Συναγωγή ιστοριών παραλλήλων Ελληνικών και Ρωμαϊκών (Πλούταρχος): Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ →‎top: clean up, αφαίρεσε: </div> με τη χρήση AWB
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 134:
{{κ|[61]}} ΑΤΕΠΟΜΑΡΟΣ Γάλλων βασιλεὺς Ῥωμαίοις πολεμῶν ἔφη μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας εἰς συνουσίαν ἐκδῶσι. τῶν δὲ διὰ συμβουλὴν θεραπαινίδων πεμψάντων τὰς δούλας κοπωθέντες οἱ βάρβαροι τῇ ἀλήκτῳ συνουσίᾳ ὑπνώθησαν. ἡ δὲ Ῥητᾶνα (αὕτη γὰρ ἦν ἡ τοῦτο συμβουλεύσασα) ἀγρίας ἐπιλαβομένη συκῆς ἀναβαίνει εἰς τὸ τεῖχος καὶ μηνύει τοῖς ὑπάτοις· οἱ δ´ ἐπελθόντες ἐνίκησαν. ἀφ´ οὗ καὶ ἑορτὴ θεραπαινῶν καλεῖται· ὡς Ἀριστείδης Μιλήσιος ἐν πρώτῃ Ἰταλικῶν.
 
{{κ|[62]}} ἈθηναῖωνΑΘΗΝΑΙΩΝ πόλεμον ἐχόντων πρὸς Εὔμολπον καὶ τῆς εὐθηνίας μὴ ἐπαρκούσης Πύρανδρος ταμίας τῶν δημοσίων ὑπεσπάσατο τὸ μέτρον, φειδωλῶς χρώμενος· οἱ δ´ ἐγχώριοι ὡς προδότην ὑποπτεύσαντες λιθόλευστον ἐποίησαν· ὡς Καλλισθένης ἐν τρίτῳ Θρᾳκικῶν.
 
{{κ|[63]}} ῬωμαίωνΡΩΜΑΙΩΝ πρὸς Γάλλους πολεμούντων καὶ τῆς εὐθηνίας μὴ ἀρκούσης Κίννας τοῦ δήμου τὸ σιτόμετρον ὑπέσπασε· Ῥωμαῖοι δ´ ὡς ἀντιποιούμενον αὐτὸν τῆς βασιλείας λιθόλευστον ἐποίησαν· ὡς Ἀριστείδης Μιλήσιος ἐν τρίτῳ Ἰταλικῶν.
 
{{κ|[64]}} Ἐν τῷ Πελοποννησιακῷ πολέμῳ Πεισίστρατος Ὀρχομένιος τοὺς μὲν εὐγενεῖς ἐμίσει, τοὺς δ´ εὐτελεῖς ἐφίλει. ἐβουλεύσαντο δ´ οἱ ἐν τῇ βουλῇ φονεῦσαι καὶ διακόψαντες αὐτὸν εἰς τοὺς κόλπους ἔβαλον καὶ τὴν γῆν ἔξυσαν. ὁ δὲ δημότης ὄχλος ὑπόνοιαν λαβὼν ἔδραμεν εἰς τὴν βουλήν. ὁ δὲ νεώτερος υἱὸς τοῦ βασιλέως Τλησίμαχος εἰδὼς τὴν συνωμοσίαν ἀπὸ τῆς ἐκκλησίας ἀπέσπασε τὸν ὄχλον, εἰπὼν ἑωρακέναι τὸν πατέρα μεθ´ ὁρμῆς εἰς τὸ Πισαῖον ὄρος φέρεσθαι, μείζονα μορφὴν ἀνθρώπου κεκτημένον. καὶ οὕτως ἠπατήθη ὁ ὄχλος· ὡς Θεόφιλος ἐν δευτέρῳ Πελοποννησιακῶν.