Ερωτικαί διηγήσεις (Πλούταρχος): Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ →‎top: clean up, αφαίρεσε: </div> με τη χρήση AWB
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 19:
 
;ΚΕΦΑΛΑΙΟΝ ΤΡΙΤΟΝ
ἀνὴρ πένης Σκέδασος τοὔνομα κατῴκει Λεῦκτρα· ἔστι δὲ κώμιον τῆς τῶν Θεσπιέων χώρας. τούτῳ θυγατέρες γίνονται δύο· ἐκαλοῦντο δ᾽ Ἱππὼ καὶ Μιλητία, ἤ, ὥς τινες, Θεανὼ καὶ Εὐξίππη. ἦν δὲ χρηστὸς ὁ Σκέδασος καὶ τοῖς ξένοις ἐπιτήδειος, καίπερ οὐ πολλὰ κεκτημένος. ἀφικομένους οὖν πρὸς αὐτὸν δύο Σπαρτιάτας; νεανίας ὑπεδέξατο προθύμως· οἱ δὲ τῶν παρθένων ἡττώμενοι διεκωλύοντο [p. 467] πρὸς τὴν τόλμαν ὑπὸ τῆς τοῦ Σκεδάσου χρηστότητος. τῇ δ᾽ ὑστεραίᾳ Πυθώδε ἀπῄεσαν αὕτη γὰρ αὐτοῖς προὔκειτο ἡ ὁδός· καὶ τῷ θεῷ χρησάμενοι περὶ ὧν ἐδέοντο, πάλιν ἐπανῄεσαν οἴκαδε, καὶ χωροῦντες διὰ τῆς Βοιωτίας ἐπέστησαν πάλιν τῇ τοῦ Σκεδάσου οἰκίᾳ; ὁ δ᾽ ἐτύγχανεν οὐκ ἐπιδημῶν τοῖς Λεύκτροις, ἀλλ᾽ αἱ θυγατέρες αὐτοῦ ὑπὸ τῆς συνήθους ἀγωγῆς τοὺς ξένους ὑπεδέξαντο. οἱ δὲ καταλαβόντες ἐρήμους; τὰς κόρας βιάζονται ὁρῶντες δ᾽ αὐτὰς καθ᾽ ὑπερβολὴν τῇ ὕβρει χαλεπαινούσας ἀπέκτειναν, καὶ ἐμβαλόντες ἔς τι φρέαρ ἀπηλλάγησαν. ἐπανελθὼν δ᾽ ὁ Σκέδασος τὰς μὲν κόρας οὐχ ἑώρα, πάντα δὲ τὰ καταλειφθέντα εὑρίσκει σῷα καὶ τῷ πράγματι ἠπόρει, ἕως τῆς κυνὸς κνυζωμένης καὶ πολλάκις μὲν προστρεχούσης πρὸς αὐτὸν ἀπὸ δ᾽ αὐτοῦ εἰς τὸ φρέαρ ἐπανιούσης, εἴκασεν ὅπερ ἦν, καὶ τῶν θυγατέρων τὰ νεκρὰ οὕτως ἀνιμήσατο. πυθόμενος δὲ παρὰ τῶν γειτόνων, ὅτι ἴδοιεν τῇ χθὲς ἡμέρᾳ τοὺς καὶ πρῴην καταχθέντας ἐπ᾽ αὐτοὺς Λακεδαιμονίους εἰσιόντας, συνεβάλετο τὴν πρᾶξιν ἐκείνων, ὅτι καὶ πρῴην συνεχῶς ἐπῄνουν τὰς κόρας, μακαρίζοντες τοὺς γαμήσοντας. ἀπῄει εἰς Λακεδαίμονα, τοῖς ἐφόροις ἐντευξόμενος· γενόμενος δ᾽ ἐν τῇ Ἀργολικῇ, νυκτὸς καταλαμβανούσης, εἰς πανδοκεῖόν τι κατήχθη κατὰ τὸ αὐτὸ δὲ καὶ πρεσβύτης τις ἕτερος τὸ γένος ἐξ Ὠρεοῦ· πόλεως τῆς Ἑστιαιάτιδος· οὗ στενάξαντος καὶ κατὰ Λακεδαιμονίων ἀρὰς ποιουμένου ἀκούσας [p. 468] ὁ Σκέδασος ἐπυνθάνετο τί κακὸν ὑπὸ Λακεδαιμονίων πεπονθὼς εἴη. ὁ δὲ διηγεῖτο, ὡς ὑπήκοος μέν ἐστι τῆς Σπάρτης, πεμφθεὶς δ᾽ εἰς Ὠρεὸν Ἀριστόδημος ἁρμοστὴς παρὰ Λακεδαιμονίων ὠμότητα καὶ παρανομίαν ἐπιδείξαιτο πολλήν. ‘ἐρασθεὶς γάρ’ ἔφη ‘τοῦ ἐμοῦ παιδός, ἐπειδὴ πείθειν ἀδύνατος ἦν, ἐπεχείρει βιάσασθαι καὶ ἀπάγειν αὐτὸν τῆς παλαίστρας· κωλύοντος δὲ τοῦ παιδοτρίβου καὶ νεανίσκων πολλῶν ἐκβοηθούντων, παραχρῆμα ὁ Ἀριστόδημος ἀπεχώρησε· τῇ δ᾽ ὑστεραίᾳ πληρώσας τριήρη συνήρπασε τὸ μειράκιον, καὶ ἐξ Ὠρεοῦ διαπλεύσας εἰς τὴν περαίαν ἐπεχείρει ὑβρίσαι, οὐ συγχωροῦντα δ᾽ αὐτὸν ἀπέσφαξεν. ἐπανελθὼν δ᾽ εἰς τὴν Ὠρεὸν εὐωχεῖτο. ἐγὼ δ᾽’ ἔφη ‘τὸ πραχθὲν πυθόμενος καὶ τὸ σῶμα κηδεύσας παρεγενόμην εἰς τὴν Σπάρτην καὶ τοῖς ἐφόροις ἐνετύγχανον· οἱ δὲ λόγον οὐκ ἐποιοῦντο’ Σκέδασος δὲ ταῦτα ἀκούων ἀθύμως διέκειτο, ὑπολαμβάνων ὅτι οὐδ᾽ αὐτοῦ λόγον τινὰ ποιήσονται οἱ Σπαρτιᾶται ἐν μέρει τε τὴν οἰκείαν διηγήσατο συμφορὰν τῷ ξένῳ· ὁ δὲ παρεκάλει αὐτὸν μηδ᾽ ἐντυχεῖν τοῖς ἐφόροις, ἀλλ᾽ ὑποστρέψαντα εἰς τὴν Βοιωτίαν κτίσαι τῶν θυγατέρων τὸν τάφον. οὐκ ἐπείθετο δ᾽ ὅμως ὁ Σκέδασος, ἀλλ᾽ εἰς τὴν Σπάρτην ἀφικόμενος; τοῖς ἐφόροις ἐντυγχάνει ὧν μηδὲν προσεχόντων, ἐπὶ τοὺς βασιλέας ἵεται καὶ ἀπὸ τούτων ἑκάστῳ τῶν δημοτῶν προσιὼν ὠδύρετο. μηδὲν δὲ πλέον ἀνύων ἔθει διὰ μέσης τῆς πόλεως, [p. 469] ἀνατείνων πρὸς ἣλιονἥλιον τὼ χεῖρε, αὖθις δὲ τὴν γῆν τύπτων ἀνεκαλεῖτο τὰς Ἐρινύας καὶ τέλος αὑτὸν τοῦ ζῆν μετέστησεν. ὑστέρῳ γε μὴν χρόνῳ δίκας ἔδοσαν οἱ Λακεδαιμόνιοι ἐπειδὴ γὰρ τῶν Ἑλλήνων ἁπάντων ἦρχον καὶ τὰς πόλεις φρουραῖς κατειλήφεσαν, Ἐπαμεινώνδας ὁ Θηβαῖος πρῶτον μὲν τὴν παρ᾽ αὑτῷ φρουρὰν ἀπέσφαξε Λακεδαιμονίων τῶν δ᾽ ἐπὶ τούτῳ πόλεμον ἐξενεγκάντων, ἀπήντων οἱ Θηβαῖοι ἐπὶ τὰ Λεῦκτρα, αἰσιούμενοι τὸ χωρίον, ὅτι καὶ πρότερον ἐνταῦθα ἠλευθερώθησαν, ὅτε Ἀμφιτρύων ὑπὸ Σθενέλου φυγὰς ἐλαθεὶς εἰς τὴν Θηβαίων ἀφίκετο πόλιν καὶ Χαλκιδεῦσιν ὑποφόρους λαβὼν ἔπαυσε τὸν δασμόν, Χαλκώδοντα τὸν βασιλέα τῶν Εὐβοέων ἀποκτείνας. συνέβη δὲ Λακεδαιμονίων ἧτταν παντελῆ γενέσθαι περὶ αὐτὸ τὸ μνῆμα τῶν Σκεδάσου θυγατέρων. φασὶ δὲ πρὸ τῆς μάχης Πελοπίδᾳ, ἑνὶ τῶν στρατηγῶν τοῦ θηβαϊκοῦ στρατεύματος, ἐπὶ σημείοις τισὶν οὐ καλοῖς κρινομένοις θορυβουμένῳ Σκέδασον ἐπιστῆναι κατὰ τοὺς ὕπνους, θαρρεῖν κελεύοντα· παραγίνεσθαι γὰρ εἰς Λεῦκτρα Λακεδαιμονίους, αὐτῷ τε καὶ ταῖς θυγατράσι δώσοντας δίκας· πρὸ μιᾶς δ᾽ ἡμέρας ἢ συμβαλεῖν τοῖς Λακεδαιμονίοις, πῶλον ἐκέλευεν ἵππου λευκὸν ἕτοιμον παρὰ τῷ τάφῳ τῶν παρθένων σφαγιάσασθαι. τὸν δὲ Πελοπίδαν, ἔτι τῶν [p. 470] Λακεδαιμονίων στρατευομένων ἐν Τεγέᾳ, εἰς Λεῦκτρα πέμψαι τοὺς ἐξετάσοντας περὶ τοῦ τάφου τούτου, καὶ πυθόμενον παρὰ τῶν ἐγχωρίων θαρροῦντα τὴν στρατιὰν ἐξαγαγεῖν καὶ νικῆσαι.