Βίοι Σοφιστών (Φιλόστρατος)/α: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ Αφαίρεση προτύπου πολυτονικό
μ →‎top: clean up, αφαίρεσε: </div> με τη χρήση AWB
Γραμμή 209:
;κς
μηδὲ Σεκούνδου τοῦ Ἀθηναίου ἀμνημονῶμεν, ὃν ἐκάλουν ἐπίουρόν τινες ὡς τέκτονος παῖδα. Σεκοῦνδος τοίνυν ὁ σοφιστὴς γνῶναι μὲν περιττός, ἑρμηνεῦσαι δὲ ἀπέριττος, Ἡρώδην δὲ ἐκπαιδεύσας ἐς διαφορὰν αὐτῷ ἀφίκετο παιδεύοντι ἤδη, ὅθεν ὁ Ἡρώδης διετώθαζεν αὐτὸν ἐκεῖνο ἐπιλέγων· ‘καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ ῥήτορι τέκτων,’ [p. 55] ἀλλ᾽ ἀποθανόντι καὶ λόγον ἐπεφθέγξατο καὶ δάκρυα ἐπέδωκε καίτοι γηραιῷ τελευτήσαντι. μνήμης δὲ ἄξια τοῦ ἀνδρὸς τούτου καὶ πλείω μέν, μάλιστα δὲ ἥδε ἡ ὑπόθεσις· ‘ὁ ἄρξας στάσεως ἀποθνησκέτω καὶ ὁ παύσας στάσιν ἐχέτω δωρεάν· ὁ αὐτὸς καὶ ἄρξας καὶ παύσας αἰτεῖ τὴν δωρεάν.’ τήνδε τὴν ὑπόθεσιν ὧδε ἐβραχυλόγησεν· ‘οὐκοῦν’ ἔφη ‘τί πρότερον; τὸ κινῆσαι στάσιν. τί δεύτερον; τὸ παῦσαι. δοὺς οὖν τὴν ἐφ᾽ οἷς ἠδίκεις τιμωρίαν, τὴν ἐφ᾽ οἷς εὖ πεποίηκας δωρεάν, εἰ δύνασαι, λάβε.’ τοιόσδε μὲν ὁ ἀνὴρ οὗτος, τέθαπται δὲ πρὸς τῇ Ἐλευσῖνι ἐν δεξιᾷ τῆς Μέγαράδε ὁδοῦ.
 
</div>
 
{{DEFAULTSORT:Βιοι Σοφιστων 01}}