Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/430: Διαφορά μεταξύ των αναθεωρήσεων

→‎Δεν έχει γίνει proofreading: Νέα σελίδα: χυδαία, καὶ ἱματισμὸς Ἀραβικὸς χειριδωτὸς, ὅ τε ἁπλοῦς καὶ ὁ κοινὸς, καὶ σκοτουλάτος καὶ...
(Καμία διαφορά)

Αναθεώρηση της 06:50, 28 Ιουλίου 2017

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

χυδαία, καὶ ἱματισμὸς Ἀραβικὸς χειριδωτὸς, ὅ τε ἁπλοῦς καὶ ὁ κοινὸς, καὶ σκοτουλάτος καὶ διάχρυσος, καὶ κρόκος καὶ κύπερος καὶ ὀθόνιον καὶ ἀβόλλαι καὶ λώδικες οὐ πολλαὶ, ἁπλοῖ τε καὶ ἐντόπιοι, ζῶναι σκιωταὶ καὶ μύρον μέτριον καὶ χρῆμα ἱκανὸν οἶνός τε καὶ σῖτος οὐ πολύς. Φέρει γὰρ καὶ ἡ χώρα πυρὸν μετρίως καὶ οἶνον πλείονα. Τῷ δὲ βασιλεῖ καὶ τῷ τυράννῳ δίδονται ἵπποι τε καὶ ἡμίονοι νωτηγοὶ καὶ χρυσώματα καὶ τορνευτὰ ἀργυρώματα καὶ ἱματισμὸς πολυτελὴς καὶ χαλκουργήματα. Ἐξάγεται δὲ ἐξ αὐτῆς ἐντόπια μὲν, σμύρνα ἐκλεκτὴ καὶ στακτὴ * ἀβειρμιναία, λύγδος καὶ τὰ ἀπὸ τῆς πέραν Ἀδουλὶ προειρημένα φορτία πάντα. Πλεῖται δὲ εἰς αὐτὴν εὐκαίρως περὶ τὸν Σεπτέμβριον μῆνα, ὅς ἐστι Θώθ· οὐδὲν δὲ κωλύει κἂν τάχιον.

25. Μετὰ δὲ ταύτην ὡσεὶ τριακοσίους παραπλεύσαντες σταδίους, ἤδη συνερχομένης τε τῆς Ἀραβικῆς ἠπείρου καὶ τῆς πέραν κατὰ τὸν Αὐαλίτην Βαρβαρικῆς χώρας, αὐλών ἐστιν οὐ μακρὸς, ὁ συνάγων καὶ εἰς στενὸν ἀποκλείων τὸ πέλαγος, οὗ τὸν μεταξὺ πόρον ἑξήκοντα σταδίων μεσολαβεῖ νῆσος ἡ Διοδώρου· διὸ καὶ ῥοώδης, καταπνεόμενος ἀπὸ τῶν παρακειμένων ὀρῶν, ἐστὶν ὁ κατ ́ αὐτὴν διάπλους. Κατὰ τοῦτον τὸν ἰσθμὸν παραθαλάσσιός ἐστιν Ἀράβων κώμη τῆς αὐτῆς τυραν-