Κλίμαξ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
26
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 17:
* [[/Λόγος Ζ|Λόγος Ζ: Περὶ τοῦ χαροποιοῦ πένθους.]]
* [[/Λόγος Η|Λόγος Η: Περὶ ἀοργησίας καὶ πραότητος.]]
* [[/Λόγος Θ|Λόγος Θ: Περὶ μνησικακίας.]]
 
* [[/Λόγος Ι|Λόγος Ι: Περὶ καταλαλιᾶς.]]
 
* [[/Λόγος ΙΑ|Λόγος ΙΑ: Περὶ πολυλογίας καὶ σιωπῆς.]]
=== ΛΟΓΟΣ Θʹ ===
* [[/Λόγος ΙΒ|Λόγος ΙΒ: Περὶ ψεύδους.]]
Περὶ μνησικακίας.
Αἱ μὲν ὅσιαι ἀρεταὶ, τῇ τοῦ Ἰακὼβ κλίμακι παρεοίκασιν, αἱ δὲ ἀνόσιοι κακίαι, τῇ ἁλύσει τῇ ἐκπεσούσῃ ἐκ Πέτρου τοῦ κορυφαίου. Διὸ αἱ μὲν μία τῇ μιᾷ συνδεθεῖσαι εἰς οὐρανὸν τὸν προαιρούμενον ἀναφέρουσιν· αἱ δὲ ἑτέρα τὴν ἑτέραν γεννᾷν καὶ συσφίγγειν πεφύκασιν. Διὸ καὶ ἠκούσαμεν νῦν τοῦ ἀσυνέτου θυμοῦ γέννημα αὐτοῦ οἰκεῖον τὴν μνησικακίαν ὑπάρχειν φήσαντος, ὅθεν καὶ καιροῦ νῦν καλοῦντος ἀρτίως περὶ αὐτῆς εἴπωμεν. Μνησικακία ἐστὶ θυμοῦ κατάληξις, ἁμαρτημάτων φύλαξ, δικαιοσύνης μῖσος, ἀρετῶν ἀπώλεια, ἰὸς ψυχῆς, σκώληξ νοὸς, προσευχῆς αἰσχύνη, δεήσεως ἐκκοπή· ἀγάπης ἀλλοτρίωσις, ψυχῆς ἧλος πεπηγὼς, ἀνόδυνος αἴσθησις ἐν ἡδύτητι πικρίας ἀγαπωμένη, διηνεκὴς ἁμαρτία, ἄϋπνος παρανομία, κάθωρος κακία. Ἓν καὶ τοῦτο σκοτεινὸν, καὶ ἀηδὲς πάθος, λέγω δὴ τὸ τῆς μνησικακίας τῶν γεννωμένων καὶ οὐ γεννώντων, ἢ καὶ γεννώντων καθέστηκεν· ὅθεν περὶ αὐτοῦ οὐ πλεῖστα λέγειν βουλόμεθα. Ὁ παύσας ὀργὴν ἀνεῖλε μνησικακίαν· τοῦ γὰρ πατρὸς ζῶντος τεκνογονία γίνεται· ὁ κτησάμενος ἀγάπην, ἐξενίτευσε μήνιδος· ὁ δὲ ἐχθραίνων, κόπους ἀκαίρους ἑαυτῷ συναθροίζει· τράπεζα ἀπρόσεκτος μήτηρ παῤῥησίας, καὶ διὰ θυρίδος ἀγάπης εἰσπηδήσει γαστριμαργία. Εἶδον μῖσος πορνείας δεσμὸν χρόνιον διαῤῥῆξαν, καὶ μνησικακίαν ἐκεῖ ἄδεσμον αὐτὸν τοῦ λοιποῦ παραδόξως διατηρήσασαν· θαυμαστὸν ὅραμα [θέαμα, al. πρᾶγμα], δαίμονα τὸν δαίμονα ἰώμενον. Τοῦτο δὲ ἴσως ἔργον Θεοῦ οἰκονομικῶς, καὶ οὐ δαιμόνων καθέστηκε. Μακρὰν ἀπὸ ἀγάπης στεῤῥᾶς φυσικῆς μνησικακία, εὐχερῶς δὲ πορνεία πλησιάζει αὐτῇ· καὶ λεληθότως ὁρᾷς ἐν περιστερᾷ φθεῖραν. Μνησικακῶν μνησικάκει δαίμοσι, καὶ ἐχθραίνων ἔχθραινε τῷ σώματι διὰ παντός. Ἀγνώμων καὶ δόλως φίλος ἡ σάρξ· καὶ θεραπευομένη, μειζόνως ἀδικεῖ· γραφικὸς ὑφηγητὴς μνησικακία· πρὸς τὴν ἰδίαν εἴδησιν τὰ τοῦ Πνεύματος λόγια ἀλληγορῶν. Αἰσχυνέτω αὐτὸν Ἰησοῦ ἡ προσευχὴ, ἣν λέγειν σὺν αὐτῷ οὐ δυνάμεθα· ὁπόταν πολλὰ πυκτεύσας τὸ σκῶλον διαλῦσαι εἰς τέλος οὐ δύνασαι, μετανόει τῷ ἐχθρῷ, κἂν τῷ στόματι, ἵν᾿ ἐπὶ πολὺ ὑπόκρισιν τὴν πρὸς αὐτὸν αἰδεσθεὶς, τελείως ἀποδέξῃ ὑπὸ τοῦ συνειδότος, ὡς ὑπὸ πυρὸςνυττόμενος· τότε γνώσῃ ἑαυτὸν τῆς σηπεδόνος ταύτης ἀπαλλαγέντα· οὐχ ὅταν ὑπὲρ τοῦ λυπήσαντος εὔξῃ· οὐδ᾿ ὅταν αὐτὸν δώροις ἀνταμείψῃ· οὐδ᾿ ὅταν ἐπὶ τράπεζαν ἄγῃς· ἀλλ᾿ ὅταν αὐτὸν ἢ ἐν τοῖς κατὰ ψυχὴν, ἢ σωματικὴν συμφορὰν δεξάμενον ἀκούσῃς· καὶ ὡς ἐφ᾿ ἑαυτῷ, ὀδυνηθῇς καὶ δακρύσῃς. Μνησίκακος ἡσυχαστὴς ἐμφωλεύουσα ἀσπὶς, ἰὸν θανατηφόρον ἐν ἑαυτῇ περιφέρουσα· μνῆμα παθημάτων Ἰησοῦ ἰάσεται μνησικακίαν ἐκ τῆς αὐτοῦ ἀνεξικακίας ἰσχυρῶς αἰσχυνομένην. Ξύλῳ σαθρῷ ἔνδοθεν ἐναποτίκτονται σκώληκες· καὶ πραοτάτοις καὶ ἡσυχίοις νόθοις συγκολλᾶται μῆνις. Ὁ ἀποβάλλων αὐτὴν εὗρεν ἄφεσιν, ὁ δὲ προσκολλώμενος αὐτῇ. Ἐστερήθη οἰκτιρμῶν· εἰς πόνους καὶ ἱδρῶτας διὰ συγχώρησιν ἑαυτούς τινες ἐκδεδώκασιν· ἀμνησίκακος δὲ ἀνὴρ προκατελάβετο τούτους· εἴπερ «ἄφετε συντόμως, καὶ ἀφεθήσεται ἡμῖν πλουσίως·» τῆς γνησίας ἡ ἀμνησικακία τεκμήριον· ὁ δὲ ταύτην κατέχων, καὶ μετανοεῖν δοκῶν, ὅμοιός ἐστι τῷ καθ᾿ ὕπνους τρέχειν δοκοῦντι. Εἶδον μνησικάκους περὶ ἀμνησικακίας· ἄλλοις μνησικάκοις παραινέσαντες καὶ τοὺς οἰκείους λόγους ἐντραπέντες, τοῦ πάθους ἐπαύσαντο. Μηδεὶς ψιλὸν πάθος τὴν ἐσκοτισμένην ταύτην ὑπονοήσοιτο· πέφυκε γὰρ πολλάκις καὶ μέχρι τῶν πνευματικῶν ἀνδρῶν ἐπεκτείνεσθαι Βαθμὸς ἔννατος ὁ κτησάμενος, παῤῥησίᾳ λοιπὸν τὴν λύσιν τῶν πταισμάτων αἰτείτω παρὰ τοῦ Σωτῆρος Ἰησοῦ.
 
=== ΛΟΓΟΣ Ιʹ ===
Περὶ καταλαλιᾶς.
Οὐδεὶς τῶν εὐφρονούντων ἀντείπῃ, οἶμαι, μὴ ἐκ Οὐδεὶς τῶν εὐφρονούντων ἀντείπῃ, οἶμαι, μὴ ἐκ μίσους καὶ μνησικακίας τὴν καταλαλιὰν τίκτεσθαι· διὸ καὶ μετὰ τοὺς αὐτῆς προγόνους ὡς ἐν εἱρμῷ τέτακται. Καταλαλιά ἐστιν ἀποκύημα μίσους· λεπτὴ νόσος, παχεία, κεκρυμμένη καὶ λανθάνουσα βδέλλα, ἀγάπης ἐκδαπανῶσα καὶ ἐξαφανίζουσα αἷμα· ἀγάπης ὑπόκρισις· καρδίας ῥύπου καὶ βάρους πρόξενος· ἀφανισμὸς ἁγνείας. Ὥσπερ εἰσὶ νεάνιδες ἀπηρυθριασμένως τὰ κακὰ πράττουσαι· εἰσὶ δὲ ἕτεραι λεληθότως καὶ αἰδεστικωτέρως χαλεπώτερα τῶν προτέρων ἐπιτελοῦσαι· οὕτως καὶ ἐπὶ τῶν παθῶν τῆς ἀτιμίας ἔστιν ἰδεῖν. Αἱ πλείους ὕπουλοι νεάνιδες ὑπόκρισις, πονηρία, λύπη, μνησικακία, καταλαλιὰ καρδίας, ἄλλα μὲν τῷ δοκεῖν ὑποτιθέμεναι, ἄλλα δὲ ἀποβλέπουσαι. Ἤκουσα καταλαλούντων, καὶ ἔπληξα, καὶ τοῦτο πρὸς ἀπολογίαν οἱ τοῦ κακοῦ ἐργάται ἀπεκρίναντο· ὡς ἐξ ἀγάπης καὶ φροντίδος τοῦ καταλαλουμένου τοῦτο ποιοῦσιν. Ἐγὼ δὲ αὐτοῖς· Παύσασθε, ἔφην, τῆς τοιαύτης ἀγάπης· ἵνα μὴ ψεύσηται ὁ εἰρηκώς· Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Εἰ λέγεις ἀγαπᾷν, εὔχου λεληθότως, καὶ μὴ σκῶπτε τὸν ἄνδρα· οὗτος γὰρ ὁ τρόπος δεκτὸς παρὰ Κυρίῳ. Μὴ δὲ τοῦτό σε λανθανέτω, καὶ πάντως ἐκνήψεις τοῦ μὴ κρίνειν τὸν πταίοντα. Ἰούδας ἐν τῷ χορῷ τῶν μαθητῶν ἦν, ὁ δὲ λῃστὴς ἐν τῷ χορῷ τῶν φονευτῶν· καὶ θαῦμα πῶς ἐν μιᾷ ῥοπῇ ἡ ἀντικαταλλαγὴ γέγονεν. Εἴ τις καταλαλιᾶς πνεῦμα νικῆσαι βούλεται, μὴ τῷ πταίοντι, ἀλλὰ τῷ ὑποβάλλοντι δαίμονι τὴν μέμψιν ἐπιγραφέτω· οὐδεὶς γὰρ θέλει εἰς Θεὸν ἁμαρτῆσαι, εἰ καὶ ἀβίαστος πᾶς ἡμῶν τυγχάνει. Εἶδον προφανῶς ἁμαρτήσαντα, καὶ λεληθότως μετανοήσαντα, καὶ ὃν κατέκρινα ὡς πόρνον, ἦν λοιπὸν παρὰ Θεῷ σώφρων διὰ τῆς ἐπιστροφῆς γνησίως αὐτὸν ἐξευμενισάμενος· μηδέποτε αἰδεσθῇς τὸν πρὸς σὲ τοῦ [τὸν] πλησίον καταλαλοῦντα μᾶλλον δὲ λέγε· Παῦσαι, ἀδελφέ· ἐγὼ καθημέραν ἐν χαλεπωτέροις πταίω, καὶ πῶς ἐκεῖνον κατακρίνειν δύναμαι; Δύο γὰρ ταῦτα κερδανεῖς ἐν μιᾷ ἐμπλάστρῳ, καὶ σεαυτὸν, καὶ τὸν πλησίον ἰασάμενος μία καὶ αὕτη τῶν συντόμως ὁδῶν πρὸς τὴν ἄφεσιν τῶν πταισμάτων καθέστηκεν ὁδηγουσῶν· λέγω δὲ τὸ μὴ κρίνειν· Εἴπερ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε.
 
Ἀλλότριον τὸ πῦρ τοῦ ὕδατος, ὥσπερ τὸ κρίνειν τῷ μετανοεῖν βουλομένῳ [τῶν μετανοεῖν βουλομένων]· κἂν ἐν αὐτῇ τῇ ἐξόδῳ τινὰ θεάσῃ πταίοντα, μὴ τότε αὐτὸν κατάκρινε. Ἄδηλον γὰρ ἀνθρώποις τὸ τοῦ Θεοῦ κρῖμα καθέστηκεν. Ἔπταισάν τινες μεγάλα προφανῶς· εἰργάσαντο δὲ ἀγαθὰ μείζονα κρυπτῶς· καὶ ἠπατήθησαν οἱ φιλοσκῶπται καπνὸν ἀντὶ ἡλίου κατέχοντες. Ἀκούσατέ μου, ἀκούσατε, πάντες οἱ κακοὶ τῶν ἀλλοτρίων λογοθέται· εἰ ἀληθὲς, ὥσπερ καὶ ἀληθὲς, ὅτι Ἐν ᾧ κρίματι κρίνετε, κριθήσεσθε, πάντως ἐν οἷς ἂν μεμψώμεθα τὸν πλησίον, ἐν αὐτοῖς περιπεσούμεθα· καὶ ἀλλοίως οὐκ ἔστιν, εἴτε σωματικοῖς, εἴτε ψυχικοῖς. Οἱ ὀξεῖς καὶ ἀκριβεῖς λογοθέται τῶν τοῦ πλησίον πλημμελημάτων ὑπάρχοντες, τοῦτο τὸ πάθος ὑφίστανται, ἐπειδὴ μήπω περὶ τῶν οἰκείων πταισμάτων τελείαν καὶ ἀρέμβαστον μνήμην καὶ φροντίδα ἐποιήσαντο. Εἰ γάρ τις τὰ ἑαυτοῦ κακὰ ἀπὸ τοῦ τῆς φιλαυτίας περικαλύμματος ἀκριβῶς θεάσοιτο, οὐδενὸς λοιπὸν ἄλλου τῶν ἐν τῷ βίῳ φροντίδα ποιήσοιτο, λογιζόμενος μηδὲ πρὸς τὸ οἰκεῖον πένθος ἐξαρκεῖν αὐτῷ τὸν ἑαυτοῦ χρόνον, κἂν ἑκατὸν ἔτη ζήσειεν· κἂν τὸν Ἰορδάνην ποταμὸν ὅλον δάκρυον ἐκ τῶν ἑαυτοῦ ὀφθαλμῶν ἴδοι ἐκπορευόμενον. Ἐπεσημηνάμην τὸ πένθος, καὶ οὐχ εὗρον ἐν αὐτῷ ἴχνος καταλαλιᾶς, ἢ κατακρίσεως. Ἢ ἁμαρτῆσαι ἡμᾶς οἱ δαίμονες προτρέπονται· ἣ μὴ ἁμαρτήσαντας, τοὺς ἁμαρτάνοντας κρίνειν· ἵνα διὰ τοῦ δευτέρου τὸ πρῶτον μολύνωσιν οἱ φόνιοι. Γίνωσκε καὶ τοῦτο τῶν μνησικάκων καὶ βασκάνων εἶναι τεκμήριον· ὅτι τὰς διδαχὰς, ἢ πράγματα, ἢ κατορθώματα ἡδέως καὶ εὐχερῶς τοῦ πλησίον ψέγουσιν, ὑπὸ πνεύματος μίσους καταβαπτιζόμενοι. Εἶδόν τινας λεληθότως καὶ ἀδημοσιεύτως πάνδεινα διαπράττοντας πταίσματα· καὶ τῇ ὑπολήψει τῆς ἑαυτῶν καθαρότητος χαλεπῶς ἐπεμβαίνοντας τοῖς ψιλὰ πταίουσι, καὶ δημοσιευομένοις.
 
Κρῖναί ἐστιν τῆς τοῦ Θεοῦ ἀξίας ἀναιδὴς ἁρπαγμός· κατακρῖναι δὲ τῆς ἑαυτοῦ ψυχῆς ὄλεθρος. Ὥσπερ ἡ οἴησις καὶ χωρὶς ἑτέρου πάθους ἀπολέσαι τὸν ἄνθρωπον ἰσχύει· οὕτως καὶ τὸ κρίνειν καθ᾿ ἑαυτὸ καὶ μόνον ἐν ἡμῖν ὑπάρχον τελείως ἀπολέσαι ἡμᾶς δύναται· εἴπερ ὁ Φαρισαῖος ἐκεῖνος ἐκ τούτου καταδεδίκασται. Ὁ καλὸς ῥαγολόγος τὰς πεποίρους ῥάγας ἐσθίων, οὐδὲν περὶ τῶν ὀμφάκων ἐπιραγολογήσει· καὶ ὁ εὐγνώμων καὶ ἐχέφρων νοῦς, ὅσας μὲν ἕν τισιν ἀρετὰς ὄψεται, ταῦτα σπουδαίως σημειώσεται· ὁ δὲ ἄφρων τὰς μέμψεις καὶ τὰς ἐλλείψεις ἐξερευνήσει, περὶ οὗ καὶ εἴρηται· Ἐξηρεύνησαν ἀνομίαν, ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσεις. Μηδὲ τοῖς σοῖς ὀφθαλμοῖς ὁρῶν, κατάκρινε· πολλάκις γὰρ καὶαὐτοὶ πεπλάνηνται. Ἀνάβασις δεκάτη, ἣν ὁ νικήσας ἀγάπης ἐργάτης ἢ πένθους καθέστηκεν.
 
=== ΛΟΓΟΣ ΙΑʹ ===
Περὶ πολυλογίας καὶ σιωπῆς.
Εἴρηται μὲν ἡμῖν βραχέως ἐν τοῖς φθάσασιν, ὡς ἐπισφαλὲς λίαν, καὶ αὐτοῖς τοῖς πνευματικοῖς εἶναι δοκοῦσι παρεισδῦνον τὸ κρίνειν· μᾶλλον δὲ τὸ κρίνεσθαι, καὶ ὑπὸ γλώττης κολάζεσθαι· νυνὶ δὲ λοιπὸν καὶ τὴν αἰτίαν, καὶ τὴν θύραν δι᾿ ἧς εἰσέρχεται, μᾶλλον δὲ ἐξέρχεται, ἀκόλουθον ἐν λόγοις τάξαι.
 
Πολυλογία ἐστὶ κενοδοξίας καθέδρα, δι᾿ ἧς ἑαυτὴν ἐμφανίζειν καὶ ἀναπομπεύειν πέφυκε. Πολυλογία ἐστὶν ἀγνωσίας τεκμήριον, καταλαλιᾶς θύρα, εὐτραπελίας χειραγωγὸς, ψεύδους ὑπουργὸς, κατανύξεως διάλυσις, ἀκηδίας κλήτωρ, ὕπνου πρόδρομος, συννοίας σκορπισμὸς, φυλακῆς ἀφανισμὸς, θέρμης ψυχρηστήριον [ψυκτήριον, al. ψυχριστήριον], προσευχῆς ἀμαύρωσις σιωπὴ ἐν γνώσει· μήτηρ προσευχῆς, αἰχμαλωσίας ἀνάκλησις, πυρὸς φυλακὴ, λογισμῶν ἐπίσκοπος, σκοπὸς πολεμίων, πένθους δεσμωτήριον, δακρύων φίλη, θανάτου μνήμης ἐργάτης, κολάσεως ζωγράφος, κρίσεως φιλοπράγμων, ἀδημονίας ὑπουργὸς, παῤῥησίας ἔχθρα, ἡσυχίας σύζυγος, φιλοδιδασκαλίας ἀντίπαλος, γνώσεως προσθήκη, θεωρημάτων δημιουργὸς, ἀφανὴς προκοπὴ, λεληθυῖα ἀνάβασις. Ὁ ἐπιγνοὺς παραπτώματα, ἐκράτησε γλώσσης· ὁ δὲ πολύλογος οὔπω ἐπέγνω ἑαυτὸν ὡς δεῖ. Ὁ σιωπῆς φίλος προσεγγίζει Θεῷ, καὶ λεληθότως συνομιλῶν φωτίζεται παρὰ τοῦ Θεοῦ. Ἰησοῦ σιωπὴ ἐνέτρεψε Πιλάτον, καὶ ἀνδρὸς ἡσυχία φωνῆς κατήργησε κενοδοξίαν. Λόγον εἰπὼν Πέτρος ἐθρήνησε πικρῶς ἀμνημονήσας τοῦ εἰπόντος· Εἶπα· Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου, καὶ τοῦ ἑτέρου φήσαντος, Κρεῖττον πεσεῖν ἀπὸ ὕψους εἰς γῆν, ἢ ἀπὸ γλώσσης. Καὶ πολλὰ περὶ τούτων ἔγωγε γράφειν οὐ βούλομαι, κἂν αἱ τοῦ παθῶν πανουργίαι τοῦτο ποιεῖν προτρέπωνται. Πλὴν ἤκουσά ποτέ τινος περὶ ἡσυχίας στόματος πρός με φιλοπευστοῦντος, ὃς ἔλεγε, τὴν μὲν πολυλογίαν ἐξ ἑνὸς τούτων τίκτεσθαι πάντως, ἢ ἐξ ἀναστροφῆς καὶ συνηθείας πονηρᾶς καὶ ἀκρατοῦς· μέλος γὰρ ὂν φυσικὸν ἡ γλῶσσα τοῦ σώματος, καθ᾿ ὃ λοιπὸν παιδευθῇ συνήθειαν ἀπαιτήσειεν, ἢ πάλιν ἐν τοῖς ἀγωνιζομένοις, καὶ μάλιστα ἐκ τῆς κενοδοξίας· ἔστι δὲ ὅτε καὶ ἐκ τῆς γαστριμαργίας. Διόπερ πολλάκις πολλοὶ χαλινοῦντες τὴν γαστέρα, βίᾳ τινὶ καὶ ἀτονίᾳ συγκλείουσι καὶ τὴν γλῶτταν καὶ τὴν πολυέπειαν. Ὁ μεριμνήσας ἐξόδου περιέκοψε λόγους· καὶ ὁ κτησάμενος πένθος ψυχῆς, ὡς πῦρ ἀπεστράφη πολυλογίαν. Ὁ ἀγαπήσας ἡσυχίαν, ἀπέκλεισε στόμα, ὁ δὲ χαίρων ταῖς προόδοις, ὑπὸ τοῦ πάθους ἐκ τῆς κέλλης διώκεται. Ὁ γνοὺς ὀσμὴν πυρὸς ὑψίστου, ὡς μέλισσα καπνὸν, ἀνθρώπων φεύγει σύνοδον· τὴν μὲν γὰρ ὁ καπνὸς διώκει· τῷ δὲ ἀνθρώπων σύνοδος ἀντιπράττει Ὀλίγων λίαν τὸ ὕδωρ ἄφρακτον κωλύειν· ὀλιγωτέρων δὲ στόμα ἀκρατὲς δαμάσαι.
 
Βαθμὸν ἑνδέκατον ὁ κινήσας, πλῆθος κακῶν ὑφ᾿ ἓν περιέκοψεν.
 
=== ΛΟΓΟΣ ΙΒʹ ===
Περὶ ψεύδους.
Γέννημα μὲν σιδήρου καὶ λίθου πῦρ· γέννημα δὲ πολυλογίας καὶ εὐτραπελίας ψεῦδος. Ψεῦδός ἐστιν ἀγάπης ἀφανισμός· ἐπιορκια δὲ Θεοῦ ἄρνησις. Μηδεὶς τῶν εὐφρονούντων μικράν τινα τὴν τοῦ ψεύδους ἁμαρτίαν εἶναι ὑπονοήσει· φοβερᾷ γὰρ ὑπὲρ πάντα ἀποφάσει κατὰ τούτου τὸ πανάγιον Πνεῦμα ἐχρήσατο. Εἰ ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος, ὥς φησιν ὁ Δαυῒδ πρὸς τὸν Θεὸν, τί λοιπὸν πείσονται οἱ μεθ᾿ ὅρκων τὸ ψεῦδος συῤῥάπτοντες; Εἶδόν τινας ἐπὶ ψεύδει σεμνυνομένους, καὶ δι᾿ εὐτραπελίας, καὶ ἀργολογίας γελοῖα ἐξυφαίνοντας· καὶ τὰ τῶν προσακροωμένων πένθη ἐλεεινῶς ἐξαφανίζοντας ὁπόταν οἱ δαίμονες ἴδωσιν ἡμᾶς ὡς ἐκ λοιμικῆς νόσου τῆς τῶν ἀστείων ἀκροάσεως μετὰ τὴν προκάταρξιν τοῦ χαλεποῦ ὑφηγητοῦ ἀναχωρεῖν δοκιμάζοντας, τότε λοιπὸν δυσὶν ἡμᾶς δελεάζειν ἐπιχειροῦσι λογισμοῖς· Μὴ λυπήσῃς τὸν ἐξηγητὴν, ὑποβάλλοντες ἡμῖν· ἢ, Μὴ φανερώσῃς σεαυτὸν φιλοθεώτερον τῶν παρόντων· ἀποπήδα, μὴ χρονίσῃς. Εἰ δὲ μὴ, ἐν τῇ προσευχῇ σου ἔννοιαν γελοίων ἀνατυπώσεις. Μὴ μόνον φεῦγε, ἀλλὰ καὶ τὸν πονηρὸν συνακτήριον εὐσεβῶς διάλυε, θανάτου καὶ κρίσεως εἰς μέσον ὑπόμνησιν προβαλλόμενος· ἄμεινόν σε γὰρ ἐκ τούτου ἴσως καὶ μικρᾷ κενῇ δόξῃ ῥαντισθῆναι, καὶ μόνον πᾶσι πρόξενον ὠφελείας εὑρεθῆναι. Ὑπόκρισις μήτηρ ψεύδους πολλάκις, καὶ ὑπόθεσις· οὐδὲν γάρ τινες ὑπόκρισιν ὁρίζονται, ἀλλ᾿ ἢ ψεύδους μελέτην καὶ δημιουργὸν κεκολασμένον καὶ συμπεπλεγμένον· ὁ φόβον Κυρίου κτησάμενος, ἐξενίτευσε ψεύδους,δικαστὴν ἀδέκαστον ἔχων τὴν ἰδίαν συνείδησιν. Ὥσπερ ἐν πᾶσι τοῖς πάθεσι διαφορὰν βλάβης γνωρίζομεν, οὕτως καὶ ἐπὶ τοῦ ψεύδους. Ἄλλο μὲν γὰρ τὸ κρῖμα τοῦ διὰ φόβον κολάσεως ψευδομένου· καὶ ἕτερον τὸ, κινδύνου μὴ προκειμένου ψεύδεσθαι. Ἄλλος διὰ τρυφὴν ἐψεύσατο, ἕτερος διὰ φιληδονίαν· ἄλλος ἵνα τοῖς παροῦσι προξενήσῃ γέλωτα, ἕτερος δὲ ἵνα τῷ ἀδελφῷ ἐπιβουλεύσῃ, καὶ τοῦτον κακοποιήσῃ.
 
Ἐκ βασάνων ἀρχόντων ἐξαλείφεται ψεῦδος· ἐκ δὲ δακρύων πλήθους εἰς τέλος ἀπόλλυται προφασίζεται οἰκονομίας ὁ ψεύδους προβολεὺς, καὶ δικαιοσύνας πολλάκις λογίζεται τὰς ψυχῆς ἀπωλείας. Τῆς Ῥαὰβ μιμητὴν ἑαυτὸν τεκμαίρεσθαι ψευδοπλάστης ἀνὴρ, καὶ δι᾿ ἀπωλείας οἰκείας τὴν ἑτέραν σωτηρίαν λέγει πραγματεύεσθαι. Ὁπόταν ψεύδους εἰς ἅπαν καθαρεύσωμεν, τότε αὐτὸ μετὰ φόβου καὶ καιροῦ καλοῦντος ὑπέλθωμεν. Οὐκ οἶδεν νήπιον ψεῦδος· οὐδὲ ψυχὴ πονηρίας ἐστερημένη. Ὁ οἴνῳ εὐφρανθεὶς ἀκουσίως ἀληθεύσῃ εἰς πάντα· καὶ ὁ μεθυσθεὶς κατανύξει οὐ δυνήσεται ψεύσασθαι.
 
Ἀνάβασις δωδεκάτης ὁ ἐπιβεβηκὼς ῥίζαν τῶν καλῶν κέκτηται.
 
=== ΛΟΓΟΣ ΙΓʹ ===
Γραμμή 281 ⟶ 256 :
Φείδου τῆς γλώσσης προϊών· οἶδε γὰρ συντόμως πολλοὺς καμάτους σκορπίζειν. Ἀπερίεργον ἄσκει κατάστασιν· μολύνειν γὰρ τὴν ἡσυχίαν περιεργία ὡς οὐκ ἄλλο τι δύναται. Τοῖς παραβάλλουσι τὰ χρειώδη παράβαλλε, σώματι λέγω καὶ (1117.) πνεύματι· εἰ μὲν σοφώτεροι καθεστήκασι διὰ σιωπῆς τὴν φιλοσοφίαν ἐπιδειξώμεθα. Εἰ δὲ ἀδελφοὶ τῇ καταστάσει, συμμέτρως τὴν θύραν ἀνοίξωμεν. Πλὴν ἄμεινον πάντας ὑπερέχειν λογίζεσθαι. Βουλόμενόν με πάντῃ ἀποτρέπειν ἐν ταῖς συνάξεσι τὸ τοῦ σώματος ἔργον τοῖς ἔτι νηπιώδεσιν, ἐπέσχεν ὁ τὴν ψάμμον ἐν τῇ ἀναβολίδι παννυχὶ φέρων. Ὥσπερ ἐναντιοῦται τῷ λόγῳ τῶν δογμάτων τῆς ἁγίας καὶ ἀκτίστου, καὶ προσκυνητῆς Τριάδος τὰ περὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς αὐτῆς πανυμνήτου μονάδος [Τριάδος]· τὰ μὲν γὰρ ἐκεῖ πληθυντικὰ, ἐν τούτῳ ὑπάρχουσι ἑνικά· τὰ δὲ ἐκεῖ ἑνικὰ, ἐνταῦθά εἰσι πληθυντικά· οὕτως ἕτερα τὰ τῇ ἡσυχίᾳ, καὶ ἄλλα τὰ τῇ ὑπακοῇ πρέποντα ἐπιτηδεύματα. Ὁ μὲν θεῖός φησιν Ἀπόστολος· Τίς ἔγνω νοῦν Κυρίου; ἐγὼ δὲ λέγω· Τίς ἔγνω νοῦν ἀνθρώπου ἡσυχαστοῦ σώματι καὶ πνεύματι;
 
=== ΛΟΓΟΣΛΟΓΟΙ ΚΗʹΚΗʹ–Λʹ ===
* [[/Λόγος ΚΗ|Λόγος ΚΗ: Περὶ τῆς ἱερᾶς καὶ μητρὸς τῶν ἀρετῶν τῆς μακαρίας προσευχῆς· καὶ περὶ τῆς ἐν αὐτῇ νοερᾶς, καὶ αἰσθητῆς παραστάσεως.]]
(1129.) Προσευχή ἐστι κατὰ μὲν τὴν αὐτῆς ποιότητα συνουσία καὶ ἕνωσις ἀνθρώπου καὶ Θεοῦ· κατὰ δὲ τὴν ἐνέργειαν, κόσμου σύστασις· Θεοῦ καταλλαγὴ, δακρύων μήτηρ καὶ πάλιν θυγάτηρ, ἁμαρτημάτων ἱλασμὸς, πειρασμῶν γέφυρα, θλίψεων μεσότοιχον, πολέμων θραῦσις, ἀγγέλων ἔργον, ἀσωμάτων πάντων τροφή· ἡ μέλλουσα εὐφροσύνη, ἀπέραντος ἐργασία, ἀρετῶν πηγὴ, χαρισμάτων πρόξενος, προκοπὴ ἀόρατος, τροφὴ ψυχῆς, νοῦ φωτισμὸς, ἀπογνώσεως πέλυξ, ἐλπίδος ἀπόδειξις, λύπης λύσις, πλοῦτος μοναχῶν, ἡσυχαστῶν θησαυρὸς, θυμοῦ μείωσις, ἔσοπτρον προκοπῆς, μέτρων ἐμφάνεια, καταστάσεως δήλωσις, τῶν μελλόντων μηνυτὴς, κλέους σημασία. Προσευχή ἐστι τῷ ὄντως εὐχομένῳ δικαστήριον καὶ κριτήριον, καὶ βῆμα Κυρίου, πρὸ τοῦ βήματος μέλλοντος· ἀναστάντες ἀκούσωμεν, τῆς ἱερᾶς ταύτης βασιλίσσης τῶν ἀρετῶν πρὸς ἡμᾶς ὑψηλῇ τῇ φωνῇ βοώσης καὶ λεγούσης· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν, καὶ ἴασιν ταῖς πληγαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ πταισμάτων μεγάλων ἰαματικὸς ὑπάρχει. Ὅσοι βασιλεῖ, καὶ Θεῷ παραστῆναι, καὶ συλλαλῆσαι πορευόμεθα, μὴ ἀπαρασκεύαστοι τὸν δρόμον ποιησώμεθα, μήπως θεασάμενος ἡμᾶς μακρόθεν μὴ ἔχοντας ὅπλα καὶ στολὴν βασιλικῆς παραστάσεως, τοῖς ὑπηρέταις καὶ λειτουργοῖς ἐπιτρέψῃπόῤῥω που τοῦ αὐτοῦ προσώπου δεθέντας ἐξορίζεσθαι, καὶ τὰς ἡμῶν δεήσεις εἰς πρόσωπον ἡμῶν διαῤῥησσομένας [al. διαρησσομένας]ἀντιπέμπεσθαι.
 
Ἔστω ὁ σὸς χιτὼν τῆς ψυχῆς ἐνώπιον Κυρίου παρασταθῆναι [al. παραστῆναι] πορευομένῳ ὅλος νήματι, μᾶλλον δὲ λύματι ἀμνησικακίας ἐξυφασμένος. Εἰ δὲ μὴ, οὐδὲν τῆς προσευχῆς ὠφεληθήσῃ. Ἔστω σοι ὅλον τὸ τῆς δεήσεως ἀποίκιλον· ἑνὶ γὰρ λόγῳ τελώνης, καὶ ἄσωτος τὸν Θεὸν διήλλαξαν· μία μὲν ἡ τῶν παρισταμένων παράστασις· πολὺ δὲ ἐν αὐτῇ τὸ ποικίλον, καὶ τὸ διάφορον κέκτηται· οἱ μὲν ὡς φίλῳ καὶ Δεσπότῃ ἐντυγχάνουσι, τῆς ἑτέρων λοιπὸν, καὶ οὐ τῆς αὐτῶν ἀντιλήψεως ἕνεκα, τὸν ὕμνον, καὶ τὴν ἱκεσίαν προσάγοντες· ἄλλοι πλοῦτον καὶ δόξαν, καὶ παῤῥησίαν πλείονα ἐπιζητοῦντες· ἕτεροι τοῦ ἀντιδίκου τοῦ ἑαυτῶν εἰς τέλεον ἀπαλλαγῆναι αἰτοῦντες· τινὲς μὲν ἀξίαν τινὰ λήψεσθαι δυσωποῦντες· ἄλλοι τελείαν τὴν τοῦ χρέους ἀμεριμνίαν· τινὲς μὲν φυλακῆς ἐλευθερίαν· ἄλλοι δὲ ἐγκλημάτων (1132.) λύσιν. Πρὸ πάντων ἐν τῷ τῆς ἡμετέρας δεήσεως χάρτῃ εὐχαριστίαν εἰλικρινῆ κατατάξωμεν. Δεύτερον δὲ στίχον, ἐξομολόγησιν, καὶ συντριμμὸν ψυχῆς ἐν ἀναισθήσει· εἶθ᾿ οὕτως τὴν αἴτησιν ἡμῶν τῷ Παμβασιλεῖ γνωρίσωμεν. Ἄριστος γὰρ ὁ εἰρημένος προσευχῆς τρόπος, ὥς τινι τῶν ἀδελφῶν ὑπὸ ἀγγέλου Κυρίου δεδήλωται. Εἰ μὲν ὑπεύθυνος γέγονάς ποτε ὁρατῷ δικαστῇ, οὐ δεηθήσῃ ἑτέρου τύπου ἐν τῇ παραστάσει τῆς προσευχῆς σου. Εἰ δὲ οὐδέπω, οὐδὲ παρέστηκας, οὐδὲ ἐξεταζομένους ἐθεάσω, κἂν ἐκ τῆς πρὸς ἰατροὺς τῶν νοσούντων ἱκεσίας, τὸτοιοῦτον παιδεύθητι, ἡνίκα ὑπ᾿ αὐτῶν μέλλουσι τέμνεσθαι, ἢ καίεσθαι. Μὴ σοφίζου ἐν εὐχῆς σου ῥήμασι· παίδων γὰρ πολλάκις ἁπλᾶ ψελλίσματα καὶ ἀποίκιλα τὸν Πατέρα αὐτῶν, τὸν ἐν τοῖς οὐρανοῖς ἐθεράπευσαν. Μὴ πολυλογεῖν ἐπιχείρει, ἵνα μὴ πρὸς ζήτησιν λόγων διασκεδασθῇ ὁ νοῦς. Εἶς λόγος τελωνικὸς τὸν Θεὸν ἐξιλεώσατο· καὶ ἓν ῥῆμα πιστὸν τὸν λῃστὴν διέσωσε. Πολυλογία μὲν πολλάκις ἐν προσευχῇ τὸν νοῦν, καὶ ἐφάντασε καὶ διέχυσε.
 
Μονολογία δὲ πολλάκις τὸν νοῦν συνάγειν πέφυκε καθηδυνόμενος, ἢ κατανυσσόμενος ἐν λόγῳ προσευχῆς, μένε ἐν αὐτῷ· ὁ γὰρ φύλαξ ἡμῶν τό τε ὑπάρχει ὁ συμπροσευχόμενος ἡμῖν· μὴ παῤῥησιάζου, κἂν καθαρότητα κέκτησαι· ταπεινοφροσύνῃ δὲ μᾶλλον πολλῇ πρόσελθε, καὶ πλεῖον παῤῥησιασθήσῃ· κἂν πᾶσαν τὴν κλίμακα τῶν ἀρετῶν ἀναβέβηκας, ὑπὲρ ἀφέσεως ἁμαρτιῶν προσεύχου· ἀκούων Παύλου περὶ ἁμαρτωλῶν βοῶντος· Ὧν πρῶτος εἰμὶ ἐγώ. Ἐξαρτύειν ὄψα ἔλαιον καὶ ἄλες πεφύκασι· πτεροῦν δὲ προσευχὴν σωφροσύνη καὶ δάκρυα. Ἐὰν πᾶσαν πραΰτητα καὶ ἀοργησίαν ἀμφιάσῃ· οὐ πολλὰ κοπωθήσῃ ἐλευθεροῦν αἰχμαλωσίας τὸν νοῦν σου. Ἕως οὗ προσευχὴν ἐναργῆ οὐ κεκτήμεθα τοῖς γυμνάζουσι τὰ νήπια βαδίζειν ἐν προοιμίοις ἐοίκαμεν. Πύκτευε ἀναφέρειν, μᾶλλον δὲ ἀποκλείειν τὴν ἔννοιαν ἐν τοῖς τῆς προσευχῆς ῥήμασι, κἂν ἐξατονήσασα διὰ τὸ νηπιῶδες πέσῃ, πάλιν αὐτὴν εἰσάγαγε· ἴδιον γὰρ τοῦ νοὸς τὸ ἄστατον. Δυνατὸν δὲ τοῦτον στῆσαι τῷ πάντα δυναμένῳ ἱστᾷν.
 
[Ναὶ μὴν]ἐὰν ἀνελλιπῶς τὸν ἀγῶνα κέκτησαι,ἐπιδημήσῃ [ἐπιδημήσει] καὶ ἐν σοὶ ὁ τὴν θάλατταν τοῦ νοὸς περιορίζων· καὶ ἐρεῖ πρὸς αὐτὴν ἐν τῇ προσευχῇ σου· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ. Ἀδύνατον πνεῦμα δεσμεῖν· ὅπου δὲ ὁ τοῦ πνεύματος κτίστης, πάντα ὑποτέτακται. Εἰ μὲν ἥλιόν ποτε τεθέασαι, δυνήσῃ αὐτῷ καὶ συλλαλῆσαι πρεπόντως· ὃ γὰρ οὐχ ἑώρακας, πῶς ἐντυγχάνειν ἀψευδῶς δύνασαι;
 
Ἀρχὴ μὲν προσευχῆς προσβολαὶ μονολογίστως διωκόμεναι ἐκ προοιμίων αὐτῶν. Μεσότης τὸ ἐν τοῖς λεγομένοις ἢ νοουμένοις μόνοις εἶναι τὴν διάνοιαν. Τὸ δὲ ταύτης τέλειον ἁρπαγὴ πρὸς Κύριον Ἄλλη ἡ ἀγαλλίασις ἡ ἐν προσευχῇ τοῖς ἐν συνοδίᾳ διάγουσιν ἐπισυμβαίνουσα, καὶ ἑτέρα ἡ τοῖς καθ᾿ (1133.) ἡσυχίαν προσευχομένοις προσγινομένη. Ἡ μὲν γὰρ ἴσως πεφάντασται μικρόν· ἡ δὲ ὅλη ταπεινοφροσύνης πεπλήρωται. Ἐὰν ἀεὶ γυμνάζῃς τὸν νοῦν μὴ μακρύνειν, καὶ ἐν τῇ τῆς τραπέζης παραθήκῃ πλησίον σου γενήσεται· εἰ δὲ ἀκωλύτως πλάζεται, οὐδέποτέ σοι παραμένειν πέφυκεν· ὁ μὲν μέγας τῆς μεγάλης καὶ τελείας προσευχῆς ἐργάτης φησί· Θέλω εἰπεῖν πέντε λόγους τῷ νωΐ μου, καὶ τὰ ἑξῆς. Νηπιωδεστέρων δὲ τὸ τοιοῦτον ἀλλότριον· διόπερ ἡμεῖς μετὰ τῆς ποιότητος, καὶ τοῦ πλήθους τῆς ποσότητος ὡς ἀτελεῖς δεόμεθα· τὸ γὰρ δεύτερον τοῦ προτέρου πρόξενον· διδοὺς γὰρ, φησὶν, εὐχὴν καθαρὰν τῷ ἀόκνως εὐχομένῳ ῥυπαρῶς καὶ πεπονημένως· ἄλλο ῥύπος προσευχῆς, καὶ ἄλλο ἀφανισμὸς, καὶ ἄλλο κλοπὴ, καὶ ἕτερον μῶμος. Ῥύπος ἐστὶ Θεῷ παρίστασθαι, καὶ ἀτόπους ἐννοίας φαντάζεσθαι· ἀφανισμός ἐστι,τὸ εἰς φροντίδας ἀνωφελεῖς αἰχμαλωτίζεσθαι· κλοπή ἐστι τὸ ἀνεπαισθήτως τὴν ἔννοιαν ῥέμβεσθαι· μῶμός ἐστι προσβολὴ ἡ οἱαοῦν τότε πρὸς ἡμᾶς ἐγγίζουσα.
 
Εἰ μὲν οὐ κατὰ μόνας [al. καταμόνας] τυγχάνωμεν τῷ καιρῷ τῆς παραστάσεως, ἔνδοθεν τὸ σχῆμα τῆς ἱκεσίας ἀνατυπώσωμεν. Εἰ δὲ οὐ πάρεισι τῶν ἐπαίνων οἱ ὑπηρέται, καὶ τὸ ἔξωθεν εἶδος εἰς πρεσβείαν τυπώσωμεν. Ἐν τοῖς γὰρ ἀτελέσι πολλάκις ὁ νοῦς τῷ σώματι συσχηματίζεται· πάντες μὲν, ἐπὶ πλείω δὲ οἱ τὴν ἄφεσιν τοῦ χρέους λαβεῖν πρὸς βασιλέα πορευόμενοι, ἀμυθήτου συντριμμοῦ δέονται. Ἐὰν ἐν εἰρκτῇ ἔτι τυγχάνωμεν, ἀκούσωμεν τοῦ λέγοντος Πέτρῳ· Ζῶσαι λέντιον ὑπακοῆς, καὶ ἀπόδυσαι τὰ θελήματά σου, καὶ γυμνὸς τούτων πρόσελθε Κυρίῳ ἐν προσευχῇ σου· τὸ αὐτοῦ μόνου ἐπικαλούμενος θέλημα, καὶ τότε λήψῃ Θεὸν τὸν τῆς σῆς ψυχῆς κατέχοντα οἴακα, καὶ ἀκινδύνως κυβερνῶντά σε· ἀναστὰς ἐκ φιλοκοσμίας καὶ φιληδονίας, ἀπόῤῥιψε φροντίδας· ἀπόδυσαι ἐννοίας· ἀπάρνησαι σῶμα· οὐδὲν γὰρ ἕτερόν ἐστι προσευχὴ, εἰ μὴ κόσμου ὁρατοῦ καὶ ἀοράτου ἀλλοτρίωσις. Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ; Οὐδέν.
 
Καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; Οὐδὲν, ἀλλ᾿ ἢ ἀπερισπάστως διὰ παντὸς ἐν προσευχῇ προσκολλᾶσθαί σοι. Τισὶ μὲν πλοῦτος, ἑτέροις δόξα, ἄλλοις δὲ κτῆσις ἐραστὴ καθέστηκεν· Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἐπιθύμητόν ἐστι, καὶ τίθεσθαι ἐν αὐτῷ τὴν ἐλπίδα τῆς ἀπαθείας μου. Πίστις προσευχὴν ἐπτέρωσε· χωρὶς γὰρ ταύτης εἰς οὐρανὸν πετασθῆναι οὐ δύναται. Αἰτήσωμεν οἱ ἐμπαθεῖς ἐπιμόνως τὸν Κύριον· πάντες γὰρ οἱ ἐμπαθεῖς ἐξ ἐμπαθείας εἰς ἀπάθειαν προέκοψαν. Εἰ καὶ μὴ τὸν Θεὸν φοβεῖται ὁ κριτὴς, ἀλλά γε διὰ τὸ κόπους αὐτῷ παρέχειν δι᾿ ἁμαρτίας, καὶ πταίσματος χηρεύσασαν ἐξ αὐτοῦ ψυχὴν, ποιήσει τὴν ἐκδίκησιν αὐτῆς ἐκ τοῦ ἀντιδίκου αὐτῆς σώματος, καὶ τῶν πολεμίων αὐτοῦ πνευμάτων. Τοὺς μὲν εὐγνώμονας ὁ ἀγαθὸς ἡμῶν πραγματευτὴς διὰ τῆς συντόμου τοῦ αἰτήματος παροχῆς, πρὸς τὴν ἑαυτοῦ ἀγάπην ἐφέλκεται· τὰς δὲ ἀγνώμονας τῶν κυνῶν ψυχὰς διὰ τῆς πείνης καὶ (1136.) τῆς τοῦ αἰτήματος δίψης πρὸς αὐτὸν παρακαθέζεσθαι διὰ προσευχῆς παρασκευάζει. Ὁ γὰρ ἀγνώμων κύων κομισάμενος ἄρτον εὐθέως ἀναχωρεῖ τοῦ δεδωκότος.
 
Μὴ λέγε χρονίζων ἐν τῇ δεήσει μηδὲν κατωρθωκέναι· ἤδη γὰρ καὶ κατώρθωκας. Τί γὰρ καὶ ὑψηλότερον ἀγαθὸν τοῦ τῷ Κυρίῳ πρωσκολλᾶσθαι, καὶ ἐν τῇ πρὸς αὐτὸν ἑνώσει ἀδιαλείπτως προσκαρτερεῖν.
 
Οὐχ οὕτως κατάκριτος δέδοικε τῆς ἑαυτοῦ τιμωρίας τὴν ἀπόφασιν, ὡς ὁ προσευχῆς ἐπιμελούμενος τὴν ταύτης παράστασιν. Ὅθεν εἰ σοφός τις καὶ ἀγχίνους ὑπάρχει ἐκ τῆς ἐκείνης μνήμης, πᾶσαν λοιδορίαν, καὶ ὀργὴν, καὶ μέριμναν, καὶ ἀσχολίαν, καὶ θλίψιν, καὶ κόρον, καὶ πειρασμὸν, καὶ λογισμὸν ὑποστρέφεσθαι δύναται. Προπαρασκευάζου διὰ ἐννάου ἐν ψυχῇ προσευχῆς πρὸς τὴν παράστασιν τῆς σῆς ἱκεσίας, καὶ συντόμως προκόψεις.
 
Ἑώρακα ἐν ὑπακοῇ ἐξαστράπτοντας, καὶ τῆς κατὰ νοῦν ὅση δύναμις μνήμης Θεοῦ μὴ ἀμελοῦντας ἀθρόον ἐπὶ προσευχὴν παρασταθέντας, καὶ συντόμως τοῦ ἑαυτῶν νοὸς περιγενομένους καὶ κρουνηδὸν δάκρυα προχεομένους. Προπαρεσκευασμένοι γὰρ ὑπὸτῆς ὁσίας ὑπακοῆς ἐτύγχανον· τῇ μὲν μετὰ πλήθους ψαλμῳδίᾳ, αἰχμαλωσίαι καὶ ῥεμβασμοὶ παρέπονται· τῇ δὲ ἰδιαζούσῃ οὐχ οὕτως· ἀλλὰ τῇ μὲν ἀκηδίᾳ πολεμεῖ, τῇ δὲ προθυμίᾳ συνεργεῖ. Ἀγάπην μὲν στρατευομένου πρὸς βασιλέα ἀνέδειξε πόλεμος· ἀγάπην δὲ μοναχοῦ πρὸς Θεὸν ἤλεγξε προσευχῆς καιρὸς καὶ παράστασις· τὴν σεαυτοῦ κατάστασιν, ἡ σὴ προσευχὴ ἐμφανίσει σοι· ἔσοπτρον γὰρ αὐτὴν τοῦ μοναχοῦ οἱ θεολόγοι ἐκεῖνοι ἐκδεδώκασιν· ὁ τὸν τυχὸν μετερχόμενος ἔργον καὶ προσευχῆς ὥρας καταλαμβανομένης ἐν αὐτῷ προσασχολούμενος, ὑπὸ δαιμόνων ἐμπαίζεται. Σκοπὸς γὰρ τοῖς κλέπταις ὥραν δι᾿ ὥρας ἐξ ἡμῶν ἀποσυλῆσαι. Μὴ παραιτούμενος, καὶ ὑπὲρ ψυχῆς προσεύχεσθαι, κἂν προσευχὴν μὴ κέκτησαι· ἡ γὰρ πίστις πολλάκις τοῦ αἰτοῦντος καὶ τὸν εὐχόμενον μετὰ συντριμμοῦ ἔσωσε. Μὴ ἐπαίρου ὑπὲρ ἄλλων δεόμενος καὶ εἰσακουόμενος· ἡ γὰρ ἐκείνων πίστις ἐνήργησε καὶ ἴσχυσε. Παῖς μὲν πᾶς πᾶσαν, ἥνπερ ἐκ τοῦ παιδοτρίβου μεμάθηκε σοφίαν, καθ᾿ ἡμέραν ἀπαραλείπτως ὑπ᾿ αὐτοῦ ἐκζητηθήσεται· νοῦς δὲ πᾶς, ἥνπερ δύναμιν ἐκ Θεοῦ εἴληφεν, ἐν πάσῃ προσευχῇ ἀπαιτηθήσεται· διὸ προσεκτέον, ὅταν νηφόντως προσεύξῃ, θᾶττον εἰς ὀργὰς πολεμηθήσῃ. Σκοπὸς γὰρ οὗτος τῶν ἐχθρῶν ἡμῶν· πᾶσαν μὲν ἀρετὴν, ἐπὶ πλείω δὲ τὴν προσευχὴν αἰσθήσει πολλῇ ποιησώμεθα πάντοτε· τότε ψυχὴ ἐν αἰσθήσει προσεύχεται, ὅταν θυμοῦ κρείττων γένηται· τὰ πολλαῖς ἱκεσίαις καὶ χρόνοις περιποιούμενα μόνιμα. Ὁ κύριον κτησάμενος, οὐκ ἔτι ἑαυτοῦ ἐν προσευχῇ τὸν μῦθον ὑφηγήσεται· τὸ γὰρ πνεῦμα τότε ἐντυγχάνει ὑπὲρ αὐτοῦ ἐν ἑαυτῷ στεναγμοῖς ἀλαλήτοις. Πᾶσαν αἰσθητὴν φαντασίαν ἐν τῇ προσευχῇ μὴ προσδέξῃ, ἵνα μὴ (1137.) ἔκστασιν ὑποστῇς· ἀπαλλαγὴ ἀμφιβολίας, ἀδήλου δήλωσις ἄσειστος.
 
Ἐλεήμων γίνου σφόδρα προσευχῆς ἐπιμελούμενος· ἐν αὐτῇ γὰρ μοναχοὶ τὰ ἑκατονταπλασίονα λήψονται· τὸ δὲ ἑξῆς ἐν τῷ ἑξῆς. Πῦρ μὲν ἐπιδημῆσαν ἐν καρδίᾳ προσευχὴν ἀνέστησε· ταύτης διεγερθείσης, καὶ εἰς οὐρανὸν ἀναληφθείσης πυρὸς ἐν ἀνωγέῳ ψυχῆς κατάβασις γέγονε. Φασὶ μέν τινες κρεῖττον εἶναι προσευχὴν μνήμης ἐξόδου· ἐγὼ δὲ μιᾶς ὑποστάσεως δύο οὐσίας ὑμνῶ. Ἵππος μὲν δόκιμος κατὰ πρόσβασιν [πρόβασιν] διαθερμαίνεσθαι, καὶ τῷ δρόμῳ προστιθέναι πέφυκε· δρόμον δὲ νοῶ, ὑμνῳδίαν· ἵππον δὲ τὸν ἀνδρεῖον νοῦν· πόῤῥωθεν ὁ τοιοῦτος ὀσφραίνεται πολέμου, καὶ προπαρασκευασθεὶς μένει λοιπὸν εἰς ἅπαν ἀνίκητος. Χαλεπὸν ἐκ στόματος διψῶντος ὕδωρ ἀφαρπάσαι· χαλεπώτερον δὲ ψυχὴν μετὰ κατανύξεως προσευχομένην, πρὶν τῆς ταύτης περαιώσεως ἑαυτὴν τῆς παραστάσεως, τῆς πολυποθήτου ἀποκόψαι· μὴ ἀποπηδήσῃς ἄχρις οὗ τὸ πῦρ καὶ τὸ ὕδωρ οἰκονομικῶς ὑπολήξαντα ἴδῃς· οὐ γὰρ λήψῃ καιρὸν τοιοῦτον πρὸς ἄφεσιν πταισμάτων ἴσως ἐν πάσῃ τῇ ζωῇ σου· ὁ προσευχῆς γευσάμενος, ὑπὸ λόγου ἑνὸς πολλάκις προερχομένου, τὸν νοῦν ἐμόλυνε, καὶ ἐν προσευχῇ παραστὰς, τὸ ποθούμενον οὐχ εὗρε συνήθως· ἄλλο ἐπισκοπεῖν συχνοτέρως τῇ καρδίᾳ· καὶ ἄλλο ἐπισκοπεῦσαι καρδίας διὰ νοὸς ἄρχοντος, καὶ ἀρχιερέως λογικὰς θυσίας Χριστῷ προσάγοντος· τοὺς μὲν, ὥς φησί τις τῶν θεολογίαςπροσηγορίαν λαχόντων, τὸ ἅγιον καὶ ὑπερουράνιον πῦρ ἐπιδημοῦν καταφλέγει, διὰ τὸ ἔτι ἐλλιπὲς τῆς καθάρσεως· τοὺς δὲ πάλιν φωτίζει διὰ τὸ μέτρον τῆς τελειότητος· τὸ αὐτὸ γὰρ πῦρ καταναλίσκον καὶ φωτίζον φῶς ὀνομάζεται· ὅθεν καί τινες ἐκ προσευχῆς ἐξιόντες ὡς ἀπὸ πυρὸς καμίνου ποιοῦνται τὴν ἔξοδον· κουφισμὸν ῥύπου τινὸς καὶ ὕλης αἰσθόμενοι· ἕτεροι δὲ ὡς ἐκ φωτὸς πεφωτισμένοι, καὶ διπλοΐδα ταπεινώσεως, καὶ ἀγαλλιάσεως ἠμφιεσμένοι. Οἱ γὰρ ἐκτὸς τῶν δύο τούτων ἐνεργειῶν ἐκ προσευχῆς ἐξεληλυθότες σωματικῶς, ἵνα μὴ εἴπω, Ἰουδαϊκῶς προσηύξαντο, καὶ οὐ πνευματικῶς. Εἰ σῶμα σώματος προσψαῦον ἀλλοιοῦται τῇ ἐνεργείᾳ, πῶς δ᾿ ἂν καὶ οὐκ ἀλλοιωθήσεται ὁ Θεοῦ σώματος ἀθώοις χερσὶ προσψαύων;
 
Ἔστι κατὰ τὸν ἐπὶ γῆς βασιλέα, καὶ τὸν ἡμέτερον πανάγαθον βασιλέα θεάσασθαι, ποτὲ μὲν δι᾿ ἑαυτοῦ, ποτὲ δὲ διὰ φίλου· ἄλλο τε δὲ διὰ δούλου· ἔστι δὲ ὅτε καὶ ἀγνώστως τὰς αὐτοῦ δωρεὰς τοῖς στρατιώταις αὐτοῦ χαριζόμενον· λοιπὸν δὲ καὶ κατὰ τὸν χιτῶνα τῆς προσούσης ἡμῖν ταπεινώσεως· ὥσπερ τῷ ἐπὶ γῆς βασιλεῖ ὁ αὐτῷ παριστάμενος, καὶ τὸ πρόσωπον τὸ οἰκεῖον ἀποστρέφων, καὶ τοῖς ἐχθροῖς τοῦ δεσπότου διαλεγόμενος βδελυκτός· οὕτως ὑπὸ Κυρίου (1140.) βδελύσσεται ὁ ἐν προσευχῇ παριστάμενος, καὶ ἀκαθάρτους λογισμοὺς προσλαμβανόμενος ἐρχομένου τοῦ κυνὸς [ἐρχόμενον τὸν κύνα] τῷ ὅπλῳ δίωκε· καὶ ὁσάκις ἀναιδεύεται, μὴ ἐνδώσεις αὐτῷ· αἴτει διὰ πένθους, ζήτει δι᾿ ὑπακοῆς· κροῦε διὰ μακροθυμίας· οὐ γὰρ οὕτως αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷκρούοντι ἀνοιγήσεται. Φυλάττου μὴ, ὡς ἔτυχεν, ὑπὲρ εὔξασθαι θήλεως ἐν προσευχῇ σου, μήπως ἐκ δεξιῶν συληθήσῃ. Μὴ θέλε τὰς σωματικὰς πράξεις ἐξαγορεύειν, ὥς εἰσιν, ἵνα μὴ ἑαυτῷ ἀντεπίβουλος γίνῃ. Μὴ γένηταί σοι ὁ τῆς προσευχῆς καιρὸς, σκέψεως ἀναγκαίων καὶ πνευματικῶν πραγμάτων ὥρα. Εἰ δὲ μὴ τὸ κρεῖττον ἐκλάπης, ὁ κρατῶν ἀπαύστως τὴν τῆς προσευχῆς βακτηρίαν, οὐ προσκόψει. Εἰ δὲ καὶ συμβῇ, ὅμως οὐ πεσεῖται εἰς τέλος· προσευχὴ γάρ ἐστι Θεοῦ τυραννὶς εὐσεβὴς, τὴν ταύτης ὠφέλειαν ἐκ τῶν δαιμονικῶν ἐμποδίων ἐν καιρῷ συνάξεως τεκμαιρόμεθα. Τὸν δὲ ταύτης καρπὸν ἐκ τῆς τοῦ ἐχθροῦ ἥττης· Ἐν τούτῳ γὰρ ἔγνων, ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχάρῃ ἐν καιρῷ πολέμου ὁ ἐχθρός μου ἐπ᾿ ἐμέ. Ἐκέκραξα, φησὶν ὁ Ψάλλων, ἐν ὅλῃ καρδίᾳ μου· τοῦτ᾿ ἔστι, σώματι, καὶ ψυχῇ, καὶ πνεύματι. Ὅπου γάρ εἰσι δύο οἱ ἔσχατοι συνειλεγμένοι, ἐκεῖ ἐστιν ὁ Θεὸς ἐν μέσῳ αὐτῶν. Οὐδὲ τὰ κατὰ σῶμα, οὐδὲ τὰ κατὰ πνεῦμα πάντα ὅμοια. Τισὶ μὲν γὰρ τὸ σύντομον· τισὶ δὲ τὸ σχολαιότερον ἐν τῇ ψαλμῳδίᾳ συνέρχεται· οἱ μὲν γὰρ τῇ αἰχμαλωσίᾳ, οἱ δὲ τῇ ἀμαθίᾳ λέγουσι πολεμεῖν. Ἐὰν ἀδιαλείπτως κατὰ τῶν σῶν ἐχθρῶν ἐντυγχάνῃς τῷ βασιλεῖ, ἡνίκα πρὸς σὲ παραγίνωνται, θάρσει, οὐ κοπιάσεις· αὐτοὶ γὰρ ἐφ᾿ ἑαυτοῖς συντόμως σου ἀποστήσονται· οὐ γὰρ θέλουσιν οἱ ἀνόσιοι καθορᾷν σε στέφανον λαμβάνειν διὰ προσευχῆς ἐκ τῆς πρὸς αὐτοὺς μάχης· πρὸς δὲ τούτοις, καὶ ὡς ἀπὸ πυρὸς μαστιζόμενοι ὑπὸ τῆς προσευχῆς φεύξονται. Ἀνδρείαν κτῆσαι πᾶσαν, καὶ ἕξεις Θεὸν διδάσκαλον προσευχῆς σου. Οὐκ ἔστιτὸ βλέπειν, διὰ λόγου μανθάνειν, τῇ φύσει γὰρ ἕπεται· οὐδὲ προσευχῆς κάλλος δι᾿ ἑτέρας διδαχῆς· αὐτὴ γὰρ ἐφ᾿ ἑαυτῆς διδάσκαλον τὸν Θεὸν ἔχει τὸν διδάσκοντα ἄνθρωπον γνῶσιν, καὶ διδόντα εὐχὴν τῷ εὐχομένῳ, καὶ εὐλογοῦντα ἔτη δικαίων.
 
=== ΛΟΓΟΙ ΚΘʹ–Λʹ ===
* [[/Λόγος ΚΘ|Λόγος ΚΘ: Περὶ τοῦ ἐπιγείου οὐρανοῦ τῆς θεομιμήτου ἀπαθείας, καὶ τελειότητος, καὶ ἀναστάσεως ψυχῆς πρὸ τῆς κοινῆς ἀναστάσεως.]]
* [[/Λόγος Λ|Λόγος Λ: Περὶ τοῦ συνδέσμου τῆς ἐναρέτου τριάδος ἐν ἀρεταῖς.]]
Ανακτήθηκε από «https://el.wikisource.org/wiki/Κλίμαξ»