Διονυσιακῶν βιβλίον λα΄
Συγγραφέας:
Διονυσιακά
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942.


ἐν δὲ τριηκοστῷ πρώτῳ μειλίσσεται Ἥρη
ὕπνον ἐπὶ Κρονίδῃ καὶ Περσεφόνην ἐπὶ Βάκχῳ.

ὣς ὁ μὲν Ἰνδῴοιο τυπεὶς ἴυγγι κυδοιμοῦ
Βάκχος Ἐρυθραίης περιδέδρομε κόλπον ἀρούρης,
χρύσεα χιονέῃσι παρηίσι βόστρυχα σείων.


Ἥρη δὲ φθονεροῖσιν ἀνοιδαίνουσα μερίμναις
5ἄκρον ἀπειλητῆρι κατέγραφεν ἠέρα ταρσῷ,
αὐτόθι παπταίνουσα πολυσπερέων στρατὸν Ἰνδῶν
θύρσοις ἀνδροφόνοισιν ἀλοιηθέντα Λυαίου.
καὶ χόλον ἄλλον ἔγειρεν Ἐρυθραίῳ παρὰ πόντῳ
Ἀνδρομέδης ὁρόωσα πολύπλοκα λείψανα δεσμῶν
10καὶ λίθον ἐν ψαμάθῳ, βλοσυρὸν τέρας ἐννοσιγαίου.
ἀχνυμένη δ᾽ ἑὸν ὄμμα παρέτραπε, μὴ παρὰ πόντῳ
Γοργοφόνου Περσῆος ἴδῃ χαλκήλατον ἅρπην.


ἤδη γὰρ ταχύγουνον ἐν ἠέρι ταρσὸν ἑλίσσων
δίψιον ἀμφὶ τένοντα Λίβυν πορθμεύετο Περσεύς,
15νηχόμενος πτερύγεσσι· μονογλήνου δὲ γεραιῆς
Φορκίδος ἀγρύπνοιο λαβὼν ὀφθαλμὸν ἀλήτην
δύσβατον ἄντρον ἔδυνε, καὶ ἀμώων παρὰ πέτρῃ
λήια συρίζοντα, θαλύσια λοξὰ κομάων,
Γοργόνος ὠδίνοντα διέθρισεν ἀνθερεῶνα,
20καὶ δρεπάνην φοίνιξε· δαϊζομένης δὲ Μεδούσης [p. 424]
αἱμοβαφῆ παλάμην ὀφιώδεϊ λοῦσεν ἐέρσῃ,
κρᾶτα ταμών· χρυσέῳ δὲ σὺν ἄορι παῖδα λοχεύων
ἱππείην ἐλόχευσε γονὴν διδυμητόκος αὐχήν.


καὶ φθονερὸς πραπίδεσσι χόλος διεπάφλασεν Ἥρης
25ζῆλον ἐρευγομένης ἐπὶ Περσέι καὶ Διονύσῳ.
ἤθελε δὲ Κρονίδαο καὶ ὄμματα καὶ φρένα θέλγειν
εἰς γάμον ἠπεροπῆα καὶ εἰς πτερὸν ἡδέος Ὕπνου
ἑλκομένου μετὰ λέκτρον, ὅπως δολίῃ τινὶ τέχνῃ
Ζηνὸς ἔτι κνώσσοντος ἐπιβρίσειε Λυαίῳ.
30ὀρφναίην δ᾽ Ἀίδαο μετήλυθε πανδόκον αὐλήν·
Περσεφόνην δ᾽ ἐκίχησε, δολόφρονι δ᾽ ἴαχε μύθῳ·


‘ὀλβίστην ἐνέπω σε, θεῶν ὅτι τηλόθι ναίεις·
οὐ Σεμέλην ἐνόησας ἔσω ναίουσαν Ὀλύμπου.
δείδια, μὴ Διόνυσον, ὃν ἀνδρομέη τέκε γαστήρ,
35ἀστεροπὴν κρατέοντα μετὰ Ζαγρῆα νοήσω
ἢ χθονίαις παλάμῃσιν ἐλαφρίζοντα κεραυνούς·
συλήθης, φερέκαρπε· παρὰ σταχυώδεϊ Νείλῳ
ἀντὶ τεῆς Δήμητρος ἀμαλλοτόκοιο τεκούσης
ἄλλῃ κῶμον ἄγουσι, νόθη δέ τις ὄμπνια Δηὼ
40ταυροφυὴς κερόεσσα φατίζεται Ἰναχὶς Ἰώ.
Ἄρεα δ᾽, ὅν περ ἔτικτον, ὃν οὐρανίη τέκε γαστήρ,
υἱὸν ἐμὸν χθονίῳ πεπεδημένον ἀκλέι δεσμῷ
κρύψεν ἔσω κεράμοιο περισφίγξας Ἐφιάλτης·
οὐδέ οἱ ἐχραίσμησεν ἐμὸς πόσις οὐράνιος Ζεύς,
45ἀλλὰ τόκον Σεμέλης φλογερῶν ἐρρύσατο πυρσῶν,
καὶ βρέφος εἰσέτι Βάκχον ἀνεζώγρησε κεραυνοῦ, [p. 426]
ἡμιτελῆ νόθον υἷα· δαϊζομένου δὲ μαχαίραις
Ζαγρέος οὐ προμάχιζεν ἐπουρανίου Διονύσου.
τοῦτό με μᾶλλον ὄρινεν, ὅτι Κρονίδης πόλον ἄστρων
50ἕδνα πόρεν Σεμέλῃ καὶ Τάρταρα Περσεφονείῃ·
οὐρανὸς Ἀπόλλωνι φυλάσσεται, οὐρανὸν Ἑρμῆς
ναιετάει· σὺ δὲ τοῦτον ἔχεις δόμον ἔμπλεον ὄρφνης.
τί πλέον, ὅττι δράκοντος ἔχων ψευδήμονα μορφὴν
δεσμὸν ἀσυλήτοιο τεῆς σύλησε κορείης,
55εἰ μετὰ λέκτρον ἔμελλε τεὰς ὠδῖνας ὀλέσσαι;
Ζεὺς μὲν ἄναξ κατ᾽ Ὄλυμπον ἔχει δόμον ἔμπλεον ἄστρων,
γνωτῷ δ᾽ ὑγρομέδοντι γέρας πόρεν ἁλμυρὸν ὕδωρ,
καὶ ζόφον ἀχλυόεντα τεῷ πόρεν οἶκον ἀκοίτῃ.
ἀλλὰ τεὰς θώρηξον Ἐρινύας οἴνοπι Βάκχῳ,
60μὴ βροτὸν ἀθρήσαιμι νόθον σκηπτοῦχον Ὀλύμπου,
αἴδεο λισσομένην Διὸς εὐνέτιν, αἴδεο Δηώ,
αἴδεο λισσομένην καθαρὴν Θέμιν, ὄφρά κεν Ἰνδοὶ
βαιὸν ἀναπνεύσωσι τινασσομένου Διονύσου·
ἔσσό μοι ἀχνυμένῃ τιμήορος, ὅττι Κρονίων
65Βάκχῳ νέκταρ ὄπασσε καὶ Ἄρεϊ λύθρον Ἐνυοῦς.
μηδὲ νέον Διόνυσον ἀνυμνήσωσιν Ἀθῆναι,
μηδὲ λάχῃ γέρας ἶσον Ἐλευσινίῳ Διονύσῳ,
μὴ τελετὰς προτέροιο διαλλάξειεν Ἰάκχου,
μὴ τάλαρον Δήμητρος ἀτιμήσειεν ὀπώρῃ.’


70ὣς φαμένη συνέχευεν ὅλην φρένα Περσεφονείης,
δάκρυσι ποιητοῖσι διαινομένοιο προσώπου,
αἱμύλα κωτίλλουσα. θεὰ δ᾽ ἐπένευσε θεαίνῃ,
καί οἱ δῶκε Μέγαιραν ὁμόστολον, ὄφρα τελέσσῃ
βάσκανον ὄμμα φέρουσα νόον ζηλήμονος Ἥρης. [p. 428]


75ἡ δὲ θυελλήεντι διαΐξασα πεδίλῳ
τρὶς μὲν ἀνηέρθη, τὸ δὲ τέτρατον ἵκετο Γάγγην·
καὶ νέκυν Ἰνδὸν ὅμιλον ἀμειδέι δεῖξε Μεγαίρῃ
καὶ στρατιῆς ἱδρῶτα καὶ ἠνορέην Διονύσου·
Ἰνδοφόνους δὲ Μέγαιρα πόνους ὁρόωσα Λυαίου
80ζηλήμων ἐμέγηρε καὶ οὐρανίης πλέον Ἥρης.
ἡ δὲ νόῳ κεχάρητο· δρακοντοκόμῳ δὲ θεαίνῃ
σαρδόνιον γελόωσα κατηφέα ῥήξατο φωνήν·


‘οὕτω ἀριστεύουσι νέοι βασιλῆες Ὀλύμπου,
οὕτω ἀκοντίζουσι νόθοι Διός· ἐκ Σεμέλης δὲ
85Ζεὺς ἔνα παῖδα λόχευσεν, ἵνα ξύμπαντας ὀλέσσῃ
Ἰνδοὺς μειλιχίους καὶ ἀμεμφέας· ἀλλὰ δαείη
Ζεὺς ἄδικος καὶ Βάκχος, ὅσον σθένος ἐστὶ Μεγαίρης.
ὦ πόποι, οἷον ἄθεσμον ἔχει νόον ὑψιμέδων Ζεύς·
Τυρσηνοῖς ἀδίκοις οὐ μάρναται, ὅττι μαθόντες
90φώρια θεσμὰ βίαια κακοξείνων ἐπὶ νηῶν
ἅρπαγες ἀλλοτρίων Σικελῇ πλώουσι θαλάσσῃ·
οὐ κτάνε δυσσεβέων Δρυόπων γένος, οἷς βίος αἰχμαὶ
καὶ φόνος· εὐσεβίῃ δὲ μεμηλότας ἔκτανεν Ἰνδούς,
οὓς τάχα πασιμέλουσα Θέμις μαιώσατο μαζῷ.
95ὦ πόποι, οἷον ἄθεσμον ἔχει νόον· ἀθάνατον γὰρ
θνητὸς ἀνὴρ ἔφλεξε τόσον καὶ τοῖον Ὑδάσπην,
θνητὸς ἀνὴρ ἔφλεξε, τὸν οὐράνιος τέκετο Ζεύς.’


ὣς φαμένη πεπότητο δι᾽ αἰθέρος· ἡ δὲ σιωπῇ
γείτονα Καυκασίης ὑπὸ φωλάδα πέζαν ἐρίπνης
100φρικτὸν ἀμειψαμένη μελέων ὀφιώδεα μορφήν,
γλαυκὶ φυὴν ἰκέλη μένεν αὐτόθι, μέχρι νοήσῃ
Ζῆνα μέγαν κνώσσοντα· τὰ γὰρ φάτο κοίρανος Ἥρη. [p. 430]


αὐτὴ δὲ Χρεμέταο μετήιεν Ἕσπερον ὕδωρ
Ἥρη μητιόωσα, γέρων βαρὺς ὁππόθι κάμνει
105οὐρανίῃ στροφάλιγγι Λίβυς κυρτούμενος Ἄτλας,
καὶ Ζεφύρου δυσέρωτος ἐδίζετο σύγγαμον Ἶριν,
Ζηνὸς ἐπειγομένοιο διάκτορον, ὄφρα τελέσσῃ
ἠερόθεν σκιόεντι ποδήνεμον ἄγγελον Ὕπνῳ.
τὴν δὲ καλεσσαμένη φιλίῳ μειλίξατο μύθῳ·


110‘Ἶρις, ἀεξιφύτου Ζεφύρου χρυσόπτερε νύμφη,
εὔλοχε μῆτερ Ἔρωτος, ἀελλήεντι πεδίλῳ
σπεῦδε μολεῖν ζοφόεντος ἐς Ἑσπέριον δόμον Ὕπνου·
δίζεο καἰ περὶ Λῆμνον ἁλίκτυπον· εἰ δέ μιν εὕρῃς,
λέξον, ἵνα Κρονίωνος ἀθελγέος ὄμματα θέλξῃ
115εἰς μίαν ἠριγένειαν, ὅπως Ἰνδοῖσιν ἀρήξω.
ἀλλὰ δέμας μετάμειβε, μελανζώνου δὲ θεαίνης
μορφὴν Νυκτὸς ἔχουσα δυσειδέα μητέρος Ὕπνου
γίνεο κυανέη ψευδώνυμος, ὅττι καὶ αὐτὴ
ἀντιτύποις μελέεσσιν, ὅτε χρέος ἐστὶν ἀνάγκης,
120εἰς Θέμιν, εἰς Κυθέρειαν, ἐς Ἄρτεμιν εἶδος ἀμείβω.
Πασιθέης δ᾽ ὑμέναιον ὑπόσχεο, τῆς διὰ κάλλος
ἱμείρων ἀνύσειεν ἐμὸν χρέος· οὔ σε διδάξω,
ὅττι γυναιμανέων τις ἐπ᾽ ἐλπίδι πάντα τελέσσει.’


ὣς φαμένης πεπότητο θεὰ χρυσόπτερος Ἶρις
125ἠέρα παπταίνουσα, καὶ εἰς Πάφον, εἰς χθόνα Κύπρου
ἀπλανὲς ὄμμα τίταινε, τὸ δὲ πλέον ὑψόθι Βύβλου
Ἀσσυρίου σκοπίαζεν Ἀδώνιδος εὔγαμον ὕδωρ,
διζομένη περίφοιτον ἀλήμονος ἴχνιον Ὕπνου.
εὗρε δέ μιν γαμίοιο παρὰ κλέτας Ὀρχομενοῖο· [p. 432]
130κεῖθι γὰρ αὖτις ἔμιμνε νοοπλανές ἴχνος ἐλίσσων,
Πασιθέης ἐρόεντα παρὰ προπύλαια θαμίζων.


καὶ δέμας ἀλλάξασα μετάτροπον ἄσκοπος Ἶρις
κυανέης ἄγνωστον ἐδύσατο Νυκτὸς ὀπωπήν·
ὕπνου δ᾽ ἐγγὺς ἵκανε δολοπλόκος· οἶα δὲ μήτηρ
135κλεψινόοις ὀάροις ἀπατήλιον ἴαχε φωνήν·


‘τέκνον ἐμόν, ἐμόν, τέο μέχρις ἐμὲ Κρονίδης ἀθερίζει;
οὐχ ἅλις, ὡς Φαέθων με βιάζεται, ὅττι καὶ αὐτὸς
ὄρθρος ἀκοντίζει με καὶ ἠριγένεια διώκει;
Ζεὺς νόθον υἷα φύτευσεν, ὅπως ἐμὸν Ὕπνον ἐλέγξῃ.
140εἶς βροτὸς αἰσχύνει με καὶ υἱέα· παννύχιος γὰρ
μυστιπόλῳ σπινθῆρι φεραυγέα δαλὸν ἀνάπτων
Βάκχος ἀμαλδύνει με, καὶ ἐγρήσσων σε χαλέπτει.
Ὕπνε, τί πανδαμάτωρ κικλήσκεαι; οὐκέτι θέλγεις
ἀνέρας ἐγρήσσοντας, ὅτι χθονίοιο Λυαίου
145κῶμον ἐμόν νίκησε νόθον σέλας· ἡμετέρων γάρ
φαιδροτέραις δαΐδεσσι κατακρύπτει φλόγας ἄστρων.
εἷς βροτὸς αἰσχύνει με φαεσφόρος, ὅττι καλύπτει,
καὶ μεγάλην περ ἐοῦσαν, ἐμῆς ἀκτῖνα Σελήνης.
ἅζομαι ἠριγένειαν ἐπεγγελόωσαν Ὀμίχλῃ,
150ὅττι νόθον μεθέπω νύχιον σέλας· ἀλλοτρίῳ γὰρ
ποιητῷ Φαέθοντι φαείνομαι ἠματίη Νύξ.
ἀλλά σύ μοι, φίλε κοῦρε, χολώεο δίζυγι θεσμῷ
μυστιπόλοις Σατύροισι καὶ ἀγρύπνῳ Διονύσῳ·
155δὸς χάριν ἀχνυμένῃ σέο μητέρι, δὸς χάριν Ἥρῃ,
καὶ Διὸς ὑψιμέδοντος ἀθελγέα θέλξον ὀπωπήν
εἰς μίαν ἠριγένειαν, ὅπως Ἰνδοῖσιν ἀρήξῃ,
οὓς Σάτυροι κλονέουσι καὶ εἰσέτι Βάκχος ὀρίνει.
Ὕπνε, τί πανδαμάτωρ κικλήσκεαι; ἥν ἐθελήσῃς, [p. 434]
τρέψον ἐμοὶ τεὸν ὄμμα, καὶ ἑπταπύλῳ παρὰ Θήβῃ
160πάννυχον ἐγρήσσοντα πάλιν Κρονίωνα νοήσεις·
λῦσον ἀτασθαλίην ἀδίκου Διός· Ἀμφιτρύων μὲν
νόσφιν ἑοῦ θαλάμοιο σιδηροχίτων μετανάστης
μάρναται· Ἀλκμήνῃ δὲ παρέζεται ἐνδόμυχος Ζεύς,
νυμφιδίην ἀκόρητος ἔχων τρισέληνον ὀμίχλην.
165μὴ Διὸς ἐγρήσσοντος ἴδω καὶ νύκτα τετάρτην.
ἀλλά, τέκος, Κρονίωνι κορύσσεο, μὴ πάλιν ἄλλην,
μὴ πάλιν ἐννεάκυκλον ἀναπλήσειεν ὀμίχλην.
Μνημοσύνης προτέρης μιμνήσκεο· τῇ παριαύων
ἐννέα νύκτας ἔμιμνεν, ἔχων ἄγρυπνον ὀπωπήν,
170οἶστρον ἔχων πολύτεκνον ἀκοιμήτων ὑμεναίων.
πανδαμάτωρ θεὸς ἄλλος ὁμόπτερος, εἴκελος Ὕπνῳ,
βαιὸς Ἔρως, Κρονίδην ὀλίγῳ νίκησε βελέμνῳ.
γηγενέων δ᾽ ἐλέαιρε γονήν μελανόχροον Ἰνδῶν·
δός χάριν· ὑμετέρης γὰρ ὁμόχροές εἰσι τεκούσης·
175ῥύεο κυανέους, κυανόπτερε· μηδὲ χαλέψῃς
γαῖαν ἐμοῦ γενετῆρος ὁμήλικα, τῆς ἄπο μούνης
πάντες ἀνεβλάστησαν, ὅσοι ναετῆρες Ὀλύμπου.
μὴ τρομέοις Κρονίδην, ὅτε σύγγαμος ἵλαος Ἥρη·
μὴ τρομέοις Σεμέλην, ἣν ἔφλεγεν αὐτός ἀκοίτης.
180οὐ στεροπὴ πυρόεσσα δυνήσεται ἰσοφαρίζειν,
οὐ βροντὴ βαρύδουπος ἀρασσομένων νεφελάων·
μοῦνον ἐμοὶ πτερὰ πάλλε, καὶ ἀκλινέων ἐπὶ λέκτρων
μίμνει Ζεὺς ἀτίνακτος, ὅσον χρόνον, Ὕπνε, κελεύεις.
ἔκλυον, ὡς ποθέεις Χαρίτων μίαν· ἀλλ᾽ ἐνὶ θυμῷ
185οἶστρον ἔχων θαλάμοιο φυλάσσεο, μηδὲ χαλέψῃς
μητέρα Πασιθέης, ζυγίην θαλαμηπόλον Ἥρην. [p. 436]
εἰ δὲ σὺ ναιετάεις παρὰ Τηθύι Λευκάδα πέτρην.
Δηριάδῃ χραίσμησον, ὅν ἤροσεν Ἰνδὸς Ὑδάσπης·
γείτονι πιστὰ φύλαξον, ἐπεὶ τεὸς ἠχέτα γείτων
190Ὠκεανὸς κελάδων προπάτωρ πέλε Δηριαδῆος.’


ὣς φαμένη παρέπεισε. καὶ οἶά τε μητρὸς ἀκούων
ὕπνος ἀνεπτοίητο, καὶ ὤμοσεν ὄμματα θέλγειν
Ζηνὸς ἀκοιμήτοιο καὶ εἰς τριτάτης δρόμον Ἠοῦς·
ἀλλά μιν ᾔτεεν Ἶρις, ἴνα Κρονίωνα πεδήσῃ
195ὑπνώειν ἕνα μοῦνον ἐπὶ δρόμον ἠριγενείης.
αὐτόθι δ᾽ Ὕπνος ἔμιμνε, δεδεγμένος εὔγαμον ὥρην.


καὶ ταχινὴ πεπότητο θεὰ παλινόστιμος Ἶρις·
σπερχομένη δ᾽ ἤγγειλεν ἀμεμφέα μῦθον ἀνάσσῃ.


ἡ δὲ θυελλήεντι δι᾽ ἠέρος Ἵπτατο ταρσῷ
200καὶ δόλον ἔπλεκεν ἄλλον, ὅπως Διὸς ἐγγύθεν ἔλθῃ
κεστὸν ἀερτάζουσα, πόθου θελξίφρονα μίτρην.
καὶ Παφίην μάστευεν· ὑπὲρ Λιβάνοιο δὲ μούνην
Ἀσσυρίην ἐκίχησεν ἐρημαίην Ἀφροδίτην
ἑζομένην· Χάριτες γὰρ ἐς ἄνθεα ποικίλα κήπων
205εἰαριναὶ στέλλοντο, χορίτιδες Ὀρχομενοῖο,
ἡ μέν ἀμεργομένη Κίλικα κρόκον, ἡ δὲ κομίζειν
βάλσαμον ἱμείρουσα καὶ Ἰνδῴου δονακῆος
φυταλίην, ἑτέρη δὲ ῥόδων εὐώδεα ποίην.


Θαμβαλέη δ᾽ ἀδόκητος ἑῶν ἀνεπήλατο δίφρων,
210ὡς Διὸς εἶδε δάμαρτα, Διὸς θυγάτηρ Ἀφροδίτη·
ἀχνυμένην δ᾽ ὁρόωσα πολύτροπον ἴαχε φωνήν·


‘Ἥρη, Ζηνὸς ἄκοιτι, τί σοι χλοάουσι παρειαί;
τίπτε τεαί, βασίλεια, κατηφέες εἰσὶν ὀπωπαί;
ἦ ῥα πάλιν πέλεν ὄμβρος ἐπίκλοπος ὑέτιος Ζεύς;
215μὴ πάλιν ἔπλετο ταῦρος ἐν ὕδασιν ὑγρὸς ὁδίτης; [p. 438]
τις πάλιν Εὐρώπη σε βιάζεται; ἠὲ τίς ἄλλη
Ἀντιόπη Νυκτῆος ἀναινομένου γενετῆρος
ψευδαλέου Σατύρου λασίῃ νυμφεύεται εὐνῇ;
μὴ νέος εἰς γάμον ἄλλον ἐπείγεται ἵππος ἐχέφρων,
220μιμηλοῖς στομάτεσσι νόθον χρεμετισμὸν ἰάλλων;
μὴ Σεμέλην ἑτέρην λοχίῳ μνηστεύσατο πυρσῷ
καὶ στεροπὴν ἐλέλιζε κυβερνήτειραν Ἐρώτων;
μὴ δαμάλης ἐπὶ λέκτρον ἐυκραίροιο χορεύει
μυκηθμὸν προχέων φιλοτήσιον; ἢν ἐθελήσῃς,
225Ζηνὸς ὀπιπευτῆρα βοοσκόπον ἄλλον ἐγείροις,
βουκόλον ἀγρύπνοις κεχαραγμένον Ἀργον ὀπωπαῖς.
εἰπέ μοι εἰρομένῃ, καὶ ὅσον σθένος ἐστίν, ἀρήξω.’


ὣς φαμένην δολόεντι θεὰ προσπτύξατο μύθῳ·


‘Κύπρι θεά, θνητοῖσιν ἐάσομεν οὖδας Ὀλύμπου·
230Ζεὺς Σεμέλην ἐς Ὄλυμπον ἀνήγαγε, μητέρα Βάκχου,
ἄξει καὶ Διόνυσον ἐς αἰθέρα. τίς δόμος Ἥρην
δέξεται; ἢ τίνα χῶρον ἐλεύσομαι; αἰδέομαι δέ,
μὴ Σεμέλην ἐσίδοιμι νόθην βασίλειαν Ὀλύμπου.
δείδια, μὴ ζοφόεντος ἴδω δόμον Ἰαπετοῖο,
235μή με λαβὼν ἐλάσειε μετὰ Κρόνον ἐκτὸς Ὀλύμπου.
δείδια, μὴ μετὰ μαῖαν ἐν αἰθέρι νέκταρ ἐλέγχων
ἄμπελον, ἥν καλέουσι, καὶ ἐν μακάρεσσι φυτεύσῃ.
240μή ποτε τοῦτο γένοιτο, Δίκη καὶ Γαῖα καὶ Ὕδωρ.
κλήματα μὴ κομίσειεν ἐς αἰθέρα, μὴ χάριν αἴνης
οὐρανὸν ἀμπελόεντα μετ᾽ ἀστερόεντα καλέσσω, [p. 440]
μηδὲ πίω ποτὸν ἄλλο μετὰ γλυκὺ νέκταρ Ὀλύμπου.
δείδια, μὴ μενέχαρμον ἴδω μεθύουσαν Ἀθήνην,
245μὴ δόρυ κουφίσσειεν ἐπ᾽ Ἄρεϊ καὶ Κυθερείῃ,
μὴ σφαλερῇ ῥαθάμιγγι νοοσφαλέος Διονύσου
αἰθέρι τολμήεσσαν ἀναστήσωσιν Ἐνυὼ
ἀστέρες οἰνοπλῆγες ἐπ᾽ ἀλλήλοισι μανέντες,
μή ποτε βακχευθέντες ὅλοι ναετῆρες Ὀλύμπου
250ὄργια μιμήσαιντο φερεσσακέων Κορυβάντων.
οὐχ ἅλις αἶσχος ἐκεῖνο θεοστυγές, ὅττι δοκεύω
Τρώιον ἡβητῆρα, Διὸς δρηστῆρα κυπέλλων,
οὐρανὸν αἰσχύνοντα καὶ οἰνοχόον Διός Ἥβην,
χερσὶν ἐπιχθονίῃσιν ὅτε γλυκὺ νέκταρ ἀφύσσει;
255αἰδομένη δ᾽ ἐπὶ γαῖαν ἐλεύσομαι· ἀμφοτέροις δὲ
αἰθέρα καλλείψω, Γανυμήδεϊ καὶ Διονύσῳ·
αἰθέρα καλλείψω, Σεμέλης δόμον. εἶς δόμος ἔστω
οὐρανὸς ἀμφοτέροις, καὶ Περσέι καὶ Διονύσῳ.
ἵξομαι εἰς ἐμὸν Ἄργος, ἐς ἀγλαὸν ἄστυ Μυκήνης,
260ἐν χθονὶ ναιετάουσα· σὺν ἀχνυμένῃ δὲ τεκούσῃ
ἕσπεται αὐτὸς Ἄρης, σέο νυμφίος· ἀλλὰ καὶ αὐτὴ
Σπάρτης σῆς ἐπίβηθι, καὶ εὐθώρηκα δεχέσθω
χαλκείῳ σὺν Ἄρηι χολωομένην Ἀφροδίτην.
οἶδα, πόθεν μεθέπω τάδε πήματα· πατρὸς Ἐρινὺς
265ὕβριν ἀπαιτίζει με βιαζομένοιο τοκῆος,
ὅττι Κρόνου γενετῆρος ἐπιβρίθουσα κυδοιμῷ
σὺν Διὶ μαρναμένῳ Τιτηνιὰς ἔχραεν Ἥρη·
καλὸν ἐμοί, Διόνυσον ἰδεῖν κατὰ μέσσον Ὀλύμπου
ἥμενον ἐγγὺς Ἔρωτος, ὁμέστιον ἀφρογενείῃ,
270αἰγίδα κουφίζοντα μετὰ Κρονίδην καὶ Ἀθήνην.
ἀλλά, θεά, χραίσμησον, ἐμῆς δ᾽ ἐπίκουρον ἀνίης
δός μοι κεστὸν ἱμάντα, τεὴν πανθελγέα μίτρην, [p. 442]
εἰς μίνα ἠριγένειαν, ὅπων Διὸς ὄμματα θέλξω,
καὶ Διὸς ὑπνώοντος ἐμοῖς Ἰνδοῖσιν ἀρήξω.
δισσὴ ἐγὼ γενόμην ἑκυρὴ σέθεν· ἡμετέρου γὰρ
υἱέος Ἡφαίστοιο καὶ Ἄρεος ἔπλεο νύμφη.
275δὸς χάριν ὀψιτέλεστον, ἐπεὶ κυανόχροες Ἰνδοὶ
ξεινοδόκοι γεγάσαιν Ἐρυθραίης Ἀφροδίτης,
οἷς κοτέων Διόνυσος ἐπέχραεν, οἷσι καὶ αὐτὸς
θηλυμανὴς ἄστοργος ἐχώσατο παιδοτόκος Ζεύς,
καὶ στεροπὴν ἐλέλιξε συναιχμάζων Διονύσῳ·
280δός μοι κεστὸν ἱμάντα βοηθόον, ᾧ ἔνι μούνῳ
θέλγεις εἰν ἑνὶ πάντα· καὶ ἄξιός εἰμι φορῆσαι,
ὡς ζυγίη γεγαυῖα καὶ ὡς συνάεθλος Ἐρώτων.’