Κλίμαξ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
ενσωμάτωση Λόγου ΚΓ
7+8
Γραμμή 15:
* [[/Λόγος Ε|Λόγος Ε: Περὶ μετανοίας μεμεριμνημένης καὶ ἐναργοῦς, ἐν ᾖ παὶ βίος τῶν ἁγίων καταδίκων· καὶ περὶ τῆς φυλακῆς.]]
* [[/Λόγος ΣΤ|Λόγος Ϛ: Περὶ μνήμης θανάτου]]
* [[/Λόγος Ζ|Λόγος Ζ: Περὶ τοῦ χαροποιοῦ πένθους.]]
* [[/Λόγος Η|Λόγος Η: Περὶ ἀοργησίας καὶ πραότητος.]]
 
=== ΛΟΓΟΣ Ζʹ ===
Περὶ τοῦ χαροποιοῦ πένθους.
Πένθος κατὰ Θεόν ἐστι σκυθρωπότης ψυχῆς ἐνωδύνου καρδίας διάθεσις, ἀεὶ τὸ διψώμενον ἐμμανῶς ζητοῦσα· καὶ ἐν τῇ τούτου ἀποτυχίᾳ ἐμπόνως διώκουσα, καὶ ὄπισθεν τούτου ὁ δυνηρῶς ὀλολύζουσα. Ἢ οὕτως· πένθος ἐστὶ κέντρον χρύσεον ψυχῆς πάσης προσηλώσεως καὶ σχέσεως γυμνωθέν· καὶ ἐν ἐπισκοπῇ καρδίας ὑπὸ τῆς ὁσίας λύπης καταπηχθέν.
 
Κατάνυξίς ἐστιν ἀένναος συνειδότος βασανισμὸς, διὰ νοερᾶς ἐξαγορεύσεως τὴν ἀνάψυξιν τοῦ πυρὸς τῆς καρδίας πραγματευόμενος. Ἐξομολόγησίς ἐστι λήθη φύσεως, εἴπερ ἐπελάθετό τις τοῦ φαγεῖν τὸν ἄρτον αὐτοῦ. Μετάνοιά ἐστιν ἄθλιπτος στέρησις πάσης παρακλήσεως σωματικῆς. Τῶν μὲν προκοπτόντων ἔτι ἐν τῷ μακαρίῳ πένθει ἰδίωμα ἡ ἐγκράτεια καὶ σιωπὴ τῶν χειλέων τῶν δὲ προκοψάντων, ἀοργησία, καὶ ἀμνησικακία· τῶν τελειωθέντων ταπεινοφροσύνη, ἀτιμιῶν δίψα, θλίψεων ἀκουσίων πεῖνα ἑκούσιος, ἀκατακρισία ἁμαρτανόντων, συμπάθεια ὑπὲρ δύναμιν· ἀποδεκτέοι οἱ πρῶτοι, ἀξιεπαίνετοι οἱ δεύτεροι· μακάριοι δὲ οἱ πεινῶντες θλίψιν, καὶ διψῶντες ἀτιμίαν, ὅτι αὐτοὶ κορεσθήσονται τροφῆς ἀκορέστου. Κρατῶν πένθους πάσῃ ἰσχύϊ κράτει· πρὸ γὰρ ποιήσεως εὐαφαίρετον λίαν εἶναι πέφυκε· καὶ ἀπὸ θορύβων καὶ φροντίδων σωματικῶν καὶ τρυφῆς, καὶ μάλιστα πολυλογίας καὶ εὐτραπελείας ὥσπερ κηρὸς ἀπὸ πυρὸς εὐχερῶς διαλυόμενον. Μείζων τοῦ βαπτίσματος μετὰ τὸ βάπτισμα τῶν δακρύων πηγὴ καθέστηκεν, εἰ καὶ τολμηρόν ἐστί πως τὸ λεγόμενον· διότι ἐκεῖνο μὲν τῶν προγεγονότων ἐν ἡμῖν κακῶν ἐστι καθαρτήριον· τοῦτο δὲ τῶν μεταγεγονότων, κἀκεῖνο μὲν νήπιοι λαμβάνοντες, πάντες. ἐμολύναμεν· διὰ τούτου δὲ κἀκεῖνο ἀνακαθαίρομεν· ὃ εἰ μὴ δεδώρητο φιλανθρώπως ἐκ Θεοῦ τοῖς ἀνθρώποις, σπάνιοι ὄντως καὶ δυσεύρετοι οἱ σωζόμενοι. Οἱ μὲν στεναγμοὶ, καὶ ἡ κατήφεια βοῶσι πρὸς Κύριον. Τὰ δὲ ἐκ φόβου δάκρυα πρεσβεύουσι· τὰ δὲ τὴς παναγίας ἀγάπης, τὴν ἱκεσίαν προσδεχθεῖσαν ἡμῖν ἐμφανίζουσιν. Εἰ οὐδὲν οὕτω τῇ ταπεινοφροσύνῃ ὡς τὸ πένθος συνέρχεται, οὐδὲν πάντως αὐτῇ ὡς ὁ γέλως ἀνθέστηκεν. Κατέχων κάτεχε τὴν μακαρίαν τῆς ὁσίας κατανύξεως χαρμολύπην· καὶ μὴ παύσῃ τῆς ἐν αὐτῇ ἐργασίας, ἄχρις οὗ μετάρσιον ἐκ τῶν ἐντεῦθεν τῷ Χριστῷ καθαρὸν παραστήσῃ σε ἀνατυπῶν ἐν ἑαυτῷ μὴ παύσῃ καὶ διερευνῶν πυρὸς σκοτεινοῦ ἄβυσσον· καὶ ἀνελεεῖς ὑπηρέτας, ἀσυμπαθῆ κριτὴν καὶ ἀσυγχώρητον, χάος τε ἀπέρατον καταχθονίου φλογὸς, καὶ ὑπογείων, καὶ φοβερῶν τόπων, καὶ χασμάτων τεθλιμμένας καταβάσεις, καὶ τῶν τοιούτων πάντων εἰκόνας· ὅπως τῷ πολλῷ τρόμῳ στυφθεῖσα ἡ ἐνυπάρχουσα ἡμῶν τῇ ψυχῇ λαγνεία συναφθῇ τῇ ἀφθάρτῳ ἁγνείᾳ καὶ φωτὸς ἀΰλου πυρὸς παντὸς πλέον ἀποστίλβοντος ἐν αὐτῇ δέξηται [πένθους δεξαμένη] τὴν ἐμφάνειαν· στῆθι ἐν προσευχῆς δεήσει σύντρομος, ὡς κατάδικος περιστάμενος δικαστῇ, ἵνα τῷ ἐκτὸς εἴδει, καὶ τῷ ἐντὸς ἤθει κατασβέσῃς θυμὸν δικαίου κριτοῦ. Οὐ γὰρ φέρει ὑπερορᾷν ψυχὴν χήραν κατωδύνως αὐτῷ περισταμένην, καὶ κόπους τῷ ἀκόπῳ παρέχουσαν. Εἴ τις δάκρυον ψυχικὸν ἐκτήσατο,τούτῳ πᾶς τόπος εἰς πένθος ἁρμόδιος. Εἰ δὲ μόνον διὰ τοῦ ἐκτὸς ἐργάζεται, τοὺς τόπους καὶ τοὺς τρόπους διακρίνων οὐ μὴ παύσεται. Ὡς ὁ κεκρυμμένος θησαυρὸς, τοῦ ἐπ᾿ ἀγορᾶς προκειμένου ἀσυλώτερος καθέστηκεν, οὕτω καὶ τὰ προλεχθέντα νοήσωμεν. Μὴ γίνου ὡσεὶ νεκροὺς θάψαντες, ποτὲ μὲν ἐπ᾿ αὐτοῖς θρηνοῦντες, ποτὲ δὲ δι᾿ αὐτοὺς μεθυσκόμενοι· ἀλλὰ γενοῦ ὡς οἱ ἐν μετάλλοις δέσμιοι, καθ᾿ ὥραν ὑπὸ δημίων μαστιζόμενοι· ὁ ποτὲ μὲν πενθῶν, ποτὲ δὲ τρυφῶν. καὶ γελειάζων, ὅμοιός ἐστι τῷ μετὰ ἄρτου τὸν κύνα τῆς φιληδονίας λιθάζοντι, ὃς τῷ μὲν σχήματι τοῦτον διώκει· τῷ δὲ πράγματι παρεδρεύειν τοῦτον προτρέπεται. Γίνου σύννους ἀφιλένδεικτος, πρὸς τὴν ἑαυτοῦ καρδίαν ἐξεστηκώς. Δεδοίκασι γὰρ σύννοιαν οἱ δαίμονες, ὡς οἱ κλέπται τοὺς κύνας. Οὐκ ἔστιν ἡμῖν, ὦ οὗτοι, ἐνταῦθα ἡ τοῦ γάμου κλῆσις, οὐκ ἔστιν, οὔκουν· πάντως δὲ εἰς πένθος ἑαυτῶν ὁ καλέσας ἡμᾶς ἐνταῦθα ἐκάλεσε. Τινὲς δακρύοντες, μηδὲν τὸ παράπαν ἐν τῷ καιρῷ τῷ μακαρίῳ λογίζεσθαι ἑαυτοὺς ἀκαίρως βιάζονται, μὴ λογιζόμενοι, ὅτι δάκρυον ἀνέννοιον ἀλόγου φύσεως ἴδιον, καὶ οὐ λογικῆς· γέννημα ἐννοιῶν δάκρυον· πατὴρ δὲ ἐννοίας λογισμὸς καὶ νοῦς. Γινέσθω σοι ἡ ἐν τῇ κλίνῃ σου ἀνάκλισις τῆς ἐν τῷ τάφῳ σου κατακλίσεως τύπος, καὶ ἧττον ὑπνώσεις. Καὶ αὐτή σοι ἡ τῆς τραπέζης ἀπόλαυσις, τῆς τῶν σκωλήκων ἐκείνων ὀδυνηρᾶς τραπέζης γενέσθω ἀνάμνησις· καὶ ἧττον τρυφήσεις· μηδὲ τοῦ ποτοῦ τοῦ ὕδατος μεταλαμβάνων τῆς δίψης τῆς φλογὸς ἐκείνης ἀμνημονήσεις· καὶ πάντως βιάσῃ τὴν φύσιν. Ἐπὶ δὲ τῇ τοῦ ἐπιστατοῦντος ἡμῖν ἐντίμῳ ἀτιμίᾳ καὶ ἐπιπλήξει, καὶ ἐπιτιμίᾳ τῆς τοῦ κριτοῦ φοβερᾶς ἐννοηθῶμεν ἀποφάσεως· καὶ πάντως τὴν ἐπισπειρομένην ἄλογον λύπην καὶ πικρίαν πραότητι καὶ ὑπομονῇ, ὡς ἐν διστόμῳ μαχαίρᾳ κατασφάξομεν. Χρόνῳ σπανίζεται θάλασσα, ὥς φησιν ὁ Ἰὼβ, καὶ χρόνῳ καὶ ὑπομονῇ κατὰ μικρὸν τὰ εἰρημένα ἐν ἡμῖν προσγίνεται καὶ τελειοῦται.
 
Πυρὸς αἰωνίου μνήμη καθ᾿ ἑσπέραν συγκοιμηθήτω σοι, καὶ συναναστήτω σοι· καὶ οὐ μή σου ῥᾳθυμία ἐν καιρῷ ψαλμῳδίας κυριεύσῃ ποτέ. Πεισάτω σε πρὸς ἐργασίαν πένθους, κἂν αὐτό σου τὸ ἔνδυμα. Πάντες γὰρ οἱ νεκροὺς θρηνοῦντες, μέλανα περιβάλλονται. Εἰ μὲν οὐ πενθεῖς, διὰ τοῦτο πένθει· εἰ δὲ πενθεῖς, διὰ τοῦτο θρήνει μᾶλλον, ὅτι ἐξ ἀπόνου τάξεως εἰς ἐπίπονον ἑαυτὸν κατήγαγες διὰ τῶν σῶν πταισμάτων κρίνεται πάντως παρὰ τῷ καλῷ καὶ δικαίῳ ἡμῶν κριτῇ, ὡς ἐν ἅπασι, καὶ ἐν τοῖς δάκρυσι ἡ τῆς φύσεως δύναμις. Εἶδον γὰρ μικρὰς σταγόνας δίκην αἵματος μετὰ πόνου προχεομένας· καὶ εἶδον πηγὰς ἀπόνως προχεομένας, καίπερ ἔγωγε κατὰ τὸν πόνον μᾶλλον, καὶ οὐ κατὰ τὸ δάκρυον τοὺς κάμνοντας ἔκρινα· οἶμαι δὲ καὶ ὁ Θεός. Οὐχ ἁρμόζει πενθοῦσι θεολογία· διαλύειν γὰρ αὐτῶν τὸ πένθος πέφυκεν. Ὁ μὲν γὰρ τῷ ἐπὶ θρόνου καθημένῳ διδασκαλικῷ ἔοικεν· ὁ δὲ, τῷ ἐπὶ κοπρίας καὶ σάκκου διατρίβοντι. Καὶ τοῦτό ἐστιν, ὡς οἶμαι, ὅπερ καὶ Δαυΐδ, εἰ καὶ διδάσκαλος καὶ σοφὸς ὑπῆρχεν, ἡνίκα ἐπένθει, πρὸς τοὺς ἐρωτῶντας ἀπεκρίνατο· Πῶς ᾄσω τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; ἤγουν, ἐμπαθείας. Καὶ ἐπὶ τῆς κτίσεως, καὶ ἐπὶ τῆς κατανύξεώςἐστιν αὐτοκίνητος καὶ ἑτεροκίνητος. Ὅταν ἡ ψυχὴ, καὶ ὑμῶν μὴ σπευσάντων, μηδὲ ἐπιτηδευσάντων δακρυώδης καὶ κάθυγρος καὶ ἠπία γένηται, δράμωμεν, ὁ γὰρ Κύριος ἀκλήτως ἐλήλυθε· σπόγγον ἡμῖν διδοὺς λύπης θεοφιλοῦς, καὶ ὕδωρ ἀναψύξεως δακρύων θεοσεβῶν πρὸς τὴν ἐξάλειψιν τῶν ἐν τῷ χάρτῃ πταισμάτων, φύλαξον ταύτην ὡς κόρην ὀφθαλμοῦ ἄχρις οὗ ὑποχωρήσῃ· πολλὴ γὰρ ἡ ἰσχὺς τούτου, ὑπὲρ τὴν τοῦ ἐξ ἡμετέρας σπουδῆς καὶ ἐπινοίας προσγινομένου· οὐχ ὅτε βούλεται ὁ πενθῶν, οὗτος κάλλος πέφθακε πένθους· ἀλλ᾿ ὁ ἐν οἷς ἐὰν βούληται· καὶ οὐδὲ ἐν οἷς ἂν βούληται, ἀλλ᾿ ὁ καθὼς Θεὸς βούλεται. Πολλάκις τῷ κατὰ Θεὸν πένθει τὸ τῆς κενοδοξίας ἀχαρίτωτον συμπλέκεται δάκρυον.
 
Τοῦτο δὲ δοκίμως καὶ εὐσεβῶς ἐπιγνωσόμεθα, ὁπόταν πενθοῦντας καὶ πονηρευομένους ἑαυτοὺς ἴδωμεν.
 
Κατάνυξις κυρία ἐστὶν, ἀμετεώριστος ὀδύνη ψυχῆς μηδεμίαν ἑαυτῇ παρηγορίαν παρέχουσα, μόνην δὲ τὴν ἑαυτῆς ἀνάλυσιν καθ᾿ ὥραν φανταζομένη, καὶ τὴν τοῦ παρακαλοῦντος Θεοῦ τοὺς ταπεινοὺς μοναχοὺς παράκλησιν ὡς ὕδωρ ψυχρὸν προσδεχομένη.
 
Ὅσοι ἐν αἰσθήσει καρδίας πένθος ἐκτήσαντο, οὗτοι καὶ αὐτὴν τὴν ἑαυτῶν ζωὴν ἐμίσησαν· τὸ δὲ ἑαυτῶν σῶμα, ὡς ἐχθρὸν ἀπεστράφησαν. Ὁπόταν ἐν τοῖς κατὰ Θεὸν πενθεῖν δοκοῦσιν ὀργὴν καὶ ὑπερηφανίαν θεασώμεθα, τούτων τὰ δάκρυα ἐναντία λογισώμεθα· Ποία γὰρ κοινωνία φωτὶ πρὸς σκότος; Γέννημα μὲν νενοθευμένης κατανύξεως, οἴησις, ἐπαινουμένης δὲ παράκλησις· ὥσπερ ἀναιρετικὸν τὸ πῦρ καλάμης, οὕτω τὸ δάκρυον τὸ ἁγνὸν παντὸς φαινομένου, καὶ νοουμένου ῥύπου. Ὁ περὶ τῶν δακρύων λόγος παρὰ πολλοῖς τῶν Πατέρων σκοτεινός τις καὶ δυσεύρετος, ἐν τοῖς εἰσαγωγικοῖς μάλιστα εἶναι ὁρίζεται, καὶ ἐκ πολλῶν καὶ διαφόρων τρόπων ταῦτα τίκτεσθαι
 
Λέγω δὴ ἐκ φύσεως, ἐκ Θεοῦ, ἐκ θλίψεως ἐναντίας· ἐξ ἐπαινουμένης, ἐκ κενοδοξίας, ἐκ πορνείας, ἐξ ἀγάπης, ἐκ μνήμης θανάτου, καὶ ἑτέρων πολλῶν· τοὺς δὲ τούτων ἁπάντων τρόπους φόβῳ Θεοῦ γυμνάσαντες, τὰ τῆς ἡμετέρας ἀναλύσεως καθαρὰ καὶ ἄδολα ἑαυτοῖς περιποιησώμεθα δάκρυα· οὐ γάρ ἐστιν ἐν αὐτοῖς κλοπὴ ἢ οἴησις. Κάθαρσις δὲ μᾶλλον καὶ ἀγάπης τῆς εἰς Θεὸν προσκοπὴ, καὶ ἁμαρτίας ἔκπλυσις, καὶ παθῶν ἀπάθεια. Τὸ μὲν γὰρ ἐξ ἀγαθῶν ἄρξασθαι τοῦ πένθους δακρύων, καὶ εἰς πονηρὰ καταλῆξαι, οὐ θαῦμα. Τὸ δὲ ἐξ ἐναντίων ἢ φυσικῶν εἰς πνευματικὰ μετεγκεντρίσαι ἀξιέπαινον· τοῦτο δὲ τὸ πρόβλημα οἱ περὶ τὴν κενοδοξίαν ἐπιῤῥεπῶς ἔχοντες, σαφῶς ἐπίστανται. Μὴ πίστευε σαῖς πηγαῖς πρὸ τελείας καθάρσεως· οὐ γὰρ ἔχει πίστιν οἶνος εὐθέως ἐκ τῶν ληνῶν ἐγκλειόμενος. Ὅτι μὲν ἅπαντα τὰ κατὰ Θεὸν ἡμῶν δάκρυα ὠφέλημα, ὁ ἀντιλέγων οὐδείς· τίς δὲ ἐκ τούτων προσγινομένη ὄνησις, ἐν καιρῷ τῆς ἐξόδου γνωσόμεθα. Ὅστις ἐν πένθει διηνεκεῖ κατὰ Θεὸν πορεύεται, οὗτος καθ᾿ ἡμέραν ἑορτάζων οὐ παύεται. Ὃς σωματικῶς ἑορτάζων οὐ παύεται, τοῦτον πένθος αἰώνιον μέλλει διαδέχεσθαι. Οὐκ ἔστι καταδίκοις ἐν φυλακῇ χαρμονὴ, καὶ οὐκ ἔστι μοναχοῖς ἀληθινοῖς ἐπὶ γῆς ἑορτή. Καὶ ἴσως διὰ τοῦτο ἐκεῖνος ὁ καλλίπενθος στενάζων ἔλεγεν· Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἀγαλλιασθῆναι λοιπὸνἐν τῷ ἀῤῥήτῳ φωτί σου. Γενοῦ ὡς βασιλεὺς ἐν τῇ σῇ καρδίᾳ, ὑψηλὸς ἐν ταπεινώσει καθήμενος, καὶ κελεύων τῷ γέλωτι· Πορεύου, καὶ πορεύεται· καὶ τῷ κλαυθμῷ τῷ γλυκεῖ· Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ ἡμῶν, καὶ τυράννῳ σώματι· Ποίησον τοῦτο, καὶ ποιεῖ. Εἴ τις τὸ μακάριον καὶ κεχαριτωμένον πένθος ὥσπερ διπλοΐδα νυμφικὴν ἐνεδύσατο, οὗτος τὸν τῆς ψυχῆς πνευματικὸν ἐγνώρισε γέλωτα.
 
Τίς ἆρα τοιοῦτός ἐστιν ὃς τὸν ἑαυτοῦ χρόνον ἅπαντα τὸν ἐν τῇ μοναδικῇ πολιτείᾳ οὕτως δεδαπάνηκεν εὐσεβῶς, ὡς μὴ ἡμέραν, μὴ ὥραν, μὴ ῥοπὴν ζημιωθεῖν ποτε, ἀλλὰ τῷ Κυρίῳ ταύτην ἐξαναλῶσαι, λογιζόμενος ὡς οὐκ ἔστι τὴν αὐτὴν ἡμέραν δὶς ἐν τῷ βίῳ θεάσασθαι. Μακάριος μὲν μοναχὸς, ὁ τοῖς τῆς ψυχῆς ὄμμασιν ταῖς νοεραῖς δυνάμεσιν ἐνατενίζειν δυνάμενος· ἄπτωτος δὲ ἀληθῶς ὁ τὰς ἑαυτοῦ παρειὰς τοῖς αἰσθητοῖς ὄμμασιν ἐκ μνήμης θανάτου καὶ πταισμάτων διηνεκῶς καταβρέχων τοῖς ζῶσι δάκρυσι· κοπιῶ δὲ πιστεύειν ὡς χωρὶς τῆς δευτέρας καταστάσεως, ἡ προτέρα ἐβάδισεν. Εἶδον ἐγὼ προσαίτας, καὶ πτωχοὺς ἀναιδεῖς, ἀστείοις τισὶ ῥήμασι, καὶ αὐτὰς τὰς βασιλέων καρδίας εἰς συμπάθειαν συντόμως κατακλίναντας. Καὶ εἶδον πτωχοὺς καὶ πένητας τῶν ἀρετῶν οὐκ ἀστείοις, ἀλλὰ μᾶλλον ταπεινοῖς τισι, καὶ σκοτεινοῖς, καὶ ἐξαπόροις ῥήμασιν ἐκ βαθείας καὶ ἀπεγνωσμένης καρδίας πρὸς τὸν ἐπουράνιον βασιλέα ἀναισχύντως καὶ ἐπιμόνως ἀνακράζοντας· καὶ τῇ αὐτῶν βίᾳ τὴν ἀβίαστον αὐτοῦ βιασαμένους εὐσπλαγχνίαν καὶ φύσιν· ὁ ἐπὶ τοῖς ἑαυτοῦ δάκρυσι ψυχικῶς φυσιούμενος, καὶ τοὺς μὴ δακρύοντας ἐν ἑαυτῷ κατακρίνων, ὅμοιός ἐστι τῷ ὅπλον κατὰ τοῦ ἑαυτοῦ ἐχθροῦ ἐκ τοῦ βασιλέως αἰτησαμένῳ, ἑαυτὸν δὲ ἐν τούτῳ διαχειρησαμένῳ. Οὐ δέεται, ὦ οὗτοι, οὐδὲ βούλεται Θεὸς ἄνθρωπον ἐξ ὀδύνης καρδίας πενθεῖν· ἀλλὰ μᾶλλον ἐξ ἀγάπης πρὸς αὐτὸν ἐν γέλωτι ψυχῆς ἀγάλλεσθαι. Ἄνελε τὴν ἁμαρτίαν, καὶ περιττὸν τὸ κατώδυνον δάκρυον τοῖς αἰσθητοῖς ὄμμασιν. Οὐδὲν γὰρ ξηρίου μὴ παρόντος μόλωπος. Οὐκ ἦν ἐν τῷ Ἀδὰμ πρὸ τῆς παραβάσεως δάκρυον· ὥσπερ οὐδὲ μετὰ τὴν ἀνάστασιν λοιπὸν καταργουμένης τῆς ἁμαρτίας· Εἴπερ ἀπέδρα ὀδύνη τότε, λύπη καὶ στεναγμός. Εἶδον ἔν τισι πένθος, καὶ εἶδον ἐν ἑτέροις διαπορίαν πένθους· πένθος καίπερ ἔχοντες, ὡς μὴ κατέχοντες διάκεινται· καὶ διὰ τῆς καλῆς ἁγνείας ἄσυλοι διαμένουσι. Καὶ οὗτοί εἰσι, περὶ ὧν εἴρηται· Κύριος σοφοῖ τυφλούς.
 
Πέφυκε πολλάκις τοὺς κουφοτέρους καὶ τὸ δάκρυον ἐπαίρειν· διόπερ καί τισιν οὐ δίδοται· οἵτινες ἐπὶ τῇ τούτου ζητήσει, ἑαυτοὺς ταλανίζουσι, καὶ καταδικάζουσι, στεναγμοῖς καὶ κατηφείᾳ καὶ λύπῃ ψυχῆς καὶ βαθείᾳ σκυθρωπότητι, καὶ ἐξαπορίᾳ, ἅπερ ἀναπληροῦν τὸν τοῦ δακρύου τόπον ἀκινδύνως πεφύκασιν, εἰ καὶ εἰς οὐδὲν παρ᾿ αὐτοῖς συμφερόντως λογίζονται. Ἐπιτηρήσοντες πολλάκις εὑρήσομεν γελοῖον πικρὸν παρ᾿ αὐτοῖς δαίμοσι καθ᾿ ἡμῶν γινόμενον.
 
Κορεσθέντας γὰρ ἡμᾶς κατανύσσουσι, καὶ νηστεύοντας σκληρύνουσιν, ἵνα τοῖς νόθοις δάκρυσιν ἀπατηθέντες τῇ μητρὶ τῶν παθῶν τροφῇ, ἑαυτοὺς ἐκδώσωμεν· οἷστισιν οὐ πείθεσθαι δεῖ· μᾶλλον δὲ τοὐναντίον ποιεῖν. Ἐγὼ δὲ καὶ αὐτὴν τὴν τῆς κατανύξεως ποιότητα ἐννοῶν ἐξίσταμαι· πῶς δὲ πένθος, καὶ λύπη λεγομένη τὴν χαρὰν καὶ τὴν εὐφροσύνην ἔνδοθεν ὥσπερ μελικηρίῳ συμπεπλεγμένην κέκτηται. Τί δὲ ἐκ τούτου μανθάνομεν; Ὅτι κυρίως Κυρίου δῶρον ἡ τοιαύτη κατάνυξις καθέστηκεν· οὐκ ἔστιν ἐν τῇ ψυχῇ τότε ἀνήδονος ἡδονὴ, τοῦ Θεοῦ λεληθότως παρακαλοῦντος τοὺς συντεθλασμένους τῇ καρδίᾳ· πρὸς δὲ ὄντως πένθους ἐναργεστάτου, καὶ ὀδύνης ὀνησιφόρου ὑπόθεσιν ἀκούσωμεν ψυχωφελοῦς καὶ ἐλεεινοτάτου διηγήματος. Στέφανός τις οἰκῶν ἐνταῦθα, τὸν ἐρημικὸν καὶ ἡσύχιον ἀσπαζόμενος βίον χρόνους τε ἱκανοὺς ἐν μοναδικῇ διατρίψας παλαίστρᾳ, νηστείαις τε μάλιστα καὶ δάκρυσι κατακεκοσμημένος, καὶ ἑτέροις ἀγαθοῖς πλεονεκτήμασι περιηνθισμένος ὑπάρχων, ἐκέκτητο τὴν κέλλαν πρὸς τῇ καταβάσει τοῦ ἁγίου καὶ θεόπτου ἡλίου ἐν τῷ ἁγίῳ τούτῳ ὄρει· οὗτός τε, οὗτος ὁ ἀοίδιμος κατείληφε σκοπῷ πρὸς σκοπὸν ἐνεργεστέρας καὶ στενοτέρας, καὶ ἐπιπόνου μετανοίας, τὸν τόπον τῶν ἀναχωρητῶν, τὸν καλούμενον Σίδδην, πεποιηκώς τε ἐκεῖσε ἐν στενοτάτῃ καὶ ἐπιτεταγμένῃ διαίτῃ χρόνους τινὰς, ἐπεὶ ἀπαράκλητος ὁ τύπος καὶ πάσης ἀνθρώπου διόδου ἀνεπίβατος. ὡς ἔτυχεν ἂν ἀπὸ ἑβδομήκοντα μιλίων τοῦ κάστρου, ἀνέρχεται περὶ τὰ ἑαυτοῦ ἔσχατα ἐν τῷ ἰδίῳ κελλίῳ ἐν τῇ ἁγίᾳ κορυφῇ ὁ γέρων. Εἶχε δὲ ἐκεῖ καὶ δύο μαθητὰς Παλαιστινοὺς εὐλαβεῖς πάνυ· οἳ καὶ ἐφύλαττον τὸ κελλίον τοῦ γέροντος. Ποιήσας οὖν ὀλίγας ἡμέρας ὁ γέρων ἀσθενεῖ ἀσθένειαν, ἐν ᾗ καὶ ἐπιτελειώθη. Πρὸ οὖν μιᾶς ἡμέρας τοῦ ἀναλύσαι, ἐξίσταται τῷ νοῒ καὶ τῶν ὀφθαλμῶν ἀνεῳγμένων κατενόει εἰς τὰ δέξια, καὶ εἰς τὰ ἀριστερὰ τῆς κλίνης· καὶ ὡς ὑπό τινων λογοθετούμενος, ἔλεγε πάντων ἀκουόντων τῶν περισταμένων, ποτὲ μέν· Ναὶ, ὄντως, ἀλήθεια, ἀλλ᾿ ἐνήστευσα τοσούτους χρόνους ὑπὲρ τούτου εἶτα πάλιν· Οὐχὶ, ὄντως ψεύδεσθε, τοῦτο οὐκ ἐποίησα· καὶ πάλιν· Ναὶ, ἀληθῶς τοῦτο, ναί· ἀλλ᾿ ἔκλαυσα, ἀλλὰ διηκόνησα· καὶ πάλιν· Οὐχὶ, ὅλως κατηγορεῖτέ μου. Ἔστι δὲ ὅτε εἴς τινα ἔλεγε· Ναὶ, ἀληθῶς, ναί· καὶ πρὸς τοῦτο τί εἰπεῖν οὐκ οἶδα· ἐν τῷ Θεῷ ἐστιν ἔλεος. Καὶ ἦν ἀληθῶς θέαμα φρικτὸν καὶ φοβερὸν, ἀόρατον καὶ ἀσυγχώρητον λογοθέσιον· καὶ τὸ φοβερώτερον, ὅτι καὶ ἃ οὐκ ἐποίησε, κατηγόρουν αὐτοῦ. Βαβαὶ, ὁ ἡσυχαστὴς καὶ ἀναχωρητὴς ἔλεγεν εἴς τινα τῶν ἑαυτοῦ πταισμάτων, ὅτι Πρὸς ταῦτα εἰπεῖν οὐκ οἶδα, ἔχων που λοιπὸν περὶ τὰ τεσσαράκοντα ἔτη μοναχὸς, καὶ ἔχων τὸ δάκρυον.
 
Οἴ μοι, οἴ μοι, ποῦ ἦν τότε ἡ τοῦ Ἰεζεκιὴλ φωνὴ, ἵνα εἴπῃ πρὸς αὐτοὺς, ὅτι Ἐν ᾧ εὕρω σε, ἐν αὐτῷ καὶ κρινῶ σε, εἶπεν ὁ Θεός. Ὄντως οὐδὲν τοιοῦτον εἰπεῖν ἠδυνήθη· τίνος χάριν δόξα τῷ μόνῳ γινώσκοντι· τινὲς δέ μοι, ὡς ἐπὶ Κυρίου διηγήσαντο, ὅτι καὶ λεοπάρδῳ ἀπὸ χειρὸς παρέβαλεν εἰς τὴν ἔρημον· καὶ οὕτω λογοθετούμενος, τοῦ σώματος ἐχωρίσθη, τί τὸ κρῖμα, ἢ τὸ πέρας, ἢ ἀπόφασις αὐτοῦ, ἢ τὸ τέλος τοῦ λογοθεσίου κατάδηλον μὴ ποιησάμενος. Ὥσπερ χήρα τὸν ἑαυτὴς ἄνδρα ἀποβαλοῦσα, καὶ μονογενῆ υἱὸν κεκτημένη μετὰ Κύριον, ἐκεῖνον μόνον παραμυθίαν κέκτηται· οὕτω καὶ ψυχῆς πεσούσης οὐκ ἔστι παραμυθία τις ἑτέρα ἐν καιρῷ ἐξόδου, ὡς οἱ κόποι τοῦ λαιμοῦ, καὶ τὸ δάκρυον. Οὐ μελῳδήσουσιν οἱ τοιοῦτοί ποτε, οὐδὲ ἀλαλάζουσιν ἐν ὕμνοις πρὸς ἑαυτούς· λυμαντικὰ γὰρ τὰ τοιαῦτα τοῦ πένθους καθεστήκασιν. Ἂν διὰ τούτων προσκαλεῖσθαι αὐτὸ ἐπιτηδεύῃς, ἔτι πόῤῥω ἀπό σου ἀφέστηκε τὸ ἔργον· πένθος γάρ ἐστιν πεποιωμένον ἄλγημα ψυχῆς ἐμπύρου· πρόδρομον ἐν πολλοῖς τῆς μακαρίας ἀπαθείας τὸ πένθος γέγονε, προευτρεπίσαν, καὶ προσαρῶσαν, καὶ ἀναλῶσαν τὴν ὕλην. Διηγήσατό μοί τις τούτου τοῦ καλοῦ ἐργάτης δόκιμος, ὅτι περ, φησὶν, ἐπιτηδεύοντί μοι πολλάκις πρὸς κενοδοξίαν, ἣ ὀργὴν, ἢ γαστρὸς κόρον ἐκφέρεσθαι, ὁ τοῦ πένθους ἔσωθεν διεμαρτύρατό μοι λογισμὸς, καί φησι· «Μὴ κενοδοξήσῃς, ἐπὶ ἀναχωρῶ σου, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων παθῶν.»Ἐγὼ δὲ πρὸς αὐτὸν ἔλεγον· Οὐ μή σου παρακούσω ποτὲ, ἄχρις οὗ τῷ Χριστῷ παραστήσῃς.
 
Ἄβυσσος μὲν πένθους παράκλησιν ἐθεάσατο. καθαρότης δὲ καρδίας ἐδέξατο ἔλλαμψιν. Ἔλλαμψίς ἐστιν ἄῤῥητος ἐνέργεια, νοουμένη ἀγνώστως, καὶ ὁρωμένη ἀοράτως· παράκλησίς ἐστιν ἐνωδύνου ψυχῆς ἀνάψυξις, νηπίου δίκην ἐν ἑαυτῇ κλαυθμηριζομένης ἅμα καὶ φαιδρῶς μειδιώσης. Ἀντίληψίς ἐστι ψυχῆς ἀνανέωσις, καταπεσούσης λύπη, τὸ ἐνώδυνον δάκρυον εἰς ἀνώδυνον θαυμασίως μεταποιήσασα. Δάκρυα ἐξόδου ἀπέτεκον φόβον· φόβου δὲ τεκόντος ἀφοβίαν, ἐπιφαίει χαρὰ, χαρᾶς δὲ ἀκαταλήκτου ληξάσης τῆς ὁσίας ἀγάπης, ἀνέτειλε τὸ ἄνθος.
 
Ἀπόθου ὡς οὐκ ἄξιος ἐν χειρὶ ταπεινώσεως ἐπιδημοῦσαν χαρὰν, ἵνα μὴ εὐπαράδεκτος ὢν, δέξῃ λύκον ἀντὶ ποιμένος. Μὴ πρόστρεχε θεωρίᾳ ἐν οὐ καιρῷ θεωρίας, ἵνα σου τοῦ κάλλους τῆς ταπεινώσεως καταδιώξηται, καὶ καταλήψηται, καὶ εἰς αἰῶνα αἰώνων συναφθήσεταί σοι ἐν πανάγνῳ γάμῳ. Ἐν ἀρχαῖς μὲν αὐταῖς γνωρίζων ὁ νήπιος τὸν πατέρα, χαρᾶς ὅλος πεπληρωμένος γίνεται· τούτου δὲ πρὸς χρόνον οἰκονομικῶς ἀποδημοῦντος, εἶτα πάλιν ἐπιδημοῦντος, χαρᾶς ὁ παῖς καὶ λύπης ἀνάμεστος γίνεται· χαρᾶς μὲν, ὡς τὸν ποθούμενον ἰδών· λύπης δὲ, διὰ τὴν τοῦ τοσούτου χρόνου τοῦ καλοῦ κάλλους στέρησιν. Κρύπτει μήτηρ ἑαυτὴν τοῦ νηπίου, καὶ τούτου ἐνοδύνως ἐπιζητοῦντος αὐτὴν ὁρῶσα, τέρπεται, παιδεύουσα, αὐτὸ διηνεκῶς προσκολλᾶσθαι αὐτῇ· καὶ τὸ φίλτρον αὐτοῦ τὸ πρὸς ἑαυτὴν σφοδρῶς ἀναφλέγουσα. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω, φησὶν ὁ Κύριος. Οὐ μεριμνήσει ὁ τὴν ἀπόφασιν εἰληφὼς κατάδικος τὰς θεάτρων διοικήσεις· καὶ οὐ μὴ προσχῇ ὁ ἐναργῶς θρηνῶν, τρυφῇ, ἢ δόξῃ, ἢ ὀργῇ, ἢ ὀξυχολίᾳ ποτέ. Πένθος ἐστὶ πεποιωμένη ὀδύνη μετανοούσης ψυχῆς, καθ᾿ ἡμέραν ὀδύνας ὀδύναις προστιθεῖσα, ὡς ἡ τίκτουσα καὶ ὀδύνουσα. Δίκαιος καὶ ὅσιος ὁ Κύριος· καὶ τὸν λόγῳ ἡσυχάζοντα, λόγῳ κατανύσσων· καὶ τὸν λόγῳ ὑποτασσόμενον καθ᾿ ἡμέραν εὐφραίνων. Ὁ θάτερον τρόπον οὐκ ἀνοθεύτως μετερχόμενος τοῦ πένθους ἀπήλλακται. Ἀπόθου τὸν κύνα τὸν ἐν τῷ πένθει τῷ βαθυτάτῳ προσερχόμενον· καὶ τὸν Θεὸν ἄσπλαγχνον καὶ ἀσυμπαθῆ ὑποβάλλοντα. Ἐπιτηρήσας γὰρ αὐτὸν, εὑρήσεις πρὸ τῆς ἁμαρτίας φιλάνθρωπον, καὶ συμπαθῆ τὸν Θεὸν καὶ συγχωρητὴν προσαγορεύοντα. Ἀδολεσχία γεννᾷ συνέχειαν, αὐτὴ δὲ καταλήγει εἰς αἴσθησιν· τὸ δὲ ἐν αἰσθήσει ποιούμενον, δυσαφαίρετον, κἂν ὁποίας ἂν ἡμῶν τὰς πολιτείας μεγάλας μετερχώμεθα, τὴν δὲ καρδίαν ἐνώδυνον οὐ κεκτήμεθα, νόθοι αὗται καὶ ἕωλοι κατεστήκασι· δεῖ γὰρ ὄντως, δεῖ, ἵν᾿ οὕτως εἴπω, τοὺς μετὰ τὸ λοῦτρον πάλιν μολυνθέντας, πυρὶ καρδίας ἀνενδότῳ, καὶ ἐλαίῳ Θεοῦ τὰς ἑαυτῶν ἀποπισσῶσαι χεῖρας.
 
Εἶδον ἐγὼ ὅρον ἔν τισι πένθους [al. πενθούντων] τὸν ἀκρότατον· αἷμα γὰρ αὐτοὺς αἰσθητῶς ἐκ τῆς κατωδύνου καὶ πεπληγμένης καρδίας ἐθεασάμην προχέοντας ἐκ τοῦ στόματος· καὶ ἐνεθυμήθην τοῦ φήσαντος· Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου. Τὰ μὲν ἐκ φόβου δάκρυα, αὐτὰ ἐφ᾿ ἑαυτοῖς τὸν τρόμον καὶ τὴν φυλακὴν κέκτηται· τὰ δὲ τῆς ἀγάπης πρὸ τῆς τελείας ἀγάπης ἴσως καὶ εὔσηλα ἔν τισιν καθεστήκασι. Οὐκ οἶδα εἰ μή γε ἂν πολὺ τὸ ἀείμνηστον πῦρ ἐν τῷ καιρῷ τῆς ἐνεργείας τὴν καρδίαν ἀνεξάψειε. Καὶ θαῦμα εἰπεῖν, πῶς τὸ ταπεινότερόν ἐστιν ἀσφαλέστερον ἐν καιρῷ αὐτοῦ.
 
Εἰσὶν ὕλαι τὰς πηγὰς ἡμῶν ξηραίνουσαι καί εἰσιν ἕτεραι καὶ βόρβορον ἐν αὐτοῖς, καὶ θηρία ἀποτίκτουσαι· καὶ διὰ μὲν τῶν προτέρων ὁ Λὼτ ταῖς θυγατράσι παρανόμως συνεγίνετο· διὰ δὲ τῶν δευτέρων ὁ διάβολος ἐξ οὐρανοῦ πέπτωκε. Πολλὴ παρ᾿ αὐτοῖς ἐχθροῖς ἡμῶν ἡ κακία, πῶς τὰς μητέρας τῶν ἀρετῶν, μητέρας κακιῶν ἀπεργάζονται, καὶ τὰς ποιητικὰς τῶν ταπεινώσεων ὕλας, ὑπερηφανίας δημιουργοὺς ἀποδεικνύουσι. Πεφύκασι πολλάκις, καὶ αὐταὶ τῶν οἰκετηρίων ἡμῶν αἱ καταμοναὶ καὶ θέαι τὸν νοῦν ἡμῶν εἰς κατάνυξιν προσκαλεῖσθαι· καὶ πεισάτωσαν ἴσως [Ἰησοῦς] καὶ Ἠλίας, καὶ Ἰωάννης καθ᾿ ἑαυτοὺς προσευχόμενοι. Εἶδον ἐν πόλεσι καὶ θορύβοις πολλάκις κινηθέντα δάκρυα, ἵν᾿ ὡς μηδὲν ἐκ τῶν θορύβων ἀδικεῖσθαι οἰόμενοι, τῷ κόσμῳ πλησιάσωμεν· σκοπὸς γὰρ οὗτος τοῖς πονηροῖς δαίμοσιν· εἷς μὲν λόγος πολλάκις πένθος διέλυσε· θαῦμα δὲ, εἴπερ καὶ εἷς αὐτὸ συνήγαγεν. Οὐκ ἐγκληθησόμεθα, ὦ οὗτοι, οὐκ ἐγκληθησόμεθα ἐν ἐξόδῳ ψυχῆς, διότι οὐ τεθαυματουργήκαμεν· οὐδ᾿ ὅτι οὐ τεθεολογήκαμεν· οὐδ᾿ ὅτι θεωρητικοὶ οὐ γεγόναμεν, ἀλλὰ λόγον πάντως δώσομεν τῷ Θεῷ διότι ἀδιαλείπτως οὐ πεπενθήκαμεν.
 
Βάσις ἑβδόμη· ὁ ἀξιωθεὶς κἀμοὶ βοηθείτω· αὐτὸς γὰρ ἤδη βεβοήθηται, διὰ τοῦ ἑβδόμου βαθμοῦ τὰς τοῦ αἰῶνος τούτου κηλίδας ἀπονιψάμενος.
 
=== ΛΟΓΟΣ Ηʹ ===
Περὶ ἀοργησίας καὶ πραότητος.
Ὥσπερ ὕδατος ἐν φλογὶ κατὰ μικρὸν προστιθεμένου, τελείως ἡ φλὸξ ἀποσβέννυται, οὕτω καὶ τοῦ ἀληθινοῦ πένθους τὸ δάκρυον πᾶσαν τὴν φλόγα τοῦ θυμοῦ καὶ ὀξυχολίας ἀποκτείνειν πέφυκε· διὸ αὐτὸ καὶ ἀκολούθως τετάχαμεν. Ἀοργησία τοίνυν ἐστὶν ἔφεσις ἀτιμίας ἀκόρεστος, ὡς ἐν τοῖς κενοδόξοις εὐφημίας ἀπέραντος. Ἀοργησία ἐστὶ φύσεως ἧττα, ἐν ἀναισθησίαις ὕβρεων ἐξ ἀγώνων καὶ ἱδρώτων προσγινομένη. Πραότης ἐστὶν ἀκίνητος ψυχῆς κατάστασις, ἐν ἀτιμίαις καὶ εὐφημίαις ὡσαύτως ἔχουσα. Ἀρχὴ μὲν ἀοργησίαις, σιωπὴ χειλέων ἐν ταραχῇ καρδίας· μεσότης δὲ σιωπὴ λογισμῶν ἐν ψιλῇ ταραχῇ ψυχῆς· τέλος δὲ πεπηγμένη γαλήνη ἐν πνοῇ ἀνέμων ἀκαθάρτων Ὀργή ἐστιν ὑπόμνησις κεκρυμμένου μίσους, ἤγουν μνησικακίας. Ὀργή ἐστιν ἐπιθυμία κακώσεως τοῦ παροξύνοντος. Ὀξυχολία ἐστὶν ἔξαψις καρδίας ἀχρόνως γινομένη. Πικρία ἐστὶν ἀνήδονος κίνησις ἐν ψυχῇ συγκαθημένη. Θυμός ἐστιν εὐμετάβολος κίνησις ἠθῶν, καὶ ψυχῆς ἀσχημοσύνη. Ὡς φωτὸς φανέντος ὑποχωρεῖ τὸ σκότος· οὕτως καὶ ἐξ ὀσμῆς ταπεινώσεως πᾶσα πικρία καὶ θυμὸς ἐξαφανίζεται. Τινὲς εὐμετάβλητοι ἐκ θυμοῦ ὑπάρχοντες, ἀμελῶς περὶ τὴν τούτου θεραπείαν καὶ ἐπιμέλειαν διάκεινται, μὴ ἐννοοῦντες οἱ τάλανες τοῦ εἰπόντος Ἡ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ, πτῶσις αὐτῷ. Ἔστι κίνησις μύλου ὀξεῖα ἐν μιᾷ ῥοπῇ ὑπὲρ τὴν τοῦ ἑτέρου ἡμέραν, σῖτον ψυχῆς, καὶ καρπὸν συντρίβουσα καὶ ἐξαφανίζουσα· διὸ προσεκτέον νουνεχῶς. Ἔστι φλογὸς ἔξαψις συντόμως ὑπὸ σφοδροῦ πνεύματος ἀναπτομένη, καὶ ὑπὲρ φλόγα χρονίζουσαν τὸν ἀγρὸν τῆς καρδίας ἀνεμπιπρῶσα, καὶ ἀπολλύουσα. Οὐδὲ τοῦτο ἡμᾶς λανθάνειν ὀφείλει, ὦ φίλοι, ὅτι περ ἐν καιρῷ οἱ πονηροὶ δαίμονες ἑαυτοὺς συντόμως ὑποστέλλουσιν, ἵν᾿ ὡς μικρῶν τῶν μεγάλων παθῶν ἀμελήσαντες, ἀνίατα λοιπὸν νοσήσωμεν. Ὥσπερ λίθος ὀξύγωνος, καὶ ἀπόκροτος ἑτέροις λίθοις συγκρουόμενος καὶ συνδαιρόμενος, ἅπασαν αὐτοῦ τὴν ὀξύγωνον καὶ ἀπόκροτον καὶ στεῤῥὰν διάπλασιν διαθρύπτεται, καὶ στρογγυλοειδῆ ἀπεργάζεται· οὕτως καὶ ψυχὴ ὀξεῖα καὶ ἀπότομος συμμιγνυμένη καὶ συνδιάγουσα σκληροῖς τισι, δυεῖν θάτερον ὑπομένει· ἢ ἐκ τῆς ὑπομονῆς τὸ ἴδιον τραῦμα θεραπεύσει, ἢ ὑποχωρήσασα τὴν ἰδίαν πάντως ἀσθένειαν γνωρίσει; τῆς φυγῆς τῆς δειλάνδρου ταύτην αὐτῇ, ὥσπερ ἔσοπτρον φανερωσάσης. Θυμώδης ἐστὶν ἐπιληπτικὸς ἑκούσιος, ἐξ ἀκουσίου προλήψεως, καταῤῥηγνύμενος καὶ ῥασσόμενος. Οὐδὲν οὕτω τοῖς μετανοοῦσιν ἀνοίκειον ὡς θυμὸς ταρασσόμενος, εἴπερ ἡ ἐπιστροφὴ πολλῆς δεῖται τῆς ταπεινώσεως. Ὁ δὲ πάσης οἰήσεως ὑπάρχει τεκμήριον. Εἰ τοῦτο ὅρος ἀκροτάτης πραότητος, τὸ καὶ παρόντος τοῦ ἐρεθίζοντος γαληνῶς τῇ καρδίᾳ καὶ ἀγαπητικῶς πρὸς αὐτὸν διακεῖσθαι, πάντως τοῦτο ὅρος ἀκροτάτου θυμοῦ, τὸ καὶ καθ᾿ ἑαυτὸν διάγοντα μόνον, λόγοις καὶ σχήμασι πρὸς τὸν λυπήσαντα διαμάχεσθαι, καὶ θηριοῦσθαι. Εἰ τὸ πνεῦμα τὸ ἅγιον εἰρήνη ψυχῆς καὶ ὁρίζεται, καὶ ὑπάρχει· ἡ δὲ ὀργὴ, ταραχὴ καρδίας καὶ ὑπάρχει καὶ λέγεται.
 
Οὐκ οὖν οὐδὲν οὕτω τὴν αὐτοῦ παρουσίαν ἐν ἡμῖν, ὡς θυμὸς ὑποτειχίζειν πέφυκε. Πάμπολλα καὶ χαλεπὰ αὐτοῦ τὰ γεννήματα γνωρίζοντες· ἕνα καὶ μόνον ἀκούσιον ἀπόγονον, εἰ καὶ νόθον, ὅμως ὠφέλημον ἐπεγνώκαμεν. Εἶδον μανικῶς ἐξαφθέντας, καὶ τὴν χρονίαν καὶ ἐναπόθετον μνησικακίαν ἐμέσαντας, καὶ διὰ πάθους, πάθους ἀπαλλαγέντας· περὶ τῆς χρονίου λύπης ἢ μετάνοιαν, ἢ πληροφορίαν ἐκ τοῦ λελυπηκότος κομισαμένους. Καὶ εἶδον τὸ δοκεῖν μακροθυμήσαντας ἀλόγως, καὶ ἐκ τῆς σιωπῆς μνησικακίαν ἔνδον ἀποθεμένους, καὶ τῶν μαινομένων μᾶλλον αὐτοὺς ἐταλάνισα, ὡς διὰ μέλανος τὸ τῆς περιστερᾶς λευκὸν ἀφανίσαντας. Πολλῆς ἡμῖν πρὸς τὸν ὄφιν δεῖ τοῦτον τῆς ἐπιμελείας· τὴν γὰρ φύσιν καὶ αὐτὸς, ὡς καὶ ὁ τῶν σωμάτων συνεργοῦσαν αὐτῷ, κέκτηται. Εἶδον ὀργισθέντας, καὶ ἐκ πικρίας τὴν τροφὴν ἀπωσαμένους, καὶ μέντοι ἰὸν ἰῷ διὰ τῆςἀλόγου ἐγκρατείας προσελάβοντο. Καὶ εἶδον ἑτέρους ἀφορμῆς δῆθεν εὐλόγου τοῦ θυμοῦ δραξαμένους, καὶ γαστριμαργίᾳ ἑαυτοὺς μεθοδεύσαντας, καὶ ἐκ βοθύνου εἰς κρημνὸν περιπεσόντας. Ἑτέρους δὲ ἐχέφρονας τεθέαμαι, ὡς καλοὺς ἰατροὺς ἀμφότερα συγκεράσαντας, καὶ τὰ μέγιστα ἐκ τῆς συμμέτρου παρακλήσεως ὠφεληθέντας. Ποτὲ μὲν ἡ μελῳδία τὸν θυμὸν ἀρίστως διαλύει, ἡ σύμμετρος· ποτὲ δὲ τῇ φιληδονίᾳ συνέρχεται, ἥγε ἄμετρος καὶ ἄκαιρος. Τοὺς οὖν καιροὺς κανονίζοντες, οὕτως ἐχρησάμεθα.
 
Ἤκουσα παρακαθήμενος ἔξω κατά τινα χρείαν ἀνδρῶν ἡσυχαζόντων, ὡς περδίκων ἐν τῇ κέλλῃ ἐκ πικρίας καὶ θυμοῦ καθ᾿ ἑαυτοὺς κλοβομαχούντων, τῷ προσώπῳ δὲ ὡς παρόντος τοῦ λελυπηκότος ἐπιπηδώντων· οἷς ἔγωγε τὸ μὴ ἀπιδιάζειν εὐσεβῶς συμβεβούλευκα, ἵνα μὴ ἐξ ἀνθρώπων δαίμονες κατασταθῶσι. Καὶ τεθέαμαι πάλιν λάγνους καὶ βρωμώδεις καρδίας, πράους τινὰς καὶ κόλακας, καὶ φιλαδέλφους, καὶ φιλοκαλλιπροσώπους ὑπάρχοντας, οὒς τὴν ἡσυχίαν ὡς ξύριον μισόλαγνον, καὶ μισόβρωμον μετιέναι παρεσκεύασα, ἵνα μὴ ἐκ λογικῆς εἰς ἄλογον φύσιν ἐλεεινῶς μετατεθῶσιν. Ἐπεὶ δέ μοί τινες ἐν ἀμφοτέροις ἑαυτοὺς ἔλεγον οἰκτίστως ἐκφέρεσθαι, τούτους ἔγωγε πάντη αὐτεξουσίως πορεύεσθαι κεκώλυκα. Τοῖς μέντοι αὐτῶν ἐπιστατοῦσι τοῦτο φιλικῶς ὑποθέμενος· ποτὲ μὲν αὐτοῖς τοῦ χρόνου ταύτην, ποτὲ δὲ ἐκείνην τὴν τάξιν ἐπιτρέπειν μετέρχεσθαι ὅμως τὸ πᾶν τῷ κρατοῦντι [τῷ] πάντα κρατοῦντι, τὸν αὐχένα δούς. Ὁ μὲν φιλήδονος ἑαυτὸν, ἴσως δὲ καὶ ἕτερον ἕνα φιλομύστην αὐτοῦ λυμαίνεσθαιπέφυκεν· ὁ δὲ θυμώδης ὥσπερ λύκος πᾶσαν πολλάκις τὴν ποίμνην διετάραξε, καὶ πολλὰς ψυχὰς ταπεινώσας διέθλιψε· χαλεπὸν μὲν τὸν τῆς καρδίας ὀφθαλμὸν ἐκ θυμοῦ ταράξαι, κατὰ τὸν εἰπόντα· Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου· χαλεπώτερον δὲ τὸ διὰ χειλέων τὴν τῆς ψυχῆς ὁρμὴν ἐνδείξασθαι· τὸ διὰ χειρῶν πάντη που τῆς μοναδικῆς, καὶ ἀγγελικῆς, καὶ θεϊκῆς πολιτείας ἐχθρὸν καὶ ἀλλότριον. Εἰ κάρφος ἑτέρου ἰάσασθαι θέλεις, μᾶλλον δὲ νομίζεις μὴ ἀντὶ μήλης δοκῷ τοῦτον ἀποχρίσης, ἢ ἀποστύψῃς· δοκὸς βαρὺς λόγος, σχήματα ἀπρεπῆ· τὸ δὲ ἕτερον ἐπιεικὴς διδασκαλία, καὶ μακρόθυμος ἐπιτιμία. Ἔλεγξον, φησὶν, ἐπιτίμησον, παρακάλεσον· οὐ μέντοι καὶ τύψον. Εἰ δὲ καὶ τοῦτο δέοι, σπανίως καὶ οὐ δι᾿ ἑαυτοῦ. Ἐπισκεψώμεθα καὶ ἐν τοῖς πολλοῖς τῶν θυμικῶν τὴν ἀγρυπνίαν προθύμως, καὶ τὴν νηστείαν καὶ ἡσυχίαν ἐπιτελουμένην θεασόμεθα. Σκοπὸς γὰρ τῷ δαίμονι τὰς αὐξητικὰς τοῦ πάθους ὕλας, προφάσει δῆθεν μετανοίας, καὶ πένθους αὐτοῖς ὑποτίθεσθαι. Εἰ εἷς λύκος, ὡς προέφημεν, δύναται ἐκταράξαι ποίμνην, δαίμονα συνεργὸν κεκτημένος, πάντως καὶ εἷς ἀδελφὸς σοφώτατος, ὥσπερ ἀσκὸς χρηστὸς ἐλαίου μεστὸς τὸ κῦμα παρενέγκαι καὶ γαληνιάσαι ποιεῖν τὴν ὁλκάδα, ἄγγελον συνεργὸν κεκτημένος, κατὰ τὸ μέγεθος τοῦ προτέρου κρίματος, οὗτος ἐκ Θεοῦ μισθὸν κομισόμενος, καὶ τύπος ὠφελείας πᾶσι γινόμενος.
 
Ἀρχὴ τῆς μακαρίας ἀνεξικακίας ἐν πικρίᾳ καὶ ὀδύνῃ ψυχῆς τὰς ἀτιμίας καταδέχεσθαι. Μεσότης δὲ ἀλύπως ἐν ταύταις διακεῖσθαι· τελείωσις δὲ, εἴπερ καὶ ἔστιν, ὡς εὐφημίας ταύτας λογίζεσθαι. Χαίροις ὁ πρότερος, ἔῤῥωσο ὁ δεύτερος, μακάριος ἐν Κυρίῳ καὶ ἀγαλλιῶ ὁ τρίτος· ἐλεεινὸν ἐπεσημηνάμην ἐν ὀργίλοις θέαμα, ἐξ οἰήσεως λεληθότως αὐτοῖς συμβαῖνον, ὀργιζόμενοι γὰρ διὰ τὴν ἧτταν, πάλιν ὠργίζοντο· καὶ πτώματι πτῶμα ἐκδιωκόμενον ὁρῶν ἐθαύμαζον· καὶ ἁμαρτίαν ἁμαρτίᾳ διεκδικοῦντας ἠλέουν θεώμενος, καὶ δαιμόνων πανουργίαν ἐκπληττόμενος, τῆς ἑαυτοῦ ζωῆς μικροῦ δεῖν ἀπεγίνωσκον.
 
Εἴ τις ἑαυτὸν ἀπὸ οἰήσεως καὶ ὀξυχολίας, πονηρίας τε καὶ ὑποκρίσεως εὐχερῶς ἡττώμενον θεάσοιτο, καὶ οὕτως τὴν μάχαιραν τῆς πραότητος καὶ ἀνεξικακίας δίστομον καθ᾿ αὐτῶν ἐσκέψατο σπάσασθαι, οὗτος πορευθεὶς παραγένηται, ὥσπερ ἐν κναφείῳ σωτηρίας, ἐν συνοδίᾳ ἀδελφῶν, καὶ μάλιστα σκληροτάτων, εἴπερ αὐτὰ τελείως ἐκδύσασθαι βούλεται, ἵνα ἐκεῖσε ἐξ ὕβρεων καὶ ἀτιμιῶν, καὶ τρικυμιῶν τῶν ἀδελφῶν τεινόμενος, καὶ νοερῶς τυπτόμενος, ἢ τάχα που καὶ αἰσθητῶς ξεόμενος, καὶ πατούμενος καὶ λακτιζόμενος, τὸν ῥύπον τὸν ἐνυπάρχοντα αὐτοῦ τῇ αἰσθήσει τῆς ψυχῆς ἀποπλύνῃ· αὐτή σε ἡ δημώδης φωνὴ πεισάτω πλυντήριον τὸν ὀνειδισμὸν τῶν τῆς ψυχῆς παθῶν καθίστασθαι· φασὶ γάρ τινες τῶν ἐν τῷ κόσμῳ ἡνίκα τινὰ κατὰ πρόσωπον ἀτιμίας περιβάλλουσι, καυχώμενοι πρὸς ἑτέρους, ὅτι τὸν δεῖνα ἀπέπλυνα. Ὅ τι καὶ ἀληθὲς καθέστηκεν. Ἄλλη ἐστὶν ἡ ἐκ πένθους ἐν τοῖς εἰσαγωγικοῖς ἀοργησία, καὶ ἑτέρα, ἡ ἐν τοῖς τελείοις ὑπάρχουσα ἀκινησία· καὶ ἡ μὲν, ὥσπερ χαλινῷ τινι τῷ δακρύῳ δέδεται.
 
Ἡ δὲ, ὥσπερ ὄφις ὑπὸ τῆς ἀπαθείας, ὡς ὑπὸ μαχαίρας, τεθανάτωται. Τρεῖς ἔγωγε ὁμοθυμαδὸν ἑώρακα μοναχοὺς ἀτιμασθέντας· καὶ ὁ μὲν δέδηκται [δέδηκτο, al. δέδακται], καὶ ἐσιώπησεν· ὁ δὲ ἐχάρη ἑαυτοῦ χάριν, λελύπηται δὲ περὶ τοῦ λοιδορήσαντος· ὁ δὲ τρίτος τὴν τοῦ πλησίον βλάβην ἀνατυπώσας ἐδάκρυσε θερμῶς· καὶ ἦν ἰδεῖν φόβου, καὶ μισθοῦ, καὶ ἀγάπης ἐργάτας. Ὥσπερ ὁ τῶν σωμάτων πυρετὸς, εἷς μέν ἐστι, πολλὰς δὲ καὶ οὐ μίαν τῆς αὐτοῦ ζέσεως τὴν ἀφορμὴν κέκτηται· οὕτως καὶ ἡ τοῦ θυμοῦ ζέσις, καὶ κίνησις, καὶ τῶν λοιπῶν ἡμῶν παθῶν πολλὰς καὶ διαφόρους αἰτίας ἔχουσα καθεστήκασι. Διὸ καὶ ἀδύνατον κατὰ τούτων μονοτρόπως ὁρίσασθαι. Γνώμην δὲ δίδωμι μᾶλλον ἐν ἑκάστου λοιπὸν τῶν νοσούντων μεμεριμνημένῃ σπουδῇ τῆς ἰατρείας τὴν θεραπείαν ἐπιζητεῖν. Πρώτη δ᾿ ἂν εἴη θεραπεία, τῆς αὐτοῦ ἀλγηδόνος τὴν αἰτίαν ἐπιγνῶναι, ἵνα τῆς αἰτίας εὑρεθείσης πρὸς αὐτὴν, καὶ τὴν ἔμπλαστρον ἐκ προνοίας Θεοῦ καὶ ἰατρῶν πνευματικῶν λήψεται, ὡς ἐν ὑποδείγμασιν οἱ βουλόμενοι ἡμῖν ἐν Κυρίῳ εἰς τὸ νοερὸν καὶ προβεβλημένον δικαστήριον συνεισελθεῖν, συνεισελθέτωσαν, καὶ ἀμυδρῶς πως περὶ τῶν προειρημένων παθῶν ἢ αἰτιῶν βασανίσωμεν. Δεθήτω λοιπὸν θυμὸς ὡς τύραννος ἐν δεσμοῖς πραότητος, καὶ τυπτόμενος ὑπὸ μακροθυμίας ἐκσυρόμενός τε ὑπὸ τῆς ἁγίας ἀγάπης ἐν τῷ βήματι τούτῳ τοῦ λόγου παραστὰς τὰ προσήκοντα ἐξεταζέσθω. Λέγε ἡμῖν, ὦ παράφρον καὶ ἄσεμνε, τήν τε τοῦ γεγεννηκότος [σε] προσηγορίαν, καὶ τῆς κακῶς τεκούσης σε προσωνυμίαν, τῶν σῶν τε υἱῶν καὶ θυγατέρων μιαρῶν τὰ ὀνόματα· οὐ μόνον δὲ, ἀλλὰ καὶ τῶν πολεμούντων καὶ ἀποκτεινούντων σε τὰς σημασίας. Ὁ δὲ πρὸς ἡμᾶς ἀποκρινόμενος ἔλεγεν. Αἱ ἐμὲ γεννήσασαι πολλαὶ, καὶ ὁ ἐμὸς πατὴρ οὐχ εἷς. Αἱ δὲ μητέρες μου κενοδοξία, φιλαργυρία, γαστριμαργία· ἔστι δὲ ὅτε καὶ πορνεία· ὁ ἐμὲ γεγεννηκὼς προσηγορεύεται τῦφος. Αἱ δὲ ἐμαὶ θυγατέρες μνησικακίαι, μίσος, ἔχθρα, δικαιολογία· αἱ ἐμοῦ δὲ ἀντίδικοι, ὑφ᾿ ὧν νῦν περιέχομαι δέσμιος, αἱ τούτων ἀντικείμεναι, ἀοργησία καὶ πραότης. Ἡ δὲ ἐμὴ ἐπίβουλος, ταπεινοφροσύνη προσαγορεύεται.
 
Τίς δὲ ὁ τετοκὼς ἐκείνην, ἐν ἰδίῳ καιρῷ αὐτὴν ἐρωτήσατε.
 
Ἐν ὀγδόῳ τινὶ βαθμῷ ὁ τῆς ἀοργησίας κεῖται στέφανος, καὶ ὁ μὲν ἐκ φύσεως τούτων περικείμενος, ἴσως οὐ περίκειται ἕτερον· ὁ δὲ ἐξ ἱδρώτων, εἰς ἅπαν τοὺς ὀκτὼ νενίκηκεν.
 
=== ΛΟΓΟΣ Θʹ ===
Ανακτήθηκε από «https://el.wikisource.org/wiki/Κλίμαξ»