερεν Ἀλέξανδρος ὁ Ἐπικούρειος ἐπὶ γέλωτι τὸ
 
« ἶσόν τοι κυάμους ἔσθειν κεφαλάς τε τοκήων, »
Γραμμή 235:
ὡς οὐ κατὰ τύχην ἐκ τοῦ παρισταμένου τῇ τάξει χρώμενος ἄλλοτ´ ἄλλως, ἀλλὰ τοῖς εἰθισμένοις τότε καὶ δρωμένοις κατὰ νόμον ἐπακολουθῶν· ἐδρᾶτο δ´ οὕτως τὴν παλαιὰν ἔτι τάξιν αὐτῶν διαφυλαττόντων. »
 
Παυσαμένου δὲ τοῦ ἀδελφοῦ, τἄλλα μὲν ἔφην ἀληθῶς λέγεσθαι, τὴν δ´ αἰτίαν τῆς τάξεως οὐκ ἐπῄνουν. Ἐδόκει δὲ καὶ τῶν ἄλλων τισὶ μὴ πιθανὸν εἶναι γεγονέ– ναιγεγονέναι τὸ πυκτεύειν καὶ παλαίειν πρότερον ἐν ἀγῶνι καὶ ἁμίλλῃ τοῦ τροχάζειν, καὶ παρεκάλουν ἐξάγειν εἰς τὸ ἀνώτερον. Ἔφην δ´ ἐκ τοῦ παραστάντος, ὅτι ταῦτά μοι πάντα μιμήματα δοκεῖ καὶ γυμνάσματα τῶν πολεμικῶν εἶναι· καὶ γὰρ ὁπλίτης ἐπὶ πᾶσιν εἰσάγεται, μαρτυρούμενος ὅτι τοῦτο τὸ τέλος ἐστὶ τῆς σωμασκίας καὶ {τὸ} τῆς ἁμίλλης· καὶ τὸ τοῖς νικηφόροις εἰςελαύνουσινεἰσελαύνουσιν τῶν τειχῶν ἐφίεσθαι μέρος διελεῖν καὶ καταβαλεῖν τοιαύτην ἔχει διάνοιαν, ὡς οὐ μέγα πόλει τειχῶν ὄφελος ἄνδρας ἐχούσῃ μάχεσθαι δυναμένους καὶ νικᾶν. Ἐν δὲ Λακεδαίμονι τοῖς νενικηκόσι στεφανίτας ἀγῶνας ἐξαίρετος ἦν ἐν ταῖς παρατάξεσι χώρα, περὶ αὐτὸν τὸν βασιλέα τεταγμένους μάχεσθαι· καὶ τῶν ζῴων μόνῳ τῷ ἵππῳ μετουσία στεφάνου καὶ ἀγῶνος ἔστιν, ὅτι μόνος καὶ πέφυκε καὶ ἤσκηται μαχομένοις παρεῖναι καὶ συμπολεμεῖν.
 
« Εἰ δὲ δὴ ταῦτα λέγεται μὴ κακῶς, ἤδη σκοπῶμεν » ἔφην « ὅτι τῶν μαχομένων πρῶτον ἔργον ἐστὶ τὸ πατάξαι καὶ φυλάξασθαι, δεύτερον δὲ συμπεσόντας ἤδη καὶ γενομένους ἐν χερσὶν ὠθισμοῖς τε χρῆσθαι καὶ περιτροπαῖς ἀλλήλων, ᾧ δὴ μάλιστά φασιν ἐν Λεύκτροις τοὺς Σπαρτιάτας ὑπὸ τῶν ἡμετέρων, παλαιστρικῶν ὄντων, καταβιασθῆναι· διὸ καὶ παρ´ Αἰσχύλῳ τις τῶν πολεμικῶν ὀνομάζεται
Γραμμή 257:
Ὑπολαβὼν δὲ Φίλων ἔφη « λόγος τις ἔστιν, ὦ Κράτων, παρὰ τοῖς σοφοῖς, βεβαιούμενος ὑπὸ τῶν γεωργικῶν. Τὸ γὰρ ἔλαιον εἶναί φασι τοῖς φυτοῖς πολέμιον καὶ τάχιστ´ ἂν ἀπολέσθαι φυτὸν ὃ βούλοιο χριόμενον ἐλαίῳ, καθάπερ τὰς μελίττας. Τὰ δ´ εἰρημένα δένδρα πίονα καὶ πέπειραν ἔχει τὴν φύσιν, ὥστε πίσσαν ἀποδακρύειν καὶ ῥητίνην· ὅταν δὲ πληγῇ, ταῖς διακοπαῖς οἴκοθεν ὥσπερ ἰχῶρας συνάγει· ἥ τε δᾲς αὐτῶν ἐλαιηρὰν ἀφίησιν ἰκμάδα καὶ περιστίλβει τὸ λιπαρὸν αὐτῇ· διὸ καὶ πρὸς τὰ ἄλλα γένη δυσμίκτως ἔχει, καθάπερ αὐτὸ τὸ ἔλαιον. »
 
Παυσαμένου δὲ τοῦ Φίλωνος, ὁ μὲν Κράτων ᾤετο καὶ τὴν τοῦ φλοιοῦ φύσιν πρὸς τοῦτο συνεργεῖν· λεπτὸν γὰρ ὄντα καὶ ξηρὸν οὐ παρέχειν ἕδραν οὐδ´ ἐμβίωσιν τοῖς ἐντιθεμένοις, ὥσπερ τὰ φλοιώδη καὶ νοτερὰ καὶ τὰ μαλακὰ τοῖς ὑπὸ τὸν φλοιὸν ὄντα μέρεσι προσδεχομένοις περιπτύσσεσθαι κολλώμενον. » Αὐτὸς δὲ Σώκλαρος ἔφη καὶ τὸν ταῦτα λέγοντα μὴ κακῶς προσεννοεῖν, ὅτι δεῖ τὸ δεχόμενον ἑτέραν φύσιν εὔτρεπτον εἶναι, ἵνα κρατηθὲν ἐξομοιωθῇ καὶ μεταβάλῃ τὴν ἐν ἑαυτῷ τροφὴν πρὸς τὸ ἐμφυτευόμενον. « Καὶ γὰρ τὴν γῆν προδιαλύομεν καὶ μαλάσσομεν, ἵνα κοπεῖσα μεταβάλῃ δι´ εὐπάθειαν καὶ ἅψηται τῶν ἐμφυτευομένων· ἡ γὰρ ἀτενὴς καὶ σκληρὰ δυσμετάβλητος. Ταῦτα δὲ τὰ δένδρα κοῦφα τοῖς ξύλοις ὄντα κρᾶσιν οὐ ποιεῖ διὰ τὸ μὴ κρατεῖσθαι μηδὲ μεταβάλλειν. Ἔτι δ´ » εἶπεν « οὐκ ἄδηλον ὅτι δεῖ πρὸς τὸ ἐμφυτευόμενον χώρας λόγον ἔχειν τὸ δεξόμενον· τὴν δὲ χώραν δεῖ θήλειαν ἔχειν καὶ γόνιμον· ὅθεν τὰ πολυκαρπότατα τῶν φυτῶν ... Ἐκλεγόμενοι παραπηγνύουσιν, ὥσπερ γυναιξὶν πολυγα– λακτούσαιςπολυγαλακτούσαις ἕτερα βρέφη προσβάλλοντες. Πεύκην δὲ καὶ κυπάριττον καὶ τὰ τοιαῦτα πάντα γλίσχρα καὶ ἀγεννῆ τοῖς καρποῖς ὁρῶμεν. Ὥσπερ γὰρ οἱ πολυσαρκίᾳ κεχρημένοι καὶ ὄγκῳ ὡς ἐπὶ τὸ πλεῖστον ἄτεκνοι (τὴν γὰρ τροφὴν εἰς τὸ σῶμα καταναλίσκοντες οὐ ποιοῦσιν ἐξ αὐτῆς περίττωμα σπερματικόν), οὕτω τὰ τοιαῦτα δένδρα τῆς τροφῆς ἀπολαύοντα, πάσης εἰς αὐτὰ δαπανωμένης, εὐσωματεῖ τοῖς μεγέθεσι καὶ αὐξάνεται, καρπὸν δὲ τὰ μὲν οὐ φέρει τὰ δὲ φέρει μικρὸν καὶ συντελούμενον βραδέως· ὥστ´ οὐ δεῖ θαυμάζειν, εἰ μὴ φύεται τἀλλότριον, ἐν ᾧ κακῶς τρέφεται καὶ τὸ οἰκεῖον. »