Κλίμαξ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 21:
* [[/Λόγος ΙΑ|Λόγος ΙΑ: Περὶ πολυλογίας καὶ σιωπῆς.]]
* [[/Λόγος ΙΒ|Λόγος ΙΒ: Περὶ ψεύδους.]]
* [[/Λόγος ΙΓ|Λόγος ΙΓ: Περὶ ἀκηδίας.]]
* [[/Λόγος ΙΔ|Λόγος ΙΔ: Περὶ τῆς παμφίλου καὶ δεσποίνης πονηρᾶς γαστρός.]]
* [[/Λόγος ΙΕ|Λόγος ΙΕ: Περὶ ἀφθάρτου ἐν φθαρτοῖς ἐκ καμάτων καὶ ἱδρώτων ἁγνείας καὶ σωφροσύνης.]]
* [[/Λόγος ΙΣΤ|Λόγος ΙϚ: Περὶ φιλαργυρίας.]]
* [[/Λόγος ΙΖ|Λόγος ΙΖ: Περὶ ἀκτημοσύνης [τῆς οὐρανοδρόμου].]]
* [[/Λόγος ΙΗ|Λόγος ΙΗ: Περὶ ἀναισθησίας ἤγουν νεκρώσεως ψυχῆς, καὶ θανάτου νοὸς πρὸ θανάτου σώματος.]]
 
=== ΛΟΓΟΣ ΙΓʹ ===
Περὶ ἀκηδίας.
Εἷς καὶ οὗτος πολλάκις τῶν τῆς πολυλογίας κλάδων, ὡς καὶ ἤδη φθάσαντες εἴπομεν, ἐστὶ, καὶ πρῶτος ἀπόγονος, λέγω δὴ ὁ τῆς ἀκηδίας. Διὸ καὶ ἁρμόζουσαν αὐτῷ τάξιν ἐν τῇ πονηρᾷ ἁλύσει ἀπενείμαμεν. Ἀκηδία ἐστὶ πάρεσις ψυχῆς, καὶ νοὸς ἔκλυσις, ὀλιγωρία ἀσκήσεως, μῖσος τοῦ ἐπαγγέλματος, κοσμικῶν μακαρίστρια, Θεοῦ διαβλήτωρ, ὡς ἀσπλάγχνου καὶ ἀφιλανθρώπου, ἀτονία ψαλμῳδίας, ἐν προσευχῇ ἀσθενοῦσα, ἐν διακονίᾳ σιδηρᾷ, ἐν ἐργοχείρῳ ἄοκνος, ἐν ὑπακοῇ δόκιμος. Ἀνὴρ ὑποτακτικὸς ἀγνώριστος, διὰ τῶν αἰσθητῶν τὰ νοητὰ κατορθωκώς. Κοινόβιον ἀκηδίας ἀντίπαλον ἀνδρὶ δὲ ἡσυχαστῇ σύζυγος αἰώνιος, πρὸ θανάτου αὐτοῦ οὐ μὴ ἀποστήσεται· καὶ πρὸ τελευτῆς αὐτοῦ καθημέραν παλαίσει. Κέλλαν ἀναχωρητοῦ ἰδοῦσα ἐμειδίασε, καὶ προσεγγίσασα αὐτῷ πλησίον ἐσκήνωσεν. Ἰατρὸς νοσοῦντας ἕωθεν ἐπισκέπτεται· καὶ ἀκηδία ἀσκοῦντας περὶ μέσον ἡμέρας. Ξενοδοχεῖα ἀκηδίας ὑποβολὴ, καὶ ἐλεημοσύνας δι᾿ ἐργοχείρων δυσωπεῖ ἐργάζεσθαι. Ἐπισκέπτεσθαι ἀσθενοῦντας προτρέπεται προθύμως, ὑπομιμνήσκουσα τοῦ λέγοντος· Ἀσθενὴς ἤμην καὶ ἤλθετε πρός με. Πρὸς ἀθυμοῦντας καὶ ὀλιγοψύχους δυσωπεῖ ἀπέρχεσθαι· παρακαλεῖν τε τοὺς ὀλιγοψύχους ἡ ὀλιγόψυχος ὑποβάλλουσα· ἐν προσευχῇ σταθέντας ἀναγκαίων πραγμάτων ὑπομιμνήσκει, καὶ πᾶσαν μηχανὴν ποιεῖ ἐκεῖθεν ἡμᾶς φορβιᾷ εὐλόγῳ ἀποσύραι ἡ ἄλογος. Τρίωρον φρίκην καὶ κεφαλαλγίαν, πρότερόν τε καὶ στρόφον ἀκηδίας δαίμων πεποίηκε. Τῆς ἐννάτης καταλαβούσης μικρὸν ἀνένευσε· τῆς τε τραπέζης τεθείσης, τῆς στρωμνῆς ἐπήδησε· καὶ τῆς εὐχῆς καταλαβούσης πάλιν τὸ σῶμα βεβάρηται. Ἐν προσευχῇ σταθέντα τῷ ὕπνῳ ἐβάπτισε, καὶ χάσμοις ἀκαίροις τοῦ στόματος τὸν στίχον διήρπασεν. Τὰ μὲν λοιπὰ πάθη μιᾷ τινι ἀρετῇ ἕκαστον αὐτῶν κατήργηται. Ἀκηδία δὲ τῷ μοναχῷ περιεκτικὸς θάνατος·ἀνδρεία ψυχὴ νοῦν ἀποθανόντα ἀνέστησεν· ἀκηδία δὲ καὶ ὀκνηρία ὅλον τὸν πλοῦτον ἐσκόρπισεν. Ἑνὸς καὶ τούτου καὶ πάντων βαρυτάτου τῶν ὀκτὼ τῆς κακίας προστατῶν ὑπάρχοντος κατὰ τὴν ἐκείνων ἀκολουθίαν, καὶ ἐν τούτῳ ποιήσωμεν. Πλὴν κἀκεῖνο προσθήσομεν· ψαλμῳδίας μὴ παρούσης, ἀκηδία οὐ φαίνεται· καὶ κανόνος τελεσθέντος ὀφθαλμοὶ διηνοίχθησαν. Ἐν καιρῷ ἀκηδίας οἱ βιασταὶ φαίνονται· οὐδὲν γὰρ στεφάνους προξενεῖ ὡς ἀκηδία μοναχῷ. Κατανόησον, καὶ εὑρήσεις ἐν τῇ στάσει τῶν ποδῶν παλαίουσαν· καὶ ἐν καθέδρᾳ ἀνακλίνειν δοκιμάζει, τῷ τοίχῳ τὸν κέλλης παρακύπτειν προτρέπεται, ψόφους καὶ κτύπους ποδῶν ποιοῦσα· ὁ ἑαυτοῦ πενθῶν ἀκηδίαν οὐκ οἶδεν. Δεσμείσθω καὶ οὗτος ὁ τύραννος ὑπὸ μνήμης πταισμάτων, καὶ τυπτέσθω ὑπ᾿ ἐργοχείρου· συρόμενός τε ὑπὸ ἐννοίας τῶν μελλόντων ἀγαθῶν, καὶ παραστὰς τὰ προσήκοντα ἐρωτάσθω· Λέγε λοιπὸν σύ, ὦ παρειμένε καὶ ἔκλυτε. τίς ὁ τετοκώς σε κακῶς; τίνες οἱ σοὶ ἀπόγονοι; τίνες δὲ οἴ σε πολεμοῦντες; καὶ τίς ὁ σοῦ ἀναιρέτης;
 
Ὁ δέ φησιν, Ἐν τοῖς μὲν ἀληθείᾳ ὑπηκόοις οὐκ ἔχω ἐγὼ ποῦ τὴν κεφαλὴν κλῖναι· ἐν οἷς δὲ ἔχω, καθ᾿ ἡσυχίαν συνδίαγω τούτοις. Αἱ δὲ μοῦ κλήτριαι πλεῖσται· ποτὲ μὲν ἀναισθησία ψυχῆς, ποτὲ δὲ ἀμνημοσύνη τῶν ἄνω· ἔστι δὲ ὅτε καὶ ὑπερβολὴ καυμάτων· ἐμοῦ ἀπόγονοι μεταβάσεις τόπων σὺν ἐμοὶ γινόμεναι· παρακοὴ πατρὸς, ἀμνημοσύνη κρίσεως· ἔστι δὲ ὅτε καὶ κατάλειψις τοῦ ἀπαγγέλματος· αἱ ἐμοῦ ἀντίδικοι, ὑφ᾿ ὧν δέδεμαι νῦν, ψαλμῳδία σὺν ἐργοχείρῳ· ἐμοῦ ἐχθρὸς, θανάτου ἔννοια· ἡ δὲ ἐμὲθανατοῦσα, ἐστὶ προσευχὴ μετὰ ἐλπίδος βεβαίας τῶν καλῶν. Τίς δὲ ὁ τετοκὼς προσευχὴν, αὐτὴν ἐρωτήσατε. Τρισκαιδεκάτη νίκη, ἣν ὄντος ὁ κτησάμενος ἐν παντὶ, δόκιμος κατέστηκε καλῷ.
 
=== ΛΟΓΟΣ ΙΔʹ ===
Περὶ τῆς παμφίλου καὶ δεσποίνης πονηρᾶς γαστρός.
Μέλλοντες περὶ γαστρὸς λέγειν ὡς ἐν ἅπασι, νῦν πλέον καθ᾿ ἑαυτῶν φιλοσοφεῖν προεθέμεθα. Θαυμάζω γὰρ εἰ μήτις τάφον οἰκήσας, ἐγένετο ταύτης ἐλεύθερος. Γαστριμαργία ἐστὶν κοιλίας ὑπόκρισις· κεκορεσμένη γὰρ οὖσα ἔνδειαν ἀναβοᾷ, καὶ πεφορημένη καὶ ῥηγνυμένη πεινᾷν ἀνακράζει. Γαστριμαργία ἐστὶν καρυκείας δημιουργὸς, ἡδυτήτων πηγή· κατήργησας τὴν φλέβα, καὶ ἄλλοθεν ἀνέκυψε· καὶ ταύτην ἀποσφάξας, ἑτέρᾳ ἡττήθης. Γαστριμαργία ἐστὶν ὀφθαλμῶν ἀπάτη· μέτρια δεχομένη τάδε σύμπαντα καταπίνειν ὑφὲν ὑποτιθεμένη· κόρος βρωμάτων, πορνείας πατήρ· θλίψις δὲ κοιλίας, ἁγνείας πρόξενος. Λέοντα ὁ κολακεύσας, πολλάκις ἡμέρωσε· σῶμα δὲ ὁ θεραπεύσας ἐπὶ πλείω ἠγρίωσε. Χαίρει Ἰουδαῖος Σαββάτῳ καὶ ἑορτῇ· μοναχὸς γαστρίμαργος Σαββάτῳ καὶ Κυριακῇ· πρὸ χρόνου τὸ Πάσχα ψηφίζει, καὶ πρὸ ἡμερῶν τὰ ἐδέσματα εὐτρεπίζει. Ψηφίζει κοιλιόδουλος ἐν ποίοις βρώμασιν ἑορτάσει· ὁ δὲ θεόδουλος ἐν ποίοις χαρίσμασιν πλουτήσει. Ξένου ἐπιδημήσαντος εἰς ἀγάπην ὅλος ἐκ γαστριμαργίας κινεῖται· καὶ παράκλησιν ἀδελφοῦ τὴν ἑαυτοῦ κατάλυσιν λογίζεται· ἐπὶ παρουσίᾳ τινῶν τοῦ οἴνου καταλύειν [al. οἴνου λύσιν]ἐσκέψατο· καὶ ἀρετὴν δοκῶν κρύπτειν, πάθους δοῦλος ἐγένετο. Ἐχθραίνει πολλάκις κενοδοξία τῇ γαστριμαργίᾳ, καὶ ὡς ἐπὶ ὀνησίμῳ δούλῳ τῷ ἀθλίῳ μοναχῷ διαμάχονται· ἡ μὲν καταλύειν βιάζεται, ἡ δὲ τὴν ἑαυτοῦ ἀρετὴν θριαμβεύειν ὑποτίθεται· σοφὸς μοναχὸς ἀμφοτέρων ἐκφεύξεται, ἐν οἰκείῳ καιρῷ τῇ ἑτέρᾳ τὴν ἑτέραν ἀποσειόμενος. Τῆς μὲν σαρκὸς σφρυγώσης, ἐν παντὶ καιρῷ καὶ τόπῳ ταύτην τιμωρήσωμεν· ταύτης δὲ ἡρεμούσης, ὅπερ πρὸ τάφου οὐ πείθομαι, τὴν ἑαυτῶν ἐργασίαν ἀποκρύψομεν. Εἶδον πρεσβύτας ἱερεῖς ὑπὸ δαιμόνων ἐμπαιζομένους· καὶ τοὺς μὴ ὑποκειμένους αὐτοῖς νέοις ἐν συμποσίοις, τοῦ οἵνου καὶ τῶν λοιπῶν μετ᾿ εὐλογίας λύοντας. Εἰ μὲν ἐν Κυρίῳ μεμαρτυρημένοι ὑπάρχουσι, μετρίως λύσωμεν· εἰ δὲ ἀμελεῖς, μηδὲν περὶ τῆς ἑαυτῶν εὐλογίας φροντίσωμεν· καὶ μάλιστα εἴπερ τῷ πυρὶ μαχόμενοι τυγχάνομεν. Ἐδόκησεν ὁ θεήλατος Εὐάγριος τῶν σοφῶν σοφώτερος τῇ τε προφορᾷ καὶ τοῖς νοήμασι γενέσθαι· ἀλλ᾿ ἐψεύσθη ὁ δείλαιος, τῶν ἀφρόνων φανεὶς ἀφρονέστερος· ἐν πολλοῖς μὲν πλὴν καὶ ἐν τούτῳ· φησὶ γάρ· Ὁπηνίκα διαφόρων βρωμάτων ἐπιθυμεῖ ἡμῶν ἡ ψυχὴ, ἐν ἄρτῳ στενούσθω καὶ ὕδατι· ὅμοιον δέ τι προστέταχε τῷ εἰπόντι τῷ παιδὶ ἐν [al. τῷ]ἑνὶ βήματι πᾶσαν ἀνελθεῖν τὴν κλίμακα· τοίνυν ἀποτρέποντες αὐτοῦ τὸν ὅρον, ἡμεῖς φήσομεν· Ὁπηνίκα διαφόρων βρωμάτων ἐπιθυμεῖ ἡμῶν ἡ ψυχὴ, φύσεως ἴδιον ἐπιζητεῖ· διὸ μηχανῇ πρὸς τὴν παμμήχανον χρησόμεθα· εἴπερ μὴ, βαρύτατος παρέστη [al. πάρεστι] πόλεμος ἢ πτώματος εὐθύναι.
 
Περικόψομεν τέως τὰ λιπαίνοντα· εἶτα τὰ ἐκκαίοντα, εἶθ᾿ οὕτως τὰ ἡδύνοντα· εἰ δυνατὸν, δίδου τῇ σῇ κοιλίᾳ τροφὴν ἐμπιπλῶσαν καὶ εὔπεπτον· ἵνα διὰ μὲν τῆς πλησμονῆς τὴν ἄπληστον αὐτῆς γνώμην ἀποστήσωμεν· διὰ δὲ τῆς ταχείας διαπνεύσεως, τῆς πυρώσεως ὡς μάστιγος λυτρωθῶμεν. Ἐπισκεψώμεθα καὶ τὰ πλεῖστα τῶν πνευματούντων, καὶ κινοῦντα εὑρήσομεν. Γέλα ἐπὶ τῷ δαίμονι τῷ μετὰ τὸ δεῖπνον ὑπερθεσίμους σε ποιεῖν ὑποτιθεμένῳ· τῆς γὰρ ἐννάτης τῇ ἑξῆς καταλαβούσης, ἠρνήσατο τὴν συνταγὴν τῆς προλαβούσης. Ἄλλη ἡ τοῖς ἀνευθύνοις, καὶ ἑτέρα τοῖς ὑπευθύνοις, ἁρμόζουσα ἐγκράτεια· οἱ μὲν γὰρ τὴν τοῦ σώματος κίνησιν εἰς σημεῖον κέκτηνται· οἱ δὲ μέχρι θανάτου καὶ τέλους πρὸς τοῦτο ἀπαρακλήτως καὶ ἀδιαλήκτως διάκεινται· οἱ μὲν πρότεροι τὴν σύγκρασιν τοῦ νοὸς ἀεὶ φυλάττειν ἐθέλουσιν· οἱ δὲ δεύτεροι διὰ τῆς ψυχικῆς σκυθρωπότητος καὶ τήξεως τὸν Θεὸν ἐξευμενίζονται. Καιρὸς εὐφροσύνης καὶ παρακλήσεως τῷ μὲν τελείῳ ἀμεριμνία ἐν πᾶσι· τῷ δὲ ἀγωνιστῇ καιρὸς πάλης· τῷ δὲ ἐμπαθεῖ ἑορτὴ ἑορτῶν, καὶ πανήγυρις πανηγύρεων. Ἐνύπνια τροφῶν καὶ βρωμάτων ἐν καρδίᾳ γαστριμάργων· ἐνύπνια δὲ κολάσεων καὶ κρίσεως ἐν καρδίᾳ πενθούντων. Κράτει κοιλίας, πρὶν αὐτὴ σοῦ κρατήσει· καὶ τότε μέλλεις μετ᾿ αἰσχύνης ἐγκρατεύεσθαι. Οἴδασι τὸ εἰρημένον οἱ τῷ ἀῤῥήτῳ περιπεσόντες βόθρῳ· εὐνοῦχοι δὲ ἄνδρες ἀπείραστοι τούτου. Κοιλίαν περικόψωμεν ἐννοίᾳ πυρός· ταύτῃ γὰρ ὑπακούσαντές τινες, ἔσχατον τὰ μέλη ἑαυτῶν ἐξέκοψαν· καὶ διπλοῦν τεθνήκασι θάνατον. Ζητήσωμεν, καὶ πάντως εὑρήσομεν τὰ παρ᾿ ἡμῖν ναυάγια ταύτην μόνην ἐργαζομένην. Νοῦς νηστευτοῦ προσεύχεται νηφόντως· ὁ δὲ τοῦ ἀκρατοῦς εἰδώλων ἀκαθάρτων πεπλήρωται· κοιλίας κόρος ἐξήρανε πηγάς· αὕτη δὲ ξηρανθεῖσα ἐγέννησεν ὕδατα. Ὁ τὴν ἑαυτοῦ θεραπεύων γαστέρα, καὶ πνεῦμα πορνείας νικῆσαι βουλόμενος, ὅμοιός ἐστι τῷ μετὰ ἐλαίου σβεννύοντι ἐμπρησμόν.
 
Θλιβομένης κοιλίας ταπεινοῦται καρδία· θεραπευομένης δὲ ταύτης γαυριᾷ λογισμός. Ψηλάφα σεαυτὸν περὶ τὴν μέσην, καὶ περὶ τὴν ἐσχάτην ὥραν πρὸ τῆς βρώσεως· καὶ μαθήσῃ ἐξ αὐτοῦ τὴν τῆς νηστείας ὠφέλειαν. Σκιρτᾷ μὲν πρωΐας καὶ πελάζεται λογισμός· τῆς ἕκτης καταλαβούσης, μικρὸν ὑπεχάλασε, τῆς δὲ ἡλίου δύσεως εἰς τέλος ἐταπεινώθη. Θλίβε κοιλίαν, καὶ πάντως κλείσεις καὶ στόμα· νευροῦται γὰρ γλῶσσα ὑπὸ πλήθους ἐδεσμάτων. Πυκτεύων πύκτευε αὐτῇ [πρὸς αὐτὴν], καὶ νήφων νῆφε αὐτῇ· ἂν γὰρ μικρὸν πονήσῃς, εὐθέως καὶ ὁ Κύριος συνεργήσει. Μαλασσόμενοι ἀσκοὶ ἐπιδιδοῦσι τῇ χωρήσει, περιφρονούμενοι δὲ οὐ τοσοῦτον δέχονται· ὁ καταναγκάζων γαστέρα αὐτοῦ, ἐπλάτυνεν ἔντερα· ὁ δὲ ἀγωνιζόμενος πρὸς αὐτὴν, συνέσφιγξε ταῦτα· τούτων δὲ συσφιγχθέντων, οὐ πολλὰ δέξονται· καὶ τότε λοιπὸν γινόμεθα φυσικῶς νηστεύοντες. Δίψα δίψαν πολλάκις κατέπαυσε· πείνᾳ δὲ πεῖναν περικόψαι χαλεπὸν καὶ ἀμήχανον. Ὁπόταν νικήσῃ σε, ἐν πόνοις δάμαζε αὐτήν· εἰ δὲ καὶ τοῦτο ἀδύνατον δι᾿ ἀσθένειαν, ἀγρυπνίᾳ πάλαισον πρὸς αὐτήν. Ὀφθαλμῶν βαρυνομένων ἐπιλαβοῦ ἐργοχείρου· ὕπνου δὲ μὴ παρόντος, μὴ ἅψει αὐτοῦ· ἀδύνατον γὰρ Θεῷ καὶ μαμμωνᾷ, τοῦτ᾿ ἔστι Θεῷ καὶ ἐργοχείρῳ, παραστῆσαι τὸν νοῦν. Γίνωσκε, ὅτι περ πολλάκις ὁ δαίμων τῷ στομάχῳ καθέζεται, καὶ μὴ κορέννυσθαι τὸν ἄνθρωπον παρασκευάζει, κἂν πᾶσαν τὴν Αἴγυπτον φάγῃ καὶ τὸν Νεῖλον ποταμὸν πίῃ. Μετὰ τὴν τροφὴν ἀναχωρεῖ ὁ ἀνόσιος, καὶ τὸν τῆς πορνείας ἡμῖν ἀποστέλλει, ἀπαγγείλας αὐτῷ τὸ γενόμενον· κατάλαβε, λέγων, θορύβησον αὐτόν· τῆς κοιλίας γὰρ ἐμπεφορημένης κοπωθήσῃ· ἐλθὼν ἐμειδίασε, καὶ τῷ ὕπνῳ δήσας ἡμῶν χεῖρας καὶ πόδας, πάντα λοιπὸν ὅσα ἠθέλησεν, ἐποίησεν· τὴν ψυχὴν καὶ τὸ σῶμα ἐν μολυσμοῖς, καὶ φαντασίαις, καὶ ἐκκρίσεσι καταμιάνας. Θαῦμα ἰδέσθαι νοῦν ἀσώματον ὑπὸ σώματος μολυνόμενον καὶ σκοτούμενον· καὶ πάλιν διὰ πηλοῦ τὸ ἄϋλον ἀνακαθαιρόμενον καὶ λεπτυνόμενον. Ἐὰν τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ὁδεύειν τῷ Χριστῷ συνετάξω, στένωσον τὴν γαστέρα· ταύτης γὰρ θεραπευομένης καὶ πλατυνομένης, τὰς συνθήκας ἠθέτησας. Ἐπίσκεψαι, καὶ ἀκούσεις τοῦ λέγοντος, Πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς τῆς κοιλίας, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν τῆς πορνείας· καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾿ αὐτῆς. Τί στενὴ πύλη καὶ τεθλιμμένη ὁδὸς τῆς νηστείας, ἡ εἰσάγουσα εἰς τὴν ζωὴν τῆς ἁγνείας, καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι δι᾿ αὐτῆς. Ἄρχων δαιμόνων, ὁ πεσὼν ἑωσφόρος· καὶ ἄρχων παθῶν ὁ λαιμὸς τῆς κολίας· ἐν τραπέζῃ ἐδεσμάτων ἀνακλινόμενος, μνήμην θανάτου καὶ κρίσεως εἰς μέσον ἄγε· μόλις γὰρ, κἂν οὕτως μικρὸν πάθος ἐμποδίσῃς. Τὸ πόμα πίνων, τοῦ ὄξους καὶ τῆς χολῆς τοῦ σοῦ Δεσπότου μὴ παύσῃ ἐννοῶν· καὶ πάντως ἢ ἐγκρατεύσῃ, ἢ στενάξεις, ἢ καὶ ταπεινότερον ποιήσεις τὸ φρόνημα. Μὴ πλανῶ, οὐ μὴ τοῦ Φαραὼ ἐλευθερωθήσῃ, οὐδὲ τὸ ἄνω Πάσχα θεάσῃ, ἂν οὐ πικρίδας καὶ ἄζυμα φάγῃς [γεύσῃς] διὰ παντός. Πικρίδες ἐστὶν ἡ τῆς νηστείας βία καὶ πόνος· ἄζυμα δὲ, τὸ μὴ φυσώμενον φρόνημα· τῇ σῇ ἀναπνοῇ συγκολληθήτω ὁ λόγος τοῦ λέγοντος· Ἐγὼ δὲ ἐν τῷ τοὺς δαίμονας παρενοχλεῖν μοι, ἐνεδυόμην σύκκον· καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου· καὶ ἡ προσευχή μου εἰς κόλπον ψυχῆς μου ἐκεκόλλητο. Νηστεία ἐστὶ βία φύσεως, καὶ περιτομὴ ἡδύτητος λάρυγγος, πυρώσεως ἐκτομὴ, πονηρῶν ἐννοιῶν ἐκκοπὴ, ἐνυπνιασμῶν ἐλευθερία, προσευχῆς καθαρότης· ψυχῆς φωστὴρ, νοὸς φυλακή· πωρώσεως λῦσις, κατανύξεως θύρα, στεναγμὸς ταπεινὸς, συντριμμὸς ἱλαρὸς, πολυλογίας ἀργία, ἡσυχίας ἀφορμὴ, ὑπακοῆς φύλαξ, ὕπνου κουφισμὸς, ὑγεία σώματος, ἀπαθείας πρόξενος, ἁμαρτημάτων ἄφεσις· παραδείσου θύρα καὶ τρυφή. Ἀπαιτήσωμεν καὶ τοῦτον, μᾶλλον δὲ πρὸ πάντων τούτων τὸν προστάτην τῶν κακῶν ἡμῶν πολέμιον, τὴν θύραν τῶν παθῶν, τὴν πτῶσιν τοῦ Ἀδὰμ, τὴν τοῦ Ἡσαῦ ἀπώλειαν, τῶν Ἰσραηλιτῶν τὸν ὄλεθρον, τὴν τοῦ Νῶε ἀσχημοθέαν, τὴν τῶν Γομόῤῥων προδότην, τὴν τοῦ Λὼτ μέμψιν, τὴν τῶν υἱῶν Ἡλεὶ τοῦ ἱερέως ἐξολόθρευσιν, τὴν τῶν μολυσμῶν χειραγωγόν. Πόθεν δὲ τίκτεται, καὶ τίνες οἱ ταύτης ἀπόγονοι; Τίς τε ὁ συντρίβων αὐτήν; Καὶ τίς ὁ ἀπολλύων αὐτὴν εἰς τέλος;
 
Λέγε ἡμῖν, ὦ ἡ πάντων τῶν βροτῶν τυραννὶς, ἡ πάντας ὠνησαμένη χρυσίῳ ἀπληστίας, πόθεν τὴνεἴσοδον ἐν ἡμῖν κέκτησαι; καὶ τί μετὰ τὴν εἴσοδον τίκτειν πέφυκας; καὶ τίς ἡ σοῦ ἐξ ἡμῶν ἔξοδος; Ἡ δὲ ἐπὶ ταῖς ὕβρεσι πονήσασα, πρὸς ἡμᾶς τυραννικῶς ἡ μαιμάσσουσα, καὶ ἀγρία ἀπεκρίνετο· Τί με λοιδορίαις βάλλετε, οἱ ἐμοὶ ὑπεύθυνοι τυγχάνοντες; Πῶς δέ μου χωρισθῆναι σπουδάζετε; Κἀγὼ τῇ φύσει συνδέδεμαι· ἐμοῦ θύρα, φύσις βρωμάτων· ἐμοῦ δὲ ἀπληστίαις συνήθεια αἴτιος· ἐμοῦ δὲ πάθους ὑπόθεσις συνήθεια προλαβοῦσα, καὶ ἀναλγησία ψυχῆς, καὶ ἀμνημοσύνη θανάτου· πῶς δὲ τῶν ἐμῶν ἀπογόνων τὰ ὀνόματα ζητεῖτε μαθεῖν; ἐξαριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ὅμως τοὺς πρωτοτόκους μου καὶ ἀγαπητοὺς ἀκούσατε τίνες προσαγορεύονται. Υἱὸς πρωτότοκός μου, πορνείας ὑπουργὸς, ἐκείνου δὲ δεύτερος σκληρότης καρδίας· ὁ ὕπνος τρίτος, θάλασσα λογισμῶν, κύματα μολυσμῶν· βυθὸς ἀγνώστων καὶ ἀῤῥήτων ἀκαθαρσίων ἐξ ἐμοῦ ἐκπορεύονται. Ἐμοῦ θυγατέρες ὀκνηρία, πολυλογία, παῤῥησία, γελωτοποιΐα, εὐτραπελία, ἀντιλογία, σκληροτραχηλία, ἀνηκοΐα, ἀναισθησία, αἰχμαλωσία, μεγαλαυχία, θρασύτης, φιλοκοσμία, ἣν διαδέχεται προσευχὴ ῥυπαρὰ, καὶ ῥεμβασμοὶ λογισμῶν. Πολλάκις δὲ καὶ συμφοραὶ ἀνέλπιστοι καὶ ἀπροσδόκητοι, αἷς προσωμίλησε ἀνελπιστία ἡ πάντων χαλεπωτέρα· ἐμὲ πολεμεῖ μὲν, οὐ νικᾷ δὲ μνήμη πταισμάτων· ἐχθραίνει μοι εἰς ἅπαν ἔννοια θανάτου, τὸ δὲ ἐμὲ καταργοῦν τελείως ἐν ἀνθρώποις οὐδέν· ὁ κτησάμενος παράκλητον, τούτῳ ἐντυγχάνει κατ᾿ ἐμοῦ· κἀκεῖνος δυσωπηθεὶς, ἐμπαθῶς οὐκ ἐᾷ με ἐνεργεῖν· οἱ γὰρ ἐκείνου ἄγευστοι, διὰ τῆς ἐμῆς γλυκύτητος πάντωςἡδύνεσθαι ζητοῦσι. Ἀνδρεία νίκη. Ὁ ἰσχύσας δῆλος πρὸς ἀπάθειαν καὶ σωθφροσύνην ἀκροτάτην ἐπειγόμενος.
 
=== ΛΟΓΟΣ ΙΕʹ ===
Περὶ ἀφθάρτου ἐν φθαρτοῖς ἐκ καμάτων καὶ ἱδρώτων ἁγνείας καὶ σωφροσύνης.
Ἁγνεία ἐστὶν ἀσωμάτου φύσεως οἰκείωσις. Ἁγνεία ἐστὶν φύσεως ὑπὲρ φύσιν ὑπερφυὴς ἄρνησις· καὶ ἀσωμάτων σώματος θνητοῦ καὶ φθαρτοῦ παράδοξος ὄντως ἅμιλλα· ἁγνός ἐστιν ὁ ἔρωτι ἔρωτα διακρουσάμενος, καὶ πῦρ πυρὶ ἀΰλῳ ἀποσβέσας.
 
Σωφροσύνη ἐστὶν καθολικὴ πασῶν τῶν ἀρετῶν ἐπωνυμία. Σώφρων ἐστὶν ὁ ἐν αὐτοῖς τοῖς ὕπνοις μηδεμίαν κίνησιν τῆς προσούσης αὐτῷ καταστάσεως αἰσθόμενος· σώφρων ἐστὶν, ὁ τελείαν ἀναισθησίαν ἐπὶ διαφορᾷ σωμάτων διὰ παντὸς κτησάμενος. Οὗτος κανὼν καὶ ὄρος τῆς τελείας καὶ πανάγνου ἁγνείας, τὸ ὡσαύτως ἐπ᾿ ἐμψύχοις τε καὶ ἀψύχοις, λογικοῖς τε καὶ ἀλόγοις διακεῖσθαι. Μηδεὶς τῶν ἁγνείαν ἐξησκηκότων ἑαυτῷ τὴν ταύτης κτῆσιν λογίσοιτο· τὴν γὰρ φύσιν αὐτὴν νικῆσαι τῶν οὐκ ἐνδεχομένων ἐστίν· ὅπου φύσεως ἧττα γέγονεν, ἐκεῖ τοῦ ὑπὲρ φύσιν παρουσία ἐπέγνωσται. Χωρὶς γὰρ πάσης ἀντιλογίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος καταργεῖται.
 
Ἀρχὴ μὲν ἁγνείας ἀσυγκατάθετος λογισμὸς, καὶ ἀνείδωλοι διὰ χρόνων ἐκκρίσεις. Μεσότης ἁγνείας, φυσικαὶ κινήσεις ἐπὶ πλήθει βρωμάτων, καὶ μόνων ἀνειδώλως συνιστάμεναι, καὶ ῥεύσεως ἀπηλλαγμέναι. Τέλος δὲ, νέκρωσις σώματος προθανόντων λογισμῶν. Μακάριος ἀληθῶς, ὃς ἐν παντὶ σώματι, καὶ χρώματι, καὶ ὥρᾳ τελείαν ἀναισθησίαν ἐκτήσατο· οὐχ ὁ τὴν πηλὸν ἄῤῥυπον φυλάξας, οὗτος ἁγνός· ἀλλ᾿ ὁ τὰ μέλη ταύτης τῇ ψυχῇ ὑποτάξας τελείως· μέγας μὲν ὁ ἐπὶ ἀφῇ διαμένων ἀπαθὴς διαμείνας ἄτρωτος, καὶ νικήσας πυρὸς θέαν ἐννοίᾳ κάλλους τῶν ἄνω. Ὁ μὲν εὐχῇ τὸν κύνα ἀπωθούμενος, τῷ μαχομένῳ προσέοικε λέοντι· ὁ δὲ ἀντιῤῥήσει τοῦτον ἀνατρέπων, τῷ καταδιώκοντι ἔτι τὸν ἐχθρὸν αὐτοῦ· ὁ δὲ τὴν τούτου προσβολὴν εἰς ἅπαξ ἐξουθενήσας, εἰ καὶ ἐν σαρκί ἐστιν, ἀλλά γε τῆς σοροῦ ἀνέστη.
 
Εἰ τοῦτο ἀληθοῦς ἁγνείας τεκμήριον, τὸ ἀκίνητον εἶναι ἐν τοῖς καθ᾿ ὕπνον [al. ὕπνοις, mendose] φαντάσμασιν· τοῦτο πάντως ὄρος λαγνείας, τὸ ῥύσιν ὑπομένειν γρηγοροῦντα τοῖς ἐνθυμήμασιν· ὁ μὲν ἐξ ἱδρώτων καὶ μόχθων πολεμῶν τούτῳ τῷ ἀντιδίκῳ τῷ καταδήσαντι βρυλλίῳ τὸν ἐχθρὸν ἑαυτοῦ ἔοικεν· ὁ δὲ ἐξ ἐγκρατείας καὶ ἀγρυπνίας τῷ κλοιὰ τοῦτον περιβαλόντι· ὁ δὲ διὰ ταπεινοφροσύνης, καὶ ἀοργησίας, καὶ δίψης, τῷ ἀποκτείναντι τὸν πολέμιον, καὶ ἐν ψάμμῳ κρύψαντι· ψάμμον νοήσεις τὴν ταπείνωσιν· οὐ γὰρ τρέφει παθῶν βοσκὴν, ἀλλ᾿ ἔστι γῆ καὶ σποδός· ἕτερος ὁ ἐξ ἀγώνων, καὶ ἕτερος ὁ ἐκ ταπεινώσεως· καὶ ἄλλος, ὁ θείᾳ ἀποκαλύψει τὸν τύραννον δεδεμένον ἔχων· ὁ μὲν τῷ ἑωσφόρῳ· ὁ δὲ τῇ μεγάλῃ σελήνῃ, ὁ δὲ τῷ λαμπρῷ ἡλίῳ προσεοίκασιν· ἀμφότεροι δὲ ἐν οὐρανοῖς τὸ πολίτευμα κέκτηνται. Ἐκ μὲν αὐγῆς φῶς, ἐκ φωτὸς δὲ ἀνέτειλε ἥλιος· ὡς καὶ ἐπὶ τῶν εἰρημένων ἔστι νοῆσαι καὶ εὑρεῖν. Ὑποκρίνεται μὲν ἀλώπηξ ὕπνον, δαίμων δὲ καὶ σωφροσύνην· ἀλλ᾿ ἡ μὲν, ἵνα ὄρνιν ἀπατήσῃ· ὁ δὲ ἵνα ψυχὴν ἀπολέσῃ. Μὴ πιστεύσῃς τῇ πηλῷ ἐν τῇ ζωῇ σου· καὶ μὴ θαῤῥήσῃς αὐτῇ ἄχρι Χριστῷ ὑπαντήσεις· μὴ θάρσει ἐξ ἐγκρατείας μὴ πίπτειν· μηδὲ γὰρ ἐσθίων τις ἐξ οὐρανοῦ ἐῤῥίφη.
 
Ἀποταγήν τινες γνωστικοὶ καλῶς ὡρίσαντο λέγοντες ταύτην ἔχθραν πρὸς σῶμα, καὶ μάχην πρὸς κοιλίαν. Ἐν μὲν τοῖς εἰσαγωγικοῖς, ἐκ τρυφῆς τὰ πτώματα ἐπίπαν πεφύκασι γίνεσθαι τὰ τοῦ σώματος· ἐν δὲ μέσοις, καὶ ἐξ ὑψηλοφροσύνης, πλὴν ὅτι καὶ ἐν εἰσαγωγικοῖς· ἐν τοῖς δὲ τῇ τελειότητι προσεγγίζουσι, καὶ ἐκ τοῦ κατακρίνειν τὸν πλησίον καὶ μόνον. Τινὲς μεμακαρίκασι τοὺς φύσει εὐνούχους ἀποτεχθέντας, ὡς τῆς τοῦ σώματος τυραννίδος λελυτρωμένους. Ἐγὼ δὲ μεμακάρικα τοὺς καθημερινοὺς εὐνούχους· οἵτινες λογισμῷ ὥσπερ μαχαίρᾳ ἑαυτοὺς ἀκρωτηριάζειν πεφύκασιν· ἑώρακα ἀκουσίως πεσόντας, καὶ ἑώρακα ἑκουσίως πίπτειν βουλομένους μὲν, μὴ δυναμένους δὲ, καὶ τῶν καθ᾿ ἡμέραν πιπτόντων αὐτοὺς μᾶλλον ἐταλάνισα, ὡς καὶ μὴ δυναμένους τῆς δυσωδίας ἐφίεσθαι. Ἐλεεινὸς ὁ πίπτων· ἐλεεινότερος δὲ ὁ καὶ ἑτέρῳ τοῦτο προξενῶν· διότι τῶν δύο πτωμάτων καὶ τῆς ἑτέρου ἡδονῆς αὐτὸς τὸ βάρος ἐπισύρεται. Μὴ θέλε δικαιολογίαις καὶ ἀντιῤῥήσεσιν ἀνατρέπειν τὸν τῆς πορνείας δαίμονα· διότι ἐκεῖνος τὰ εὔλογα κέκτηται ὡς φυσικῶς ἡμῖν μαχόμενος. Ὁ τὴν ἑαυτοῦ σάρκα βουληθεὶς πολεμῆσαι, ἢ νικῆσαι ἐξ ἑαυτοῦ, εἰς μάτην τρέχει.
 
Ἐὰν γὰρ μὴ Κύριος καταλύσῃ οἶκον σαρκὸς, καὶ οἰκοδομήσῃ οἶκον ψυχῆς, εἰς μάτην ἠγρύπνησε, καὶ ἐνήστευσεν ὁ καταλύων. Ἀνάθου Κυρίῳ τὴν τῆς φύσεως ἀσθένειαν, ἐπιγνοὺς εἰς ἅπαν τὴν οἰκείαν ἀδυναμίαν, καὶ λήψῃ χάρισμα σωφροσύνης ἀνεπαισθήτως· ἔστιν ἐν τοῖς ἡδυπαθέσιν, ὥς μοί τις αὐτῶν ἐν πείρᾳ γεγονὼς μετὰ τὴν ἔκνηψιν διηγήσατο, αἴσθησίς τινος σωμάτων ἔρωτος, καὶ πνεῦμα ἀναιδὲς καὶ ἀπάνθρωπον αὐτῇ τῆς καρδίας αἰσθήσει ἐναργῶς ἐγκαθήμενον, καὶ σωματικοῦ καρδίας πόνου δίκην ἐκ πυρὸς καμίνου, τῷ πολεμουμένῳ αἰσθέσθαι [al. αἰσθάνεσθαι] παρασκευάζον, Θεὸν μὲν μὴ φοβούμενον, μνήμην κολάσεως ὡς οὐδὲν [al. οὐδενός] καταφρονῶν, εὐχὴν βδελυσσόμενον, καὶ ἐπ᾿ αὐτῇ τῇ πράξει σχεδὸν ἐπιτελουμένῃ νεκρῶν λειψάνων ὡς ἀψύχων λίθων τὴν θεωρίαν λογιζόμενον ἔκνουν τινὰ, καὶ ἐξεστηκότα τὸν πάσχοντα ἀπεργαζόμενον· λογικῆς καὶ ἀλόγου οὐσίας ἐν ἐφέσει διηνεκεῖ μεμεθυσμένον, οὗ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι, οὐκ ἂν ἐσώσθη πᾶσα ψυχὴ, τὴν πηλὸν ταύτην τὴν αἵματι καὶ χυμῷ ῥυπαρῷ συγκεκραμένην, ἠμφιεσμένη. Πῶς γάρ; Διότι πᾶν τὸ γεγονὸς, τῆς συγγενείας τῆς ἑαυτοῦ ἐμφίεται [al. ὀρέγεται]ἀπλήστως.
 
Τὸ αἷμα αἵματος, καὶ ὁ σκώληξ σκώληκος, καὶ ἡ πηλὸς πηλοῦ· οὐκ οὖν καὶ ἡ σὰρξ σαρκός; Κἂν μεθοδείαις αὐτὴν τὴν ἀπατεῶνα ἀπατᾷν δοκιμάζωμεν, οἱ τῆς φύσεως καὶ τῆς βασιλείας βιασταὶ καὶ ἐπιθυμηταί· τοῦ μὲν προειρημένου πολέμου, οἱ μὴ πειρασθέντες, μακάριοι. Εὐξώμεθα εἰς ἅπαν τῆς αὐτοῦ τοιαύτης λυτρωθῆναι πείρας· οἱ γὰρ ἐν τῷ προειρημένῳ κατολισθήσαντες βόθρῳ τῷν ἐκείνῃ τῇ κλίμακι ἀνερχομένων, καὶ κατερχομένων μακρὰν ἀποπίπτουσι, καὶ πρὸς τὴν ἐκεῖθεν ἀνάβασιν ἱδρώτων πολλῶν μετὰ λιμοῦ δέονται ἀκροτάτου. Σκοπήσωμεν μήπως ἐπὶ τῶν νοερῶν ἐχθρῶν ἡμῶν, ὥσπερ ἐν αἰσθητῷ πολέμῳ, ἐν τῇ παρατάξει αὐτῶν τῇ πρὸς ἡμᾶς οἰκείαν τινὰ ἕκαστος αὐτῶν τὴν ἐγχείρησιν μετέρχεσθαι τέτακται· ὅπερ θαῦμα ἐπεσημηνάμην ἐν τοῖς πειραζομένοις· καὶ ἑώρακα πτώματα πτωμάτων χαλεπώτερα· καὶ ἔχων νοῦν ἀκούειν ἀκουέτω.
 
Εἴθισται τῷ δαίμονι καὶ μάλιστα ἐν τοῖς ἀγωνιζομένοις, καὶ τὸν μονήρη βίον μετερχομένοις πολλάκις πᾶσαν αὐτοῦ τὴν ὁρμὴν, καὶ τὴν σπουδὴν καὶ μηχανὴν, καὶ πανουργίαν, καὶ ἐπίνοιαν, ἐν τοῖς παρὰ φύσιν μόνον [μᾶλλον], καὶ οὐκ ἐν τοῖς κατὰ φύσιν αὐτοὺς παρασκευάζειν πολεμεῖσθαι· ὅθεν καὶ πολλάκις τῷ θήλει συνδιάγοντες, πρὸς αὐτὸ εἰς ἐπιθυμίαν, ἢ ἔννοιαν ὅλως μὴ πολεμούμενοι, ἑαυτοὺς μεμακαρίκασιν, ἀγνοήσαντες οἱ τάλανες ὅτι ὅπου μείζων ὁ ὄλεθρος, ἐκεῖ τοῦ ἐλάττονος χρεία οὐ καθέστηκεν. Οἶμαι δυοῖν τούτων αἰτιῶν οἱ φόνιοι ἡμᾶς τοὺς ἀθλίους οἱ πανάθλιοι ἐν τοῖς παρὰ φύσιν ἐπορθεῖν πεφύκασιν, ὡς τῆς ὕλης τοῦ πτώματος πανταχοῦ ἡμῶν εὐπορούντων· καὶ ὡς μείζονα τὴν τιμωρίαν κεκτημένων. Οἶδε τὸ εἰρημένον ὁ τῆς ὀνάγροις πρώην μὲν ἐπιτρέπων· ἔσχατον δὲ ὑπὸ τῶν ἀγρίων ὀνάγρων ἐλεεινῶς ἐπιτραπεὶς καὶ ἐμπαιχθεὶς, καὶ οὐρανίῳ τρεφόμενος ἄρτῳ, ὕστερον δὲ τοῦ καλοῦ στερηθεὶς, καὶ τὸ δὴ θαυμαστότερον, ὅτι καὶ μετὰ μετάνοιαν Στύλος μὲν μέγας ἔπεσεν, ὀδυνώμενος πικρῶς ὁ καθηγητὴς ἡμῶν ἔφησεν Ἀντώνιος· τὸν δὲ τρόπον τῆς πτώσεως ὁ σοφὸς ἀπέκρυψεν· ἐγίνωσκε γὰρ εἶναι πορνείαν σωματικῶς, καὶ ἐκτὸς ἑτέρου σώματος· ἔστι τις θάνατος ἐν ἡμῖν καὶ ἀπώλεια πτώματος ἐν ἡμῖν, καὶ μεθ᾿ ἡμῶν ἀεὶ συμπεριφερόμενος, ἐν νεότητι μάλιστα· ὃν ἔγωγε γραφῇ παραδοῦναι οὐ τετόλμηκα· ἐπέσχε γάρ μου τὴν χεῖρα ὁ εἰρηκώς· Τὰ γὰρ κρυφῇ γινόμενα ὑπό τινων, αἰσχρόν ἐστι καὶ λέγειν, καὶ γράφειν, καὶ ἀκούειν. Τὴν μὲν ἐμὴν ταύτην καὶ οὐκ ἐμὴν ἐχθρὰν φίλην σάρκα, Παῦλος μὲν θάνατον προσηγόρευσε· Τίς με γὰρ, φησὶ, ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Ἕτερος δὲ θεολόγος ἐμπαθῆ καὶ δούλην καὶ νυκτερινήν· τίνος δὲ, τίνος χάριν τοιαύταις πρὸς αὐτὴν προσηγορίαις ἐχρήσαντο, μαθεῖν ἐδίψων. Εἰ θάνατος, ὡς προλέλεκται, σὰρξ, ὁ ταύτην νικήσας πάντως οὐκ ἀποθνήσκει· καὶ τίς ἐστιν ἄρα ὁ ἄνθρωπος ἐκεῖνος, ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον μολυσμοῦ σαρκὸς αὐτοῦ; Ζητητέον δυσωπῶ, τίς μείζων· ὁ θανὼν καὶ ἀναστὰς, ἢ ὁ μηδ᾿ ὅλως θανών· καὶ ὁ μὲν τὸν δεύτερον μακαρίσας, ἔψευσται θανὼν γὰρ ὁ Χριστὸς, ἀνέστη· ὁ δὲ τὸν πρῶτον, μηδεμίαν παρὰ τοῖς θνήσκουσι, μᾶλλον δὲ πίπτουσι τὴν ἀπόγνωσιν εἶναι δυσωπεῖ· φιλάνθρωπον γὰρ τὸν Θεὸν ὁ ἀπάνθρωπος ἐχθρὸς ὁ τῆς πορνείας προστάτης λέγει· καὶ πολλὴν συγγνώμην τῷ πάθει τούτῳ ὡς φυσικῷ παρέχοντα· ἐπιτηρήσωμεν δὲ δόλους δαιμόνων, καὶ μετὰ τὴν πρᾶξιν δικαιοκρίτην αὐτὸν, καὶ ἀσυγχώρητον εὑρήσομεν αὐτοὺς ὀνομάζοντας· ἐκεῖ μὲν γὰρ ἵνα ἐπὶ τὴν ἁμαρτίαν προτρέψωνται, οὕτως ἐχρήσαντο· νῦν δὲ λοιπὸν, ἵνα ἐπὶ τὴν ἀπόγνωσιν ἡμᾶς καταποντίσωσι. Τῆς μὲν λύπης καὶ ἀπογνώσεως συνισταμένης, ἑαυτοὺς ἐπὶ τῷ πταίσματι ἐκδιδόναι πάλιν οὐ πεφύκαμεν· ταύτης δὲ κατασβεσθείσης, πάλιν ὁ τῆς φιλανθρωπίας ἡμᾶς τύραννος διαδέχεται. Καθόσον ἄφθαρτος καὶ ἀσώματος ὁ Κύριος, κατὰ τοσοῦτον τῇ ἁγνείᾳ καὶ τῇ ἀφθαρσίᾳ τοῦ σώματος ἡμῶν εὐφραίνεται, οὐδενὶ οὕτως ἑτέρῳ ὡς τῇ δυσωδίᾳ τῆς πορνείας τινές φασιν ἐπιχαίρειν τοὺς δαίμονας· οὐκ οὖν οὐδὲ πάθει ἑτέρῳ, ὡς τῷ τοῦ σώματος μολυσμῷ.
 
Ἁγνεία Θεοῦ οἰκείωσις καὶ ὁμοίωσις κατὰ τὸ δυνατὸν ἀνθρώποις. Μήτηρ μὲν γλυκύτητος, γῆ καὶ δρόσος· μήτηρ δὲ ἁγνείας ἡσυχία σὺν ὑπακοῇ· ἡ μὲν ἐξ ἡσυχίας κατορθουμένη τοῦ σώματος ἀπάθεια, κόσμῳ πολλάκις πλησιάζουσα οὐκ ἀσάλευτος διέμεινεν· ἡ δὲ ἐξ ὑπακοῆς προσγινομένη, πανταχοῦ δόκιμος καὶ ἀκράδαντος· εἶδον ὑπερηφανίαν ταπεινοφροσύνης πρόξενον, καὶ τοῦ λέγοντος ἐμνημόνευσα· Τίς ἔγνω νοῦν Κυρίου; λάκκος καὶ κύημα τύφου, πτῶμα· πτῶμα δὲ πολλάκις ἐν τοῖς βουλομένοις ταπεινοφροσύνης ὑπόθεσις. Ὁ μετὰ γαστριμαργίας καὶ κόρου τὸν τῆς πορνείας νικῆσαι βουλόμενος δαίμονα, ὅμοιός ἐστι τῷ μετὰ ἐλαίου σβεννύοντι ἐμπρησμόν. Ὁ μετὰ ἐγκρατείας καὶ μόνης πόλεμον δοκιμάσας καταπαῦσαι, ὅμοιός ἐστι τῷ μιᾷ χειρὶ νηχομένῳ, καὶ πελάγους λυτροῦσθαι φιλονεικοῦντι. Σύζευξον ἐγκρατείᾳ ταπείνωσιν· ἐκτὸς γὰρ τῆς δευτέρας ἡ προτέρα ἀνωφελὴς εὑρίσκεται. Ὅστις ἑαυτὸν ὑπό τινος πάθους πλεονεκτούμενον θεάσεται, κατ᾿ αὐτοῦ καὶ μόνου πρὸ πάντων ὁπλισάτω ἑαυτὸν, καὶ μάλιστα τοῦ ἐμφυλίου ἐχθροῦ. Τούτου γὰρ μὴ καθαιρεθέντος, οὐδὲν ἐκ τῆςτῶν λοιπῶν νίκης ὠφελούμεθα. Τὸν δὲ Αἰγύπτιον τοῦτον, καὶ ἡμεῖς πατάξαντες πάντως ἐν τῇ βάτῳ τῆς ταπεινώσεως τὸν Θεὸν ὀψόμεθα. ᾘσθόμην ἐγὼ πειραζόμενος τὸν λύκον τοῦτον, χαρὰν ἄλογον, καὶ δάκρυα, καὶ παράκληξιν τῇ ψυχῇ ἀπατηλῶς ποιοῦντα, καὶ ἐδόκουν νηπιώδης καρπὸν καὶ οὐ φθορὰν κατέχειν. Εἰ πᾶσα ἁμαρτία ἣν ἂν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, πάντως διὰ τοῦτο, ἐπειδὴ αὐτὴν τὴν τῆς σαρκὸς οὐσίαν μολύνειν τῇ ῥοῇ πεφύκαμεν· ὅπερ ἐπ᾿ ἄλλης ἁμαρτίας γίνεσθαι ἀδύνατον· ζητῶ δὲ ἐγὼ πῶς ἐπὶ πάσης ἁμαρτίας σφαλλομένους τοὺς ἀνθρώπους, καὶ μόνον, σεσυνηθίκαμεν λέγειν· ἐπὰν δέ τινα πεπορνευκότα ἀκούσωμεν, ὀδυνηρῶς λέγομεν [βοῶμεν]· Ὁ δεῖνα πέπτωκεν. Φεύγει ἄγκιστρον ἰχθὺς ὀξέως, καὶ φιλήδονος ψυχὴ ἀποστρέφεται ἡσυχίαν. Ὅταν πρὸς ἀλλήλους τινὰς ὁ διάβολος δεσμὸν αἰσχρὸν δῆσαι βούλεται, τὰ ἑκάτερα μέρη δοκιμάσας, ἐκεῖθεν τοῦ πυρὸς ἄρχεται.
 
Πολλάκις οἱ περὶ τὸ φιλήδονον ῥέποντες, συμπαθεῖς καὶ ἐλεήμονες, καὶ συνδάκρυες, καὶ κόλακες εἶναι πεφύκασιν· οἱ δὲ ἁγνείας ἐπιμελούμενοι οὐχ οὕτως τὰ τοιάδε κέκτηται [κέκτηνται]. Γνωστικός με ἀνὴρ φοβερὸν ἐπηρώτησε πρόβλημα, Ποία, φήσας, ἁμαρτία, φόνου καὶ ἀρνήσεως χωρὶς, βαρυτέρα πάντων καθέστηκε; Κἀμοῦ, τὸ εἰς αἵρεσιν πεσεῖν εἰρηκότος· Καὶ πῶς, φησὶν, αἱρετικοὺς Ἐκκλησία μὲν καθολικὴ δεχομένη σὺν τῷ γνησίῳ τῆς οἰκείας αἱρέσεως ἀναθεματισμῷ τῆς τῶν μυστηρίων αὐτοὺς ἀξιοῖ μεταλήψεως· τὸν δὲ πεπορνευκότα ἐξομολογούμενον, καὶ τῆς ἁμαρτίας παυόμενον εἰσδεχομένη ἐπὶ χρόνους αὐτὸν τῶν ἀχράντων μυστηρίων ἀφορίζειν παρὰ τῶν ἀποστολικῶν ὑποτρέπεται κανόνων; Κἀμοῦ τῇ ἀπορίᾳ καταπλαγέντος, τὸ ἄπορον μεμένηκεν ἄπορον καὶ ἀδιάλυτον. Ἐρευνήσωμεν καὶ μετρήσωμεν, καὶ τηρήσωμεν ποία μὲν ἐν τῇ ψαλμῳδίᾳ ἐκ τοῦ τῆς πορνείας δαίμονος ἡδύτης ἡμῖν προσγίνεται· ποία δὲ ἐκ τῶν λόγων τοῦ Πνεύματος καὶ τῆς ἐν αὐτοῖς ὑπαρχούσης χάριτος καὶ δυνάμεως. Μὴ λάθῃς σεαυτὸν, ὦ νέε. Εἶδον γὰρ ἐκ ψυχῆς τινας τοῖς ἑαυτῶν προσφιλέσι προσευχομένους, καὶ ἐκ πορνείας κινούμενοι, ἐδόκουν μνήμην καὶ θεσμὸν ἀγάπης ἐκτελεῖν. Ἔστι δι᾿ ἁφῆς σωματικῶς μολύνεσθαι· οὐδὲν γὰρ βαρύτερον ταύτης τῆς αἰσθήσεως· μέμνησο τοῦ συμπλέξαντος τῇ χειρὶ τὸ θέριστρον, καὶ νάρκα χεῖρα ἐπὶ φυσικῶν, καὶ οὐ φυσικῶν, οἰκείου τε καὶ ἀλλοτρίου σώματος. Οἶμαι μὴ λέγεσθαί τινα τὸ παράπαν ἅγιον φερωνύμως, εἰ μὴ πρότερον τὴν γῆν ταύτην εἰς ἁγιασμὸν μεταποιήσῃ, εἴπερ καὶ ἔνεστι μεταμορφῶσαι. Ἐν τῇ στρωμνῇ ἀναπεσόντες, τότε νήψωμεν· διότι ὁ νοῦς τότε χωρὶς τοῦ σώματος συμπαλαίει τοῖς δαίμοσι· κἂν εὑρεθῇ φιλήδονος, προδότης ἡδέως γίνεται. Μνήμη θανάτου πάντως συγκοιμηθήτω σοι, καὶ συναναστήτω σοι, καὶ μονολόγιστος Ἰησοῦ εὐχή· οὐδὲν γὰρ ὡς ταῦτα ἐν τῷ ὕπνῳ εὑρήσεις βοηθήματα. Τινὲς ἐκ βρωμάτων μόνων τοὺς πολέμους καὶ τὰς ἐκκρίσεις εἶναι δοκιμάζουσιν· ἐγὼ δὲ ἐσχάτως νοσοῦντας, καὶ εἰς ἄκρον νηστεύοντας, ταύταις ἰσχυρῶς μολυνομένουςτεθέαμαι. Ἠρώτησά ποτέ τινα περὶ τούτων τῶν δοκιμωτάτων διακριτικῶν μοναχῶν· καὶ ἐδίδαξεν ὁ μακάριος μάλα σαφῶς. Ἔστι, φησὶν ὁ ἀοίδιμος καθ᾿ ὕπνους ἔκκρισις ἐκ πλήθους βρωμάτων καὶ ἀνέσεως· ἑτέρα ἐξ ὑπερηφανίας, ὅταν ἐν τῇ χρονίᾳ ἡμῶν τυφώμεθα ἀῤῥευστίᾳ· καὶ ἔστιν ἐκ τοῦ τὸν πλησίον κατακρίνειν· καὶ αἱ μὲν δύο, φησὶ, δύνανται καὶ τοῖς ἀσθενοῦσι ἐπισυμβαίνειν· νομίζω δὲ καὶ αἱ τρεῖς. Εἰ δέ τις ἑαυτὸν πασῶν τῶν προειρημένων αἰτιῶν καθαρεύοντα ψηλαφήσειε, μακάριος τῆς τοιαύτης ἀπαθείας ἐργάτης, ἐκ φθόνου δαιμόνων, καὶ μόνον τὸ συμβὰν πεπονθὼς τοῦτο τοῦ Θεοῦ ἐν αὐτῷ συγχωρήσαντος γενέσθαι ἐκ χρόνου, ἵνα δι᾿ ἀναμαρτήτου συμφορᾶς ὑψηλοτάτην κτήσηται τὴν ταπείνωσιν. Μηδεὶς τὰ καθ᾿ ὕπνους φαντάσματα πρὸς ἑαυτὸν μεθ᾿ ἡμέραν λογίζεσθαι θελήσειεν· σκοπὸς γὰρ καὶ οὗτος τοῖς δαίμοσιν, ἵνα ἐξ ἐνυπνίων χρηγοροῦντας ἡμᾶς μολύνωσιν. Ἀκούσωμεν καὶ ἄλλην τῶν ἐχθρῶν ἡμῶν πανουργίαν. Ὥσπερ τὰ τὸ σῶμα βλάπτοντα βρώματα μετὰ χρόνον, ἢ ἡμέραν τὴν νόσον ἡμῖν ποιεῖν πεφύκασιν, οὕτω πολλάκις καὶ ἐπὶ τῶν τὴν ψυχὴν μολυνόντων αἰτίων ἑώρακα τρυφῶντας, καὶ παραυτίκα μὴ πολεμουμένους· καὶ ἑώρακα γυναιξὶ συνεσθίοντας, καὶ συνδιατρίβοντας· καὶ μηδεμίαν πονηρὰν ἔννοιαν παρ᾿ αὐτὰ λογιζομένους· καὶ μέντοι θαῤῥήσαντες οἱ ἀπατώμενοι, ὅταν ἔδοξαν εἰρήνην καὶ ἀσφάλειαν ἔχειν, ἐν τῇ ἑαυτῶν κέλλῃ αἰφνίδιον ἔπαθον ὄλεθρον. Τίς δὲ ὁ ὄλεθρος, ὁ κατὰ μόνας μόνοις ἡμῖν σωματικῶς καὶ ψυχικῶς γινόμενος, ὁ μὲν πειρασθεὶς ἐπίσταται· ὁ δὲ μὴ πειρασθεὶς, γνῶναι οὐ δεῖται.
 
Τῷ καιρῷ ἐκείνῳ καλὸν ἡμῖν βοήθημα σάκκος, σποδὸς, στάσις παννύχιος· ἐπιθυμία ἄρτου· γλῶσσα φλεγομένη, καὶ μετρίως δροσιζομένη, σορῶν οἴκησις, καὶ πρὸ πάντων ταπείνωσις καρδίας, καὶ εἰ δυνατὸν, πατὴρ, ἢ ἀδελφὸς σπουδαῖος, γηραιὸς τῷ φρονήματι εἰς βοήθειαν. Θαυμάζω γὰρ εἰ μόνος τις ἐκ πελάγους ναῦν διασῶσαι δύναται. Τὸ αὐτὸ πτῶμα πολλάκις ἑκατονταπλάσιον τοῦ ἑτέρου πραχθέντος κρῖμα κέκτηται, ἐκ τρόπου, ἐκ τόπου, ἐκ προκοπῆς, καὶ ἐξ ἄλλων πολλῶν. Παράδοξόν μοί τις καὶ ἀκρότατον ἁγνείας ὅρον ὑφηγήσατο. Κάλλος γὰρ, φησὶν, τις θεασάμενος, τὸν Ποιητὴν μεγάλως ἐξ ἐκείνου ἐδόξασε· καὶ ἀπὸ μόνης τῆς θέας εἰς ἀγάπην Θεοῦ καὶ δακρύων πηγὴν κατεφέρετο· καὶ ἦν θάμβος ἰδέσθαι τὸν ἑτέρου βόθρον, ἄλλῳ στέφανον γενόμενον ὑπὲρ φύσιν.
 
Εἰ πάντοτε ὁ τοιοῦτος ἐν τοῖς τοιούτοις αἴσθησιν καὶ ἐργασίαν κέκτηται, ἀνέστη ἄφθαρτος πρὸ τῆς κοινῆς ἀναστάσεως. Τῷ αὐτῷ κανόνι, καὶ ἐπὶ τῶν μελῳδικῶν καὶ ᾀσμάτων χρησόμεθα. Οἱ μὲν γὰρ φιλόθεοι, εἰς ἱλαρότητα καὶ θείαν ἀγάπην, καὶ δάκρυα, καὶ ἐκ τῶν ἔξωθεν, καὶ ἐκ τῶν πνευματικῶν ᾠδῶν κινεῖσθαι πεφύκασιν· οἱ δὲ φιλήδονοι, τὸ ἐναντίον.
 
Τινὲς, καθὼς καὶ φθάσαντες εἴπομεν, ἐν τοῖς ἡσυχαστικοῖς τόποις, πολλῷ πλέον πολεμεῖσθαι πεφύκασι· καὶ οὐ θαῦμα, φιλοχωροῦσι γὰρ ἐκεῖ πολλῷ πλέον οἱ δαίμονες ὑπὸ τοῦ Κυρίου ἐν ταῖς ἐρήμοις, καὶ ἐν τῇ ἀβύσσῳ ἐξορισθέντες πρὸς σωτηρίαν ἡμῶν. Πολεμοῦσιν ἡσυχαστῇ χαλεπῶς οἱ τῆς πορνείας δαίμονες· ἵνα ὡς μηδὲν ὠφελούμενον ἐκ τῆς ἐρήμου πρὸς τὸν κόσμον διώξωσιν· ἀναχωροῦσιν ἐξ ἡμῶν ἐν τῷ κόσμῳ διαγόντων, ἵνα ὡς μὴ πολεμούμενοι τοῖς κοσμικοῖς συναπομείνωμεν. Ὅπου πολεμούμεθα, ἐκεῖ πάντως τῷ ἐχθρῷ χαλεπῶς πολεμοῦμεν. Μὴ πολεμούμενος γὰρ ἐξ ἡμῶν, φίλος ἐχθρῶν καὶ αὐτὸς εὑρίσκεται. Σκεπόμεθα τῇ χειρὶ τοῦ Κυρίου ἐν τῷ κόσμῳ κατά τινα χρείαν διάγοντες, ἴσως ἐξ εὐχῆς τοῦ πατρὸς πολλάκις, ἵνα μὴ καὶ ὁ Κύριος βλασφημηθῇ δι᾿ ἡμᾶς· ἐστι δὲ ὅτε καὶ ἐξ ἀναλγησίας, καὶ τοῦ ἐν πολλῇ πείρᾳ, καὶ κόρῳ, τῶν θεωμένων, καὶ λαλουμένων προϋπάρχειν· ἢ καὶ τῶν δαιμόνων ὑποχωρούντων ἑκουσίως, καὶ καταλιμπανόντων ἡμῖν τὸν τῆς οἰήσεως δαίμονα τὸν τόπον πάντων ἀναπληροῦντα.
 
Ἀκούσατε τοῦ ἀπατεῶνος τούτου μηχανὴν καὶ πανουργίαν, πάντες οἱ ἁγνείαν ἐξασκεῖν προαιρούμενοι, καὶ φυλάξασθε.
 
Διηγήσατό μοί τις τῶν ἐν πείρᾳ τοῦ δόλου γεγονότων, ὡς πλειστάκις ὁ τῶν σωμάτων δαίμων ὑποστέλλει ἑαυτὸν εἰς τέλος, εὐλάβειαν ἀκροτάτην τῷ μοναχῷ ὑποτιθέμενος, καὶ δακρύων ἴσως πηγὴν κατὰ τὸν καιρὸν ἡνίκα γυναιξὶ συγκάθηται, ἢ διαλέγεται περὶ μνήμης τε θανάτου, καὶ κρίσεως, καὶ σωφροσύνης, αὐτὸν ταύτας νουθετεῖν ὑποβάλλων, ἵνα διὰ τοῦ λόγου, καὶ τῆς ἐπιπλάστου εὐλαβείας προσδράμωσιν ὡς ποιμένι τῷ λύκῳ αἱ ἄθλιαι, καὶ συνηθείας, καὶ παῤῥησίας λοιπὸν γενομένης, τότε τὸ πτῶμα ὁ πανάθλιος ὑποστήσεται. Φεύγοντες φεύγωμεν τοῦ μὴ βλέπειν, μηδὲ ἀκούειν καρποῦ οὗ μὴ γεύσασθαι λοιπὸν συνεταξάμεθα. Θαυμάζω γὰρ [ὅτι] τοῦ Δαυῒδ τοῦ προφήτου ἰσχυροτέρους ἑαυτοὺς λογιζόμεθα, ὅπερ ἀμήχανον. Οὕτως ὑψηλὸν καὶ μέγα τὸ τῆς ἁγνείας ἐγκώμιον, ὡς τολμῆσαί τινας τῶν Πατέρων ἀπάθειαν αὐτὴν προσαγορεῦσαι. Τινές φασιν ἀμήχανον λοιπὸν μετὰ γεῦσιν ἁμαρτίας, ἁγνὸν ὀνομάζεσθαι. Ἐγὼ δὲ αὐτοὺς ἀνατρέπων ἔφασκον· δυνατὸν καὶ ῥᾴδιον τῷ βουλομένῳ ἀγριέλαιον εἰς καλλιέλαιον μετεγκεντρίσαι. Εἰ μὲν παρθένῳ τῷ σώματι αἱ κλεῖς τῶν ἄνω ἐπιστεύθησαν, δίκαια ἴσως οἱ προλεχθέντες ἐδογμάτιζον· αἰσχυνέτω αὐτοὺς ὁ πενθερὰν κτησάμενος, καὶ ἁγνὸς γενόμενος, καὶ τὰς κλεῖς τῆς βασιλείας ἐπιφερόμενος. Πολύμορφος ὁ τῶν σωμάτων ὄφις· τοῖς μὲν ἀπείροις ἐνσπείρων τὸ ἐν πείρᾳ, καὶ γενέσθαι, καὶ παύσασθαι τοῖς δὲ ἐμπείροις ἐκ τῆς μνήμης πρὸς τὴν πεῖραν αὖθις προτρέπεται ὁ δείλαιος [δόλιος]. Πολλοὶ τῶν προτέρων ἐκ τῆς τοῦ κακοῦ ἀγνωσίας ἀπολέμητοι ὑπάρχουσι. Τῶν δὲ δευτέρων ὡς ἐν πείρᾳ τοῦ μύσους τούτου γεγονότες, ὀχλήσεις λοιπὸν, καὶ πολέμους ὑφίστανται πλὴν καὶ τοὐναντίον πολλάκις ἐστίν.
 
Ὅτε ἐκ τῶν ὕπνων ἀγαθοὶ καὶ εἰρηνικοί τινες ἀνιστάμεθα, ὑπὸ ἁγίων ἀγγέλων τοῦτο λεληθότως ὑπομένομεν, καὶ μάλιστα ὅταν μετὰ πολλῆς εὐχῆς καὶ νήψεως κοιμηθέντες τυγχάνωμεν· ἔστι δὲ ὅτε [καὶ ἔστιν ὅτε, σκυθρωποὶ] καὶ οὐκ ἀγαθοὶ τῶν ὕπνων ἀνιστάμεθα, ὑπὸ πονηρῶν ἐνυπνίων τοῦτο [al. ἔστι δ᾿ ὅτε οὐκ ἀγαθοὶ, ἀλλὰ πικροί τινες τῶν ὕπνων ἀνιστάμεθα ὑπὸ πονηρῶν ἐνυπνίων, καὶ θεαμάτων τοῦτο] παθόντες [al. πάσχοντες]. Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμενον, καὶ ταρασσόμενον, καὶ μαινόμενον ἐν ἐμοὶ, ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον δι᾿ ἐγκρατείας· καὶ ἰδοὺ οὐκ ἦν ὡς τὸ πρὶν ὁ θυμὸς αὐτοῦ· καὶ ἐζήτησα αὐτὸν ταπεινώσας μου τὸν λογισμὸν, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ὁ τόπος αὐτοῦ, ἢ τὸ ἴχνος αὐτοῦ. Ὅστις σῶμα ἐνίκησεν, οὗτος φύσιν ἐνίκησεν· ὁ δὲ τὴν φύσιν νικήσας, πάντως ὑπὲρ φύσιν ἐγένετο· ὁ δὲ οὗτος γενόμενος ἠλαττώθη βραχύ τι παρ᾿ ἀγγέλοις, ἵνα μὴ εἴπω, οὐδέν. Οὐ θαῦμα τῷ ἀΰλῳ τὸν ἄϋλον μάχεσθαι· θαῦμα δὲ, ὄντως θαῦμα, τὸ ἔνυλον κατὰ τῆς ἐχθρᾶς ταύτης καὶ ἐπιβούλου ὕλης τοὺς ἀΰλους ἐχθροὺς τροπώσασθαι. Πολλὴν περὶ ἡμᾶς ὁ ἀγαθὸς Κύριος ποιούμενος καὶ ἐν τούτῳ τὴν ἐπιμέλειαν, τὴν τοῦ θήλεος ἀναισχυντίαν, ὥσπερ χαλινῷ τινι τῇ αἰδοῖ ἐπεστόμισεν. Εἰ γὰρ ἐκεῖνο πρὸς τὸ ἄῤῥεν ηὐτομόλει, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. Ἄλλο προσβολὴ, καὶ ἄλλο συνδυασμὸς, καὶ ἄλλο συγκατάθεσις, καὶ ἄλλο αἰχμαλωσία, καὶ ἕτερον πάλη, καὶ ἄλλο τὸ λεγόμενον πάθος ἐπὶ τῆς ψυχῆς, παρὰ τοῖς τῶν πατέρων διακριτικοῖς εἶναι ὁρίζεται. Προσβολὴν μὲν γὰρ οἱ μακάριοι εἶναι ὁρίζονται λόγον ψιλὸν, ἢ εἰκόνα τοῦ τυχόντος νεοφανῶς ἐν τῇ καρδίᾳ ἐμφερομένην· συνδυασμὸν δὲ, τὸ συλλαλῆσαι τῷ φανέντι μετὰ πάθους, ἢ ἀπαθῶς· συγκατάθεσιν δὲ νεῦσιν ἐνήδονον τῆς ψυχῆς πρὸς τὸ ὀφθὲν γινομένην· αἰχμαλωσίαν δὲ βιαίαν καὶ ἀκούσιον τῆς καρδίας ἀπαγωγὴν, ἢ ἐπίμονον καὶ τῆς ἀρίστης ἡμῶν καταστάσεως ἀφανιστικὴν συνουσίαν πρὸς τὸ τυχόν. Πάλην δὲ ὁρίζονται εἶναι ἰσοσθενῆ πρὸς τὸν μαχόμενον δύναμιν, ἑκουσίως ἢ νικῶσαν, ἢ τὴν ἧτταν ὑπομένου σαν· πάθος δὲ κυρίως εἶναι λέγουσιν τὸ χρόνῳ μακρῷ ἐν τῇ ψυχῇ ἐμπαθῶς ἐμφωλεῦον, καὶ ὥσπερ εἰς ἕξιν αὐτὴν λοιπὸν ἐν τῇ πρὸς αὐτὸ συνηθείᾳ ἀγαγὸν, καὶ αὐθαιρέτως λοιπὸν ἐν αὐτῷ καὶ οἰκείως αὐτομολοῦσαν.
 
Τούτων πάντων τὸ μὲν πρῶτον ἀναμάρτητον, τὸ δὲ δεύτερον οὐ πάντως, τὸ δὲ τρίτον πρὸς τὴν τοῦ ἀγωνιζομένου κατάστασιν· ἡ δὲ πάλη ἣ στεφάνων, ἢ τιμωριῶν αἴτιος. Ἡ γὰρ αἰχμαλωσία ἑτέρως ἐν καιρῷ προσευχῆς, καὶ ἑτέρως ἐν ἑτέρῳ καιρῷ, καὶ ἄλλως ἐπὶ μέσοις, καὶ ἄλλως ἐπὶ πονηροῖς ἐνθυμήμασι κρίνεται· τὸ δὲ πάθος ἀναμφιβόλως ἐν πᾶσιν, ἢ ἀντιζύγῳ μετανοίᾳ, ἢ τῇ μελλούσῃ κολάσει ὑπόκειται· ὁ τοίνυν τὸ πρῶτον ἀπαθῶς λογιζόμενος, πάντα τὰ ἔσχατα ὑφ᾿ ἓν περιέκοψεν. Ἔστι παρὰ τοῖς ἀκριβεστάτοις τῶν γνωστικῶν Πατέρων, καὶ ἑτέρα τις τούτων λεπτοτέρα ἔννοια, ὅπερ παραῤῥιπισμὸν νοός τινες ὀνομάζεσθαι λέγουσιν, ὅστις χρόνου χωρὶς, καὶ λόγου καὶ εἰκόνος ὀξυτέρως τὸ πάθος τῷ πάσχοντι σημαίνειν πέφυκε. Θᾶττον οὐδὲν τοῦ [ἐπὶ] τῶν σωμάτων, ὀξύτερον ἢ ἀφανέστερον ἐν πνεύμασιν εἶναι πέφυκε, μνήμῃ ψιλῇ καὶ ἀσυνδιάστῳ, ἀχρόνῳ τε καὶ ἀφράστῳ [al. ἀφθάρτῳ], παρά τισι δὲ καὶ ἀγνώστῳ τὴν ἑαυτοῦ ἐν τῇ ψυχῇ παρουσίαν ποιοῦντος [ἐμφαῖνον, al. ποιοῦν]. Εἴ τις τοίνυν τὴν τοιαύτην αὐτοῦ λεπτότητα διὰ πένθους καταλαβεῖν ἠδυνήθη, οὗτος ἡμᾶς διδάξαι δύναται, πῶς τέ ἐστι καὶ ὀφθαλμῷ μόνῳ, ψιλῇ τε θέᾳ καὶ ἁφῇ χειρὸς, καὶ μέλους ἀκροάσει ἐκτὸς πάσης ἐννοίας, καὶ λογισμοῦ πορνεύων ψυχὴν ἐμπαθῶς. Τινές φασιν ἐκ τῶνλογισμῶν τῆς καρδίας τὸ σῶμα εἰς πάθη ἔρχεσθαι· τινὲς δὲ πάλιν τὸ ἔμπαλιν, ἐκ τῶν τοῦ σώματος αἰσθήσεων τοὺς πονηροὺς ἀποτίκτεσθαι λογισμούς· καὶ οἱ μὲν πρότεροί φασιν, ἐὰν μὴ ὁ νοῦς προδράμῃ, οὐκ ἂν τὸ σῶμα ἐπακολουθήσειν· οἱ δὲ δεύτεροι τὴν τοῦ σωματικοῦ πάθους κακουργίαν εἰς οἰκείαν συνηγορίαν φέρουσι λέγοντες· Πολλάκις ἐξ ἡδίστης ὄψεως ἢ χειρὸς ἁφῆς, ἢ εὐώδους ὀσφρήσεως, ἢ ἀκοῆς ἡδυφωνίας οἱ λογισμοὶ ἐν τῇ καρδίᾳ τὴν εἴσοδον λαμβάνουσιν. Περὶ τούτων ὁ δυνάμενος ἐν Κυρίῳ διδάξει. Πάνυ γὰρ τὰ τοιαῦτα τοῖς διὰ γνώσεως τὴν πρακτικὴν μετερχομένοις ἀναγκαῖα καὶ ὠφέλιμα.
 
Τοῖς γὰρ ἐν ἁπλότητι καρδίας ἐργάταις τούτων λόγος οὐδείς· οὐ γὰρ πάντων ἡ γνῶσις, οὐδὲ πάντων ἡ μακαρία ἁπλότης. ὁ θώραξ πρὸς τοὺς τῶν πονηρῶν δόλους· ἔνια μὲν τῶν παθῶν ἐκ τῶν ἐντὸς ἐπὶ τὸ σῶμα προέρχονται· τινὰ δὲ πάλιν τὸ ἔμπαλιν καὶ ἐν τοῖς μὲν ἐν κόσμῳ τὸ δεύτερον· ἐν δὲ τοῖς μονήρη βίον μετιοῦσι τὸ πρότερον διὰ τὴν τῶν ὑλῶν ἀπορίαν.
 
Ἐγὼ δὲ περὶ τούτου ἐκεῖνο λέγω· Ζητήσεις παρὰ κακοῖς σύνεσιν, καὶ οὐχ εὑρήσεις. Ὅταν πολλὰ πρὸς τὸν τῆς πηλοῦ σύζυγον δαίμονα ἀγωνισάμενοι, τοῦτον ἐκ τῆς ἡμετέρας καρδίας διὰ λίθων νηστείας, καὶ ξίφους ταπεινώσεως βασανίσαντες ἐξελάσωμεν, τότε λοιπὸν ἐν τῷ σώματι ὥσπερ σκώληξ τις ἐγκαθήμενος εἰς ἀλόγους τινὰς κινήσεις καὶ ἀκαίρους ἡμᾶς γαργαλίζων ὁ δείλαιος μολύνειν βιάζεται. Τοῦτο δὲ μάλιστα πάσχειν εἰώθασι οἱ τῷ τῆς κενοδοξίας δαίμονι πειθόμενοι, διότι ἐν καρδίᾳ μηκέτι λογισμοὺς πορνικοὺς συνεχῶς λογιζόμενοι, τῇ κενοδοξίᾳ προσεπέλασεν. Καὶ ὅτι τὸ εἰρημένον ἀψευδὲς, ὁπόταν ἡσυχίας τινὸς οὗτοι ἐπιλάβωνται, νουνεχῶς ἑαυτοὺς ἀνακρινάτωσαν· καὶ πάντως εὑρίσκουσι λογισμόν τινα κατὰ βάθους τῆς καρδίας αὐτῶν, ὥσπερ τινὰ ὄφιν ἐν κόπρῳ κρυπτόμενον, καὶ ἐξ οἰκείας σπουδῆς καὶ προθυμίας τὸ κατόρθωμα τὸ τῆς καρδιακῆς ποσῶς ἁγνείας κατορθωκότας [al. κατορθωκέναι]ὑποτιθέμενον, μὴ νοοῦντες οἱ τάλανες τό· Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες δωρεὰν, ἢ ἐκ Θεοῦ, ἢ ἐξ ἑτέρων συνεργίας καὶ εὐχῆς; Σκοπείτωσαν τοίνυν, καὶ πάσῃ σπουδῇ τὸν προειρημένον ὄφιν τῆς ἑαυτῶν καρδίας διὰ ταπεινοφροσύνης πολλῆς νεκρώσαντες ἀποπεμπέσθωσαν, ὅπως τούτου ἀπαλλοτριωθέντες, δυνήσωνται ἴσως ποτὲ καὶ οὗτοι τοὺς δερματίνους χιτῶνας ἐκδύσασθαι, καὶ τὸν ἐπινίκιον τῆς ἁγνείας, εἴς ποτε τὰ ἁγνὰ νήπια, ὕμνον τῷ Κυρίῳ ᾆσαι· εἴπερ ἐκδυσάμενοι οὐ γυμνοὶ τῆς ἐκείνων ἀκακίας καὶ ταπεινώσεως φυσικῆς εὑρεθήσονται. Ἐπιτηρεῖ καὶ αὐτὸς οὗτος ὁ δαίμων, καὶ πολλῷ πλέον τῶν ἄλλων τοὺς καιροὺς, ὅταν μάλιστα οὐ δυνάμεθα σωματικῶς κατ᾿ αὐτοῦ εὔξασθαι· καὶ τότε πολεμεῖν ἡμᾶς δοκιμάζει ὁ ἀνόσιος.
 
Συνέρχεται τοῖς μήπω κεκτημένοις προσευχὴν καρδίας ἀληθῆ ὁ ἐν τῇ σωματικῇ εὐχῇ σκυλμὸς, λέγω δὴ, ἔκτασις χειρῶν, στήθους τύψις, εἰς οὐρανοὺς εἰλικρινὴς ἀνάβλεψις, στεναγμῶν θόρυβος, γονάτων συνεχὴς κλίσις, ἄπερ ποιεῖν διὰ τοὺς παρόντας οὐ δύναται πολλάκις. Διόπερ τότε πολεμεῖν οἱ δαίμονες δοκιμάζουσιν· οἱ δὲ μὴ ἰσχύοντες ἀκμὴν τῇ τοῦ νοὸς ἐμβριθείᾳ, καὶ ἀοράτῳ δυνάμει προσευχῆς ἀνθίστασθαι ἐξ ἀνάγκης ἴσως ὑποχαλῶσι τοῖς πολεμοῦσιν αὐτούς·ἀποπήδησον, εἰ δυνατὸν, συντόμως, ἀποκρύβητι μικρὸν ἀγνώστως· ἀνάνευσον ὄμματι, εἰ δυνατὸν ψυχικῷ· εἰ δὲ μὴ, κἂν ἐξωτικῷ· σταύρωσον χεῖρας ἀκινήτως, ἵνα δὴ διὰ τοῦ τύπου τὸν Ἀμαλὴκ αἰσχύνῃς καὶ νικήσῃς· βόησον πρὸς τὸν δυνάμενον σῶσαι, μὴ ἐν σεσοφισμένοις ῥήμασιν, ἀλλ᾿ ἐν ταπεινοῖς φθέγμασι πρὸ πάντων· Ἐλέησόν με, ὅτι ἀσθενής εἰμι, προοιμιαζόμενος. Τότε πειρασθήσῃ Ὑψίστου δυνάμεως· καὶ ἀοράτως ἀοράτους διώξεις δι᾿ ἀοράτου βοηθείας. Ὁ οὕτως σεσυνηθικὼς πολεμεῖν, ταχέως καὶ τῇ ψυχῇ μόνῃ τοὺς ἐχθροὺς ἐκδιώκειν ἄρξεται· ἀντίδωρον γὰρ τοῦ προτέρου τὸ δεύτερον παρὰ Θεοῦ τοῖς ἐργάταις, καὶ δικαίως.
 
Ἐν συναθροίσει που εὑρεθεὶς, ἐπεσημηνάμην σπουδαῖον ἀδελφὸν ὑπὸ πονηρῶν λογισμῶν ὀχληθέντα· καὶ τόπου ἁρμοδίου μὴ εὑρεθέντος εἰς ἀπόκρυφον προσευχῆς, εἰς τὴν τῆς γαστρὸς χρείαν εἰσπεπηδηκὼς ὡς ὑπ᾿ αὐτῆς νενυγμένος, εὐτόνῳ εὐχῇ κατὰ τῶν πολεμίων ἐχρήσατο· ἐμοῦ δὲ ἐπὶ τῇ τοῦ τόπου ἀνοικειότητι αὐτὸν ἐπιμεμψαμένου, Ὑπὲρ ἀκαθάρτων, φησὶν, λογισμῶν διώξεως ἐν ἀκαθάρτῳ τόπῳ προσηυξάμην καθαρισθῆναι ῥύπου. Πάντες μὲν οἱ δαίμονες σκοτοῦν τὸν νοῦν δοκιμάζουσιν· ἶθ᾿ οὕτως, τὰ αὐτοῖς φίλα ὑποβάλλουσιν. Εἰ μὴ γὰρ ἐκεῖνος καμμύσει, οὐ συληθήσεται ὁ θησαυρός. Ὁ δὲ τῆς πορνείας πολλῷ πλέον πάντων. Οὗτος πολλάκις τὸν ἡγεμόνα νοῦν συλλήσας, καὶ ἐπὶ ἀνθρώπων ποιεῖν προτρέπεται, καὶ παρασκευάζει, ἅπερ οἱ ἐξεστηκότες μόνοι ἐργάζονται. Ὅθεν μετὰ καιρὸν τοῦ νοὸς ἐκνήφοντος οὐ μόνον τοὺς θεασαμένους, ἀλλὰ καὶ ἑαυτοὺς ἐπὶ ταῖς ἑαυτῶν ἀσέμνοις πράξεσι, καὶ ὁμιλίαις ἢ σχήμασιν αἰσχυνόμεθα, καὶ τὴν πρώτην ἡμῶν πώρωσιν ἐκθαμβούμεθα. Τοίνυν τινὲς πολλάκις ἐκ τῆς τοιαύτης διακρίσεως τοῦ κακοῦ ἐπαύσαντο. Ἀποστρέφου τὸν πολέμιον τὸν μετὰ τὴν πρᾶξιν προσεύχεσθαί σε, ἢ θεοσεβεῖν, ἢ ἀγρυπνεῖν ἀνακόπτοντα· μνημονεύων τοῦ εἰπόντος· Διὰ τὸ τοὺς κόπους μοι παρέχειν τὴν ὑπὸ τῶν προλήψεων τυραννουμένην ψυχὴν, ποιήσω τὴν ἐκδίκησιν αὐτῆς ἐκ τῶν ἐχθρῶν αὐτῆς. Τίς σῶμα ἐνίκησεν; Ὅστις καρδίαν συνέτριψεν. Τίς δὲ καρδίαν συνέτριψεν; Ὃς ἑαυτὸν ἠρνήσατο. Πῶς γὰρ οὐ συνετρίβη, ὃς θελήματι τέθνηκεν; Ἔστιν ἐμπαθὴς ἐμπαθοῦς ἐμπαθέστερος, καὶ αὐτὴν τὴν τῶν ἑαυτοῦ μολυσμῶν ἐξαγόρευσιν μετὰ ἡδυπαθείας ἐνηδόνως ποιούμενος. Οἱ ἐν καρδίᾳ ἀκάθαρτοι καὶ αἰσχροὶ λόγοι ἐκ τοῦ ἀπατεῶνος τῆς καρδίας τοῦ τῆς πορνείας δαίμονος πεφύκασι τίκτεσθαι· οὒς ἰᾶται ἐγκράτεια καὶ τὸ τούτους εἰς οὐδὲν ὅλως λογίζεσθαι· ποίῳ δὲ ἐγὼ ἤθει καὶ τρόπῳ τὸν ἐμὸν τοῦτον φίλον δήσας κατὰ τὴν ἀκολουθίαν τῶν λοιπῶν δικάσω, οὐκ ἐπίσταμαι· πρὶν γὰρ δήσω, λύεται· καὶ πρὶν δικάσω, διαλλάσσομαι· καὶ πρὶν τιμωρήσω, κατακάμπτομαι. Πῶς μισήσω ὃν φύσει ἀγαπᾷν πέφυκα; Πῶς ἐλευθερωθῶ ᾧ εἰς αἰῶνας συνδέδεμαι;
 
Πῶς καταργήσω τὸ καὶ σὺν ἐμοὶ ἀνιστάμενον; Πῶς δείξω ἄφθαρτον τὸ φθαρτὴν εἰληφὸς φύσιν; Τί εὔλογον εἴπω τῷ τὰ εὔλογα κεκτημένῳ διὰ τῆς φύσεως;
 
Ἂν δήσω νηστείᾳ τοῦτον, κατακρίνας τὸν πλησίον, αὐτῷ πάλιν παραδίδομαι. Ἂν τὸ κρίνειν παύσας τοῦτον νικήσω, ὑψωθεὶς τῇ καρδίᾳ κατηνέχθην ἐντούτῳ. Καὶ γὰρ καὶ σύνεργός ἐστι καὶ πολέμιος, καὶ βοηθὸς καὶ ἀντίδικος, καὶ ἀντιλήπτωρ καὶ ἐπίβουλος· θεραπευόμενος πολεμεῖ, καὶ τηκόμενος ἀτονεῖ, ἀναπαυόμενος ἀτακτεῖ, καὶ σαινόμενος οὐ φέρει· ἂν λυπήσω, ὅλως κινδυνεύσω· ἂν πλήξω, οὐκ ἔχω διὰ τίνος τὰς ἀρετὰς κτήσομαι· τὸν αὐτὸν καὶ ἀποστρέφομαι καὶ περιπτύσσομαι. Τί τὸ περὶ ἐμὲ μυστήριον; Τίς ὁ λόγος τῆς ἐμῆς συγκράσεως; Πῶς ἑαυτῷ ἐχθρὸς καὶ φίλος καθέστηκα; Λέγε μοι σύ, λέγε μοι, ὦ ἡ ἐμὴ σύζυγος, ὦ ἡ ἐμὴ φύσις· οὐ γὰρ παρ᾿ ἄλλου μαθεῖν περὶ σοῦ δεήσομαι· πῶς ἐκ σοῦ μείνω ἄτρωτος; πῶς δυνηθῶ τὸν φυσικὸν ἐκφυγεῖν κίνδυνον, ἐπειδὴ λοιπὸν ἐχθραίνειν πρός σε Χριστῷ συντέταγμαι; Πῶς σου τὴν τυραννίδα νικήσω, ἐπειδὴ βιαστής σου γενέσθαι προῄρηται; Ἡ δὲ πρὸς τὴν ἑαυτῆς ψυχὴν ἀποκρινομένη ἔλεγεν· Οὐ μή σοι μέντοι φράσω, ὃ καὶ σὺ οὐκ ἐπίστασαι, ἀλλ᾿ ὃ ἅμα τῇ γνώσει κατέχομεν. Ἐγὼ ἐν ἐμοὶ ἀγάπησιν πατέρα ἔχω, τῆς μὲν ἔξωθεν πυρώσεως τὴν ἐμὴν θεραπείαν καὶ καθολικῶς ἄνεσιν, τῆς δὲ ἔσωθεν κινήσεως ἐκ προλαβούσης ἀνέσεως, καὶ γεγονότων πράξεων.
 
Ἐγὼ συλλαβοῦσα τίκτω πτώματα· ἐκεῖνα δὲ τεχθέντα πάλιν θάνατον δι᾿ ἀπογνώσεως τίκτουσιν· ἂν γνῷς τὴν ἐμὴν καὶ σὴν ἐναργῆ καὶ βαθεῖαν ἀσθένειαν, ἔδησάς μου τὰς χεῖρας· ἂν τὸν λαιμὸν βασανίσῃς, ἔδησάς μοι τοὺς πόδας τοῦ μὴ πόῤῥω βαδίζειν· ἂν ζευχθῇς ὑπακοῇ, ἐμοῦ ἀπεζεύχθης· ἂν κτήσῃ ταπείνωσιν, ἐμοῦ τὴν κεφαλὴν ἀπέκοψας.
 
Πεντεκαιδέκατον ἔπαθλον, ὁ ἐν σαρκὶ ὢν, καὶ τοῦτο εἰληφὼς ἀπέθανε, καὶ ἀνέστη· καὶ τῆς μελλούσης ἀφθαρσίας τὸ προοίμιον ἤδη ἀπ᾿ ἐντεῦθεν ἐγνώρισεν.
 
=== ΛΟΓΟΣ ΙϚ´
Περὶ φιλαργυρίας.
Πλεῖστοι ὅσοι τῶν σοφῶν διδασκάλων πεφύκασι μετὰ τὸν προγεγραμμένον τύραννον τὸν παρόντα μυριοκέφαλον δαίμονα φιλαργυρίας ἐντάττειν.
 
Ἵνα μὴ οὖν τὴν τάξιν τῶν σοφῶν οἱ ἄσοφοι ἡμεῖς ἐναλλάξαιμεν, τούτῳ ὅρῳ καὶ κανόνι ἐξηκολουθήσαμεν. Διὸ περὶ τῆς νόσου, εἰ δοκεῖ, μικρὰ, εἶθ᾿ οὕτως περὶ τῆς ὑγείας βραχέα διαλάβωμεν. Φιλαργυρία ἐστὶν εἰδώλων προσκύνησις, ἀπιστίας θυγάτηρ, ἀσθενειῶν προφασίστρια, γήρως μάντις, λιμῶν προμηνυτὶς ἀβροχίας ὑποβολεύς. Φιλάργυρός ἐστιν Εὐαγελίων μυκτηριστὴς, καὶ ἑκούσιος παραβάτης. Ὁ κτησάμενος ἀγάπην, διεσκόρπισε χρήματα· ὁ δὲ τοῖς δύο λέγων συζῇν, ἑαυτὸν ἠπάτησεν.
 
Ὁ πενθῶν ἑαυτὸν καὶ τὸ σῶμα ἠρνήσατο· καὶ καιροῦ καλοῦντος, οὐδὲ τούτου ἐφείσατο. Μὴ λέγε συνάγειν τῶν πτωχῶν ἕνεκα· δύο γὰρ λεπτὰ τὴν βασιλείαν ἠγόρασαν. Φιλόξενος καὶ φιλάργυρος ἑαυτοῖς ὑπήντησαν· ὁ δὲ δεύτερος τὸν πρότερον ἀδιάκριτον ὠνόμασεν· ὁ νικήσας τὸ πάθος, μερίμνας περιέκοψεν· ὁ δὲ δεδεμένος οὐδέποτε καθαρῶς προσεύξεται.
 
Ἀρχὴ φιλαργυρίας ὑπόθεσις ἐλεημοσύνης, τέλος δὲ ταύτης μῖσος πρὸς πένητας. Ἕως οὗ συνάξῃ, ἐλεήμων γίνεται· τῶν χρημάτων δὲ παρόντων, τὰς χεῖρας ἀπέσφιγξεν. Εἶδον πένητας τοῖς χρήμασιν ἐν τῇ τῶν πτωχῶν τῷ πνεύματι πολιτείᾳ πλουτήσαντας· καί γε τῆς προτέρας αὐτῶν πενίας ἐπελάθοντο· Φιλοχρήμων μοναχὸς ἀκηδίας ἀλλότριος, τοῦ ἀποστολικοῦ λόγου καθ᾿ ὥραν μνημονεύων· Ὁ ἀργὸς μηδὲ ἐσθιέτω. Καί· Αἱ χεῖρές μου διηκόνησαν ἐμοὶ, καὶ τοῖς σὺν ἐμοί.
 
Ἑκκαιδεκάτη πάλη· ἣν ὁ νικήσας ἢ ἀγάπην κέκτηται, ἢ μέριμναν περιέκοψεν.
 
ΛΟΓΟΣ ΙΖʹ ===
Περὶ ἀκτημοσύνης [τῆς οὐρανοδρόμου].
Ἀκτημοσύνη ἐστὶ φροντίδων ἀπόθεσις, ἀμεριμνία βίου, ὁδοιπόρος ἀνεμπόδιστος, πίστις ἐντολῶν, λύπης ἀλλότριος· ἀκτήμων μοναχὸς δεσπότης κόσμου, τῷ Θεῷ τὴν φροντίδα πιστεύων, καὶ διὰ πίστεως πάντας δούλους κεκτημένος· οὐκ ἐρεῖ ἀνθρώπῳ περὶ χρείας αὐτοῦ· τὰ δὲ ἐρχόμενα ὡς ἐκ χειρὸς Κυρίου δέξεται. Ἀκτήμων ἐργάτης, ἀπροσπαθείας υἱὸς, τὰ προσόντα αὐτῷ ὡς μὴ ὄντα λογιζόμενος, ἀναχωρήσεως καταλαβούσης ἡγήσατο πάντα σκύβαλα Εἰ δὲ λυπεῖται ἔν τινι, οὔπω ἀκτήμων γέγονεν. Ἀκτήμων ἀνὴρ ἐν προσευχῇ καθαρὸς, ὁ δὲ φιλοκτήμων εἰκόνας ὕλης προσεύχεται· οἱ ἐν ὑποταγῇ διατρίβοντες, φιλαργυρίας ἀλλότριοι· ὅπου γὰρ καὶ τὸ σῶμα ἐξέδωκαν, τί λοιπὸν κέκτηται ἴδιον; Ἓν οἱ τοιοῦτοι ἀδικεῖσθαι πεφύκασιν, εἰς μετάβασιν εὐχερεῖς καὶ ἕτοιμοι ὑπάρχοντες. Εἶδον ὕλην ὑπομονὴν μοναχοῖς ἐν τόπῳ γεννήσασαν. Ἐκείνων δὲ ἐγὼ τοὺς διὰ Κύριον πελαζομένοις πλέον ἐμακάρισα. Ὁ γευσάμενος τῶν ἄνω, εὐχερῶς καταφρονεῖ τῶν κάτω· ὁ δὲ ἐκείνων ἄγευστος, ἐπὶ κτήμασιν ἀγάλλεται.
 
Ἄλογος ἀκτήμων δύο ἀδικεῖται· τῶν παρόντων ἀπεχόμενος, καὶ τῶν μελλόντων στερούμενος. Μὴ οὖν φανῶμεν, ὦ μοναχοὶ, τῶν πετεινῶν ἀπιστότεροι.
 
Οὐ γὰρ μεριμνῶσιν, οὐδὲ συνάγουσιν· μέγας γὰρ ὁ ἀποκτώμενος εὐσεβῶς χρήματα· ἅγιος δὲ ὁ ἀποκτώμενος τὸ ἑαυτοῦ θέλημα. Ὁ μὲν ἑκατονταπλασίονα ἢ διὰ χρημάτων, ἢ διὰ χαρισμάτων λήψεται· ὁ δὲ ζωὴν αἰώνιον κληρονομήσει· οὐκ ἐκλείψει κύματα θάλασσαν, οὐδὲ φιλάργυρον ὀργὴ καὶ λύπη. Ὁ καταφρονήσας ὕλης, ἐλυτρώθη δικαιολογίας καὶ ἀντιλογίας· ὁ δὲ φιλοκτήμων ὑπὲρ ῥαφίδος ἕως θανάτου πυκτεύει· πίστις ἀκλινὴς περικόψει φροντίδας· θανάτου δὲ μνήμη ἀπαρνεῖται καὶ σῶμα. Οὐκ ἦν ἐν τῷ Ἰὼβ φιλαργυρίας ἴχνος· διὸ καὶ στερηθεὶς, ἀθόρυβος ἔμεινε. Ῥίζα πάντων τῶν κακῶν ἐστι καὶ λέγεται ἡ φιλαργυρία· μῖσος γὰρ, καὶ κλοπὰς, καὶ φθόνους, καὶ χωρισμοὺς, καὶ ἔχθρας, καὶ ζάλας, καὶ μνησικακίας, καὶ ἀσπλαγχνίας, καὶ φόνους αὕτη ἐποίησε. Διὰ μικροῦ πυρός τινες πολλὴν ὕλην κατέκαυσαν, καὶ διὰ μικρᾶς ἀρετῆς ὅλα τὰ παρόντα, καὶ τὰ εἰρημένα ἔφυγον πάθη· αὕτη καλεῖται ἀπροσπάθεια. Ταύτην δὲ ἔτεκε πεῖρα καὶ γεῦσις γνώσεως Θεοῦ, καὶ φροντὶς ἀπολογίας ἐξόδου. Οὐκ ἠγνόηται μὲν τῷ μετὰ προσοχῆς ἀνεγνωκότι πάσης τῆς μητροκάκου ὁ λόγος. Φησὶ γὰρ ἐν τῇ πονηρᾷ αὐτῆς καὶ ἐπαράτῳ τεκνογονίᾳ, δεύτερον αὐτῆς εἶναι ἀπόγονον, τὸν ἀναισθησίας λίθον· κεκώλυκε δέ με τὴν οἰκείαν αὐτῷ τάξιν ἀπονεῖμαι ὁ πολυκέφαλος τῆς εἰδωλολατρίας ὄφις. Τρίτην πῶς οὐκ οἶδα λαχὼν παρὰ τοῖς διακριτικοῖς τῶν πατέρων ἐν τῇ τῶν ὀκτὼ ἀλύσει· ὃν συμμέτρως ἀποπεράναντες λέγειν λοιπὸν περὶ ἀναισθησίας βουλόμεθα, ὡς τρίτης ὑπαρχούσης τῆςἐν γενέσει δευτέρας, μεθ᾿ ἣν λοιπὸν καὶ περὶ ὕπνου καὶ ἀγρυπνίας· οὐ μὴν δὲ ἀλλὰ καὶ περὶ τῆς νηπιώδους καὶ ἀνάνδρου δειλίας, βραχέα διαλάβωμεν· εἰσαγωγικῶν γὰρ τὰ τοιαῦτα νοσήματα. Ἑπτακαιδέκατον ἆθλον ὁ κτησάμενος, πρὸς οὐρανὸν ἀΰλως ὁδοιπορεῖ.
 
=== ΛΟΓΟΣ ΙΗʹ ===
Περὶ ἀναισθησίας ἤγουν νεκρώσεως ψυχῆς, καὶ θανάτου νοὸς πρὸ θανάτου σώματος
Ἀναισθησία καὶ ἐπὶ σωμάτων καὶ ἐπὶ πνευμάτων ἐστὶν νενεκρωμένη αἴσθησις, ἐκ χρονίας νόσου, καὶ ἀμελείας εἰς ἀναισθησίαν καταλήξασα.
 
Ἀναλγησία ἐστὶ πεποιωμένη ἀμέλεια, ναρκῶσα ἔννοια· προλήψεως γέννημα, προθυμίας παγὶς, ἀνδρείας βρόχος· κατανύξεως ἄγνοια· ἀπογνώσεως θύρα, λήθης μήτηρ, καὶ μετὰ τόκον μητρὸς οἰκείας μήτηρ, διάκρισις φόβου· ἀνάλγητός ἐστιν ἄφρων φιλόσοφος αὐτοκατάκριτος ἐξηγητής· αὐτεναντίος φιλολόγος, τυφλὸς διδάσκαλος τοῦ βλέπειν· περὶ τῆς τοῦ τραύματος ὑγιείας διαλέγεται, καὶ τοῦτο ἐπικνήθων οὐ παύεται, κατὰ τοῦ πάθους φθέγγεται· καὶ τὰ βλάπτοντα ἐσθίων οὐ παύεται· κατ᾿ αὐτοῦ προσεύχεται, καὶ εὐθέως ἐπὶ τὴν αὐτοῦ ἐργασίαν πορεύεται· ἐπὶ τῇ τούτου ἐργασίᾳ κατ᾿ αὐτοῦ ὀργίζεται· καὶ τοὺς ἑαυτοῦ λόγους οὐκ αἰσχύνεται ὁ τάλας. Κακῶς πράττω, βοᾷ, καὶ προθύμως ἐπίκειται· τὸ στόμα κατ᾿ αὐτοῦ προσεύχεται, καὶ τὸ σῶμα ὑπὲρ αὐτοῦ ἀγωνίζεται. Περὶ θανάτου φιλοσοφεῖ, καὶ ὡς ἀθάνατος διάκειται. Περὶ χωρισμοῦ στενάζει, καὶ ὡς αἰώνιος νυστάζει. Περὶ ἐγκρατείας διαλέγεται, καὶ περὶ γαστριμαργίας ἀγωνίζεται. Περὶ κρίσεως ἀναγινώσκει, καὶ μειδιᾷν ἄρχεται περὶ κενοδοξίας, καὶ ἐν αὐτῇ τῇ ἀναγνώσει κενοδοξεῖ· περὶ ἀγρυπνίας ἐκστηθίζει, καὶ τῷ ὕπνῳ εὐθέως ἑαυτὸν καταβαπτίζει· τὴν προσευχὴν ἐγκωμιάζει, καὶ ὡς ἀπὸ μάστιγος ταύτης φεύγει· τὴν ὑπακοὴν μακαρίζει, καὶ πρῶτος αὐτὸς παρακούει. Τοὺς ἀπροσπαθεῖς ἐπαινεῖ, καὶ διὰ ῥάκος μνησικακῶν, καὶ πολεμῶν οὐκ αἰσχύνεται. Ὀργιζόμενος πικραίνεται, καὶ ἐπὶ τῇ πικρίᾳ πάλιν ὀργίζεται, καὶ τῇ ἥττῃ ἧτταν προστιθεὶς οὐκ αἰσθάνεται· κορεσθεὶς μεταμελεῖται, καὶ μικρὸν προβὰς, πάλιν τῷ κόρῳ προσέθηκε. Τὴν σιωπὴν μακαρίζει, καὶ διὰ πολυλογίας αὐτὴν ἐγκωμιάζει. Περὶ πραότητος διδάσκει, καὶ ἐν αὐτῇ τῇ διδασκαλίᾳ πολλάκις ὀργίζεται, καὶ ἐπὶ τῇ πικρίᾳ πάλιν ὀργίζεται· ἀνανήψας ἐστέναξε, καὶ τὴν κεφαλὴν κινήσας πάλιν τοῦ πάθους ἔχεται. Τὸν γέλωτα ψέγει, καὶ μειδιῶν περὶ πένθους διδάσκει. Ἑαυτὸν ὡς κενόδοξον ἐπί τινων καταμέμφεται, καὶ διὰ τοῦ ψόγου δόξαν ἑαυτῷ πραγματεύεται. Ἐμπαθῶς εἰς πρόσωπον βλέπει, καὶ περὶ σωφροσύνης διαλέγεται. Τοὺς ἡσυχάζοντας ἐν κόσμῳ διατρίβων ἐπαινεῖ, καὶ ἑαυτὸν αἰσχύνων οὐ κατανοεῖ. Τοὺς ἐλεήμονας δοξάζει, καὶ τοὺς πτωχοὺς ὀνειδίζει. Πάντοτε ἑαυτοῦ κατήγορος γίνεται, καὶ εἰς συναίσθησιν ἐλθεῖν οὐ βούλεται, ἵνα μὴ εἴπω οὐ δύναται.
 
Ἑώρακα ἐγὼ τοιούτους πολλοὺς περὶ ἐξόδου καὶ φοβερῶν κριτηρίων ἀκηκοότας καὶ δακρύοντας, καὶ ἔτι τῶν δακρύων ἐν ὀφθαλμοῖς ὑπαρχόντων σπουδαίως ἐπὶ τὴν τράπεζαν ἐβάδιζον. Καὶ τεθαύμακα πῶς καὶ πένθος αὕτη ἡ δέσποινα καὶ ὀζοθήκη τροπώσασθαι ἠδυνήθη ἐξ ἀναλγησίας πολλῆς κρατυνομένη. Κατὰ τὴν δύναμιν τὴν ψιλὴν τὴν προσοῦσάν μοι τῆς λιθώδους ταύτης, καὶ ἀκροτόμου μαινάδος, καὶ μωρᾶς τοὺς δόλους, καὶ μώλωπας γεγύμνωκα.
 
Ἐπὶ πολὺ γὰρ φιλολογεῖν πρὸς αὐτὴν οὐκ ἀνέχομαι· ὁ δὲ δυνάμενος ἐν Κυρίῳ ἐκπειρασθῆναι τοῖς μώλωψι τὰ φάρμακα, μὴ κατοκνήσει· οὐ γὰρ αἰσχύνομαι πρὸς ταῦτα ἀδυναμίαν προβαλλόμενος ὡς ὑπὸ ταύτης ἰσχυρῶς κατεχόμενος, οὐδέ γε τοὺς δόλους αὐτῆς καὶ μηχανὰς ἐξ ἑαυτοῦ καταλαβέσθαι ἴσχυσα, εἰ μή γε αὐτήν που κατειληφὼς βίᾳ κεκράτηκε. Καὶ τὰ προλεχθέντα βασανίσας αὐτὴν ὁμολογῆσαι πεποίηκα, μάστιγι φόβου Κυρίου, καὶ ἀδιαλείπτου προσευχῆς μαστιγώσας αὐτήν. Διὸ καὶ ἔλεγεν ἡ τυραννὶς καὶ κακοῦργος· Οἱ ἐμοὶ ὑπόσπονδοι νεκροὺς ὁρῶντες γελῶσιν· ἐν προσευχῇ παριστάμενοι, λιθώδεις ὅλοι καὶ σκληροὶ καὶ σκοτεινοὶ τυγχάνουσι· πρὸς τὴν ἱερὰν τράπεζαν παριστάμενοι ἀναισθητοῦσι τοῦ δώρου μεταλαμβάνοντες ὡς ψιλοῦ ἄρτου ἐπιγεύσει διάκεινται· ἐγὼ κατανυσσομένους ὁρῶσα μυκτηρίζω.
 
Πάντα τὰ τικτόμενα ἐξ ἀνδρείας καὶ πόθου ἀγαθὰ ἐγὼ ἀποκτείνειν ὑπὸ τοῦ ἐμὲ γεγεννηκότος πατρὸς μεμάθηκα. Ἐγὼ γέλωτος μήτηρ· ἐγὼ ὕπνου τροφός· ἐγὼ κόρου φίλη· ἐγὼ ψευδευλαβείᾳ συμπλέκομαι· ἐγὼ ἐλεγχομένη οὐ πονῶ· ἐγὼ οὖν ὁ τάλας τῆς μαινάδος τὸ λόγιον θαμβηθεὶς, ἠρώτων τοῦ ταύτην γεγεννηκότος τὸ ὄνομα μανθάνειν θέλων. Ἡ δέ· Γέννησιν μίαν οὐ κέκτημαι· μικτὴ δέ πως καὶ ἄστατος ἡ ἐμὴ καθέστηκα κύησις· ἐμὲ κρατύνει κόρος, ἐμὲηὔξησε χρόνος, ἐμὲ πεπαγίωκε συνήθεια πονηρὰ, ἐκείνην ὁ κατέχων οὐκ ἐλευθερωθήσεταί μου.
 
Ἐπίμενε μελετῶν ἐν ἀγρυπνίᾳ πολλῇ κρίσιν αἰωνίαν, ἴσως μικρὸν ὑποχαλάσω σοι. Ὅρα τὴν ἐμὴν αἰτίαν πόθεν ἐν σοὶ τίκτομαι· καὶ κατὰ τῆς ἐμῆς ἀγωνίζου μητρός· οὐ γὰρ μίαν ἐν πᾶσι κέκτημαι.
 
Ἐν σοροῖς προσεύχου πυκνά· εἰκόνα τούτων ἀνεξάλειπτον ζωγραφῶν ἐν σῇ καρδίᾳ· ταύτης γὰρ μὴ γραφείσης γραφείῳ νηστείας, οὐ μή με νικήσῃς εἰς τὸν αἰῶνα.
 
=== ΛΟΓΟΣ ΙΘʹ ===
Ανακτήθηκε από «https://el.wikisource.org/wiki/Κλίμαξ»