Εγκώμια
Συγγραφέας:


μεταφράσεις:

απόσπ. 5
τῶν ἐν Θερμοπύλαις θανόντων
εὐκλεὴς μὲν ἁ τύχα, καλὸς δ' ὁ πότμος,
βωμὸς δ' ὁ τάφος, πρὸ γόων δὲ μνᾶστις, ὁ δ' οἶκτος ἔπαινος·
ἐντάφιον δὲ τοιοῦτον οὔτ' εὐρὼς
οὔθ' ὁ πανδαμάτωρ ἀμαυρώσει χρόνος.
ἀνδρῶν ἀγαθῶν ὅδε σηκὸς οἰκέταν εὐδοξίαν
Ἑλλάδος εἵλετο· μαρτυρεῖ δὲ καὶ Λεωνίδας,
Σπάρτας βασιλεύς, ἀρετᾶς μέγαν λελοιπὼς
κόσμον ἀέναόν τε κλέος.
απόσπ. 6
ἄνθρωπος ἐὼν μή ποτε φάσηις ὅ τι γίνεται αὔριον͵
μηδ΄ ἄνδρα ἰδὼν ὄλβιον ὅσσον χρόνον ἔσσεται·
ὠκεῖα γὰρ οὐδὲ τανυπτερύγου μυίας
οὕτως ἁ μετάστασις.
απόσπ. 9
ἀνθρώπων ὀλίγον μὲν
κάρτος͵ ἄπρακτοι δὲ μεληδόνες͵
αἰῶνι δ΄ ἐν παύρωι πόνος ἀμφὶ πόνωι·
ὁ δ΄ ἄφυκτος ὁμῶς ἐπικρέμαται θάνατος·
5 κείνου γὰρ ἴσον λάχον μέρος οἵ τ΄ ἀγαθοὶ
ὅστις τε κακός.


απόσπ. 13 : Δανάη
ὅτε λάρνακι
ἐν δαιδαλέαι
ἄνεμός τε …μην… πνέων
κινηθεῖσά τε λίμνα δείματι
5 ἔρειπεν͵ οὐκ ἀδιάντοισι παρειαῖς
ἀμφί τε Περσέι βάλλε φίλαν χέρα
εἶπέν τ΄· ὦ τέκος οἷον ἔχω πόνον·
σὺ δ΄ ἀωτεῖς͵ γαλαθηνῶι
δ΄ ἤθεϊ κνοώσσεις
10 ἐν ἀτερπέι δούρατι χαλκεογόμφωι
<τῶι>δε νυκτιλαμπεῖ͵
κυανέωι δνόφωι ταθείς·
ἄχναν δ΄ ὕπερθε τεᾶν κομᾶν
βαθεῖαν παριόντος
15 κύματος οὐκ ἀλέγεις͵ οὐδ΄ ἀνέμου
φθόγγον͵ πορφυρέαι
κείμενος ἐν χλανίδι͵ πρόσωπον καλόν.
εἰ δέ τοι δεινὸν τό γε δεινὸν ἦν͵
καί κεν ἐμῶν ῥημάτων
20 λεπτὸν ὑπεῖχες οὖας.
κέλομαι δ΄͵ εὗδε βρέφος͵
εὑδέτω δὲ πόντος͵ εὑδέτω δ΄ ἄμετρον κακόν·
μεταβουλία δέ τις φανείη͵
Ζεῦ πάτερ͵ ἐκ σέο·
25 ὅττι δὲ θαρσαλέον ἔπος εὔχομαι
ἢ νόσφι δίκας͵
σύγγνωθί μοι