Τέχνη ρητορική: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ Αφαίρεση προτύπου πολυτονικό
Αντιγόνη (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 10:
}}
==ΒΙΒΛΙΟΝ Α΄==
Αίλ. Αρ. ''Τέχνη''. 56 (Ael. Ar. ''Ars'' 56) '''{{float right|{{rfr|56|size=90%}}}}'''
===περὶ πολιτικοῦ λόγου===
{{float right|{{rfr|56.1.Arg|size=90%}}}}'''
τάδε σοι περὶ τῶν ἰδεῶν καὶ ἀρετῶν ἐξ ὧν συνίσταται ὁ πολιτικὸς λόγος, καὶ δι᾽ ὧν δοκιμάζεται, καὶ πολλοῦ ἄξιος προάγεται, ὥσπερ ἐκ μερῶν καθ᾽ ἕκαστον συντιθέμενος, πανταχόθεν ὁλόκληρος καὶ τελείως ἔχων αὐτὸς ἐν ἑαυτῷ, αἵτινες τοιαίδε καὶ τοσαίδε εἰσί, σεμνότης, βαρύτης, περιβολή, ἀξιοπιστία, σφοδρότης, ἔμφασις, δεινότης, ἐπιμέλεια, γλυκύτης, σαφήνεια καὶ καθαρότης, βραχύτης καὶ συντομία, κόλασις.
 
===περὶ σεμνότητος===
{{float right|{{rfr|56.1.1|size=90%}}}}'''
ἡ μὲν οὖν σεμνότης καθολικῶς συνίσταται τριχῇ, κατὰ γνώμην κατὰ σχῆμα καὶ κατὰ ἀπαγγελίαν. γνώμην δὲ λέγω τὸν νοῦν καὶ τὰ ἐπινοήματα, ἐν οἷς εὑρίσκεται τὰ πράγματα, σχήματα δὲ τὸν τύπον τοῦ λόγου, ἐν ᾧ ἐκφερόμενα τὰ νοήματα ἤτοι τοιόνδε ἢ τοιόνδε τὸν λόγον φαίνεσθαι ποιεῖ. καὶ ταῦτα τὰ πλείστην δύναμιν ἔχοντα ἐν τῷ λόγῳ καὶ ὅσην τὰ ἔμψυχα καὶ κινούμενα παρὰ τὰ ἐναντίως ἔχοντα. ἀπαγγελίαν δὲ λέγω αὐτὴν τὴν λέξιν δι᾽ ἧς ἀπαγγέλλεται τὰ ἐπινοήματα.
 
Γραμμή 68:
 
===περὶ βαρύτητος===
{{float right|{{rfr|56.1.2|size=90%}}}}'''
βαρύτης δὲ γίνεται καθολικῶς κατὰ γνώμην καὶ κατὰ σχῆμα, κατὰ δὲ τὴν ἀπαγγελίαν οὐ πάνυ τι. κατὰ μὲν οὖν γνώμην γίνεται βαρύτης οὕτως, ὅταν ἢ κατηγορεῖν τις προάγηται αὐτὸς ἑαυτοῦ ἢ τῶν οἰκείων τινὸς ἢ φίλων· βαρὺ γὰρ τὸ τοιοῦτον ἂν εἴη ἐξὸν ἐπαινεῖν, ἢ ὅλως τούτων τινὸς ὑπὲρ ὧν λέγει ἢ πρὸς οὓς λέγει, ὡς ὁ Δημοσθένης «περιείργασμαι μὲν ἐγώ, περιείργασται δὲ ἡ πόλις ἡ πεισθεῖσα ἐμοί, ἔστω δὲ πάντα τὰ ἁμαρτήματα καὶ ἀδικήματα ἐμά».
 
Γραμμή 96:
 
===περὶ περιβολῆς===
{{float right|{{rfr|56.1.3|size=90%}}}}'''
περιβολὴ δὲ γίνεται καθολικῶς, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην οὕτως, ὅταν ἀόριστά τις προσλαμβάνῃ τοῖς ὡρισμένοις, οἷον «πολλαχόθεν μὲν οὖν ἄν τις ἴδοι τὴν ἀγνωμοσύνην αὐτοῦ καὶ τὴν βασκανίαν», τοῦτό ἐστι τὸ ἔξωθεν προσλαμβανόμενον ἀόριστον, νῦν τὸ ὡρισμένον «οὐχ ἥκιστα δὲ ἀφ᾽ ὧν περὶ τῆς τύχης διελέχθη». καὶ πάλιν «πολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν ἀγῶνα Αἰσχίνου». τοῦτο ἀόριστον, νῦν τὸ ὡρισμένον ἐν ἀθροίσματι προσληφθέν, «δύο δέ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μεγάλα», εἶτα ταῦτα κατ᾽ εἶδος ἐμέρισεν «ἓν μὲν ὅτι οὐ περὶ τῶν ἴσων νῦν ἐμοὶ ὁ ἀγών, ἕτερον δὲ ὃ φύσει πᾶσιν ὑπάρχει, τῶν μὲν λοιδοριῶν καὶ τῶν κατηγοριῶν ἀκούειν ἡδέως, τοῖς ἐπαινοῦσι δ᾽ ἑαυτοὺς ἄχθεσθαι». ἅπαντα γὰρ ταῦτα περιβολῆς ἐστιν, ἡ πρόσληψις τοῦ ἀορίστου «πολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι», τὸ ἐν ἀθροίσματι συλλαβεῖν «δύο δέ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μεγάλα», τὸ κατ᾽ εἶδος μερίσαι «ἓν μὲν τὸ μὴ περὶ τῶν ἴσων εἶναι τὸν ἀγῶνα, ἕτερον δὲ τὸ πάντας οὕτως ἔχειν, τῶν μὲν λοιδορούντων ἡδέως ἀκροᾶσθαι, τοῖς ἐπαινοῦσι δὲ ἑαυτοὺς ἄχθεσθαι». καὶ τρίτον παράδειγμα «ἐπὶ πολλῶν μὲν ἄν τις ἰδεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μοι τὴν παρὰ τῶν θεῶν εὔνοιαν φανερὰν γιγνομένην τῇ πόλει», εἶτα ἡ ἐπὶ τὸ ὡρισμένον ἀπαγωγὴ «οὐχ ἥκιστα δὲ ἐν τοῖς παροῦσι πράγμασι». καὶ πάλιν «πολλὰ μὲν οὖν τῶν ὑπ᾽ ἐκείνου πραχθέντων ἄξια ἐπαίνου, μέγιστον δὲ πάντων ἡ τῶν τειχῶν ἀνάστασις».
 
Γραμμή 134:
 
===περὶ ἀξιοπιστίας===
{{float right|{{rfr|56.1.4|size=90%}}}}'''
Ἀξιοπιστία δὲ γίνεται διχῶς, κατὰ γνώμην καὶ κατὰ σχῆμα. κατὰ μὲν γνώμην οὕτως, ὅταν τις προσυνίστησι τὰ ἑαυτοῦ δίκαια, ὡς ἀληθῆ ὄντα καὶ ῥᾴδια δειχθῆναι, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους, «πάνυ μικρὸν ὑπείληφά μοι τὸν λόγον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ῥᾴδιον εἶναι περὶ τοῦ παρὰ τοῦτον εἰρῆσθαι τὸν νόμον τὸ ψήφισμα».
 
Γραμμή 176:
 
===περὶ σφοδρότητος===
{{float right|{{rfr|56.1.5|size=90%}}}}'''
σφοδρότης δὲ γίνεται τριχῶς, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ λέξιν. καὶ κατὰ μὲν γνώμην οὕτως, ὅταν τις ἐνδόξοις προσώποις ἐπιτιμᾷ, οἷον «ἐξέστητε, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς τάξεως, ἐφ᾽ ἧς ὑμᾶς οἱ πρόγονοι κατέλιπον». καὶ ἄλλο πάλιν ὅμοιον τούτῳ «ἡσυχάζετε γὰρ μόνοι τῶν Ἑλλήνων», καὶ πάλιν «καὶ τῶνδε ὑμεῖς αἴτιοι, τό τε πρῶτον ἐάσαντες αὐτοὺς μετὰ τὰ Μηδικὰ κρατῦναι τὴν πόλιν». σφοδρότητα δὲ ποιεῖς καὶ ὅταν πράγματα ἢ πρόσωπα ἔνδοξα μὴ ὀκνῇς διαβάλλειν, οἷον τὸ μὲν ἐπαινεῖν τοὺς προγόνους πρᾶγμα ἐνδοξότατον, ὁ δὲ Δημοσθένης πῶς εὐθὺς ἐν ἀρχῇ διέβαλεν; «οἱ μὲν ἐπαινοῦντες τοὺς προγόνους λόγον εἰπεῖν μοι δοκοῦσι κεχαρισμένον, οὐ μὴν συμφέροντά γε ἐκείνοις οὓς ἐγκωμιάζουσι ποιεῖν». καὶ ὅλως δὲ τὸ ἐπιτιμᾶν σφοδρότητα ἔχει, ὡς ἐν ἐκείνοις, «ἀμφότεροί μοι δοκοῦσιν ἁμαρτάνειν καὶ οἱ τοῖς Ἀρκάσι καὶ οἱ τοῖς Λακεδαιμονίοις συνειρηκότες».
 
Γραμμή 198:
 
===περὶ ἐμφάσεως===
'''{{float right|{{rfr|56.1.6|size=90%}}}}'''
τρόπον μέν τινα αἱ τρεῖς ἀρεταὶ τοῦ λόγου, ἥ τε σφοδρότης καὶ ἡ ἔμφασις καὶ ἡ τραχύτης, εἰ καὶ τῇ προσηγορίᾳ διεστήκασι, τῇ γοῦν δυνάμει καὶ σφόδρα ἐπικοινωνοῦσιν ἀλλήλαις ἐπὶ πλείστοις, καὶ ἥ τε σφοδρότης ἐμφαντικὸς λόγος ἐστὶν καὶ ἡ τραχύτης σφοδρότητα δύναται· ὅμως δ᾽ οὖν κατὰ μὲν γνώμην ἔμφασιν ποιήσεις, ὅταν συνεχῆ τὰ πράγματα λέγῃς καὶ ἐπάλληλα, ὡς ἐν τῷ πρὸς Λεπτίνην, «ἐνίκησε μὲν τοίνυν Λακεδαιμονίους ναυμαχῶν καὶ πεντήκοντα μιᾶς δεούσης ἔλαβεν αἰχμαλώτους τριήρεις, εἷλε δὲ τῶν νήσων τὰς πολλάς, καὶ τρισχίλια αἰχμάλωτα σώματα δεῦρ᾽ ἤγαγε, καὶ δέκα καὶ ἑκατὸν τάλαντα ἀπέφηνεν ἀπὸ τῶν πολεμίων», καὶ πάλιν, «ἑπτακαίδεκα μὲν πόλεις εἷλεν, ἑβδομήκοντα δὲ τριήρεις ἔλαβε, δέκα δὲ καὶ ἑκατὸν τάλαντα ἀπέφηνε, τοσαῦτα ἔστησεν τρόπαια». ἕκαστον δὲ τούτων πρᾶγμα μέν ἐστιν καθ᾽ ἑαυτό, τὸ δὲ συνεχῶς ἕτερον ἑτέρῳ ἐπενηνέχθαι τὴν ἔμφασιν πεποίηκεν.
 
Γραμμή 211:
 
===περὶ δεινότητος===
'''{{float right|{{rfr|56.1.7|size=90%}}}}'''
δεινότης δὲ γίνεται κατὰ γνώμην μοναχῶς, εἰ δέ τις κατ᾽ ἄλλο τι οἴεται, πλεῖστον διαμαρτάνει. δεινότης δέ ἐστιν, ὅταν τις πόρρωθεν χρήσιμόν τι ἑαυτῷ προδιοικῆται, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους ὁ Δημοσθένης βουλόμενος δεῖξαι ὅτι σφαλερὸν καὶ κατὰ τῆς πόλεώς ἐστι τὸ ἕνα τῶν Θρᾳκῶν βασιλέων κύριον γενέσθαι, πόρρωθεν λαβὼν κατασκευάζει, ὅτι τὸ ἀσθενῆ εἶναι τὸν Κερσοβλέπτην, ᾧ στρατηγεῖ ὁ Χαρίδημος, τοῦτο φρουρά ἐστι Χερρονήσου, ὥστε τὸ ἐναντίον καταλυθῆναι μὲν τοὺς πλείστους βασιλεῖς, εἰς ἕνα δὲ τὸν Κερσοβλέπτην περιελθεῖν διὰ τοῦ Χαριδήμου κίνδυνός ἐστι Χερρονήσῳ. πόρρωθεν οὖν προδιῳκήσατο τὸ ψηφίσασθαι ἀγώγιμον εἶναι τὸν ἀποκτείναντα Χαρίδημον, φοβερὸν ποιεῖ Κερσοβλέπτην, οὗτος δὲ αὐξηθεὶς καταλύσει τοὺς ἄλλους βασιλεῖς, δι᾽ οὓς σώζεται Χερρόνησος. ὡς δ᾽ ἂν καὶ ἐξ αὐτῶν τῶν εἰρημένων κατάδηλόν σοι γένηται, «ἔστι δ᾽ ἀνάγκη πρῶτον ἁπάντων εἰπεῖν καὶ δεῖξαι τί ποτέ ἐστι τὸ Χερρόνησον ὑμᾶς ἀσφαλῶς ἔχειν πεποιηκός· διὰ γὰρ τοῦ μαθεῖν τοῦτο καὶ τἀδίκημα σαφῶς ὄψεσθε. ἔστι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο, τελευτήσαντος Κότυος Βηρισάδην καὶ Ἀμάδοκον καὶ Κερσοβλέπτην τρεῖς ἀνθ᾽ ἑνὸς γενέσθαι Θρᾴκης βασιλέας· συμβέβηκε γὰρ αὑτοῖς μὲν ἀντιπάλους εἶναι τούτους, ὑμᾶς δὲ ὑπέρχεσθαι καὶ θεραπεύειν. τοῦτο τοίνυν βουλόμενοί τινες παῦσαι καὶ καταλῦσαι μὲν τοὺς ἑτέρους βασιλέας, παραδοῦναι δὲ τῷ Κερσοβλέπτῃ τὴν ἀρχὴν ἅπασαν, διαπράττονται σφίσι τοῦτο γενέσθαι τὸ προβούλευμα».
 
Γραμμή 217:
 
===περὶ ἐπιμελείας===
'''{{float right|{{rfr|56.1.8|size=90%}}}}'''
ἐπιμέλεια δὲ γίνεται καθολικῶς τριχῇ, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην, ὅταν τις μὴ χωρίζῃ τὰ νοήματα ἀπ᾽ ἀλλήλων μηδὲ διιστᾷ, ἀλλὰ συνάπτῃ αὐτὰ ἀλλήλοις, καὶ ὅταν τις μικταῖς ἐπινοίαις καὶ παντοδαπαῖς χρῆται οἷον ἔξωθεν ἐπαγόμενος καὶ ἐκ τῶν ὑπολειπομένων ἐπιλαμβάνων, καὶ ὅταν τις μὴ ψιλὰ τὰ πράγματα ἐκτίθηται, ἀλλὰ μετὰ τῶν παρακολουθούντων αὐτοῖς καὶ τῆς τῶν πραγμάτων φύσεως, οἷον ἢ τρόπον λέγων ἢ χρόνον ἢ αἰτίαν ἢ τόπον, καὶ ὅταν τις τροπαῖς χρῆται, ἐπιμέλεια γίνεται.
 
Γραμμή 225:
 
===περὶ γλυκύτητος===
'''{{float right|{{rfr|56.1.9|size=90%}}}}'''
γλυκύτης δὲ γίνεται καθολικῶς τριχῇ, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην οὕτως, ὅταν τις ταῖς ἔξωθεν ἐπινοίαις χρῆται, οἷον ἐξ ἱστοριῶν καὶ παροιμιῶν καὶ μύθων.
 
Γραμμή 233:
 
===περὶ σαφηνείας καὶ καθαρότητος===
'''{{float right|{{rfr|56.1.10|size=90%}}}}'''
Σαφήνεια δὲ καὶ καθαρότης γίνεται κατὰ γνώμην, κατὰ σχῆμα καὶ κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην οὕτως, ὅταν τις μὴ ἀναστρέφῃ τὰ πράγματα, ἀλλὰ καθ᾽ ἣν ἐπράχθη τάξιν, κατὰ ταύτην διεξίῃ, καὶ ὅταν μὴ ἔξωθέν τινα ἐπεμβάλλῃ νοήματα αὐτοῖς, ἀλλ᾽ αὐτὰ τὰ πραχθέντα διεξίῃ, καὶ ὅταν τὰ γνώριμα ὡς γνώριμα καὶ τὰ ἀμφισβητούμενα ὡς ἀμφισβητούμενα διεξίῃ.
 
Γραμμή 241:
 
===περὶ βραχύτητος καὶ συντομίας===
'''{{float right|{{rfr|56.1.11|size=90%}}}}'''
βραχύτης δὲ καὶ συντομία γίνεται κατὰ γνώμην, κατὰ λέξιν. κατὰ μὲν γνώμην οὕτως, ὅταν τοῖς ἀναγκαίοις εὐθὺς συμπλέκηται τῶν πραγμάτων, καὶ ὅταν τις μὴ πᾶσιν ὡς προηγουμένοις χρῆται, ἀλλὰ τοῖς μὲν ὡς προηγουμένοις, τοῖς δὲ μὴ οὕτω.
 
Γραμμή 247:
 
===περὶ κολάσεως λόγου===
'''{{float right|{{rfr|56.1.12|size=90%}}}}'''
κολάζεται δὲ ὁ λόγος καθολικῶς τριχῇ, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ λέξιν. κατὰ μὲν γνώμην οὕτως, ὅταν τις μὴ ἐνδιδῷ ταῖς ἔξωθεν ἐπινοίαις, καὶ ὅταν δὲ συναναγκασθεὶς χρῆσθαί τινι ἐπινοίᾳ, μὴ ἁπλῶς εἰσάγῃ αὐτήν, ἀλλ᾽ ἐπισημαίνηται ὅτι συνηναγκάσθη, καὶ θεραπεύῃ, καὶ ὅταν τις μὴ ἀπεσχισμένα νοήματα τῶν ὑποκειμένων τιθῇ ἁπλῶς, ἀλλ᾽ ὡς ἔνι μάλιστα σύνεγγυς.
 
Γραμμή 273:
 
===περὶ συνθέσεως καὶ φρασέως===
'''{{float right|{{rfr|56.1.13|size=90%}}}}'''
σύνθεσίς ἐστιν ἡ μὲν συνεχὴς ἡ διὰ πλειόνων ἑξῆς εἰρομένη, ὡς τὸ «νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα χαλεπόν», ἡ δὲ λελυμένη, τότε μὲν κεχυμένη, ὥσπερ τὸ «ἔστω, γινέσθω ταῦτα, οὐδὲν ἀντιλέγω», ἡ δὲ κατὰ περίοδον, ἥτις ἐστὶν σύνταξις κώλων καὶ κομμάτων εἰς διάνοιαν ἀπηρτισμένη φράσις, ὥσπερ τὸ «καὶ σπουδαῖα νομίζων, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἀναγκαῖα τῇ πόλει πειράσομαι περὶ αὐτῶν εἰπεῖν ἃ νομίζω συμφέρειν».
 
Γραμμή 297:
 
===παράφρασις===
'''{{float right|{{rfr|56.1.14|size=90%}}}}'''
μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος. τὸ μὲν γὰρ ἔργον Μουσῶν δι᾽ ἀκριβείας διελθεῖν τὴν μῆνιν, ᾗ ἐμήνισεν Ἀχιλλεὺς ἐν Τροίᾳ καὶ τὰ συμβάντα ἀπ᾽ αὐτῆς: οὔτε γὰρ οὐχὶ φαῦλα οὔτε ὀλίγα, ἀλλὰ τοῦτο δὴ τὸ βαρύτατον τῶν τοῦ πολέμου συνέβη τοῖς Ἀχαιοῖς: πολλοὶ μὲν γὰρ αὐτῶν καὶ ἀγαθοὶ πρὸ ὥρας διεφθάρησαν, πολλοῖς δὲ οὐδὲ ταφῆς ὑπῆρξε τυχεῖν, ἀλλ᾽ οἱ μὲν κύνες διεχρήσαντο αὐτοὺς κειμένους. Διὸς δὲ ἦν ἄρα τὸ βούλευμα καὶ οὐκ ἀπὸ ταὐτομάτου συνέπεσε τοσαῦτα πράγματα, ἀρξάμενα ἀφ᾽ οὗ πρῶτον διέστησαν Ἀχιλλεὺς ὁ Πηλέως καὶ Ἀγαμέμνων ὁ Ἀτρέως βασιλεὺς τῶν Ἑλλήνων. τίς δῆτα θεῶν αὐτοὺς συνέβαλε καὶ πόθεν ἄρξασθαι φῶμεν τὴν ἔριν; ἀπὸ Ἀπόλλωνος, ὃν ἐμβαλεῖν τοῖς Ἀχαιοῖς νόσον πρὸς ὀργὴν τοῦ βασιλέως αὐτῶν, αἰτίαν δὲ αὐτοῦ γενέσθαι τήνδε. ἄνδρα ἐλθεῖν πρεσβύτην Χρύσην ὀνόματι εἰς τὸ στρατόπεδον τῶν Ἀχαιῶν, Ἀπόλλωνος ἱερέα, θυγατέρα αἰχμάλωτον λυσόμενον, οὖσαν παρὰ τῷ Ἀγαμέμνονι, σκῆπτρον δὲ δὴ χρυσοῦν ἔχοντα καὶ περὶ τῷ σκήπτρῳ στέμματα τοῦ θεοῦ, κομίζειν δὲ καὶ ἄποινα οὐκ ὀλίγιστα [τὰ δὲ] εἰς τοὺς Ἀχαιοὺς ἱκετεύειν πάντας μέν, διαφερόντως δὲ τοὺς Ἀτρείδας, συνευχόμενον ἐκείνοις μὲν ἑλεῖν τὴν Τροίαν καὶ σωθῆναι οἴκαδε, αὑτῷ δὲ ὑπάρξαι λύσασθαι τὴν κόρην, πάντως δὲ προσήκειν αὐτοῖς αἰδεσθῆναι τὸν θεόν. ἐνταῦθα οἱ μὲν ἄλλοι πάντες ἐδέξαντό τε τοὺς λόγους καὶ ἀνεθορύβησαν ἀφιέναι τὴν παῖδα τῷ ἱερεῖ, Ἀγαμέμνων δὲ οὔτ᾽ ἠφίει καὶ προσηπείλει εἰ λήψοιτο αὐτὸν ἢ νῦν ἐνδιατρίβοντα ἢ αὖθις τῶν αὐτῶν ἕνεκα ἥκοντα, ὡς οὐκ ἐπαρκέσουσαν τὴν ἱκετηρίαν αὐτῷ, οὐδὲ ὑπὲρ τῆς παιδὸς γενησομένους ἔτι τοὺς λόγους, ἀλλ᾽ ὑπὲρ τῆς αὐτοῦ σωτηρίας, τὴν δὲ οὐκ ἀπολύσειν, ἕξειν τε ἐν Ἄργει γυναῖκα, τὰ αὐτοῦ πράττουσαν διὰ βίου, ἀλλ᾽ εἴ τι δεῖται σωτηρίας, ἀπιέναι ἤδη. ταῦτα ἀκούσας ὁ ἱερεὺς ἔδεισέ τε καὶ παραχρῆμα ἀπῄει σιωπῇ, ὡς δὲ ἀπέσχε τοῦ στρατοπέδου, πάσας ἤδη φωνὰς ἠφίει τὸν Ἀπόλλωνα καλῶν Σμίνθιον, Τενέδιον, Χρύσιον, Καλλίτοξον, πάντα ὀνομάζων, εἴ ποτέ σοι, δέσποτα, ἢ θυσίαν ἔθυσα ἢ νεὼν ἤρεψα εἰς χάριν, τοῦτό μοι νῦν ἀντ᾽ ἐκείνων γένοιτο, ἐξομόρξασθαι τοὺς Ἀχαιοὺς τὰ δάκρυα ταῦτα τοῖς ἑαυτῶν σώμασι, σὺ δὲ αὐτοῖς ἔλθοις τοξότης. δέχεται τὰς εὐχὰς ὁ θεὸς καὶ αὐτίκα πρὸς τὴν τιμωρίαν ἐστέλλετο.
 
Γραμμή 304:
==ΒΙΒΛΙΟΝ Β΄==
===περὶ ἀφελοῦς λόγου===
'''{{float right|{{rfr|56.2.1|size=90%}}}}'''
ἐπειδή σοι τὰς ἰδέας ὑπεδείξαμεν τοῦ πολιτικοῦ λόγου καὶ τὰς ἀρετὰς αὐτοῦ, δεῖ σε ἀκοῦσαι καὶ περὶ τῆς ἰδέας τοῦ ἀφελοῦς λόγου· οὐδὲν γὰρ οὕτως ἐπεσκέφθαι χρὴ ὡς τὰς ποιότητας τοῦ ἀφελοῦς λόγου καὶ τοῦ ἁπλοῦ καὶ τὰς διαφορὰς αὐτοῦ πρὸς τὸν πολιτικὸν λόγον καὶ ἀγωνιστικόν, ὅπερ οὐ ῥᾴδιον μέν ἐστιν διὰ τὸ εἶναι ἓν γένος παντὸς λόγου καὶ μίαν φύσιν, ὅμως γε μήν εἰσί τινες παραλλαγαὶ καὶ ἰδέαι, αἳ διαφέρουσιν ἀλλήλων.
 
Γραμμή 321:
ὡς ἐν τῷ Συμποσίῳ Ξενοφῶν, ἤδη γάρ σοι καὶ τὰ παραδείγματα αὐτῶν ἐκθήσομαι, ἵνα σαφέστερά σοι καὶ τὰ τῆς ἀφελείας θεωρήματα γένηται. «αἵ γε μὴν γυναῖκες, ἄλλως τε ἢν καὶ νύμφαι τύχωσιν οὖσαι, ὥσπερ ἡ Νικηράτου τοῦδε καὶ Κριτοβούλου, μύρου μὲν οὐ προσδέονται». καὶ ἡ ὑποστροφή, «αὐταὶ γὰρ τούτου ὄζουσι». τοῦτο μὲν οὖν οὕτω δεῖ προσδέξασθαι, οἷον αὗται παρὰ ἀνδρὸς μύρου οὐ προσδέονται, παρ᾽ ἑαυτῶν γὰρ ἔχουσι νύμφαι γε οὖσαι. τηρῆσαί γε ἄξιόν ἐστι τὸ τῆς ὑποστροφῆς· τῆς μὲν γὰρ ἀφελείας ἦν προελθεῖν μέχρι τοῦ «μύρου μὲν οὐ προσδέονται», τὸ δὲ τῆς αἰτιολογίας παρατεθὲν κατὰ τὴν ὑποστροφὴν τοῦτο γοργὸν σφόδρα ἐποίησε τὸν λόγον «αὐταὶ γὰρ τούτου ὄζουσι», καὶ κινδυνεύει καὶ πολιτικὸς γεγονέναι τῷ ῥυθμῷ ὁ λόγος.
 
'''{{float right|{{rfr|56.2.2|size=90%}}}}'''
τὰ δὲ περὶ τὴν ἑρμηνείαν πάλιν αὖ ἐννοήματα τῶν ἀφελῶν ἐστιν, οἷον χρήσασθαι, ἂν οὕτω τύχῃ, καὶ ἀδοξοτέροις ἐννοήμασι. βουληθεὶς γοῦν κατασκευάσαι ὁ Ξενοφῶν, ὅτι πολλοῦ ἄξιός ἐστιν ὁ Κῦρος, σκέψαι πῶς διῴκησε τοῦτο. ἡ γὰρ πρότασις πολιτική, καὶ αἱ ἀποδείξεις πολιτικώταται, ὅτι Κῦρος πολλοῦ ἄξιος ἐγένετο, τῶν δὲ ἐννοημάτων τὰ μὲν ἦν πολιτικά, τὰ δὲ ἀφελῆ. πολιτικὰ μὲν τὰ τοιαῦτα, Κῦρος πολλοῦ ἄξιος ἐγένετο· τὸ γὰρ χαλεπώτατον ῥᾷστα κατειργάσατο. τί δέ ἐστι χαλεπώτατον; ἀνθρώπων ἄρξαι. ἄχρι τούτου ἡ κατασκευὴ πολιτική. εἰ γοῦν μετεχειρίζου πολιτικῶς, οὕτως ἂν εἶπες, Κῦρος πολλοῦ ἄξιος ἐγένετο· ὃ γὰρ χαλεπώτατον ἦν, τοῦτο κατειργάσατο, ἀνθρώπων ἄρξαι. διὰ τί; ὅτι οὐ ῥᾳδίως ἐθέλουσιν οἱ ἄνθρωποι ἄρχεσθαι, ἀλλὰ πολλαὶ μὲν δυναστεῖαι, πολλαὶ δὲ τυραννίδες κατελύθησαν ὑπὸ τῶν μὴ βουλομένων ἄρχεσθαι. ἄχρις ἐνταῦθα τὰ ἐννοήματα πολιτικά.
 
Γραμμή 357:
 
===περὶ ἠθῶν===
'''{{float right|{{rfr|56.2.3|size=90%}}}}'''
δεῖ δὲ ποικίλον εἶναι καὶ τὸν ἀφελῆ λόγον, μάλιστα ἐν τῷ τοιούτῳ εἴδει, καὶ ὅπου μὲν σεμνότητα ἐργάσασθαι, ὅπου δὲ καὶ περιβολήν, ὅπου δὲ ἀξίωμα, ὅπου δὲ καὶ ἦθος ἐνδείξασθαι καὶ χάριν, ὅπου δὲ καὶ γέλωτα, εἰ οἷόν τε, ὥσπερ ἔχει κἀνταῦθα, «φίλιππός τε ὁ γελωτοποιὸς κρούσας τὴν θύραν». τὸ μὲν γὰρ ἦθος χάριεν πάνυ, ὅπερ ἐστὶν ἀφελοῦς λόγου· τὸ γὰρ ἀφαιρεῖν τὰς ἐπιβολὰς καὶ αὐτοῖς χρῆσθαι τοῖς ὀνόμασι καὶ ἀκολουθεῖν τῶν πραγμάτων τῇ φύσει καὶ μὴ δεδιέναι τὴν σμικρότητα αὐτῶν καὶ ταπεινότητα ἁπλῆς ψυχῆς καὶ γενναίας, ὅθεν καὶ λόγων τέχναι εὑρέθησαν, ἐξ ὧν ἐδυνήθη μέγεθος προσλαβεῖν καὶ τὰ μὴ ἔχοντα ἐν αὑτοῖς φύσει μεγέθη, καὶ ποτὲ μὲν τοιαῦτα εἶναι τὰ ἐν αὐτοῖς ἐμφαινόμενα, τὰ δὲ καὶ ψεῦδός τι ἐμφαίνειν, ὥσπερ ἔχει καὶ τοῦτο, «ἀεὶ σὺ ἐπισκώπτεις ἡμᾶς, ὅτι σὺ μὲν Πρωταγόρᾳ πολὺ ἀργύριον δέδωκας ἐπὶ σοφίᾳ»· τοῦτο γὰρ βραχεῖαν μὲν ἐμφαίνει χάριτα, ἅμα δὲ καὶ κακοήθειαν ἔχει τινά.
 
Γραμμή 391:
 
===περὶ σεμνότητος===
'''{{float right|{{rfr|56.2.4|size=90%}}}}'''
 
ἦθος δὲ ἔχει καὶ σεμνότητα ἢ εἰς θεοὺς εὐσέβειαν ἐμφαίνειν ἢ εἰς φίλους εὐεργεσίας, καὶ μάλιστα δεῖ καὶ τοῖς τοιούτοις προσέχειν· τὰ γὰρ πλεῖστα καὶ μέγιστα τῶν θεωρημάτων κατὰ ταύτας τὰς ἐννοίας λαμβάνεται. αἱ δὲ ἔννοιαι λαμβάνονται ἐκ τῶν ἐν αὐτῷ, τὸ δὲ καὶ τὰς ἐννοίας ὡς περὶ εὐσεβείας καὶ εὐπειθίας λέγεσθαι πάνυ τῆς προαιρέσεως τῆς τῶν ἀφελῶν· οὐ γὰρ πάνυ, ὥσπερ ἔφην, τοῖς ὑποθετικοῖς χαίρουσι χρώμενοι, εἰ μὴ ἀνάγκη που γένοιτο, οἷον εὐσεβεῖν δεῖ, θεοῖς ἄρχουσι πείθεσθαι, ἀλλ᾽ ὥσπερ ἐννοίας τινὰς ὑπογράφουσιν ὡς χρὴ ποιεῖν, οὐ διδασκαλικῶς λέγοντες ὅτι οὐ χρὴ τόδε ποιεῖν, ἀλλ᾽ ἐπὶ τοῦ ὅλου, τοῖς τάδε ποιοῦσι τάδε εἴωθεν ἀποβαίνειν.
Γραμμή 405:
καὶ τὸ ἐν γένει δέ τι εἰπεῖν τοῦ κατ᾽ εἶδος σεμνότερον, οἷον ἐν γένει «μή τι πάθῃ»· οὐ γάρ ἐστιν ὅμοιον κατ᾽ εἶδος εἰπεῖν, μὴ περιπαρῇ, μὴ ἀποσφαγῇ. καὶ ἐν γένει συλλαβόντα τὰ πάντα ταῦτα ἑνὶ ὀνόματι εἰπεῖν «μή τι πάθῃ».
===περὶ περιβολῆς===
'''{{float right|{{rfr|56.2.5|size=90%}}}}'''
γίνεται δὲ καὶ ἐν ἀφελεῖ λόγῳ περιβολή, ὅταν τις πλαγιάσας νόημα ἐπεμβάλῃ ἕτερον δεύτερον μήπω τῆς διανοίας ἀπηρτισμένης μηδὲ τοῦ συμπεράσματος ἐπηγμένου, ὡς μίαν δοκεῖν ἔννοιαν, οἷον «βουλευομένων δὲ περὶ τούτων Λακεδαιμονίων Ἀγησίλαος ὑπέστη», νῦν τὸ ἀπαρτίζον, «διαβήσεσθαι» οὐκ ἔτι πλαγιάσας· μακρὸν γὰρ ἐγίνετο, οἷον διαβὰς ποιήσειν τὰ καὶ τά, ἀλλὰ διαβήσεσθαι.
 
Γραμμή 417:
 
===περὶ γλυκύτητος===
'''{{float right|{{rfr|56.2.6|size=90%}}}}'''
ἡ δὲ λέξεως γλυκύτης εἴπομεν ὅτι πορίζεται ἐκ κωμῳδίας καὶ Πλάτωνος καὶ Ξενοφῶντος, χρῶνται δὲ οἱ ἀφελεῖς καὶ ποιητικαῖς λέξεσιν, ὅταν ὄγκον βούλωνται περιθεῖναι τῷ λόγῳ τῶν θεωρημάτων καὶ ἐκ κωμῳδίας. ἐστὶν ἀπὸ μερισμῶν ἄρχεσθαι καὶ ὡς ἀπὸ προσθήκης, καίτοι, καὶ μήν, ἀλλὰ τοίνυν, ἀλλὰ μήν· ἀφέλειαν γὰρ τῷ λόγῳ παρέχεται τὰ τοιαῦτα.
 
Γραμμή 429:
 
===περὶ κάλλους===
'''{{float right|{{rfr|56.2.7|size=90%}}}}'''
κάλλη δὲ προσλαμβάνει ὁ λόγος ὁ ἀφελὴς καὶ ἐκ τόπων, ἂν οὕτω τύχῃ, καὶ ἐξ ἄλλων τῶν παρακολουθούντων, οἷον ὅταν πόλιν λέγῃ μεγάλην καὶ εὐδαίμονα, ὅταν ποταμὸν ἢ ὅθεν ῥεῖ, ὅσον τὸ εὖρος, ἀεὶ τὰ τοιαῦτα κάλλος προστίθησι τῷ λόγῳ. τὸ μὲν οὖν κατ᾽ εἶδος πάντα διεξιέναι ὅσα τινὶ πρόσεστιν ἢ ποταμῷ ἢ πόλει ἢ πεδίῳ, διαφορεῖ τὴν ἀφέλειαν, τὸ δὲ ἐν τῷ γένει, ἐὰν μεγάλην καὶ εὐδαίμονα, τοῦτο διασώζει καὶ τὸ κάλλος καὶ τὴν ἁπλότητα.
 
Γραμμή 437:
 
===περὶ ἀξιοπιστίας===
'''{{float right|{{rfr|56.2.8|size=90%}}}}'''
μέγιστον δὲ ἐν ἀφελεῖ λόγῳ τὸ ὡς ἂν μάλιστα ἀληθινὸν δοκεῖν αὐτόν, φαίνεσθαι καὶ τοιαῦτα εἶναι τὰ λεγόμενα, ὡς ἂν καὶ παντὶ ῥᾴδια ἐνθυμηθῆναι νομίσαι ἄν. τοῦτο δὲ μάλιστα γίνεται, ὅταν ἀπ᾽ αὐτοῦ τοῦ πράγματος τοῦ εἰσαγομένου ἔννοιαν λαμβάνῃ, οἷον ὡς ἐν τῷ Ἀγησιλάῳ «καὶ τὸ τὰ ἐκείνου βούλεσθαι δαπανῶντά» φησι «μᾶλλον ἢ τὰ τῶν Ἑλλήνων πολεμεῖν». ἐκ γὰρ τοῦ πραχθέντος ὑπὸ τοῦ Ἀγησιλάου, ἔμελλε δὲ τὸ διαβῆναι αὐτὸν εἰς τὴν Ἀσίαν, τὴν ἔννοιαν ταύτην λαβών, δι᾽ ἧς φρόνιμον αὐτὸν ἐπεδείκνυεν ὄντα, ἀληθῆ μάλιστα ἔδοξε περὶ αὐτοῦ εἰρηκέναι.
 
Γραμμή 449:
 
===περὶ οἰκονομίας===
'''{{float right|{{rfr|56.2.9|size=90%}}}}'''
οἰκονομία δὲ λόγου ἐφ᾽ ἅπαντι ἡ ἁρμόζουσα τάξις καὶ ἡ προσδοκία τῶν λεγομένων καὶ τὸ ἐξηρτῆσθαι ἀλλήλων τὰ νοήματα καὶ τὰ ἐπιχειρήματα ἐχόμενα τοῦ ὑποκειμένου, ἔτι δὲ καὶ τὰ ἄλλα θεωρήματα, ὅσα τῆς ἀφελοῦς οἰκονομίας ἐστί, λέγω δή, ἐὰν μὲν ἓν κεφάλαιον ᾖ, ἄνευ προλήψεως εἰπόντα δεῖ τῶν ὑπὲρ αὐτοῦ ἐνδόξων οὕτως καταθεῖναι τὴν πρόληψιν, προλαβόντα τι κατὰ τοῦ ἀντιδίκου ἐνδόξων· ἔπειθ᾽ οὕτως, ἐάν τι καὶ ὑπὲρ ἡμῶν αὐτῶν ἐπιφέρωσι, σκόπει· ἐὰν ᾖ πλείω τὰ παρὰ τοῦ ἀντιδίκου, σκοπεῖν δεῖ τὸ πρᾶγμα· ἡ γὰρ αὐτή ἐστι μέθοδος: τὸ μὲν γὰρ κεφάλαιον, ὅτι δεῖ τὰ μὲν τῶν ἐχθρῶν ἀσθενῆ ὄντα ἀποφαίνειν, τὰ δὲ ὑπὲρ ἡμῶν αὐτῶν πολὺ ὑπερέχοντα· δῆλον γάρ ἐστι πᾶσι τὸ πῶς ἂν γένοιτο οὐδὲν ἄλλως ἔχοι.
 
===περὶ ἑρμηνείας===
'''{{float right|{{rfr|56.2.10|size=90%}}}}'''
 
περὶ δὲ ἑρμηνείας τοσοῦτον ἂν εἴποιμι μήτε ὀνόματι μήτε ῥήματι χρῆσθαι ἄλλως πλὴν τοῖς ἐκ τῶν βιβλίων, καὶ τοῦτο οὕτως ἁπλῶς ἂν εἴποις, μὴ πάντα ἐν πᾶσι τοῖς εἴδεσι τιθέναι, ἀλλὰ [καὶ] κατ᾽ ἰδίαν ἕκαστον ἀξιωματικὸν τῆς ἀφελείας, πάθους, ἤθους, θυμοῦ. καὶ τὰ μέρη δὲ τῶν Δημοσθενικῶν πολὺ συμβάλλεται εἰς ἑρμηνείας ἰδέαν, πανταχοῦ δ᾽ ἐν τῇ φράσει ἀφέλειαν μόνος ὁ Ξενοφῶν ἐργάζεται· θυμὸς γὰρ ἢ πάθος ἢ ὀργὴ ἢ ὀξύτης καὶ τὰ ἄλλα ὅσα κεκίνηται, ἀξιώματος ἢ τραχύτητός ἐστι, παθῶν δὲ μεταβολῆς καὶ προτροπῆς, ὁποίας ὁ Δημοσθένης ἐστὶ γνώμης· δὲ τοῖς παραδείγμασι χρῆσθαι Σωκρατικόν ἐστιν, οὐ μὴν ἔν γε τῷ πολιτικῷ ἁρμόζει πάνυ τι τοιοῦτο.
Γραμμή 462:
 
===περὶ ἐπιχειρημάτων===
'''{{float right|{{rfr|56.2.11|size=90%}}}}'''
 
τῶν δὲ ἐπιχειρημάτων ὁ μὲν Δημοσθένης αἰεὶ καὶ οἱ τοὺς δικανικοὺς λόγους συνεσκευασμένοι ἐκλογάς τε καὶ διακρίσεις ποιοῦνται, καὶ ἐπισημαίνονται καθ᾽ ἕκαστον τὰς δυνάμεις αὐτῶν τιθέντες, εἰκότως τοῦτο πράττοντες διά τε τὸ ἀγωνιστικὸν τὸν λόγον αὐτῶν εἶναι, ὥστε καὶ τοὺς ἀκούοντας εὐθέως μανθάνειν τὴν ἰσχὺν αὐτῶν καὶ ἕκαστα ἀκριβῶς ἀνασκοπεῖν δύνασθαι.
Γραμμή 471:
 
===περὶ ἀρχῆς===
'''{{float right|{{rfr|56.2.12|size=90%}}}}'''
 
φέρε δὴ καὶ περὶ ἀρχῆς λόγου καταμάθωμεν, ὃν τρόπον εἴωθε Ξενοφῶν ποιεῖν τὰς ἀρχάς, δεῖ δὲ ἐπὶ πάντων ὁμοίως τῶν λόγων προδιοικεῖσθαι τί χρήσιμον περὶ τὰ πράγματα, καὶ ἢ τὰ ἀντιπίπτοντα λύειν, ἢ συνιστάναι αὐτὰ ἑαυτῷ. ταύτῃ μὲν οὖν ὁμοίως ἔχει τοῖς πολιτικοῖς, τὰ δὲ ἰδιώματα λείπεται τοῖς ἀφελέσι κατὰ τὴν μεταχείρισιν καὶ τὴν ἀπαγγελίαν.
Γραμμή 486:
 
 
'''{{float right|{{rfr|56.2.13|size=90%}}}}'''
πλεῖστον δὲ διαφέρει πρὸς τὸ εἶδος τῶν λόγων ἑκατέρου ἡ διαφορὰ τῶν πραγμάτων, οἷον οἱ πολιτικοὶ ἐπὶ τῶν ἐνδόξων καὶ γνωρίμων πραγμάτων ἢ προσώπων οὐ διαποροῦσιν, ὁ δὲ συγγραφικὸς διαπορῶν καὶ ἐπιδιστάζων καὶ τοῖς ἐνδόξοις ἀφέλειαν ἐργάζεται.