Διονυσιακά/42
←Διονυσιακῶν βιβλίον μα΄ | Διονυσιακῶν βιβλίον μβ΄ Συγγραφέας: Διονυσιακά |
Διονυσιακῶν βιβλίον μγ΄→ |
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942. |
τεσσαρακοστὸν ὕφηνα τὸ δεύτερον, ἧχι λιγαίνω
Βάκχου τερπνὸν ἔρωτα καὶ ἵμερον ἐννοσιγαίου.
ὣς φαμένη παρέπεισε· μεταχρονίῳ δὲ πεδίλῳ
θερμὸς Ἔρως ἀκίχητος ὑπηνέμιον πόδα πάλλων
ὑψινεφὴς πτερόεντι κατέγραφεν ἠέρα ταρσῷ,
τόξα φέρων φλογόεντα. κατωμαδίη δὲ καὶ αὐτὴ
5μειλιχίου πλήθουσα πυρὸς κεχάλαστο φαρέτρη.
ὡς δ᾽ ὁπότ᾽ ἀννεφέλοιο δι᾽ αἰθέρος ὀξὺς ὁδίτης
ἐκταδίῳ σπινθῆρι τιταίνεται ὄρθιος ἀστήρ,
ἤ στρατιῇ πολέμοιο φέρων τέρας ἤ τινι ναύτῃ,
αἰθέρος ἔγραφε νῶτον ὀπισθιδίῳ πυρὸς ὁλκῷ·
10ὥς τότε θοῦρος Ἔρως πεφορημένος ὀξέι ῥοίζῳ,
παλλομένων πτερύγων ἀνεμώδεα βόμβον ἰάλλων,
ἠερόθεν ῥοίζησε· καὶ Ἀσσυρίῃ παρὰ πέτρῃ
ἔμπυρα δισσὰ βέλεμνα μιῇ ξυνώσατο νευρῇ,
παρθενικῆς ὑπ᾽ ἔρωτος ὁμοίιον εἰς πόθον ἕλκων
15διχθαδίους μνηστῆρας ὁμοζήλων ὑμεναίων,
δαίμονα βοτρυόεντα καὶ ἡνιοχῆα θαλάσσης.
τῆμος ὁ μὲν βαθὺ κῦμα λιπὼν ἁλιγείτονος ὅρμου,
ὅς δὲ Τύρου μετὰ πέζαν, ἔσω Λιβάνοιο καρήνων
ἤντεον εἰς ἕνα χῶρον. ἀπὸ βλοσυροῖο δὲ δίφρου
20πόρδαλιν ἱδρώοντα Μάρων ἀνέλυσε λεπάδνων, [p. 230]
καὶ κόνιν ἐξετίναξε καὶ ἔκλυσεν ὕδατι πηγῆς
θερμὸν ἀναψύχων κεχαραγμένον αὐχένα θηρῶν.
ἔνθα μολὼν ἀκίχητος Ἔρως ἐπὶ γείτονι κούρῃ
δαίμονας ἀμφοτέρους διδυμάονι βάλλεν ὀιστῷ,
25βακχεύσας Διόνυσον ἄγειν κειμήλια νύμφῃ,
εὐφροσύνην βιότοιο καὶ οἴνοπα βότρυν ὀπώρης,
οἰστρήσας δ᾽ ἐς ἔρωτα κυβερνητῆρα τριαίνης
διπλόον ἕδνον ἔρωτος ἅγειν ἁλιγείτονι κούρῃ,
ναύμαχον ὑγρὸν Ἄρηα καὶ αἰόλα δεῖπνα τραπέζης.
30καὶ πλέον ἔφλεγε Βάκχον, ἐπεὶ νόον οἶνος ἐγείρει
εἰς πόθον, ὁπλοτέρων δὲ πολὺ πλέον ἄφρονι κέντρῳ
θελγομένην ἀχάλινον ἔχων πειθήνιον ἥβην·
Βάκχον Ἔρως τόξευεν, ὅλον βέλος εἰς φρένα πήξας·
ἔφλεγε δ᾽, ὅσσον ἔθελγεν ἐπιστάξας μέλι πειθοῦς.
35ἀμφοτέρους δ᾽ οἴστρησε· δι᾽ αἰθερίης δὲ κελεύθου
κυκλώσας βαλίοισιν ὁμόδρομον ἴχνος ἀήταις
νηχομένῳ νόθος ὄρνις ἀνῃώρητο πεδίλῳ,
τοῖον ἔπος βοόων φιλοκέρτομον· ‘ἀνέρας οἴνῳ
εἰ κλονέει Διόνυσος, ἐγὼ πυρὶ Βάκχον ὀρίνω.’
40καὶ θεὸς ἀμπελόεις ἀντώπιον ὄμμα τιταίνων
ἁβρὸν ἐυπλοκάμοιο δέμας διεμέτρεε νύμφης,
θάμβος ἔχων ὀχετηγὸν ἐς ἵμερον· ἀρχομένων δὲ
ὀφθαλμὸς προκέλευθος ἐγίνετο πορθμὸς Ἐρώτων.
πλάζετο μὲν Διόνυσος ἔσω τερψίφρονος ὕλης,
45λάθριος εἰς Βερόην πεφυλαγμένον ὄμμα τιταίνων,
καὶ κατὰ βαιὸν ὄπισθεν ἐς ἀτραπὸν ἤιε κούρης·
οὐδέ οἱ εἰσορόωντι κόρος πέλεν· ἱσταμένην γὰρ
παρθένον ὅσσον ὄπωπε, τόσον πλέον ἤθελε λεύσσειν.
καὶ Κλυμένης φιλότητος ἀναμνήσας πρόμον ἄστρων
50ἠέλιον λιτάνευεν, ὀπισθοτόνων ἐπὶ δίφρων
αἰθερίῳ στατὸν ἵππον ἀνασφίγγοντα χαλινῷ
μηκύνειν γλυκὺ φέγγος, ἵνα βραδὺς εἰς δύσιν ἔλθῃ [p. 232]
φειδομένῃ μάστιγι παλιμφυὲς ἦμαρ ἀέξων.
καὶ Βερόης μετρηδὸν ἐπ᾽ ἴχνεσιν ἴχνος ἐρείδων,
55οἷά περ ἀγνώσσων, περιδέδρομεν· ἐκ Λιβάνου δὲ
ὀκναλέου ποδὸς ἴχνος ὑποκλέπτων ἐνοσίχθων
ἐντροπαλιζομένῳ βραδυπειθέι χάζετο ταρσῷ,
καὶ νόον ἀστήρικτον ὁμοίιον εἶχε θαλάσσῃ,
κύμασι παφλάζοντα πολυφλοίσβοιο μερίμνης.
60καὶ γλυκερῆς ἀκόρητος ἕσω Λιβανηίδος ὕλης
οἰώθη Διόνυσος ἐρημαίῃ παρὰ νύμφῃ,
οἰώθη Διόνυσος. Ὀρειάδες εἴπατε Νύμφαι.
τί πλέον ἤθελεν ἄλλο φιλαίτερον, ἢ χρόα κούρης
μοῦνος ἰδεῖν δυσέρωτος ἐλεύθερος ἐννοσιγαίου;
καὶ κύσε νηρίθμοισι φιλήμασι λάθριος ̣ἕρπων
χῶρον, ὅπῃ πόδα θῆκε, καὶ ἣν ἐπάτησε κονίην
παρθενικὴ ῥοδόεντι καταυγάζουσα πεδίλῳ·
καὶ γλυκὺν αὐχένα Βάκχος ἐδέρκετο, καὶ σφυρὰ κούρης
75νισσομένης καὶ κάλλος, ὅ περ φύσις ὤπασε νύμφῃ,
κάλλος, ὅ περ φύσις εὗρε· καὶ οὐ ξανθόχροϊ κόσμῳ
χρισαμένη Βερόη ῥοδοειδέα κύκλα προσώπου
ψευδομένας ἐρύθηνε νόθῳ σπινθῆρι παρειάς,
οὐ χροὸς ἀντιτύποιο διαυγέι μάρτυρι χαλκῷ
80μιμηλῆς ἐγέλασσεν ἐς ἄπνοον εἶδος ὀπωπῆς
κάλλος ἐὸν κρίνουσα, καὶ οὐ τεχνήμονι θεσμῷ
πολλάκις ἰσάζουσα παρ᾽ ὀφρύσιν ἄκρα κομάων
πλαζομένης ἔστησε μετήλυδα βότρυν ἐθείρης.
ἀλλὰ γυναιμανέοντα πολὺ πλέον ὀξέι κέντρῳ
85ἀγλαΐαι κλονέουσιν ἀκηδέστοιο προσώπου,
καὶ πλόκαμοι ῥυπόωντες ἀκοσμήτοιο καρήνου
ἁβρότεροι γεγάασιν, ὅτ᾽ ἀπλεκέες καὶ ἀλῆται
χιονέῳ στιχόωσι παρήοροι ἀμφὶ προσώπῳ.
καί ποτε διψήσασα μετέστιχε γείτονα πηγήν, [p. 234]
90οὐρανίου πυρόεντος ἱμασσομένη Κυνὸς ἀτμῷ,
χείλεσι καρχαλέοισι· καθελκομένῳ δὲ καρήνῳ
κάμπτετο κυρτωθεῖσα, καὶ εἰς στόμα πολλάκι κούρη
χερσὶ βαθυνομένῃσιν ἀρύετο πάτριον ὕδωρ,
ἄχρι κορεσσαμένη λίπε νάματα· χαζομένης δὲ
95ἱμερτῇ Διόνυσος ὑποκλίνας γόνυ πηγῇ
κοιλαίνων παλάμας ἐρατὴν μιμήσατο κούρην,
νέκταρος αὐτοχύτοιο πιὼν γλυκερώτερον ὕδωρ.
καί μιν ἐσαθρήσασα πόθου δεδονημένον οἴστρῳ
πηγαίη βαθύκολπος ἀσάμβαλος ἴαχε Νύμφη·
100‘Ψυχρὸν ὕδωρ, Διόνυσε, μάτην πίες· οὐ δύναται γὰρ
σβέσσαι δίψαν ἔρωτος ὅλος ῥόος Ὠκεανοῖο,
εἴρεο σὸν γενέτην, ὅτι τηλίκον οἶδμα περήσας
νυμφίος Εὐρώπης οὐκ ἔσβεσεν ἱμερόεν πῦρ,
ἀλλ᾽ ἔτι μᾶλλον ἔκαμνεν ἐν ὕδασιν· ὑγροπόρου δὲ
105μάρτυρα λάτριν Ἔρωτος ἔχεις Ἀλφειὸν ἀλήτην,
ὅττι τόσοις ῥοθίοισι δι᾽ ὕδατος ὕδατα σύρων
οὐ φύγε θερμὸν ἔρωτα, καὶ εἰ πέλεν ὑγρὸς ὁδίτης.’
ὣς φαμένη πηγαῖον ἐδύσατο σύγχροον ὕδωρ
νηιὰς ἀκρήδεμνος ἐπεγγελόωσα Λυαίῳ.
110καὶ θεὸς ὑγρομέδοντι Ποσειδάωνι μεγαίρων
εἶχε φόβον καὶ ζῆλον, ἐπεὶ πίε παρθένος ὕδωρ
ἀντὶ μέθης, καὶ κωφὸν ἐς ἠέρα ῥήξατο φωνήν,
οἶά περ εἰσαΐουσαν ἔχων πειθήμονα κούρην·
‘Παρθένε, δέχνυσο νέκταρ· ἔα φιλοπάρθενον ὕδωρ·
115φεῦγε ποτὸν κρηναῖον, ὅπως μὴ σεῖο κορείην
ὑδατόεις κλέψειεν ἐν ὕδασι κυανοχαίτης,
ὅττι γυναιμανέων δολόεις πέλε· Θεσσαλίδος δὲ [p. 236]
Τυροῦς οἶδας ἔρωτα καὶ ὑγροπόρους ὑμεναίους·
καὶ σὺ ῥόον δολόεντα φυλάσσεο, μὴ σέο μίτρην
120ψευδαλέος λύσειε, γαμοκλόπος ὥς περ Ἐνιπεύς.
ἤθελον εἰ γενόμην καὶ ἐγὼ ῥόος, ὡς ἐνοσίχθων,
καὶ κελάδων πήχυνα ποθοβλήτῳ παρὰ πηγῇ
διψαλέην ἀφύλακτον ἐμὴν Λιβανηίδα Τυρώ.’
εἶπε θεός· μελέων δὲ μετάτροπον εἶδος ἀμείψας,
125ὁππόθι παρθένος ἦεν, ἐδύσατο δάσκιον ὕλην
Εὔιος ἀγρευτῆρι πανείκελος· ἁβροκόμῳ δὲ
ἀλλοφυὴς ἄγνωστος ὁμίλεεν ἄζυγι κούρῃ
εἴκελος ἡβητῆρι, καὶ ἀκλινὲς ἀμφὶ προσώπῳ
ψευδαλέον μίμημα σαόφρονος ἔπλασεν αἰδοῦς·
130καὶ πῇ μὲν σκοπίαζεν ἐρημάδος ἄκρον ἐρίπνης,
πῇ δὲ τανυπτόρθοιο βαθύσκιον εἰς ῥάχιν ὕλης,
εἰς πίτυν ὄμμα φέρων λελιημένον, ἄλλοτε πεύκην
ἢ πτελέην ἐδόκευε· φυλασσομένου δὲ προσώπου
ὄμμασι λαθριδίοισιν ἐδέρκετο γείτονα κούρην,
135μή μιν ἀλυσκάζειε μετάτροπος· ἠιθέῳ γὰρ
κάλλος ὀπιπεύοντι καὶ ἥλικος ὄμματα κούρης
Κυπριδίων ἐλάχεια παραίφασίς ἐστιν Ἐρώτων.
καὶ Βερόης σχεδὸν ἦλθε καὶ ἤθελε μῦθον ἐνίψαι,
ἀλλὰ φόβῳ πεπέδητο· φιλεύιε, πῇ σέο θύρσοι
140ἀνδροφόνοι; πῇ φρικτὰ κεράατα; πῇ σέο χαίτῃ
γλαυκὰ πεδοτρεφέων ὀφιώδεα δεσμὰ δρακόντων;
πῇ στομάτων μύκημα βαρύβρομον; ἆ μέγα θαῦμα,
παρθένον ἔτρεμε Βάκχος, ὃν ἔτρεμε φῦλα Γιγάντων·
γηγενέων ὀλετῆρα φόβος νίκησεν Ἐρώτων·
145τοσσατίων δ᾽ ἤμησεν ἀρειμανέων γένος Ἰνδῶν,
καὶ μίαν ἱμερόεσσαν ἀνάλκιδα δείδιε κούρην,
δείδιε θηλυτέρην ἁπαλόχροον· ἐν δὲ κολώναις [p. 238]
θηρονόμῳ νάρθηκι κατεπρήυνε λεόντων
φρικαλέον μύκημα, καὶ ἔτρεμε θῆλυν ἀπειλήν·
150καί οἱ ἐριπτοίητον ὑπὸ στόμα μῦθος ἀλήτης
γλῶσσαν ἐς ἀκροτάτην ἐτιταίνετο χείλεϊ γείτων,
ἐκ φρενὸς ἀίσσων καὶ ἐπὶ φρένα νόστιμος ἕρπων·
ἀλλὰ φόβον γλυκύπικρον ἔχων αἰδήμονι σιγῇ
εἰς φάος ἐσσυμένην παλινάγρετον ἔσπασε φωνήν.
155καὶ μόγις ὑστερόμυθον ὑπὸ στόμα δεσμὸν ἀράξας
αἰδοῦς ἀμβολιεργὸν ἀπεσφήκωσε σιωπήν,
καὶ Βερόην ἐρέεινε χέων ψευδήμονα φωνήν·
‘Ἄρτεμι, πῇ σέο τόξα;τίς ἥρπασε σεῖο φαρέτρην;
πῇ λίπες, ὃν φορέεις ἐπιγουνίδος ἄχρι χιτῶνα;
160πῇ σέο κεῖνα πέδιλα, θοώτερα κυκλάδος αὔρης;
πῇ χορὸς ἀμφιπόλων;πῇ δίκτυα; πῇ κύνες ἀργαί;
οὐ δρόμον ἐντύνεις κεμαδοσσόον· οὐκ ἐθέλεις γὰρ
ἀγρώσσειν, ὅθι Κύπρις Ἀδώνιδος ἐγγὺς ἰαύει.’
ἔννεπε θάμβος ἔχων ἀπατήλιον· ἐν κραδίῃ δὲ
165παρθενικὴ μείδησεν· ἀπειροκάκῳ δὲ μενοινῇ
αὐχένα γαῦρον ἄειρεν ἀγαλλομένη χάριν ἥβης,
ὅττι, γυνή περ ἐοῦσα, φυὴν ἤικτο θεαίνῃ·
οὐδὲ δόλον γίνωσκε νοοπλανέος Διονύσου.
καὶ πλέον ἄχνυτο Βάκχος, ἐπεὶ πόθον οὐ μάθε κούρη
νήπιον ἦθος ἔχουσα, καὶ ἤθελεν, ὄφρα δαείη
170οἶστρον ἑὸν βαρύμοχθον, ἐπισταμένης ὅτι κούρης
ὄψιμος ἠιθέῳ περιλείπεται ἐλπὶς Ἐρώτων
ἐσσομένης φιλότητος, ἐπ᾽ ἀπρήκτῳ δὲ μενοινῇ
ἀνέρες ἱμείρουσιν, ὅτ᾽ ἀγνώσσουσι γυναῖκες.
175καὶ θεὸς ἦμαρ ἐπ᾽ ἦμαρ ἔσω πιτυώδεος ὕλης
δείελος, εἰς μέσον ἦμαρ, Ἑώιος, Ἕσπερος ἕρπων,
παρθενικῇ παρέμιμνε, καὶ ἤθελεν εἰσέτι μίμνειν· [p. 240]
πάντων γὰρ κόρος ἐστὶ παρ᾽ ἀνδράσιν, ἡδέος ὕπνου
μολπῆς τ᾽ εὐκελάδοιο καὶ ὁππότε κάμπτεται ἀνὴρ
180εἰς δρόμον ὀρχηστῆρα· γυναιμανέοντι δὲ μούνῳ
οὐ κόρος ἐστὶ πόθων· ἐψεύσατο βίβλος Ὁμήρου.
καὶ μογέων Διόνυσος ὑπεβρυχᾶτο σιωπῇ,
δαιμονίῃ μάστιγι τετυμμένος, ἔνδοθι πέσσων
κρυπτὸν ἀκοιμήτων ὑποκάρδιον ἕλκος Ἐρώτων,
185ὡς δ᾽ ὅτε βοῦς ἀκίχητος ἔσω πλαταμῶνος ὁδεύων
ἑσμὸν ὀρεσσινόμων παρεμέτρεεν ἠθάδα ταύρων
οἰστρηθεὶς ἀγέληθεν, ὃν εὐπετάλῳ παρὰ λόχμῃ
βουτύπος ὀξυόεντι μύωψ ἐχαράσσετο κέντρῳ
ἀπροϊδής, ὀλίγῳ δὲ δέμας βεβολημένος οἴστρῳ
190τηλίκος ἐστυφέλικτο, καὶ ὄρθιον ὑψόθι νώτου
ἂψ ἀνασειράζων παλινάγρετον ἔσπασεν οὐρὴν
κυρτὸς ἐπιτρίβων σκοπέλων ῥάχιν, ἀντίτυπον δὲ
ὀξὺ κέρας δόχμωσεν ἀνούτατον ἠέρα τύπτων·
οὕτω καὶ Διόνυσον, ὃν ἔστεφε πολλάκι νίκη,
195βαιὸς Ἔρως οἴστρησε βαλὼν πανθελγέι κέντρῳ.
ὀψὲ δὲ μαστεύων γλυκὺ φάρμακον εἰς Ἀφροδίτην
Κυπριδίην ἄγρυπνον ἑὴν ἀνέφαινεν ἀνάγκην,
καὶ βουλὴν ἐρέεινεν, ἀλεξήτειραν Ἐρώτων.
200καὶ καμάτους Βάκχοιο πυριπνείοντας ἀκούων
Πὰν κερόεις ἐγέλασσε, κατεκλάσθη δὲ μενοινῇ
οἰκτείρων δυσέρωτα δυσίμερος· εἶπε δὲ βουλὴν
Κυπριδίην· ὀλίγην δὲ παραίφασιν εἶχεν Ἐρώτων
ἄλλον ἰδὼν φλεχθέντα μιῆς σπινθῆρι φαρέτρης·
205‘Ξυνὰ παθών, φίλε Βάκχε, τεὰς ᾤκτειρα μερίμνας·
καὶ σὲ πόθεν νίκησεν Ἔρως θρασύς; εἰ θέμις εἰπεῖν, [p. 242]
εἰς ἐμὲ καὶ Διόνυσον Ἔρως ἐκένωσε φαρέτρην.
ἀλλὰ πόθου δολίοιο πολύτροπον ἦθος ἐνίψω.
πᾶσα γυνὴ ποθέει πλέον ἀνέρος, αἰδομένη δὲ
210κεύθει κέντρον Ἔρωτος ἐρωμανέουσα καὶ αὐτή,
καὶ μογέει πολὺ μᾶλλον, ἐπεὶ σπινθῆρες Ἐρώτων
θερμότεροι γεγάασιν, ὅτε κρύπτουσι γυναῖκες
ἐνδόμυχον πραπίδεσσι πεπαρμένον ἰὸν Ἐρώτων.
καὶ γὰρ ὅτ᾽ ἀλλήλῃσι πόθων ἐνέπουσιν ἀνάγκην,
215λυσιπόνοις ὀάροισιν ὑποκλέπτουσι μερίμνας
Κυπριδίας. σὺ δέ, Βάκχε, τεῶν ὀχετηγὸν Ἐρώτων
μιμηλῆς ἐρύθημα φέρων ἀπατήλιον αἰδοῦς.
οἶα σαοφρονέουσαν ἔχων ἀγέλαστον ὀπωπήν,
ὡς ἀέκων Βερόης σχεδὸν ἵστασο· καὶ λίνα πάλλων
220θαύματι μὲν δολίῳ ῥοδοειδέα δέρκεο κούρην,
κάλλος ἐπαινήσας, ὅτι τηλίκον οὐ λάχεν Ἥρη,
καὶ Χάριτας κίκλησκε χερείονας, ἀμφοτέρων δὲ
225μορφῇ μῶμον ἄναπτε, καὶ Ἀρτέμιδος καὶ Ἀθήνης,
καὶ Βερόην ἀγόρευε φαεινοτέρην Ἀφροδίτης·
κούρη δ᾽ εἰσαΐουσα τεὴν ψευδήμονα μομφὴν
αἴνῳ τερπομένη πλέον ἵσταται· οὐκ ἐθέλει γὰρ
ὄλβον ὅλον χρύσειον, ὅσον ῥοδέης περὶ μορφης
230εἰσαϊειν, ὅτι κάλλος ὑπέρβαλεν ἥλικος ἥβης.
παρθενικὴν δ᾽ ἐς ἔρωτα νοήμονι θέλγε σιωπῇ,
κινυμένων βλεφάρων ἀντώπια νεύματα πέμπων·
πεπταμένῃ δὲ μέτωπον ἀφειδέι χειρὶ πατάξας
ψευδαλέον δέο θάμβος ἐχέφρονι δείκνυε σιγῇ
ἀλλὰ φόβος μεθέπει σε σαόφρονος ἐγγύθι κούρης·
εἰπέ, τί σοὶ ῥέξει μία παρθένος; οὐ δόρυ πάλλει,
235οὐ ῥοδέῃ παλάμῃ τανύει βέλος· ἔγχεα κούρης
ὀφθαλμοὶ γεγάασιν ἀκοντιστῆρες Ἐρώτων,
παρθενικῆς δὲ βέλεμνα ῥοδώπιδές εἰσι παρειαί. [p. 244]
ἕδνα δὲ σοῖο πόθοιο, τεῆς κειμήλια νύμφης,
μὴ λίθον Ἰνδῴην, μὴ μάργαρα χειρὶ τινάξῃς,
240οἶα γυναιμανέοντι πέλει θέμις· εἰς Παφίην γάρ
ἀμφιέπεις τεὸν εἶδος ἐπάρκιον, εὐαφέος δὲ
κάλλεος ἱμείρουσι καὶ οὐ χρυσοῖο γυναῖκες.
μαρτυρίης ἑτέρης οὐ δεύομαι· ἁβροκόμου γὰρ
ποῖα πἀ Ἐνδυμίωνος ἐδέξατο δῶρα Σελήνη;
245Κύπριδι ποῖον Ἄδωνις ἐδείκνυεν ἕδνον Ἐρώτων;
ἄργυρον Ὠρίων οὐκ ὤπασεν ἠριγενείῃ·
οὐ Κέφαλος πόρεν ὄλβον ἐπήρατον· ἀλλ᾽ ἄρα μοῦνος
χωλὸς ἐὼν Ἥφαιστος ἀθελγέος εἵνεκα μορφῆς
ὤπασε ποικίλα δῶρα, καὶ οὐ παρέπεισεν Ἀθήνην·
250οὐ πέλεκυς χραίσμησε λεχώιος· ἀλλά θεαίνης
ἱμείρων ἀφάμαρτε. σὲ δὲ ζυγίων ὑμεναίων
φέρτερον, ἢν ἐθέλῃς, θελκτήριον ἄλλο διδάξω·
βάρβιτα χειρὶ λίγαινε, τεῆς ἀναθήματα Ῥείης,
Κύπριδος ἁβρὸν ἄγαλμα παροίνιον· ἀμφοτέροις δὲ
255πλήκτροις καὶ στομάτεσσι χέων ἑτερόθροον ἠχώ.
δάφνην πρῶτον ἄειδε καἰ ἀσταθέος δρόμον Ἠχοῦς
καί κτύπον ὑστερόφωνον ἀσιγήτοιο θεαίνης,
ὅττι θεοὺς ποθέοντας ἀπέστυγον· ἀλλὰ καὶ αὐτὴν
μέλπε Πίτυν φυγόδεμνον, ὀρειάσι σύνδρομον αὔραις,
260Πανὸς ἀλυσκάζουσαν ἀνυμφεύτους ὑμεναίους·
μέλπε μόρον φθιμένης αὐτόχθονα· μέμφεο γαίῃ.
καὶ τάχα δακρύσειε γοήμονος ἄλγεα νύμφης
καὶ μόρον οἰκτείρουσα· σὺ δὲ φρένα τέρπεο σιγῇ [p. 246]
μυρομένης ὁρόων μελιηδέα δάκρυα κούρης·
265οὐδὲ γέλως πέλε τοῖος, ἐπεὶ πλέον οἴνοπι μορφῇ
ἱμερταὶ γεγάασιν, ὅτε στενάχουσι γυναῖκες.
μέλψον ἐρωμανέουσαν ἐπ᾽ Ἐνδυμίωνι Σελήνην,
μέλπε γάμον χαρίεντος Ἀδώνιδος, εἰπὲ καἰ αὐτὴν
αὐχμηρὴν ἀπέδιλον ἀλωομένην Ἀφροδίτην,
270νυμφίον ἰχνεύουσαν ὀρίδρομον· οὐδέ σε φεύγει
πατρῴων ἀίουσα μελίφρονα θεσμὸν Ἐρώτων.
σοὶ μὲν ἐγὼ τάδε πάντα, δυσίμερε Βάκχε, πιφαύσκω·
ἀλλά με καὶ σὸ δίδαξον ἐμῆς θελκτήριον Ἠχοῦς.’
ὥς εἰπὼν ἀπέπεμπε γεγηθότα παῖδα Θυώνης.
65καὶ δολίην Διόνυσος ἔχων ἀγέλαστον ὀπωπὴν
παρθενικὴν ἐρέεινεν Ἀδώνιδος ἀμφὶ τοκῆος,
ὡς φίλος, ὡς ὁμόθηρος ὀρίδρομος· ἱσταμένης δὲ
στήθεϊ χεῖρα πέλασσε δυσίμερον, ἄκρα δὲ μίτρης
ὡς ἀέκων ἔθλιψεν· ἐπιψαύουσα δὲ μαζῶν
70δεξιτερὴ νάρκησε γυναιμανέος Διονύσου.
275καί ποτε νηπιάχοισιν ἐν ἤθεσιν εἴρετο κούρη
υἷα Διὸς παρεόντα, τίς ἔπλετο καὶ τίνος εἴη·
καὶ πρόφασιν μόγις εὗρε παρὰ προθύροις Ἀφροδίτης
ὄρχατον ἀμπελόεντα καἰ ὄμπνια λήια γαίης
καὶ δροσερὸν λειμῶνα καὶ αἰόλα δένδρα δοκεύων
280ἤθεσι κερδαλέοισι· καί, οἶά τε γηπόνος ἀνήρ,
ἀμφὶ γάμου τινὰ μῦθον ἀσημάντῳ φάτο φωνῇ·
‘Εἰμὶ τεοῦ Λιβάνοιο γεωμόρος· ἥν ἐθελήσῃς,
ἀρδεύω σέο γαῖαν, ἐγὼ σέο καρπὸν ἀέξω.
ὡράων πισύρων νοέω δρόμον· ἱσταμένην δὲ
285νύσσαν ὀπιπεύων φθινοπωρίδα τοῦτο βοήσω·
Σ̔κορπίος ἀντέλλει βιοτήσιος, ἔστι δὲ κῆρυξ
αὔλακος εὐκάρποιο· βόας ζεύξωμεν ἀρότρῳ. [p. 248]
Πληιάδες δύνουσι· πότε σπείρωμεν ἀρούρας;
αὔλακες ὠδίνουσιν, ὅτε δρόσος εἰς χθόνα πίπτει
290αὐομένην Φαέθοντι.᾿ καὶ Ἀρκάδος ἐγγὺς Ἁμάξης
χείματος ὀμβρήσαντος ἰδὼν Ἀρκτοῦρον ἐνίψω·
᾿διψαλέη ποτὲ γαῖα Διὸς νυμφεύεται ὄμβρῳ.᾿
εἴαρος ἀντέλλοντος ἑώιος εἰς σὲ βοήσω·
᾿ἄνθεα σεῖο τέθηλε· πότε κρίνα καὶ ῥόδα τίλλω;
ἠνίδε, πῶς ὑάκινθος ἐπέτρεχε γείτονι μύρτῳ,
πῶς γελάᾳ νάρκισσος ἐπιθρῴσκων ἀνεμώνῃ.᾿
295καὶ σταφυλὴν ὁρόων θέρεος παρεόντος ἐνίψω·
῾ἄμπελος ἡβώουσα πεπαίνεται ἄμμορος ἅρπης·
παρθένε, σύγγονος ἦλθε· πότε τρυγόωμεν ὀπώρην;
σὸς στάχυς ἠέξητο καὶ ἀμητοῖο χατίζει·
λήιον ἀμήσω σταχυηφόρον, ἀντὶ δὲ Δηοῦς
300μητρὶ τεῇ ῥέξαιμι θαλύσια Κυπρογενείῃ.᾿
δέξο δὲ γειοπόνον με τεῆς ὑποεργὸν ἀλωῆς·
ὑμετέρης με κόμισσε φυτηκόμον ἀφρογενείης,
305ὄφρα φυτὸν πήξαιμι φερέσβιον, ἡμερίδων δὲ
ὄμφακα γινώσκω νεοθηλέα χερσὶν ἀφάσσων.
οἶδα, πόθεν ποτὲ μῆλα πεπαίνεται· οἶδα φυτεῦσαι
καὶ πτελέην τανύφυλλον ἐρειδομένην κυπαρίσσῳ·
ἄρσενα καὶ φοίνικα γεγηθότα θήλεϊ μίσγω,
310καὶ κρόκον, ἤν ἐθέλῃς, παρὰ μίλακι καλὸν ἀέξω.
μή μοι χρυσὸν ἄγοις κομιδῆς χάριν· οὐ χρέος ὄλβου· [p. 250]
μισθὸν ἔχω δύο μῆλα, μιῆς ἕνα βότρυν ὀπώρης.’
τοῖα μάτην ἀγόρευε, καὶ οὐκ ἠμείβετο κούρη
Βάκχου μὴ νοέουσα γυναιμανέος στίχα μύθων.
315ἀλλὰ δόλῳ δόλον ἄλλον ἐπέφραδεν Εἰραφιώτης·
καὶ Βερόης ἀπὸ χειρὸς ἐδέχνυτο δίκτυα θήρης
οἶά τε θαμβήσας τεχνήμονα, πυκνὰ δὲ σείων
εἰς χρόνον ἀμφελέλιζε, καὶ εἴρετο πολλάκι κούρην·
‘Τίς θεὸς ἔντεα ταῦτα, τίς οὐρανίη κάμε τέχνη;
320τίς κάμε; καὶ γὰρ ἄπιστον ἔχω νόον, ὅττι τελέσσει
ζηλομανὴς Ἥφαιστος Ἀδώνιδι τεύχεα θήρης.’
εἶπεν ἀκηλήτοιο παραπλάζων φρένα κούρης.
καί ποτε πεπταμένων ἀνεμωνίδος ὑψόθι φύλλων
νήδυμον ὕπνον ἴαυεν· ὄναρ δέ οἱ ἔπλετο κούρη
325εἵματι νυμφιδίῳ πεπυκασμένη. ἀντίτυπον γάρ
ἔργον, ὅ περ τελέει τις ὲν ἥματι, νυκτὶ δοκεύει·
βουκόλος ὑπνώων κεραοὺς βόας εἰς νομὸν ἕλκει·
δίκτυα θηρητῆρι φαείνεται ὄψις ὀνείρου·
γειοπόνοι δ᾽ εὕδοντες ἀροτρεύουσιν ἀρούρας,
330αὔλακα δὲ σπείρουσι φερέσταχυν· ἀζαλέῃ δὲ
ἄνδρα μεσημβρίζοντα κατάσχετον αἴθοπι δίψῃ
εἰς ῥόον, εἰς ἀμάρην ἀπατήλιος ὕπνος ἐλαύνει.
οὕτω καὶ Διόνυσος, ἔχων ἰνδάλματα μόχθων,
μιμηλῷ πτερόεντα νόον πόμπευεν ὀνείρῳ, [p. 252]
335καὶ σκιεροῖσι γάμοισιν ὁμίλεεν. ἐγρόμενος δὲ
παρθένον οὐκ ἐκίχησε, καὶ ἤθελεν αὖτις ἰαύειν·
καὶ κενεὴν ἐκόμισσε μινυνθαδίης χάριν εὐνῆς,
εὕδων ἐν πετάλοισι ταχυφθιμένης ἀνεμώνης.
μέμφετο δ᾽ ἀφθόγγων πετάλων χύσιν· ἀχνύμενος δὲ
340ὕπνον ὁμοῦ καὶ Ἔρωτα καὶ ἑσπερίην Ἀφροδίτην
τὴν αὐτὴν ἱκέτευεν ἰδεῖν πάλιν ὄψιν ὀνείρου,
δάσμα γάμου ποθέων ἀπατήλιον. ἄγχι δὲ μύρτου
πολλάκι Βάκχος ἴαυε, καὶ οὐ γαμίου τύχεν ὕπνου.
ἀλλὰ πόνον γλυκὺν εἶχε, ποθοβλήτῳ δὲ καὶ αὐτὸς
345λυσιμελὴς Διόνυσος ἐλύετο γυῖα μερίμνῃ.
καὶ Βερόης γενετῆρι συνέμπορος, υἱέι Μύρρης,
θηροσύνην ἀνέφηνεν· ἀκοντιστῆρι δὲ θύρσῳ
στικτὰ νεοσφαγέων ὑπεδύσατο δέρματα νεβρῶν,
λάθριος εἰς Βερόην δεδοκημένος· ἱσταμένου δὲ
350παρθένος ἄστατον ὄμμα φυλασσομένη Διονύσου
φάρεϊ μαρμαίρουσαν ἑὴν ἔκρυψε παρειήν.
καὶ πλέον ἔφλεγε Βάκχον, ὅτι δρηστῆρες Ἐρώτων
αἰδομένας ἔτι μᾶλλον ὀπιπεύουσι γυναῖκας,
καὶ πλέον ἱμείρουσι καλυπτομένοιο προσώπου.
355καί ποτε μουνωθεῖσαν Ἀδώνιδος ἄζυγα κούρην
ἀθρήσας σχεδὸν ἦλθε, καὶ ἀνδρομέης ἀπὸ μορφῆς
εἶδος ἑὸν μετάμειψε, καὶ ὡς θεὸς ἵστατο κούρῃ·
καί οἱ ἑὸν γένος εἶπε καὶ οὔνομα, καὶ φόνον Ἰνδῶν,
καὶ χορὸν ἀμπελόεντα, καὶ ἡδυπότου χύσιν οἴνου,
360ὅττί μιν ἀνδράσιν εὗρε· φιλοστόργῳ δὲ μενοινῇ
θάρσος ἀναιδείῃ κεράσας ἀλλότριον αἰδοῦς
τοίην ποικιλόμυθον ὑποσσαίνων φάτο φωνήν·
‘Παρθένε, σὸν δι᾽ ἔρωτα καὶ οὐρανὸν οὐκέτι ναίω·
σῶν πατέρων σπήλυγγες ἀρείονές εἰσιν Ὀλύμπου. [p. 254]
365πατρίδα σὴν φιλέω πλέον αἰθέρος· οὐ μενεαίνω
σκῆπτρα Διὸς γενετῆρος, ὅσον Βερόης ὑμεναίους·
ἀμβροσίης σέο κάλλος ὑπέρτερον· αἰθερίου δὲ
νέκταρος εὐόδμοιο τεοὶ πνείουσι χιτῶνες.
παρθένε, θάμβος ἔχω σέο μητέρα Κύπριν ἀκούων,
370ὅττί σε κεστὸς ἔλειπεν ἀθελγέα· πῶς δὲ σὺ μούνη
σύγγονον εἶχες Ἔρωτα καὶ οὐ μάθες οἶστρον Ἐρώτων;
ἀλλ᾽ ἐρέεις γλαυκῶπιν ἀπειρήτην ὑμεναίων·
375νόσφι γάμου βλάστησε καὶ οὐ γάμον οἶδεν Ἀθήνη·
οὔ σε τέκε γλαυκῶπις ἢ Ἄρτεμις. ἀλλὰ σύ, κούρη,
Κύπριδος αἷμα φέρουσα τί Κύπριδος ὄργια φεύγεις;
μὴ γένος αἰσχύνῃς μητρώιον· Ἀσσυρίου δὲ
εἰ ἐτεὸν χαρίεντος Ἀδώνιδος αἷμα κομίζεις,
ἁβρὰ τελεσσιγάμοιο διδάσκεο θεσμὰ τοκῆος,
καὶ Παφίης ζωστῆρι συνήλικι πείθεο κεστῷ,
380καὶ γαμίων πεφύλαξο δυσάντεα μῆνιν Ἐρώτων·
νηλέες εἰσὶν Ἔρωτες, ὅτε χρέος, ὁππότε ποινὴν
ἀπρήκτου φιλότητος ἀπαιτίζουσι γυναῖκας·
οἶσθα γάρ, ὡς πυρόεσσαν ἀτιμήσασα Κυθήρην
μισθὸν ἀγηνορίης φιλοπάρθενος ὤπασε σύριγξ,
385ὅττι φυτὸν γεγαυῖα νόθῃ δονακώδεϊ μορφῇ
ἔκφυγε Πανὸς ἔρωτα, πόθους δ᾽ ἔτι Πανὸς ἀείδει·
καὶ θυγάτηρ Λάδωνος, ἀειδομένου ποταμοῖο,
ἔργα γάμων στυγέουσα δέμας δενδρώσατο Νύμφη,
ἔμπνοα συρίζουσα, καὶ ὀμφήεντι κορύμβῳ
390Φοίβου λέκτρα φυγοῦσα κόμην ἐστέψατο Φοίβου.
καὶ σὺ χόλον δασπλῆτα φυλάσσεο, μή σε χαλέψῃ
θερμὸς Ἔρως βαρύμηνις· ἀφειδήσασα δὲ μίτρης [p. 256]
διπλόον ἄμφεπε Βάκχον ὀπάονα καὶ παρακοίτην·
καὶ λίνα σοῖο τοκῆος Ἀδώνιδος αὐτὸς ἀείρων
395λέκτρον ἐγὼ στορέσοιμι κασιγνήτης Ἀφροδίτης.
ποῖά σοι ἐννοσίγαιος ἐπάξια δῶρα κομίσσει;
ἦ ῥά σοι ἕδνα γάμοιο λελέξεται ἁλμυρὸν ὕδωρ,
καὶ στορέσει πνείοντα δυσώδεα πόντιον ὀδμὴν
δέρματα φωκάων, Ποσιδήια πέπλα θαλάσσης;
400δέρματα φωκάων μὴ δέχνυσο· σεῖο δὲ παστῷ
βάκχας ἀμφιπόλους, Σατύρους θεράποντας ὀπάσσω·
δέξό μοι ἕδνα γάμοιο καὶ ἀμπελόεσσαν ὀπώρην·
εἰ δ᾽ ἐθέλεις δόρυ θοῦρον Ἀδώνιδος οἶά τε κούρη,
θύρσον ἔχεις ἐμὸν ἔγχος· ἔα γλωχῖνα τριαίνης.
405φεῦγε, φίλη, κακὸν ἦχον ἀσιγήτοιο θαλάσσης,
φεῦγε δυσαντήτων Ποσιδήιον οἶστρον Ἐρώτων.
ἄλλῃ Ἀμυμώνῃ παρελέξατο κυανοχαίτης,
ἀλλὰ γυνὴ μετὰ λέκτρον ὁμώνυμος ἔπλετο πηγή·
καὶ Σκύλλῃ παρίαυε καὶ εἰναλίην θέτο πέτρην·
410Ἀστερίην δ᾽ ἐδίωκε, καὶ ἔπλετο νῆσος ἐρήμη·
παρθενικὴν δ᾽ Εὔβοιαν ἐνερρίζωσε θαλάσσῃ.
οὗτος Ἀμυμώνην μνηστεύεται, ὄφρα καὶ αὐτὴν
λαϊνέην τελέσῃ μετὰ δέμνιον· οὗτος ὀπάσσει
ἕδνον ἑῶν θαλάμων ὀλίγον ῥόον ἢ βρύον ἅλμης
415ἢ βυθίην τινὰ κόχλον. ἐγὼ δέ σοι εἵνεκα μορφῆς
ἵσταμαι ἀσχαλόων, τίνα σοι, τίνα δῶρα κομίσσω·
οὐ χατέει χρυσοῖο τέκος χρυσῆς Ἀφροδίτης.
ἀλλά σοι ἐξ Ἀλύβης κειμήλια πολλὰ κομίσσω·
ἄργυρον ἀργυρόπηχυς ἀναίνεται. εἰς σὲ κομίσσω
420δῶρα διαστίλβοντα φεραυγέος Ἠριδανοῖο·
Ἡλιάδων δ᾽ ὅλον ὄλβον ἐπαισχύνει σέο μορφὴ [p. 258]
λευκὸν ἐρευθιόωσα, βολαῖς δ᾽ ἀντίρροπος Ἠοῦς
εἴκελος ἠλέκτρῳ Βερόης ἀμαρύσσεται αὐχήν...
καὶ λίθον ἀστράπτοντα· τεοῦ χροὸς εἶδος ἐλέγχει
425μάρμαρα τιμήεντα· μὴ εἴκελον αἴθοπι λύχνῳ
λυχνίδα σοι κομίσοιμι, σέλας πέμπουσιν ὀπωπαί·
μὴ καλύκων ῥοδόεντος ἀναΐσσοντα κορύμβου
σοὶ ῥόδα δῶρα φέροιμι, ῥοδώπιδές εἰσι παρειαί.’
τοῖον ἔπος κατέλεξε· καὶ οὔατος ἔνδοθι κούρη
430χεῖρας ἐρεισαμένη διδύμας ἔφραξεν ἀκουάς,
μὴ πάλιν ἄλλον Ἔρωτι μεμηλότα μῦθον ἀκούσῃ,
ἔργα γάμου στυγέουσα· ποθοβλήτῳ δὲ Λυαίῳ
μόχθῳ μόχθον ἔμιξε. τί κύντερόν ἐστιν Ἐρώτων,
ἢ ὅτε θυμοβόροιο πόθου λυσσώδεϊ κέντρῳ
435ἀνέρας ἱμείροντας ἀλυσκάζουσι γυναῖκες
καὶ πλέον οἶστρον ἄγουσι σαόφρονες; ἐνδόμυχος δὲ
διπλόος ἐστὶν ἔρως, ὅτε παρθένος ἀνέρα φεύγει.
ὣς ὁ μὲν οἰστρήεντι πόθου μαστίζετο κεστῷ·
παρθενικῆς δ᾽ ἀπέμιμνεν· ἀμιτροχίτωνι δὲ κούρῃ
440σύνδρομον ἀγρώσσοντα νόον πόμπευεν ἀλήτην,
κέντρον ἔχων γλυκύπικρον. ἀνεσσύμενος δὲ θαλάσσης,
ἴκμια διψαλέοιο δι᾽ οὔρεος ἴχνια πάλλων,
παρθενικὴν μάστευε Ποσειδάων μετανάστης,
ἄβροχον ὑδατόεντι περιρραίνων χθόνα ταρσῷ·
445καί οἱ ἔτι σπεύδοντι παρὰ κλέτας εὔβοτον ὕλης
οὔρεος ἄκρα κάρηνα ποδῶν ἐλελίζετο παλμῷ...
εἰς Βερόην σκοπίαζε, καὶ ἐκ ποδὸς ἄχρι καρήνου
κούρης ἱσταμένης διεμέτρεεν ἔνθεον ἥβην·
ὀξὺ δὲ λεπταλέοιο δι᾽ εἵματος οἷα κατόπτρῳ
450ὄμμασιν ἀπλανέεσσι τύπον τεκμαίρετο κούρης,
οἷά τε γυμνωθέντα παρακλιδὸν ἄκρα δοκεύων [p. 260]
στήθεα μαρμαίροντα, πολυπλεκέεσσι δὲ δεσμοῖς
μαζῶν κρυπτομένων φθονερὴν ἐπεμέμφετο μίτρην,
δινεύων ἑλικηδὸν ἐρωμανὲς ὄμμα προσώπου,
455παπταίνων ἀκόρητος ὅλον δέμας· οἰστρομανὴς δὲ
εἰναλίην Κυθέρειαν ἁλὸς μεδέων ἐνοσίχθων
μοχθίζων ἱκέτευε, καὶ ἀγραύλῳ παρὰ ποίμνῃ
παρθένον ἱσταμένην φιλίῳ μειλίξατο μύθῳ·
‘ Ἑλλάδα καλλιγύναικα γυνὴ μία πᾶσαν ἐλέγχει·
460οὐ Πάφος, οὐκέτι Λέσβος ἀείδεται, οὐκέτι Κύπρου
οὔνομα καλλιτόκοιο φατίζεται· οὐκέτι μέλψω
Νάξον ἀειδομένην εὐπάρθενον· ἀλλὰ καὶ αὐτὴ
εἰς τόκον, εἰς ὠδῖνας ἐνικήθη Λακεδαίμων·
οὐ Πάφος, οὐκέτι Λέσβος, Ἀμυμώνης δὲ τιθήνη
465ἀντολίη σύλησεν ὅλον κλέος Ὀρχομενοῖο,
μούνην ἀμφιέπουσα μίαν Χάριν· ὁπλοτέρη γὰρ
τρισσάων Χαρίτων Βερόη βλάστησε τετάρτη.
παρθένε, κάλλιπε γαῖαν, ὅ περ θέμις· οὐ σέο μήτηρ
ἐκ χθονὸς ἐβλάστησεν, ἁλὸς θυγάτηρ Ἀφροδίτη·
470πόντον ἔχεις ἐμὸν ἕδνον ἀτέρμονα, μείζονα γαίης·
σπεῦσον ἐριδμαίνειν ἀλόχῳ Διός, ὄφρά τις εἴπῃ,
ὅττι δάμαρ Κρονίδαο καὶ εὐνέτις ἐννοσιγαίου
πάντοθι κοιρανέουσιν, ἐπεὶ νιφόεντος Ὀλύμπου
Ἥρη σκῆπτρον ἔχει, Βερόη κράτος ἔσχε θαλάσσης.
475οὔ σοι Βασσαρίδας μανιώπεας ἐγγυαλίξω,
οὐ Σάτυρον σκαίροντα καὶ οὐ Σειληνὸν ὀπάσσω·
ἀλλὰ τελεσσιγάμοιο τεῆς θαλαμηπόλον εὐνῆς
Πρωτέα σοι καὶ Γλαῦκον ὑποδρηστῆρα τελέσσω·
δέχνυσο καὶ Νηρῆα καί, ἢν ἐθέλῃς, Μελικέρτην·
480καὶ πλατὺν ἀενάου μιτρούμενον ἄντυγι κόσμου
ὠκεανὸν κελάδοντα τεὸν θεράποντα καλέσσω· [p. 262]
σοὶ ποταμοὺς ξύμπαντας ὀπάονας ἕδνον ὀπάσσω.
εἰ δὲ καὶ ἀμφιπόλοις ἐπιτέρπεαι, εἰς σὲ κομίσσω
θυγατέρας Νηρῆος· ἀναινομένη δὲ γενέσθω
485μαῖα Διωνύσοιο τεὴ θαλαμηπόλος Ἰνώ.’
ἔννεπε· χωομένην δὲ λιπών δυσπειθέα κούρην
ἠέρι μῦθον ἔειπε χέων ἀνεμώδεα φωνήν·
‘Μύρρης ὄλβιε κοῦρε, λαχὼν εὔπαιδα γενέθλην
τιμὴν μοῦνος ἔχεις διδυμάονα· μοῦνος ἀκούεις
490καὶ γενέτης Βερόης καὶ νυμφίος ἀφρογενείης.’
τοῖα μὲν ἐννοσίγαιος ἱμάσσετο κέντορι κεστῷ·
πολλὰ δὲ δῶρα τίταινεν Ἀδώνιδι καὶ Κυθερείῃ,
κούρης ἕδνον ἔρωτος. ὁμοφλέκτῳ δὲ βελέμνῳ
ὄλβον ἄγων Διόνυσος, ὅσον παρὰ γείτονι Γάγγῃ
495χρυσοφαεῖς ὠδῖνες ἐμαιώσαντο μετάλλων,
πολλὰ μάτην ἱκέτευε θαλασσαίην Ἀφροδίτην.
καὶ Παφίη δεδόνητο, πολυμνήστοιο δὲ κούρης
ἀμφοτέρους μνηστῆρας ἐδείδιεν· ἀμφοτέρων δὲ
ἰσοτύπων ὁρόωσα πόθον καὶ ζῆλον Ἐρώτων
500Ἄρεϊ νυμφιδίῳ Βερόης κήρυξεν ἀγῶνα
καὶ γάμον αἰχμητῆρα καί ἱμερόεσσαν Ἐνυώ.
καί μιν ὅλην πυκάσασα γυναικείῳ τινὶ κόσμῳ
Κύπρις ἐπ᾽ ἀκροπόληος ἑῆς ἱδρύσατο πάτρης
παρθένον ἀμφήριστον ἀέθλιον ἁβρὸν Ἐρώτων·
505ἀμφοτέροις δὲ θεοῖσι μίαν ξυνώσατο φωνήν·
‘Ἤθελον, εἰ δύο παῖδας ἐγὼ λάχον, ὄφρα συνάψω
τὴν μὲν ὀφειλομένην ἐνοσίχθονι, τὴν δὲ Λυαίῳ·
ἀλλ᾽ ἐπεὶ οὐ γενόμην διδυγητόκος, οὐδὲ κελεύει
θεσμὰ γάμων ἄχραντα μίαν ξυνήονα κούρην [p. 264]
510ζεῦξαι διχθαδίοισιν ἀμοιβαίοις παρακοίταις,
ἀμφὶ μιῆς ἀλόχοιο μόθος νυμφοστόλος ἔστω·
οὐ γὰρ ἄτερ καμάτου Βερόης λέχος· ἀμφὶ δὲ νύμφης
ἄμφω ἀεθλεύσοιτε γάμου προκέλευθον ἀγῶνα·
ὅς δέ κε νικήσει, Βερόην ἀνάεδνον ἀγέσθω...
515ἀμφοτέροις φίλος ὅρκος· ἐπεὶ περιδείδια κούρης
γείτονος ἀμφί πόληος, ὅπῃ πολιοῦχος ἀκούω,
πατρίδα μὴ Βερόης Βερόης διὰ κάλλος ὀλέσσω·
συνθεσίας πρὸ γάμοιο τελέσσατε, μὴ μετὰ χάρμην
πόντιος ἐννοσίγαιος ἀτεμβόμενος περὶ νίκης
520γαῖαν ἀιστώσειεν ἑῆς γλωχῖνι τριαίνης,
μὴ κοτέων Διόνυσος Ἀμυμώνης περὶ λέκτρων
ἄστεος ἀμπελόεσσαν ἀμαλδύνειεν ἀλωήν.
εὐμενέες δὲ γένεσθε μετὰ κλόνον· ἀμφότεροι δὲ
φίλτρου ζῆλον ἔχοντες ὁμοφροσύνης ἐνὶ θεσμῷ
525κάλλεϊ φαιδροτέρῳ κοσμήσατε πατρίδα νύμφης.’
ὣς φαμένης μνηστῆρες ἐπῄνεον· ἀμφοτέροις δὲ
ἔμπεδος ὅρκος ἔην Κρονίδης καὶ Γαῖα καὶ Αἰθὴρ
καὶ Στύγιαι ῥαθάμιγγες· ἐπιστώσαντο δὲ Μοῖραι
συνθεσίας· καὶ Δῆρις ἀέξετο πομπὸς Ἐρώτων
530καὶ Κλόνος· ἀμφοτέρους δὲ γαμοστόλος ὥπλισε Πειθώ.
οὐρανόθεν δὲ μολόντες ὀπιπευτῆρες ἀγῶνος
σὺν Διὶ πάντες ἔμιμνον, ὅσοι ναετῆρες Ὀλύμπου,
μάρτυρες ὑσμίνης Λιβανηίδος ὑψόθι πέτρης.
ἔνθα φάνη μέγα σῆμα ποθοβλήτῳ Διονύσῳ·
535κίρκος ἀελλήεις χαλάσας πτερὸν ἔγκυον αὔρης
βοσκομένην ἐδίωκε πελειάδα· τὴν δέ τις ἄφνω
ἐκ χθονὸς ἁρπάξας ἁλιαίετος εἰς βυθὸν ἔπτη,
φειδομένοις ὀνύχεσσι μετάρσιον ὄρνιν ἀείρων. [p. 266]
καί μιν ἰδὼν Διόνυσος ἀπέπτυεν ἐλπίδα νίκης·
540ἔμπης δ᾽ εἰς μόθον ἦλθεν. ἐπ᾽ ἀμφοτέρων δὲ κυδοιμῷ
ὄμματι μειδιόωντι πατὴρ κεχάρητο Κρονίων,
δῆριν ἀδελφειοῖο καὶ υἱέος ὕψι δοκεύων.