Περί μουσικής (Πλούταρχος): Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ Αφαίρεση προτύπου πολυτονικό
μ →‎top: clean up, αφαίρεσε: </div> με τη χρήση AWB
Γραμμή 113:
καί μοι μηδεὶς ὑπολαβέτω, ὅτι πρός τέρψιν μόνον χρησίμην ᾠήθη μουσικὴν Ὅμηρος διὰ τούτων. ἀλλὰ γὰρ βαθύτερός ἐστι νοῦς ἐγκεκρυμμένος τοῖς ἔπεσιν εἰς γὰρ ὠφέλειαν καὶ βοήθειαν τὴν μεγίστην αὐτοῖς καιροῖς παρέβαλε μουσικήν, λέγω δ᾽ εἰς τὰ δεῖπνα καὶ τὰς συνουσίας τῶν ἀρχαίων συνέβαινε γὰρ εἰσάγεσθαι μουσικήν, ὡς ἱκανὴν ἀντισπᾶν καὶ πραΰνειν τὴν τοῦ οἴνου ὑπόθερμον δύναμιν, καθάπερ πού φησι καὶ ὁ ὑμέτερος Ἀριστόξενος ἐκεῖνος γὰρ ἔλεγεν εἰσάγεσθαι μουσικήν, παρ᾽ ὅσον ὁ μὲν οἶνος σφάλλειν πέφυκε τῶν ἅδην αὐτῷ χρησαμένων τὰ τε σώματα καὶ τὰς διανοίας: ἡ δὲ μουσικὴ τῇ περὶ [p. 530] αὑτὴν τάξει τε καὶ συμμετρίᾳ εἰς τὴν ἐναντίαν κατάστασιν ἄγει τε καὶ πραΰνει. παρὰ τοῦτον οὖν τὸν καιρὸν ὡς βοηθήματι τῇ μουσικῇ τοὺς ἀρχαίους φησὶ κεχρῆσθαι Ὅμηρος
‘ἀλλὰ δὴ καὶ τὸ μέγιστον ὑμῖν, ὦ ἑταῖροι, καὶ μάλιστα σεμνοτάτην ἀποφαῖνον μουσικὴν παραλέλειπται. τὴν γὰρ τῶν ὄντων φορὰν καὶ τὴν τῶν ἀστέρων κίνησιν οἱ περὶ Πυθαγόραν καὶ Ἀρχύταν καὶ Πλάτωνα καὶ οἱ λοιποὶ τῶν ἀρχαίων φιλοσόφων οὐκ ἄνευ μουσικῆς γίγνεσθαι καὶ συνεστάναι ἔφασκον πάντα γὰρ καθ᾽ ἁρμονίαν ὑπὸ τοῦ θεοῦ κατεσκευάσθαι φασίν. ἄκαιρον δ᾽ ἂν εἴη νῦν ἐπεκτείνειν τοὺς περὶ τούτου λόγους: ἀνώτατον δὲ καὶ μουσικώτατον τὸ παντὶ τὸ προσῆκον μέτρον ἐπιτιθέναι.’ ταῦτ᾽ εἰπὼν ἐπαιώνισε, καὶ σπείσας τῷ Κρόνῳ καὶ τοῖς τούτου παισὶ σὺν θεοῖς πᾶσι καὶ Μούσαις ἀπέλυσε τοὺς ἑστιωμένους.
 
</div>
 
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]