Κατά Αριστοκράτους: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ Αφαίρεση προτύπου πολυτονικό
Αντιγόνη (συζήτηση | Συνεισφορά)
μ Lint error: Stripped tag με τη χρήση AWB
Γραμμή 306:
 
{{χ|218}} Τὸ ἀνδρολήψιον, παρ᾽ οἷς ἂν ὁ δράσας ᾖ, ἂν μὴ διδῶσι δίκας, κελεύουσιν οἱ νόμοι μέχρι τριῶν εἶναι· ὁ δέ, ἂν ἀφέληταί τις τὸν ἄγοντα μὴ βουλόμενος πρὸ δίκης ἐκδοῦναι, εὐθὺς ἔκσπονδον ποιεῖ. Οὐκ ἐᾷ νόμον, ἂν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσι τιθῇ τις, εἰσφέρειν· ὁ δ᾽ ἐπ᾽ ἀνδρὶ γράφει ψήφισμ᾽ ἴδιον. Οὐκ ἐᾷ ψήφισμ᾽ ὁ νόμος κυριώτερον εἶναι νόμου· ὁ δ᾽ ὑπαρχόντων τοσούτων νόμων ψήφισμα ποιεῖ κύριον τοὺς νόμους ἀναιρῶν. {{χ|219}} Ταῦτα φυλάττετε καὶ μεμνημένοι κάθησθε. Καὶ τὰς μὲν παραγωγάς, ἃς οὗτοι ποιήσονται, χαίρειν ἐᾶτε καὶ μὴ ἐπιτρέπετε λέγειν αὐτοῖς, κελεύετε δὲ δεῖξαι ποῦ γέγραφεν κρίσιν, ἢ ποῦ γέγραφεν, ἄν τις ἁλῷ φόνου, κατὰ τούτου τὰς τιμωρίας. Εἰ γὰρ ἢ τὸν ἄλλοθί που κριθέντα καὶ ἑαλωκότα ὅτι δεῖ κολάζειν ἔγραψεν, ἢ αὐτὸς ἔγραψεν κρίσιν εἰ πεποίηκεν ἢ οὒ καὶ εἰ δικαίως ἢ ἀδίκως, οὐκ ἂν ἠδίκει. {{χ|220}} Εἰ δὲ τὸ τῆς αἰτίας ὄνομ᾽ αὐτὸ γράψας ἄν τις ἀποκτείνῃ, καὶ ὑπερβὰς τὸ καὶ ἁλῷ φόνου, καὶ τὸ δόξῃ ἀπεκτονέναι, καὶ τὸ δίκας ὑπεχέτω τοῦ φόνου, καὶ τὸ τὰς τιμωρίας εἶναι κατ᾽ αὐτοῦ τὰς αὐτὰς ἅσπερ ἂν τὸν Ἀθηναῖον κτείνῃ, καὶ πάνθ᾽ ὅσ᾽ ἐστὶ δίκαι᾽ ὑπερβὰς ἀγώγιμον εἶναι γέγραφεν, μὴ φενακίζεσθε, ἀλλ᾽ εὖ ἴσθ᾽ ὅτι πάντων παρανομώτατ᾽ εἴρηκεν.
 
</div>
 
{{DEFAULTSORT:Κατα Αριστοκρατους}}