Διονυσιακά/36
←Διονυσιακῶν βιβλίον λε΄ | Διονυσιακῶν βιβλίον λς΄ Συγγραφέας: Διονυσιακά |
Διονυσιακῶν βιβλίον λζ΄→ |
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942. |
ἐν δὲ τριηκοστῷ ἕκτῳ μετὰ λύματα λύσσης
Βάκχος Δηριαδῆι κορύσσεται εἶδος ἀμείβων.
ὣς φάμενος θάρσυνε γεγηθότας ἡγεμονῆας·
Δηριάδης δ᾽ ἑτέρωθεν ἑοὺς ἐκόρυσσε μαχητάς.
ἀμφοτέρῃ δὲ φάλαγγι θεοὶ ναετῆρες Ὀλύμπου
κεκριμένοι στέλλοντο κυβερνητῆρες Ἐνυοῦς,
5οἱ μὲν Δηριαδῆος ἀρηγόνες, οἱ δὲ Λυαίου.
Ζεὺς μὲν ἄναξ μακάρων ὑψίζυγος ὑψόθι Κέρνης
Ἄρεος εἶχε τάλαντα παρακλιδόν· οὐρανόθεν δὲ
ἔμπυρον ὑδατόεις προκαλίζετο κυανοχαίτης
ἠέλιον, γλαυκῶπιν Ἄρης, Ἥφαιστος Ὑδάσπην·
10Ἥρης δ᾽ ἀντικέλευθος ὀρεστιὰς Ἄρτεμις ἔστη·
Λητῴην δ᾽ ἐπὶ δῆριν ἐύρραπις ἤλυθεν Ἑρμῆς.
καὶ ζαθέου πολέμου διδυμόκτυπος ἔβρεμεν ἠχὼ
ἀμφοτέροις μακάρεσσιν, ἐπεσσυμένων δὲ κυδοιμῷ
Ἄρης ἑπταπέλεθρος ἐμάρνατο Τριτογενείῃ,
15καἰ δόρυ θοῦρον ἴαλλεν· ἀνουτήτου δὲ θεαίνης
μέσσην αἰγίδα τύψεν, ἀθηήτου δὲ καρήνου
ἤλασε Γοργείης ὀφιώδεα λήια χαίτης,
Παλλάδος οὐτήσας λάσιον σάκος· ὀξυτενὴς δὲ
πεμπομένη ῥοιζηδὸν ἀκαμπέος ἔγχεος αἰχμὴ
20ποιητὴν πλοκαμῖδα νόθης ἐχάραξε Μεδούσης.
κούρη δ᾽ ἐγρεκύδοιμος ἐπαΐξασα καὶ αὐτὴ [p. 4]
σύγγονον ἔγχος ἄειρεν ἐπ᾽ Ἄρεϊ Παλλὰς ἀμήτωρ,
κεῖνο, τό περ φορέουσα λεχώιον ἥλικι χαλκῷ
ἄνθορε πατρῴοιο τελεσσιγόνοιο καρήνου.
25καὶ δαπέδῳ γόνυ κάμψε τυπεὶς περιμήκετος Ἄρης·
ἀλλά μιν ὀρθώσασα παλινδίνητον Ἀθήνη
μητρὶ φίλῃ μετὰ δῆριν ἀνούτατον ὤπασεν Ἥρῃ.
Ἥρῃ δ᾽ ἀντερίδαινεν ὀρεσσινόμου Διονύσου
Αρτεμις ὡς συνάεθλος ὀρεστιάς, ἰθυτενὲς δὲ
30τόξον ἑὸν κύκλωσεν· ὁμοζήλῳ δὲ κυδοιμῷ
Ηρη Ζηνὸς ἑλοῦσα νέφος πεπυκασμένον ὤμοις
ἀρραγὲς ὡς σάκος εἶχε· καὶ Ἄρτεμις ἄλλον ἐπ᾽ ἄλλῳ
ἠερίης πέμπουσα δι᾽ ἄντυγος ἰὸν ἀλήτην
εἰς σκοπὸν ἀχρήιστον ἑὴν ἐκένωσε φαρέτρην,
35καὶ νεφέλην ἄρρηκτον ὅλην ἐπύκαζεν ὀιστοῖς·
καὶ γεράνων μιμηλὸς ἔην τύπος ἠεροφοίτης
ἱπταμένων στεφανηδὸν ἀμοιβαίῳ τινὶ κύκλῳ·
καὶ νέφεϊ σκιόεντι πεπηγότες ἦσαν ὀιστοί·
ὠτειλὰς δ᾽ ἀχάρακτος ἀναίμονας εἶχε καλύπτρη.
40καὶ κραναὸν κούφισσεν ὑπηνέμιον βέλος Ἥρη,
χειρὶ δὲ δινεύουσα πεπηγότα νῶτα χαλάζης
Αρτεμιν ἐστυφέλιξε χαραδρήεντι βελέμνῳ·
τόξου δ᾽ ἀγκύλα κύκλα συνέθλασε μάρμαρος αἰχμή·
οὐ δὲ μάχην ἀνέκοψε Διὸς δάμαρ· Ἀρτέμιδος δὲ
45στήθεος ἄκρον ἔτυψε μεσαίτατον· ἡ δὲ τυπεῖσα
ἔγχεϊ παχνήεντι χαμαὶ κατέχευε φαρέτρην.
καί οἱ ἐπεγγελόωσα Διὸς μυθήσατο νύμφη·
‘Ἄρτεμι, θηρία βάλλε· τί μείζοσιν ἀντιφερίζεις;
καὶ σκοπέλων ἐπίβηθι· τί σοὶ μόθος; οὐτιδανὰς δὲ
50ἐνδρομίδας φορέουσα λίπε κνημῖδας Ἀθήνῃ· [p. 6]
καὶ λίνα σεῖο τίνασσε δολοπλόκα· θηροφόνοι γὰρ
σοὶ κύνες ἀγρώσσουσι, καὶ οὐ πτερόεντες ὀιστοί·
οὐ σὺ λεοντοφόνον μεθέπεις βέλος· ἀδρανέων γὰρ
σῶν καμάτων ἱδρῶτες ἀνάλκιδές εἰσι λαγωοί·
55σῶν δ᾽ ἐλάφων ἀλέγιζε καὶ εὐκεράου σέο δίφρου,
δῶν ἐλάφων ἀλέγιζε· τί σοὶ Διὸς υἷα γεραίρειν
πορδαλίων ἐλατῆρα καὶ ἡνιοχῆα λεόντων;
ἢν δ᾽ ἐθέλῃς, ἔχε τόξον, Ἔρως ὅτι τόξα τιταίνει·
παρθενικὴ φυγόδεμνε μογοστόκε, πορθμὸν Ἐρώτων
60κεστὸν ἔχειν ὤφελλες ἀοσσητῆρα λοχείης,
σὺν Παφίῃ, σὺν Ἔρωτι· σὺ γὰρ κρατέεις τοκετοῖο.
ἀλλά, τελεσσιγόνοιο κυβερνήτειρα γενέθλης,
ἔρχεο παιδοτόκων ἐπὶ παστάδα θηλυτεράων,
καὶ λοχίοις βελέεσσιν ὀιστεύουσα γυναῖκας
65εἴκελος ἔσσο λέοντι λεχωίδος ἐγγύθι νύμφης,
ἀντὶ φιλοπτολέμοιο μογοστόκος. ἀλλὰ καὶ αὐτῆς
λῆγε σαοφρονέουσα σαόφρονος εἵνεκα μίτρης,
ὅττι τεῶν μελέων μεθέπων τύπον ὑψιμέδων Ζεὺς
παρθενικὰς ἀγάμους νυμφεύεται· εἰσέτι κείνην
70εἰκόνα σὴν βοόωσι γαμοκλόπον Ἀρκάδες ὗλαι,
Καλλιστοῦς ἀγάμοιο γαμοστόλον, ὑμετέρην δὲ
ἔμφρονα μάρτυρον ἄρκτον ἔτι στενάχουσι κολῶναι
μεμφομένην νόθον εἶδος ἐρωμανὲς ἰοχεαίρης,
θηλυτέρης ὅτε λέκτρον ἐδύσατο θῆλυς ἀκοίτης.
75ἀλλὰ τεὴν ἀνόνητον ἀπορρίψασα φαρέτρην
Ἥρης κάλλιπε δῆριν ἀρείονος· ἢν δ᾽ ἐθελήσῃς,
ὡς λοχίη πολέμιζε τελεσσιγάμῳ Κυθερείῃ.’
ἔννεπε, τειρομένην δὲ παρήλυθεν Ἄρτεμιν Ἥρη.
τὴν δὲ φόβῳ μεθύουσαν ἀπὸ φλοίσβοιο κομίζων [p. 8]
80ἀμφοτέρῳ πήχυνε κατηφέι Φοῖβος ἀγοστῷ,
καί μιν ἄγων ἔστησεν ἐρημάδος ἔνδοθι λόχμης·
νοστήσας δ᾽ ἀκίχητος ὁμίλεε θέσπιδι χάρμῃ.
καὶ βυθίου προμάχου πυρόεις πρόμος ἀντίος ἔστη,
Φοῖβος ἐς ὑσμίνην Ποσιδήιον· ἀμφὶ δὲ νευρῇ
85θῆκε βέλος καὶ πυρσὸν ἐκούφισε Δελφίδι πεύκῃ
ἀμφοτέρῃ παλάμῃ περιδέξιος, ὄφρα κορύσσῃ
ὁλκῷ κυματόεντι σέλας καὶ τόξα τριαίνῃ.
αἰχμὴ δ᾽ αἰθαλόεσσα καὶ ὑδατόεντες ὀιστοὶ
σύμπεσον ἀλλήλοισι· κορυσσομένοιο δὲ Φοίβου
90Αρεος ἐσμαράγησε μέλος πατρώιος Αἰθήρ,
βρονταῖον κελάδημα· θυελλήεσσα δὲ σάλπιγξ
οὔασι Φοιβείοισιν ἐπέκτυπε ποντιὰς Ἠχώ·
τρίτων δ᾽ εὐρυγένειος ἐβόμβεεν ἠθάδι κόχλῳ
ἀνδροφυὴς ἀτέλεστος, ἀπ᾽ ἰξύος ἔγχλοος ἰχθύς·
95Νηρεΐδες δ᾽ ἀλάλαζον· ὑπερκύψας δὲ θαλάσσης
σειομένου τριόδοντος Ἄραψ μυκήσατο Νηρεύς.
οὐρανίης δὲ φάλαγγος ὑπέρτερον ἦχον ἀκούων
Ζεὺς χθόνιος κελάδησε, μὴ ἐννοσίγαιος ἀράσσων
γαῖαν ἱμασσομένην ῥοθίων ἐνοσίχθονι παλμῷ
100ἁρμονίην κόσμοιο μετοχλίσσειε τριαίνῃ,
μή ποτε κινήσας χθονίων κρηπῖδα βερέθρων
θηητὴν τελέσειεν ἀθηήτου χθονὸς ἕδρην,
μὴ βυθίων φλέβα πᾶσαν ἀναρρήξειεν ἐναύλων
Ταρταρίῳ κευθμῶνι χέων μετανάστιον ὕδωρ,
105νέρτερον εὐρώεντα κατακλύζων πυλεῶνα.
τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων,
καὶ χθόνιαι σάλπιγγες ἐπέβρεμον· ἀμφοτέρους δὲ
ῥάβδον ἐλαφρίζων ἀνεσείρασε μείλιχος Ἑρμῆς· [p. 10]
τρισσοῖς δ᾽ ἀθανάτοισι μίαν ξυνώσατο φωνήν·
110‘Γνωτὲ Διὸς καὶ κοῦρε, σὺ μέν, κλυτότοξε, θυέλλαις
πυρσὸν ἔα καὶ τόξα, σὺ δὲ γλωχῖνα τριαίνης,
μὴ μακάρων Τιτῆνες ἐπεγγελάσωσι κυδοιμῷ,
μὴ Κρονίην μετὰ δῆριν ἀπειλήτειραν Ὀλύμπου
δεύτερον ἀθανάτοισιν Ἄρης ἐμφύλιος εἴη,
115μὴ μόθον ἄλλον ἴδοιμι μετὰ κλόνον Ἰαπετοῖο,
μηδὲ μετὰ Ζαγρῆα καὶ ὀψιγόνου περὶ Βάκχου
φλέξας γαῖαν ἅπασαν ἑῷ πυρὶ χωόμενος Ζεὺς
ἀενάου κλύσσειε τὸ δεύτερον ἄντυγα κόσμου,
ὕδασιν ὀμβρήσας χυτὸν αἰθέρα· μηδὲ νοήσω
120ἠερίοις πελάγεσσι διάβροχον ἄρμα Σελήνης·
μὴ ψυχρὴν ἐχέτω Φαέθων πάλιν ἔμπυρον αἴγλην.
πρεσβυτέρῳ δ᾽ ὑπόεικε κυβερνητῆρι θαλάσσης,
πατροκασιγνήτῳ τανύων χάριν, ὅττι γεραίρει
εἰναλίην σέο Δῆλον ἁλὸς μεδέων ἐνοσίχθων·
125μή σε λίπῃ φοίνικος ἔρως καὶ μνῆστις ἐλαίης.
τίς πάλιν, ἐννοσίγαιε, δικασπόλος ἐνθάδε Κέκροψ,
τίς πάλιν, Ἴναχος ἄλλος ἑὴν πόλιν ἴαχεν Ἥρῃ,
ὅττι καὶ Ἀπόλλωνι κορύσσεαι, ὥς περ Ἀθήνῃ,
καὶ μόθον ἄλλον ἔχεις προτέρην μετὰ φύλοπιν Ἤρης;
130καὶ σύ, πάτερ μεγάλοιο, κερασφόρε, Δηριαδῆος,
Ἡφαίστου πεφύλαξο σέλας μετὰ λαμπάδα Βάκχου,
μή σε πυριγλώχινι καταφλέξειε κεραυνῷ.’
ὣς εἰπὼν ἀνέκοψε θεῶν ἔμφυλον Ἐνυώ.
καὶ τότε λυσσήεις παλινάγρετον ἄμφεπε χάρμην [p. 12]
135Δηριάδης βαρύμηνις, ἀπήμονας ὡς ἴδε Βάκχας·
καὶ μόθον ἀρτεμέοντος ὀπιπεύων Διονύσου
εἰς ἐνοπὴν οἴστρησε πεφυζότας ἡγεμονῆας·
καὶ ξυνὴν πρυλέεσσι καὶ ἱππήεσσιν ἀπειλὴν
βάρβαρον ἐσμαράγησε βαρυφθόγγων ἀπὸ λαιμῶν·
140‘Σήμερον ἢ Διόνυσον ἐγῶ πλοκαμῖδος ἐρύσσω,
ἠὲ μόθος Βακχεῖος ἀιστώσει γένος Ἰνδῶν.
ὑμεῖς μὲν Σατύροισιν ἀλεξήτειραν ἀνάγκην
στήσατε· Δηριάδης δὲ κορυσσέσθω Διονύσῳ.
ἡμερίδων δὲ πέτηλα καὶ ὄργανα ποικίλα Βάκχου
145φλέξατε, καὶ κλισίας ἐμπρήσατε· Μαιναλίδας δὲ
δμωίδας αὐχήεντι κομίσσατε Δηριαδῆι·
καὶ πυρὶ δήια θύρσα μαραίνετε· βουκεράων δὲ
Σειληνῶν Σατύρων τε πολυσπερέων κεφαλάων
λήιον ἀμήσαντες ἀλοιητῆρι σιδήρῳ
150στέψατε πάντα μέλαθρα βοοκραίροισι καρήνοις.
μὴ Φαέθων στέψειε πυραυγέας εἰς δύσιν ἵππους,
πρὶν Σατύρους καὶ Βάκχου ἀλυκτοπέδῃσι κομίσσω
σφιγγόμενον, καὶ στικτὸν ἐμῇ δεδαϊγμένον αἰχμῇ
ῥωγαλέον φορέοντα κατὰ στέρνοιο χιτῶνα,
155θύρσον ἀπορρίψαντα· τανυπλοκάμων δὲ γυναικῶν
χαίτην ἀμπελόεσσαν ἐμῷ τεφρώσατε δαλῷ.
θαρσαλέοι δὲ γένεσθε, καὶ Ἰνδῴην μετὰ χάρμην
νίκην κυδιάνειραν ἀείσατε Δηριαδῆος,
ὄφρά τις ἐρρίγῃσι καὶ ὀψιγόνων στρατὸς ἀνδρῶν
160Ἰνδοῖς Γηγενέεσσιν ἀνικήτοισιν ἐρίζειν.’
ἔννεπε, καὶ προμάχους μετανεύμενος ἄλλον ἐπ᾽ ἄλλῳ
ἡνιόχους οἴστρησεν ἀμετροβίων ἐλεφάντων,
καί πρυλέων πομπῆας ἐπεστήριξεν ὁμίλῳ
μαρναμένους πυργηδόν. ὁμοζήλῳ δὲ κυδοιμῷ
165θυρσομανὴς Διόνυσος ἐρημονόμων στίχα θηρῶν [p. 14]
εἰς ἐνοπήν βάκχευεν· ὀριτρεφέες δὲ μαχηταὶ
δαιμονίῃ βρυχηδὸν ἐβακχεύθησαν ἱμάσθλῃ,
καὶ πολὺς ἐκ στομάτων ἐκορύσσετο μαινόμενος θήρ·
ὠμοβόρων δὲ δράκοντες ἀποπτύοντες ὀδόντων
170τηλεβόλους πόμπευον ἐς ἠέρα πίδακας ἰοῦ
χάσματι συρίζοντι μεμυκότος ἀνθερεῶνος,
λοξὰ παρασκαίροντες· ἐς ἀντιβίους δὲ θορόντες
αὐτόματον σκοπὸν εἶχον ἐχιδνήεντες ὀιστοί·
καὶ σκολιαῖς ἑλίκεσσιν ἐμιτρώθη δέμας Ἰνδῶν
175εἱλομένων, βροτέους δὲ πόδας σφηκώσατο σειρὴ
εἰς δρόμον ἀίσσοντας. Ἀρειμανέες δὲ γυναῖκες
δῆριν ἐμιμήσαντο δρακοντοβόλου Φιδαλείης,
ἥ ποτε κέντρον ἔχουσα γυναικείοιο κυδοιμοῦ
δυσμενέας νίκησεν ἐχιδνήεσσι κορύμβοις...
180καί τις ἀπὸ στομάτων δολιχόσκιον ἔγχος ἰάλλων
ἰὸν ἀκοντιστῆρα κατέπτυε Δηριαδῆος,
καὶ φονίῃ ῥαθάμιγγι χάλυψ ἐδιαίνετο θώρηξ.
καὶ νέκυς ἐν χθονὶ κεῖτο τυπεὶς ζώοντι βελέμνῳ,
ἄπνοος ἀμφιέπων βέλος ἔμπνοον. ὀρθοπόδων δὲ
185εἰς λοφιὴν ἐπίκυρτον ἀναΐξας ἐλεφάντων
πόρδαλις ᾐώρητο μετάρσιος ἅλματι ταρσῶν·
πυκνὰ δὲ θηρείοιο κατεστήρικτο καρήνου,
καὶ δρόμον ᾐώρησε τανυκνήμων ἐλεφάντων.
καὶ πολύς ἑσμὸς ἔπιπτε, βαρυσμαράγων ἀπὸ λαιμῶν
190φρικτὸν ἐρημονόμων ἀίων βρύχημα λεόντων·
καί τις ἐνικήθη τρομέων μυκήματα ταύρου,
καὶ βοὸς εἰσορόων βλοσυρῆς γλωχῖνα κεραίης
λοξὸν ἀκοντίζουσαν ἐς ἠέρα· φοιταλέος δὲ
εἰς φόβον ἄλλος ὄρουσεν ὑποφρίσσων γένυν ἄρκτου·
195θηρείαις δ᾽ ἰαχῇσιν ὁμόκτυπος ἄλλος ἐπ᾽ ἄλλῳ [p. 16]
Πανὸς ἀνικήτοιο κύων συνυλάκτεε λαιμῷ,
καὶ μόθον ὑλακόμωρον ἐδείδισαν αἴθοπες Ἰνδοί.
ξυνὴ δ᾽ ἀμφοτέροισιν ὁμόζυγος ἦεν Ἐνυώ·
γαῖα δέ διψώουσα φόνου κυγαίνετο λύθρῳ
200κτεινομένων ἑκάτερθε, πολυσπερέων δὲ δαμέντων
πληθύι τοσσατίῃ νεκύων ἐστείνετο Λήθη·
χειρὶ δ᾽ ἀνοχλίζων Ἀίδης ὀρφναῖον ὀχῆα
εὐρυτέρους πυλεῶνας ἑῶν ὤιξε μελάθρων
κτεινομένων ἑκάτερθε, διεσσυμένων δὲ βερέθρου
205Ταρτάριον μύκημα Χαρωνίδες ἔκτυπον ὄχθαι.
καὶ πολὺς ἐγρεκύδοιμος ἔην κτύπος, ἀντιβίων δὲ
ὠτειλὴ κταμένων ἑτερότροπος, ὧν ὁ μὲν αὐτῶν
ἱππόθεν ὠλίσθησε τετυμμένος ἀνθερεῶνα,
ὃς δὲ κατὰ στέρνοιο περίτροχον ἄντυγα μαζοῦ,
210ὃς δὲ μέσον κενεῶνα πεπαρμένος ἔκπεσε δίφρου·
ἄλλος ἐυγλώχινι παρ᾽ ὀμφαλὸν ἄκρον ὀιστῷ
βλήμενος αὐτοκύλιστος ὁμίλεε γείτονι πότμῳ,
ὃς δὲ τυπείς μεσάτης ὑπὲρ ἄντυγος, ὃς δὲ δι᾽ ὤμου
καὶ φυγὰς ἄλλος ἔπιπτε ῥάχιν τετορημένος αἰχμῇ,
215πεζὸς ἀελλήεντα τετυμμένον ἵππον ἐάσας·
ὃς δὲ πεσὼν ἀνίουλος ὀδύρετο σύντροφον ἥβην
καί τις ἀναλθήτῳ κεχαραγμένος ἧπαρ ὀιστῷ
κύμβαχος ἐξ ἐλέφαντος ἐπεγδούπησε κονίη,
κρᾶτα παρακλίνας δαπέδῳ, καὶ χεῖρας ἑλίξας
220αἱμαλέην πήχυνε κατηφέι γαῖαν ἀγοστῷ.
καί τις ἀνὴρ ἱππῆος ἐναντία δόχμιος ἔστη,
καὶ σάκεος κενεῶνα χυτῆς ἔπλησε κονίης,
καὶ χθονὶ ταρσὸν ἔπηξε, δεδεγμένος ἀνέρος ὁρμήν·
χειρὶ δὲ θαρσαλέῃ πολυδαίδαλον ἀσπίδα τείνων
225ἱππείην ψαμάθοισιν ὅλην ἔρραινεν ὀπωπήν·
βακχεύσας δὲ κάρηνον ἄνω νεύοντι προσώπῳ
ἵππος ἀνῃώρητο κονισαλέην τρίχα σείων, [p. 18]
καμπύλα δ᾽ εὐλάιγγος ἀπέπτυεν ἄκρα χαλινοῦ·
τρίβων δ᾽ ἀγκυλόδοντα παλυνομένην γένυν ἀφρῷ
230ὑψιτενὴς δεδόνητο, καὶ ὄρθιον αὐχένα πάλλων
οἰστρήεις ἀχάλινος ἐπεστηρίζετο γαίῃ
ποσσὶν ὀπισθιδίοισι, καὶ αἰθύσσων κόνιν ὁπλῇ
εἰς πέδου ἠκόντιζεν ἀπόσσυτον ἡνιοχῆα.
αὐτὰρ ὁ κεκλιμένῳ ταχὺς ἔδραμε κάρχαρος ἀνήρ,
235γυμνὸν ἔχων θοὸν ἆορ· ὑπὲρ δαπέδον δὲ ταθέντος
κυανέου προμάχοιο διέθρισεν ἀνθερεῶνα.
ἄλλος ἐριπτοίητος ἐχάζετο πῶλος ἀλήτης,
γείτονος ἡνιόχοιο δεδεγμένος ἦχον ἱμάσθλης,
οἰκτρὸν ἑὸν θνήσκοντα διαστείβων ἐλατῆρα,
240κείμενον ἀρτιδάικτον, ἐπισπαίροντα κονίῃ.
Κολλήτης δ᾽ ἀπέλεθρος ἔχων περιμήκεα μορφήν,
δύσμαχος , ἐννεάπηχυς, ὁμοίιος Ἀλκυονῆι,
Βακχείης κατά μέσσον ἐμαίνετο δηιοτῆτος·
Βασσαρίδων δὲ φάλαγγα μετὰ κλόνον ἤθελεν ἕλκειν
245εἰς εὐνὴν ἀνάεδνον ἀναγκαίων ὑμεναίων,
καὶ κενεῇ πολέμιζεν ἐπ᾽ ἐλπίδι, τηλίκος ἀνήρ,
οἷος ἔην θρασὺς Ὦτος ἀνέμβατον αἰθέρα βαίνων,
ἁγνὸν ἀνυμφεύτου ποθέων λέχος ἰοχεαίρης,
οἷος ἔην φιλέων καθαρῆς ὑμέναιον Ἀθήνης
250ὑψινεφὴς ἐς Ὄλυμπον ἀκοντίζων Ἐφιάλτης·
Κολλήτης πέλε τοῖος ὑπέρτερος, αἰθέρι γείτων,
γηγενέος προγόνοιο θεημάχον αἷμα κομίζων,
Ἰνδοῦ πρωτογόνοιο· καὶ ἄρκιος ἔπλετο μορφῇ
δῆσαι θοῦρον Ἄρηα μεθ᾽ υἱέας Ἰφιμεδείης·
255ἀλλὰ τόσον περ ἐόντα γυνὴ κτάνεν ὀξέι πέτρῳ, [p. 20]
Βακχιάδος Χαρόπεια κυβερνήτειρα χορείης.
καί τις ἀριστεύουσαν ἰδὼν ὑψαύχενα κούρην
θαῦμα χόλῳ κεράσας τρομερὴν ἐφθέγξατο φωνήν·
‘Ἆρες, Ἄρες, λίπε τόξα καὶ ἀσπίδα καὶ σέο λόγχην,
260Ἆρες, ἐσυλήθης, λίπε Καύκασον· ἀνδροφόνους γὰρ
ἀλλοίας Διόνυσος Ἀμαζόνας εἰς μόθον ἕλκει·
ὁπλοφόρους δονέουσιν ἀνάσπιδες· ὑμετέρου γὰρ
οὐκ ἀπὸ Θερμώδοντος ἑὰς ἐκόμισσε γυναῖκας.
ξεῖνον ἴδον καὶ ἄπιστον ἐγὼ τύπον· οὐ σάκος ὤμοις,
265οὐ δόρυ θοῦρον ἔχουσιν Ἀμαζονίδες Διονύσου·
οὐ τόσον εὐθώρηκες ἀριστεύουσι γυναῖκες
Καυκασίδες· βάκχαι δὲ φιλοπτόρθων ἀπὸ χειρῶν
φυλλάδας αἰχμάζουσι, καὶ οὐ χατέουσι σιδήρου.
ὤμοι Δηριάδαο μεμηνότος, ὅττι γυναῖκες
270χαλκείους ὀνύχεσσι διασχίζουσι χιτῶνας.’
ἔννεπε θαμβήσας κραναὸν βέλος, οἷον ἑλοῦσα
τηλίκον ὑψικάρηνον ἀπέκτανεν ἀνέρα Βάκχη.
Δηριάδης δ᾽ ἀκίχητος ἐπέδραμε θυιάσι Βάκχαις,
καὶ Χαρόπην ἐδίωκε λιθοσσόον· ἡ δὲ φυγοῦσα
275μάρνατο θαρσήεσσα παρισταμένη Διονύσῳ,
θύρσον ἀκοντίζουσα φιλάνθεμον Εὐάδι χάρμῃ.
Δηριάδης δ᾽ Ὀρίθαλλον ἀπηλοίησε σιδήρῳ,
Κουρήτων ὁμόφυλον, Ἀβαντίδος ἀστὸν ἀρούρης.
καὶ κοτέων ἑτάροιο δεδουπότος ἀρχὸς Ἀβάντων
280Καρμίνων βασιλῆα κατεπρήνιξε Μελισσεύς,
Κύλλαρον, ὀξυόεντι κατ᾽ αὐχένος ἄορι τύψας,
Λωγασίδην θ᾽, ὃς μοῦνος, ἐπεὶ σοφὸς ἔσκε μαχητής,
Δηριάδῃ μεμέλητο δοριθρασέων πλέον Ἰνδῶν [p. 22]
καί μιν ἄναξ φιλέει μετὰ Μορρέα· πολλάκι δ᾽ αὐτῇ
285Ὀρσιβόῃ καὶ ἄνακτι μιῆς ἔψαυσε τραπέζης,
θυγατέρων βασιλῆος ὁμέστιος· ἀμφοτέροις γὰρ
ἔγχεϊ καὶ πραπίδεσσιν ὑπέρβαλε σύντροφον ἥβην.
ἔνθα πολὺς προμάχῳ πρόμος ἤρισεν· ὑψιφανὴς δὲ
Πευκετίῳ πολέμιζεν ἀερσιπόδης Ἁλιμήδης,
290καὶ Φλογίῳ κεκόρυστο Μάρων καὶ Θουρέι Ληνεύς.
ὑσμίνης δὲ τάλαντα πατὴρ ἔκλινε Κρονίων·
καὶ βριαρῷ Διόνυσος ἐμάρνατο Δηριαδῆι,
μίξας ἔγχεϊ θύρσον· ἀκοντοφόρῳ δὲ μαχητῇ
πῇ μὲν ἀκοντίζοντι μετάτροπον εἶδος ἀμείβων
295δύσατο παντοίης πολυδαίδαλα φάσματα μορφῆς·
πῇ δὲ θυελλήεσσα κορύσσετο μαινομένη φλόξ,
ἀγκύλον αἰθύσσουσα σέλας βητάρμονι καπνῷ.
ἄλλοτε κυμαίνων ἀπατήλιον ἔρρεεν ὕδωρ,
ὑγρὸς ὀιστεύων διερὸν βέλος· ἀμφιέπων δὲ
300ἰσοφυὲς μίμημα λεοντείοιο προσώπου
ὄρθιον ἠέρταζε μετάρσιον ἀνθερεῶνα,
τρηχαλέον βρύχημα χέων πυκινότριχι λαιμῷ
καὶ κέλαδον βρονταῖον ἐρισμαράγοιο τοκῆος·
καὶ σκιερῆς φορέων πολυδαίδαλον εἶδος ὀπώρης
305ἀλλοφανὴς μορφοῦτο, καὶ εἴκελος ἔρνεϊ γαίης
αὐτοτελὴς ἀκίχητος ἀνέδραμεν, αἰθέρα τύπτων,
ὡς πίτυς, ὡς πλατάνιστος· ἀμειβομένου δὲ καρήνου
μιμηλοῖς πετάλοισι νόθην δενδρώσατο χαίτην,
γαστέρα θάμνον ἔχων περιμήκετον· ἀκρεμόνας δὲ
310χεῖρας ἑὰς ποίησε, καὶ ἐφλοίωσε χιτῶνας,
καὶ πόδας ἐρρίζωσεν· ἀνακρούων δὲ κεραίαις
μαρναμένου βασιλῆος ἐπεψιθύριζε προσώπῳ·
καὶ στικτοῖς μελέεσσι τύπον μιμηλὸν ὑφαίνων
πόρδαλις ὑψιπότητος ἀνέδραμεν ἅλματι ταρσῶν,
315καὶ λοφιῆς ἐπέβαινεν ἀερσιλόφων ἐλεφάντων [p. 24]
κοῦφα βιβάς· ἐλέφας δὲ παρήορος ἅρμα τινάσσων
εἰς πέδον ἠκόντιζε θεημάχον ἡνιοχῆα,
σείων φαιδρὰ λέπαδνα καὶ ἀγκύλα κύκλα χαλινῶν.
οὐδὲ πεσὼν ἀμέλησε πέλωρ πρόμος, ἀλλὰ Λυαίῳ
320μάρνατο μορφωθέντι καὶ οὔτασε πόρδαλιν αἰχμῇ.
ἀλλὰ πάλιν μετάμειψε θεὸς δέμας· ὑψιφανὴς γάρ,
ἠέρα θερμαίνων, ἐλελίζετο πυρσὸς ἀλήτης,
αἰθύσσων ἀνέμοις φλογόεν βέλος, ἀμφὶ δὲ μαζοὺς
στήθεα λαχνήεντα διέτρεχε Δηριαδῆος
325κυκλόθεν· ὑψιπόρου δὲ δεδεγμένος ἅλματα καπνοῦ
ἀργενναῖς λαγόνεσσιν Ἄραψ ἐμελαίνετο θώρηξ,
βαλλόμενος σπινθῆρι· πυριβλήτου δὲ φορῆος
ἡμιδαὴς ζείοντι λόφῳ θερμαίνετο πήληξ ...
ἐκ βλοσυροῦ δὲ λέοντος ἐφαίνετο κάπρος ἀλήτης,
330εὐρύνων μέγα χάσμα δασύτριχος ἀνθερεῶνος,
καὶ λοφιὴν πελάσας ἐπὶ γαστέρι Δηριαδῆος
ὀρθὸς ὀπισθιδίοιο ποδὸς στηρίζετο παλμῷ,
θηγαλέοις ὀνύχεσσι μέσον κενεῶνα χαράσσων.
Δηριάδης δ᾽ ὑπέροπλος ἐμάρνατο φάσματι κωφῷ,
335ἐλπίδι μαψιδίῃ πεφορημένος· ἤθελε δ᾽ αἰεὶ
ἀψαύστοις ἀκίχητον ἑλεῖν εἴδωλον ἀγοστοῖς·
ἀντιτύπου δὲ λέοντος ἑὸν δόρυ πῆξε μετώπῳ,
μῦθον ἀπειλητῆρα χέων πολυειδέι Βάκχῳ·
‘Τί πτώσσεις, Διόνυσε; τί σοι δόλος ἀντὶ κυδοιμοῦ;
340Δηριάδην τρομέων πολυδαίδαλον εἶδος ἀμείβεις;
πόρδαλις οὐ κλονέει με φυγοπτολέμου Διονύσου,
ἄρκτον ὀιστεύω, καὶ δένδρεον ἄορι τέμνω·
ψευδομένου δὲ λέοντος ἐγὼ κενεῶνα χαράξω.
ἀλλὰ σοφοὺς Βραχμῆνας ἀτευχέας εἰς σὲ κορύσσω· [p. 26]
345γυμνοὶ γὰρ γεγάασι, θεοκλήτοις δ᾽ ἐπαοιδαῖς
πολλάκις ἠερόφοιτον, ὁμοίιον ἄζυγι ταύρῳ,
οὐρανόθεν κατάγοντες ἐφαρμάξαντο Σελήνην,
πολλάκι δ᾽ ἱππεύοντος ἐπειγομένων ἐπὶ δίφρων
ἀσταθέος Φαέθοντος ἀνεστήσαντο πορείην.’
350ἔννεπε παπταίνων ἑτερότροπα φάσματα Βάκχου·
καὶ νόον εἶχεν ἄπιστον· ἀκηλήτῳ δὲ μενοινῇ
τέχνην φαρμακόεσσαν ἐπιρράψας Διονύσῳ
ἔλπετο νικήσειν Διὸς υἱέα μύστιδι τέχνῃ.
ἔνθα θορὼν ἀκίχητος ἀνέδραμεν ὑψόθι δίφρων·
355καὶ θεὸς ἀφραίνοντα θεημάχον ἄνδρα δοκεύων
ἄμπελον ἐβλάστησεν ἀρηγόνα δηιοτῆτος.
καί τις ἐυσταφύλοιο θεήλατος οἰνάδος ὄρπηξ
ἑρπύζων κατὰ βαιὸν ἐς ἀργυρόκυκλον ἀπήνην
Δηριάδην ἔσφιγξεν ἀπειλητῆρι κορύμβῳ,
360ἀμφιπεριπλέγδην πεπεδημένον· ἀρτιθαλῆ δὲ
σύμφυτον αἰθύσσων ἐπὶ βότρυϊ βότρυν ἀλήτην
μαινομένου βασιλῆος ἐπισκιόωντα προσώπῳ
σείετο μιτρώσας ὅλον ἀνέρα· Δηριάδην δὲ
αὐτοφυὴς ἐμέθυσσεν ἕλιξ εὐώδεϊ καρπῷ·
365γυιοπέδην δ᾽ ἀσίδηρον ἐπέπλεκε δίζυγι ταρσῷ,
καὶ πόδας ἐρρίζωσεν ὁμοζυγέων ἐλεφάντων ...
ἀρραγέος κισσοῖο· καὶ οὐ τόσον ὁλκάδα πόντου
θηκτὰ περιπλεκέων ἐχενηίδος ἄκρα γενείων
δεσμῷ καρχαρόδοντι διεστήριξε θαλάσσῃ·
370τοῖον ἔην μίμημα. μάτην δ᾽ ἐλέφαντας ἐπείγων
ἡνίοχος βαρύδουπον ἑὴν ἐλέλιζεν ἱμάσθλην,
κέντροις ὀξυτέροισιν ἀπειθέα νῶτα χαράσσων.
καὶ τόσον Ἰνδὸν ἄνακτα, τὸν οὐ κτάνεν ἄσπετος αἰχμή,
ἀμπελόεις νίκησεν ἕλιξ πρόμος· ἀμφιέπων δὲ
375ἡμερίδων ὄρπηκι κατάσχετον ἀνθερεῶνα [p. 28]
πνίγετο Δηριάδης σκολιῷ τεθλιμμένος ὁλκῷ.
καὶ μογέων ἀτίνακτος ἐλίσσετο μαινάδι φωνῇ,
λεπτὸν ἔχων ὀλόλυγμα θεουδέος ἀνθερεῶνος,
νεύμασιν ἀφθόγγοις ἱκετήσια δάκρυα λείβων·
380καὶ παλάμην ὤρεξεν ἀναυδέα, μάρτυρι σιγῇ
μόχθον ὅλον βοόων· τὸ δὲ δάκρυον ἔπλετο φωνή.
καὶ σκεδάσας Διόνυσος ἑὴν πολύδεσμον ὀπώρην
γυιοπέδην εὔβοτρυν ἀνέσπασε Δηριαδῆος,
καὶ στέφος ἡμερίδων ἑλικώδεα κισσὸν ἐλάσσας
385δέσμιον αὐχένα λῦσεν ὁμοπλεκέων ἐλεφάντων.
οὐ δὲ φυγὼν δρυόεντα τανυπτόρθοιο κορύμβου
δεσμὸν ἀπειλητῆρα καὶ αὐτοέλικτον ἀνάγκην
Δηριάδης ἀπέειπεν ἐθήμονα κόμπον ἀπειλῆς,
ἀλλὰ πάλιν πρόμος ἔσκε θεημάχος· εἶχε δὲ βουλὴν
390διχθαδίην, ἢ Βάκχον ἑλεῖν ἢ δμῶα τελέσσαι.
ἀμφοτέρους δ᾽ ἀνέκοψε μάχης ἀμφίδρομος ὀρφνή.
καὶ μόθος ἦν μετὰ νύκτα, καὶ ὑπναλέων ἀπὸ λέκτρων
ἐγρομένους θώρηξεν ἀμοιβαίη πάλιν Ἠώς.
οὐδὲ μόθων τέλος ἦεν ἐπειγομένῳ Διονύσῳ,
395ἀλλὰ τόσων μετὰ κύκλα κυλινδομένων ἐνιαυτῶν
ῥυθμὸν Ἐνυαλίοιο μάτην ἐπεβόμβεε σάλπιγξ.
ἤδη δ᾽ ἐγρεμόθων ἐτέων πολυκαμπέι νύσσῃ
Βακχιὰς ὀψιτέλεστος ἐμαίνετο μᾶλλον Ἐνυώ.
οὐ μὲν ἀφειδήσαντες Ἀρειμανέος Διονύσου
400κάλλιπον ἀμνήστοισι μεμηλότα μῦθον ἀήταις
Δικταῖοι Ῥαδαμᾶνες ὁμόφρονες· ἀλλὰ Λυαίῳ
νῆας ἐτεχνήσαντο μαχήμονας· ἀμφὶ δὲ λόχμας
ποίπνυον ἄλλοθεν ἄλλος· ὁ μὲν τορνώσατο γόμφους, [p. 30]
ὃς δὲ μέσην πεπόνητο περὶ τρόπιν, ἴκρια δ᾽ ἄλλος
405ὀρθὰ περὶ σταμίνεσσιν ἀμοιβαίῃσιν ὑφαίνων
ὁλκάδα τοῖχον ἔτευχεν, ἐπηγκενίδας δὲ συνάπτων
μηκεδανὰς κατέπηξε, βαθυνομένῃ δὲ μεσόδμῃ
μεσσοφανῆ μέσον ἱστὸν Ἄραψ ὠρθώσατο τέκτων
λαίφεϊ πεπταμένῳ πεφυλαγμένον· αὐτὰρ ἐπ᾽ ἄκρῳ
410δουρατέην ἐπίκυρτον ἐτορνώσαντο κεραίην
ἴδμονες εὐπαλάμοιο καὶ Ἡφαίστου καὶ Ἀθήνης.
ὣς οἱ μὲν μογέοντες ἀμιμήτῳ τινὶ τέχνῃ
Βάκχῳ νῆας ἔτευχον. ἐπασχαλόων δὲ κυδοιμῷ
μαντοσύνης Διόνυσος ἑῆς ἐμνήσατο Ῥείης,
415ὅττι τέλος πολέμοιο φανήσεται, ὁππότε Βάκχοι
εἰναλίην Ἰνδοῖσιν ἀναστήσωσιν Ἐνυώ.
καὶ Λύκος ἀκροτάτοιο δι᾽ οἴδματος ἡγεμονεύων,
νεύμασιν ἀτρέπτοισιν ὑποδρήσσων Διονύσου,
ἄβροχον ἡνιόχευεν ὁδοιπόρον ἅρμα θαλάσσης,
420ἧχι σοφοὶ Ῥαδαμᾶνες, ἁλιπλανέες μετανάσται,
νῆας ἐτεχνήσαντο θαλασσοπόρῳ Διονύσῳ.
καὶ τότε τετραπόροιο χρόνου στροφάλιγγα κυλίνδων,
ἱππεύων ἔτος ἕκτον, ἑλίσσετο καμπύλος Αἰών ...
εἰς ἀγορὴν ἐκάλεσσε μελαρρίνων γένος Ἰνδῶν
425Δηριάδης σκηπτοῦχος· ἐπειγομένῳ δὲ πεδίλῳ
λαὸν ἀολλίζων ἑτερόθροος ἤιε κῆρυξ.
αὐτίκα δ᾽ ἠγερέθοντο πολυσπερέων στίχες Ἰνδῶν,
ἑζόμενοι στοιχηδὸν ἀμοιβαίων ἐπὶ βάθρων·
λαοῖς δ᾽ ἀγρομένοισιν ἄναξ ἀγορήσατο Μορρεύς·
430‘Ἴστε, φίλοι, τάχα πάντες, ἅ περ κάμον ὑψόθι πύργων,
εἰσόκε γαῖα Κίλισσα καὶ Ἀσσυρίων γένος ἀνδρῶν
αὐχένα δοῦλον ἔκαμψεν ὑπὸ ζυγὰ Δηριαδῆος·
ἴστε καί, ὅσσα τέλεσσα καταιχμάζων Διονύσου, [p. 32]
μαρνάμενος Σατύροισι καὶ ἀμητῆρι σιδήρῳ
435τέμνων ἐχθρὰ κάρηνα βοοκραίροιο γενέθλης,
ὁππότε Βασσαρίδων πεπεδημένον ἑσμὸν ἐρύσσας
ὤπασα Δηριάδῃ, πολέμου γέρας, ὧν ὑπὸ λύθρῳ
ἄστεος εὐλάιγγες ἐφοινίχθησαν ἀγυιαὶ
κτεινομένων· ἕτεραι δὲ μετάρσιον ἀμφὶ χορείην
440ἀγχονίῳ θλίβοντο περίπλοκον αὐχένα δεσμῷ·
ἄλλαι δ᾽ ὑδατόεντος ἐπειρήθησαν ὀλέθρου,
κρυπτόμεναι κευθμῶνι πεδοσκαφέος κενεῶνος.
ἀλλὰ πάλιν ναέτῃσιν ἀρείονα μῆτιν ὑφαίνω·
εἰσαΐω Ῥαδαμᾶνας, ὅτι δρυτόμῳ τινὶ τέχνῃ
445νῆας ἐτεχνήσαντο φυγοπτολέμῳ Διονύσῳ·
ἔμπης οὐ τρομέω δόρυ ναύμαχον· ἐν πολέμοις γὰρ
ἄνδρα φερεσσακέων κεκορυθμένον ὑψόφι νηῶν
οὐτιδανοῖς πετάλοισι πότε κτείνουσι γυναῖκες;
ἢ πότε λυσσώων ὀρεσίδρομος ὑψίκερως Πὰν
450θηγαλέοις ὀνύχεσσι διατμήξει νέας Ἰνδῶν;
οὐ δύναται βαρύδουπον ὕδωρ Σειληνὸς ἀράσσων
ἀπτολέμω νάρθηκι μαχήμονα νῆα καλύψαι,
εἰς χορὸν αἱματόεντα θορὼν λυσσώδεϊ ταραῷ,
κῶμον ἀνακρούων θανατηφόρον· οὐδ᾽ ἐνὶ πόντῳ
455ταυρείοις κεράεσσι πεπαρμένον ἄνδρα δαμάζει
ἀγχιφανῆ μεσάτοιο διχαζομένου κενεῶνος,
ἀλλὰ τυπεὶς προκάρηνος ἀτυμβεύτῳ τινὶ μοίρῃ
κείσεται ἐν ῥοθίοισιν· ὀλισθήσουσι δὲ Βάκχαι
ἔγχεσι μηκεσανοῖσι μιαιφόνον εἰς βυθὸν ἅλμης,
460τυπτόμεναι· καὶ νῆας ἀιστώσω Διονύσου,
ναύμαχον εἰκοσίπηχυ δι᾽ ὁλκάδος ἔγχος ἑλίσσων.
ἀλλά, φίλοι, μάρνασθε πεποιθότες· ἀντιβίων δὲ
μή τις ὑποπτήσσειεν ὀπιπεύων στίχα νηῶν
Βακχιάδων· Ἰνδοὶ γὰρ ἐθήμονές εἰσι κυδοιμοῦ
465κἰναλίου, καὶ μᾶλλον ἀριστεύουσι θαλάσσῃ [p. 34]
ἢ χθονὶ δηριόωντες. ἀνικήτῳ δὲ σιδήρῳ
οὐ πολέας Σατύρους ληίσσομαι, ἀλλἀ κομάων
ἀντὶ διηκοσίων προμάχων ἕνα μοῦνον ἐρύσσω
θηλυμανῆ Διόνυσον, ὀπάονα Δηριαδῆος.’
470ὥς εἰπὼν παρέπεισεν ἀθελγέα Δηριαδῆα
Μορρεὺς αἰολόμητις· ἐπεφθέγξαντο δὲ λαοὶ
μῦθον ἐπαινήσαντες· ὁμογλώσσων δ᾽ ἀπὸ λαιμῶν
οἴσμασι κινυμένοισιν ἱσόθροος ἔβρεμεν ἠχώ.
λῦσε δ᾽ ἄναξ ἀγορήν. Βρομίῳ δ᾽ ἐστέλλετο κῆρνξ
475πόντιον ὑσμίνην ἐνέπων πειθήμονι Βάκχῳ.
ἄμφω δ᾽ εἰς ἓν ἰόντες ἐρυκομένοιο κυδοιμοῦ
ἀμβολίην ποίησαν ἐπὶ τρία κύκλα Σελήνης,
εἰσόκε ταρχύσωσι δαϊκταμένων στίχα νεκρῶν·
ἦν δέ τις εἰρήνη μινυώριος Ἄρεϊ γείτων,
480φύλοπιν ὠδίνουσαν ἀφαπλώσασα γαλήνην.