Διονυσιακῶν βιβλίον κζ΄
Συγγραφέας:
Διονυσιακά
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942.


ἕβδομον εἰκοστὸν μεθέπει στίχας, ᾗσι Κρονίων
εἰς μόθον ὁπλίζει Βρομίῳ ναετῆρας Ὀλύμπου.

ἄρτι δὲ λυσιπόνοιο τιναξαμένη πτερὸν Ὕπνου
ἀντολίης ὤιξε θύρας πολεμητόκος Ἠώς,
καὶ Κεφάλου λίπε λέκτρα σελασφόρα· βαλλόμενος δὲ
ἀντιπόρῳ Φαέθοντι μέλας λευκαίνετο Γάγγης·
5καὶ φυγὰς ἀρτιχάρακτος ἐχάζετο κῶνος ὀμίχλης
σχιζόμενος φαέεσσιν· ἀπὸ δροσεροῖο δὲ δίφρου
ὄρθριος εἰαρινῇσιν ἐλούετο καρπὸς ἐέρσαις.


καὶ κλόνος ἦν. φαέθων δὲ πυριτρεφέων δρόμον ἵππων
ἀενάων ἐτέων φλογόεις ἀνεσείρασε ποιμήν,
10γείτονος εἰσαΐων κορυθαιόλον Ἄρεος ἠχώ,
καὶ στρατὸν αἰχμάζειν προκαλίζετο μάρτυρι πυρσῷ,
θερμὸν ἀκοντίζων ῥοδόεν βέλος· ἀμφὶ δέ γαίῃ
αἱμαλέης ξένον ὄμβρον ἀπ᾽ ἰκμάδος ὑέτιος Ζεὺς
οὐρανόθεν κατέχευε, φόνου πρωτάγγελον Ἰνδῶν.
15καὶ φονίαις λιβάδεσσιν Ἐνυαλίου νιφετοῖο
δίψια κυανέης ἐρυθαίνετο νῶτα κονίης
Ἰνδῴου δαπέδοιο· νεοσμήκτου δὲ σιδήρου
ἠελίου σελάγιζε βολαῖς ἀντίρροπος αἴγλη.


φαινομένας δὲ φάλαγγας ἐπὶ κλόνον ὥπλισεν Ἰνδῶν [p. 322]
20Δηριάδης ὑπέροπλος, ἐποτρύνων δὲ μαχητὰς
μῦθον ἀπειλητῆρος ἀνήρυγεν ἀνθερεῶνος·


‘δμῶες ἐμοί, μάρνασθε, πεποιθότες ἠθάδι Νίκῃ,
καὶ θρασὺν ὃν καλέουσι κερασφόρον υἷα Θυώνης
λάτριν ἰσοκραίροιο τελέσσατε Δηριαδῆος.
25κτείνατέ μοι καὶ Πᾶνας ἀλοιητῆρι σιδήρῳ·
εἰ δὲ θεοὶ γεγάασι, καὶ οὐ θέμις ἐστὶ δαΐξαι
Πανὸς ἀνουτήτοιο δέμας τμητῆρι σιδήρῳ,
Πᾶνας ὀρεσσινόμους ληίσσομαι, ἕνδοθι λόχμης
ἕθνεα βουκολέοντας ἐρημονόμων ἐλεφάντων.
30πολλοὶ θῆρες ἕασι καὶ ἐνθάδε, τοῖσι συνάψω
Φῆρας ὁμοῦ καὶ Πᾶνας ὀρεσσινόμου Διονύσου·
κούρῃ δ᾽ ἡμετέρῃ θαλαμηπόλον ἑσμὸν ὀπάσσω,
δαινυμένου Μορρῆος ὑποδρηστῆρα τραπέζης.
καί τις ἀνὴρ Φρυγίηθεν ὁμόστολος οἴνοπι Βάκχῳ
35Ἰνδῴου ποταμοῖο δέμας λούσειε ῥεέθροις,
ἀντὶ δὲ Σαγγαρίου καλέσει πατρῷον Ὑδάσπην·
ἄλλος ἀνὴρ Ἀλύβηθεν ὁμαρτήσας Διονύσῳ
ἐνθάδε θητεύσειε, καὶ ἀργυρέου ποταμοῖο
χεύματα καλλείψας πιέτω χρυσαυγέα Γάγγην.
40χάζεό μοι, Διόνυσε, φυγὼν δόρυ Δηριαδῆος·
ἔστι καὶ ἐνθάδε πόντος ἀπείριτος· ἀλλὰ θαλάσσης
Ἀρραβίης μετὰ κῦμα καὶ ἡμετέρη σε δεχέσθω·
εὐρύτερος βυθὸς οὗτος ἐρεύγεται ἄγριον ὕδωρ,
καὶ Σατύρους καὶ Βάκχον ἐπάρκιός ἐστι καλύψαι
45καὶ στίχα Βασσαρίδων· οὐ μείλιχος ἐνθάδε Νηρεύς,
οὐ Θέτις Ἰνδῴη σε δεδέξεται, οὐδέ σε κόλπῳ
ξεινοδόκον μετὰ κῦμα πάλιν φεύγοντα σαώσει,
αἰδομένη βαρύδουπον ἐμὸν πατρῷον Ὑδάσπην. [p. 324]
ἀλλ᾽ ἐρέεις· Κρονίωνος Ὀλύμπιον αἷμα κομίζω.'
50αἰθέρα Γαῖα λόχευσε χορῷ κεχαραγμένον ἄστρων·
οὐρανόθεν γένος ἔσχες· ἐμὴ δέ σε Γαῖα καλύψει·
καὶ Κρόνον ὠμηστῆρα νέων θοινήτορα παίδων
οὐρανόθεν γεγαῶτα κατέρυφε κόλπος ἀρούρης.
εἰμὶ δοριθρασέος στρατιῆς πρόμος· εἰμὶ Λυκούργου
55φέρτερος, ὅς σε δίωκε καὶ ἀπτολέμους σέο Βάκχας·
σὸν γένος οὐ κλονέει με Διιπετές· αἰνομόρου γὰρ
σῆς Σεμέλης ἤκουσα πυριβλήτους ὑμεναίους·
μὴ στεροπὴν ἀγόρευε Διὸς νυμφοστόλον εὐνῆς,
μὴ κεφαλὴν Κρονίωνος ἤ ἄρσενα μηρὸν ἐνίψῃς·
60οὐ Διὸς ὠδίνοντος ἐμὲ κλονέουσι λοχεῖαι·
πολλάκις ὠδίνουσαν ἐμὴν ἐνόησα γυναῖκα.
σὺν σοὶ δ᾽, ἤν ἐθέλῃ, γενέτης τεὸς αὐτοτόκος Ζεὺς
ἄρσενι θωρήξειεν ἀρηγόνα θῆλυν Ἀθήνην,
νίκην ἣν καλέουσιν, ἵνα πρηῶνας ἀράξας
65Παλλάδος αἱμάξω κεφαλὴν ταμεσίχροϊ πέτρῳ
ἢ δορὶ τολμήεντι, καὶ εὐκεράων ἀπὸ τόξων
μηρὸν ἀπειλητῆρος ὀιστεύσω Διονύσου,
βουκεράων Σατύρων ἡγήτορος, οὐταμένου δὲ
καὶ Διὶ καὶ Βρομίῳ καὶ Παλλάδι μῶμον ἀνάψω·
70εἰ δὲ σὺν ἀμφοτέροισι κορύσσεται ἀμφιγυήεις,
δεύομαι Ἡφαίστου τεχνήμονος, ὄφρα καὶ αὐτῷ
τεύχεα χαλκεύσειε πολύτροπα Δηριαδῆι.
οὐ τρομέω ποτὲ θῆλυν ἐγὼ πρόμον· εἰ δὲ τινάσσει
ἀστεροπὴν γενετῆρος, ἔχω πατρώιον ὕδωρ.
75καὶ θρασύν, ὃν καλέουσιν ὁμόγνιον αἷμα Λυαίου,
Αἰακὸν οὐρανίοιο Διὸς βλάστημα τοκῆος
Ζηνὶ καταχθονίῳ δεδαϊγμένον Ἄιδι πέμψω· [p. 326]
οὐδέ μιν ἁρπάξειε δι᾽ ἠέρος ἱπτάμενος Ζεύς.
καὶ πολέας Κρονίδαο δεδουπότας υἷας ἀκούω·
80Δάρδανος ἐκ Διὸς ἔσκε καὶ ὤλετο, καὶ θάνε Μίνως,
οὐδέ μιν ἐρρύσαντο Διὸς ταυρώπιδες εὐναί·
εἰ δὲ θεμιστεύει καὶ ἐν Ἄιδι, τίς φθόνος Ἰνδοῖς,
Αἰακὸς εἰ φθιμένοισι δικάζεται; ἤν δ᾽ ἐθελήσῃ,
κοιρανίην κεκύων ἐχέτω καὶ σκῆπτρα βερέθρου.
85καὶ δολιχοῖς μελέεσσιν ἐπιψαύοντας Ὀλύμπου
γηγενέας Κύκλωπας ὀλέσσατε μὴ δορὸς αἰχμὴν
γαστρὶ μέσῃ πήξαντες ἤ αὐχένι, χαλκοβαρὲς δὲ
ὀφθαλμῷ τροχόεντι βέλος τετορημένον ἔστω.
μὴ χθονίους Κύκλωπας ὀλέσσατε· καὶ γὰρ ἐκείνων
90δεύομαι· Ἰνδῴῳ δὲ παρήμενος ἐσχαρεῶνι
Βρόντης μὲν βαρύδουπον ἐμοὶ σάλπιγγα τελέσσῃ
βρονταίοις πατάγοισιν ἰσόκτυπον, ὄφρά κεν εἴην
Ζεὺς χθόνιος, Στερόπης δὲ νέην ἀντίρροπον αἴγλην
ἀστεροπῆς τεύξειε καὶ ἐνθάδε· καί μιν ἐλέγξω
95μαρνάμενος Σατύροισιν, ἵνα φρένα μᾶλλον ἀμύξῃ
Δηριάδην κτυπέοντα καὶ ἀστράπτοντα δοκεύων
ζηλήμων Κρονίδης, πεφοβημένος ὄρχαμον Ἰνδῶν
ὑψιγόνου φλογόεντος ἀκοντιστῆρα κεραυνοῦ.
τίς φθόνος, εἰ πρηστῆρι μαχήμονα χεῖρα κορύσσω;
100μητρὸς ἐμῆς γενέτης, φλογερῶν ἐπιήρανος ἄστρων,
αὐὸς ὅλος Φαέθων πυρόεις πρόμος· εἰ δὲ τοκῆος
αἷμα φέρω ποταμοῖο, καὶ ὑδατόεντι βελέμνῳ
μαρνάμενος μόθον ὑγρὸν ἀναστήσω Διονύσῳ,
Βάκχων ἐχθρὰ κάρηνα ῥοαῖς ποταμοῖο καλύπτων.
105καὶ βυθίων τμήξαντες ἀλοιητῆρι σιδήρῳ [p. 328]
σώματα Τελχίνων τυμβεύσατε γείτονι πόντῳ,
πατρὶ Ποσειδάωνι μεμηλότα, δαιδαλέου δὲ
δίφρου γλαυκὰ λέπαδνα καὶ ὑγροπόρων γένος ἵππων
νίκης πόντια δῶρα κομίσσατε Δηριαδῆι.
110καὶ ναέτην βαρύδεσμον ἀπειρώδινος Ἀθήνης
Ἡφαίστου πυρόεντος ἀπόσπορον αἴθοπι πυρσῷ
φλέξατε, τὸν καλέουσιν Ἐρεχθέα· καὶ γὰρ ἐκείνου
αἷμα φέρει περίπυστον Ἐρεχθέος, ὅν ποτε μαζῷ
παρθενικὴ φυγόδεμνος ἀνέτρεφε Παλλὰς ἀμήτωρ,
115λάθριον ἀγρύπνῳ πεφυλαγμένον αἴθοπι λύχνῳ·
μιμνέτω Ἰνδῴῃ κεκαλυμμένος αἴθοπι κίστῃ,
καὶ κενεῷ ζοφόεντος ἐν ἕρκεϊ παρθενεῶνος.
καὶ τροχαλοὺς δρηστῆρας ἐυσκάρθμοιο βοείης,
ἴδμονας εὐπήληκος Ἐνυαλίοιο χορείης,
120ἄξατέ μοι Κορύβαντας ἀτευχέας· ὀλλυμένοις δὲ
διχθαδίοις τεκέεσσιν ἐπικλαύσειε Καβειρώ,
Λημνιὰς ἀκρήδεμνος· ἀπορρίψας δὲ πυράγρην
αἰθαλόεις Ἥφαιστος ἑῆς ὀλετῆρα γενέθλης
ἥμενον ἀθρήσειεν ὑπὲρ δίφροιο Καβείρων
125ἵππων χαλκοπόδων ἐπιβήτορα Δηριαδῆα.
κτείνω μὲν Διὸς υἷας· Ἀρισταῖον δὲ δαμάσσαι
οὐ φθονέω Μορρῆι, λαγωβόλον υἱέα Φοίβου,
οὐτιδανῆς ἐλατῆρα φιλοπτολέμοιο μελίσσης.
ὑμεῖς μὲν δρεπάνοισι καὶ ἀμφιπλῆγι μαχαίρῃ
130κτείνετε Βασσαρίδων ἁπαλὰς στίχας, ὑψίκερων δὲ
παῖδα Διὸς κερόεις ποταμήιος υἱὸς ὀλέσσει,
μή τις ὑποπτήσσειεν ἰδὼν ἐλατῆρα λεαίνης
ἢ πρόμον ἀγροτέρης ἐπιβήμενον ἰξύος ἄρκτου,
μὴ θηρῶν ζυγίων βλοσυρὸν στόμα· τίς γὰρ ἀλύξει
135πόρδαλιν ἠὲ λέοντα κορυσσομένων ἐλεφάντων;’


ὣς φαμένου βασιλῆος ἐπὶ κλόνον ἤιον Ἰνδοί,
οἱ μὲν ὑπὲρ νώτοιο σιδηροφόρων ἐλεφάντων,


οἱ δὲ συνεστρατόωντο θυελλοπόδων ὑπὲρ ἵππων.
καὶ πέλας ἦν πρυλέων στρατὸς ἄπλετος, οἱ μὲν ἀκωκάς,
140οἱ δὲ σάκος φορέοντες, ὁ δὲ κληῖδα φαρέτρης·
ἄλλος ἀνηέρταζεν ἀνὴρ χαλκήλατον ἅρπην
ἀμητὴρ πολέμοιο, καὶ ἔστιχεν ἄλλος ἀείρων
ἀσπίδα καὶ θοὰ τόξα καὶ ἠνεμόεντας ὀιστούς.


καὶ μόθον ἐστήσαντο παρὰ στόμα γείτονος Ἰνδοῦ,
145εἰς πεδίον προθέοντες. ἀπ᾽ εὐδένδροιο δὲ λόχμης
ἀσπίσι καὶ ξιφέεσσι καὶ ἀρραγέεσσι πετήλοις
θυρσοφόρος Διόνυσος ἑοὺς ἐκόρυσσε μαχητάς.
καὶ πισύρων ἀνέμων φλογερῆς ἀντώπιον Ἠοῦς
τέτραχα τεμνομένην στρατιὴν ἐστήσατο Βάκχων·
150πρώτην μὲν βαθύδενδρα παρὰ σφυρὰ κυκλάδος Ἄρκτου,
ἧχι πολυσπερέων ποταμῶν πεφορημένον ὁλκῷ
Καυκασίου σκοπέλοιο Διιπετὲς ἔρχεται ὕδωρ,
τὴν αὐτὴν παρὰ πέζαν, ὅπῃ περιμήκεϊ πορθμῷ
χεῦμα παλινδίνητον ἄγει βαρύδουπος Ὑδάσπης·
τὴν ἑτέρην δὲ φάλαγγα συνήρμοσεν, ὁππόθι γαίης
μεσσατίης στεφανηδὸν ἐς ἑσπέριον κλίμα νεύων
155δίστομος οὺρεσίφοιτος ἑὸν ῥόον Ἰνδὸς ἑλίσσει,
χεύμασιν ἀμφίζωστον ἐπιστέψας Παταλήνην·
καὶ τριτάτην κόσμησεν, ὅπῃ νοτίῳ παρὰ κόλπῳ
κύματι πορφύροντι μεσημβριὰς ἕλκεται ἅλμη·
160καὶ στρατιὴν εὔχαλκον ἄναξ ἔστησε τετάρτην
ἀντολίης ὑπὸ πέζαν, ὅθεν δονακῆα διαίνων
στέλλεται εὐόδμοισι κατάρρυτος ὕδασι Γάγγης. [p. 332]
κεκριμένης δὲ φάλαγγος ἐυκνήμιδος ἑκάστης
165τέσσαρας εὐπήληκας ἐκόσμεεν ἡγεμονῆας,
καὶ στρατὸν ὀτρύνων λαοσσόον ἴαχε φωνήν·


‘Βασσαρίδες, καὶ δεῦρο χορεύσατε, δυσμενέων δὲ
κτείνατε βάρβαρα φῦλα, καὶ ἔγχεσι μίξατε θύρσους,
μίξατε καὶ ξιφέεσσι· καὶ ἠθάδος ἀντὶ τραπέζης
170σάλπιγξ ἐγρεκύδοιμος ἐμοῖς Σατύροισι γενέσθω
πηκτὶς ἐμή· χλοερὴ δὲ καταιχμάζουσα σιδήρου
δούρατα νικήσειεν ἀκαχμένα φυλλὰς ὀπώρη·
ἀντὶ δὲ νυκτελίοιο χοροστασίης Διονύσου
αὐλὸς ἐμὸς φθέγξαιτο μετάτροπον ὕμνον Ἐνυοῦς,
175τερψινόου Βρομίοιο λιπὼν ἐπιδόρπιον Ἠχώ.
εἰ μὲν ἐμοὶ γόνυ δοῦλον ὑποκλίνειεν Ὑδάσπης
μηδὲ πάλιν Βάκχοισι παλίγκοτον οἶδμα κορύσσῃ,
ἔσσομαι εὐάντητος, ὅλον δέ οἱ ἀγλαὸν ὕδωρ
χεύμασι ληναίοισιν ἐς Εὔιον οἶνον ἀμείψω,
180τεύχων λαρὰ ῥέεθρα, καὶ ἀγριάδος λόφον ὕλης
μιτρώσω πετάλοισι καὶ ἀμπελόεντα τελέσσω·
εἰ δὲ πάλιν προχοῇσιν ἀλεξικάκοισιν ἀρήξει
Ἰνδοῖς κτεινομένοισι καὶ υἱέι Δηριαδῆι,
ἀνδροφυὴς κερόεσσαν ἔχων ποταμηίδα μορφήν,
185χεῦμα γεφυρώσαντες ὑπερφιάλου ποταμοῖο
ἴχνεσιν ἀβρέκτοισιν ὁδεύσατε δίψιον ὕδωρ,
καὶ γυμνῇ ψαμάθῳ πατέων αὐχμηρὸν Ὑδάσπην
πεζὸς ὄνυξ εὔιππος ἐπιξύσειε κονίην.
εἰ δὲ πολυπτοίητος Ἀρειμανέων πρόμος Ἰνδῶν
190αἰθερίου Φαέθοντος ἀπόσπορός ἐστι γενέθλης,
καὶ Φαέθων πυρόεσσαν ἐμοὶ στήσειεν Ἐνυώ,
θυγατέρος κερόεσσαν ἑῆς ὠδῖνα γεραίρων,
γνωτὸν ἐμοῦ Κρονίδαο πάλιν Φαεθοντίδι χάρμῃ
πόντιον ὑδατόεντα πυρὸς σβεστῆρα κορύσσω· [p. 334]
195Θρινακίην δ᾽ ἐπὶ νῆσον ἐλεύσομαι, ὁππόθι ποῖμναι
καὶ βόες αἰθερίοιο πυραυγέος Ἡνιοχῆος,
ἠελίου δὲ θύγατρα, δορικτήτην ἅτε κούρην,
Λαμπετίην ἀέκουσαν ὑπὸ ζυγὰ δούλια σύρω,
ὄφρα γένυ κλίνειε· καὶ εἰς ὄρος Ἀστρὶς ἀλάσθω,
200μυρομένη βαρύδεσμον ὀπάονα Δηριαδῆα·
ἐλθέτω, ἢν ἐθέλῃ, μετανάστιος εἰς χθόνα Κελτῶν,
ὄφρα φυτὸν γεγαυῖα σὺν Ἡλιάδεσσι καὶ αὐτὴ
πυκνὰ φιλοθρήνοισιν ἐπικλαύσειε ῥεέθροις.
σπεύσατέ μοι καὶ κύκλα μελαρρίνοιο προσώπου
205Ἰνδῶν ληιδίων λευκαίνετε μύστιδι γύψῳ,
καὶ θρασὺν ἀμπελόεντι περιπλεχθέντα κορύμβῳ...
νεβρίδα χαλκοχίτωνι καθάψατε Δηριαδῆι·
καὶ Βρομίῳ γένυ δοῦλον ὑποκλίνων μετὰ νίκην
Ἰνδὸς ἄναξ ῥίψειεν ἑὸν θώρηκα θυέλλαις,
210κρείσσονι λαχνήεντι δέμας θώρηκι καλύπτων,
καὶ πόδα πορφυρέοισι περισφίγξειε κοθόρνοις
ἀργυρέας ἀνέμοισιν ἑὰς κνημῖδας ἐάσας,
καὶ μετὰ φοίνια τόξα καὶ ἠθάδος ἔργα κυδοιμοῦ
ὄργια νυκτιχόρευτα διδασκέσθω Διονύσου,
215βάρβαρα δινεύων ἐπιλήνια βόστρυχα χαίτης.
δυσμενέων δὲ κάρηνα κομίσσατε σύμβολα νίκης
Τμῶλον ἐς ἠνεμόεντα, πεπαρμένα μάρτυρι θύρσῳ.
πολλὰς δ᾽ ἐκ πολέμοιο μεταστήσω στίχας Ἰνδῶν
ζωγρήσας μετ᾽ Ἄρηα, παρὰ προπύλαια δὲ Λυδῶν
220πήξω μαινομένοιο κεράατα Δηριαδῆος.’


ὥς φάμενος θάρσυνεν· ἐπερρώοντο δὲ Βάκχαι,
Σειληνοὶ δ᾽ ἀλάλαζον Ἀρηιφίλης μέλος Ἠχοῦς
καὶ Σάτυροι κελάδησαν ὁμοφθόγγων ἀπὸ λαιμῶν·
καὶ τυπάνου κελάδοντος ὁμόθροος ἔβρεμεν ἠχὼ [p. 336]
225φρικαλέον μύκημα, φιλοκροτάλων δὲ γυναικῶν
χερσὶν ἀμοιβαίῃσιν ἀράσσετο δίκτυπος ἠχώ·
καὶ νομίη Φρύγα ῥυθμὸν ἀγέστρατος ἴαχε σύριγξ.


καὶ στρατιῆς προκέλευθος ἐπιβρίθουσα κυδοιμῷ
Μυγδονίη μάρμαιρε δι᾽ ἠέρος ἁλλομένη φλόξ,
Βακχείην πυρόεσσαν ἀπαγγέλλουσα λοχείην·
Σειληνοῦ δὲ γέροντος ἀπ᾽ εὐκεράοιο μετώπου
235μαρμαρυγὴ σελάγιζεν· ὀρεσσαύλοιο δὲ Βάκχης
δέσμιος ἀπλέκτοισι δράκων ἐσφίγγετο χαίταις·
καὶ Σάτυροι πολέμιζον· ἐλευκαίνοντο δὲ γύψῳ
μυστιπόλῳ, καὶ φρικτὸν ἐπῃώρητο παρειαῖς
230ψευδομένου νόθον εἶδος ἀφωνήτοιο προσώπου.
καί τις ἐπ᾽ ἀντιβίοισι μεμηνότα τίγριν ἱμάσσων
δίφρα διεπτοίησεν ὁμοζυγέων ἐλεφάντων·
καὶ πολιὸς κεκόρυστο Μάρων ἑλικώδεϊ θαλλῷ,
240ἡμερίδων ὄρπηκι διασχίζων δέμας Ἰνδῶν
μαρναμένων.—καὶ πάντες, ὅσοι ναετῆρες Ὀλύμπου,
Ζηνὶ παρεδριόωντες ἔσω θεοδέγμονος αὐλῆς
πασσυδὸν ἠγορόωντο πολυχρύσων ἐπὶ θώκων.
τοῖσι δὲ δαινυμένοισιν ἀπὸ κρητῆρος ἀφύσσων
245εὐχαίτης γλυκὺ νέκταρ ἐῳνοχόει Γανυμήδης.
οὐ τότε γὰρ Τρώεσσιν Ἀχαιικὸς ἔβρεμεν Ἄρης,
ὡς πάρος ὄφρα κύπελλα πάλιν μακάρεσσι κεράσσῃ
ἥβη καλλιέθειρα, καὶ ἀθανάτων ἑκὰς εἴη
Τρώιος οἰνοχόος, μὴ πατρίδος οἶτον ἀκούσῃ.
250τοῖσι συναγρομένοις ἀγορήσατο μητίετα Ζεύς,
ἔννεπε δ᾽ Ἀπόλλωνι καὶ Ἡφαίστῳ καὶ Ἀθήνῃ·


‘ἄξονος ὀμφαίοιο θεηγόρε κοίρανε Πυθοῦς,
τοξοσύνης σκηπτοῦχε, σελασφόρε, σύγγονε Βάκχου,
μνώεο Παρνησσοῖο καὶ ὑμετέρου Διονύσου·
255ἄμπελος οὔ σε λέληθεν ἐφήμερος· οἶσθα καὶ αὐτὴν
ἀμφοτέρων σκοπέλων διδυμάονα μύστιδα πεύκην· [p. 338]
ἀλλὰ κασιγνήτοιο τεοῦ προμάχιζε Λυαίου,
Βασσαρίδων ἐπίκουρος Ὀλύμπια τόξα τιταίνων·
Παρνησσοῦ δὲ γέραιρε τεὴν ξυνήονα πέτρην,
260ὁππόθι κωμάζουσα χοροίτυπος ἴαχε Βάκχη,
σοὶ μέλος ἐντύνουσα καὶ ἀγρύπνῳ Διονύσῳ,
Δελφικὸν ἀμφοτέροισιν ὁμόζυγον ἁψαμένη πῦρ.
μνώεο σῆς, κλυτότοξε, λεοντοφόνοιο Κυρήνης·
δὸς χάριν ἀμφοτέροισι, καὶ Ἀγρέι καὶ Διονύσῳ·
265ὡς Νόμιος Σατύρων νομίων προμάχιζε γενέθλης.
Ἥρης ζῆλον ἄλαλκε βαρύφρονα, μή ποτε Φοίβου
μητρυιὴ γελάσειε Διωνύσοιο φυγόντος,
ἥ τις ἐμῶν μεθέπουσα χόλον καὶ ζῆλον ἐρώτων
αἰὲν ἐμοῖς τεκέεσσι κορύσσεται· οὔ σε διδάξω
270μητέρος ὑμετέρης λόχιον πόνον, ἡνίκα παίδων
δίζυγα φόρτον ἔχουσα πολύπλανος ἤιε Λητώ,
κέντροις παιδογόνοισιν ἱμασσομένη τοκετοῖο,
ὁππότε Πηνειοῖο φυγὰς ῥέος, ὁππότε Δίρκη
μητέρα σὴν ἀπέειπεν, ὅτε δρόμον εἶχε καὶ αὐτὸς
275Ἀσωπὸς βαρύγουνος ὀπίστερον ἴχνος ἐλίσσων,
εἰσόκε Δῆλος ἄμυνε μογοστόκος, εἰσόκε Λητὼ
οὐτιδανοῖς πετάλοισι γέρων μαιώσατο φοῖνιξ.
καὶ σύ, Διὸς πατέρος καὶ μητέρος ἄτρομε κούρη,
γνωτῷ, Παλλάς, ἄμυνε τεῆς κοσμήτορι πάτρης·
280ῥύεο σοὺς ναετῆρος ἐφεσπομένους Διονύσῳ,
μηδὲ τεοῦ Μαραθῶνος ὀλωλότα τέκνα νοήσῃς·
ἀκταίης δὲ γέραιρε φερέπτολιν ὄζον ἐλαίης·
Ἰκαρίῳ δὲ γέροντι χαρίζεο· καὶ γὰρ ἐκείνῳ
δώσει ποικιλόβοτρυς ἑὴν Διόνυσος ὀπώρην·
285μνώεο Τριπτολέμοιο καὶ εὐαρότου Κελεοῖο, [p. 340]
μὴ ταλάρους γονόεντας ἀτιμήσῃς Μετανείρης·
καὶ γὰρ ἀοσσητῆρος ἐρισταφύλου σέο Βάκχου
Ζεὺς γονόεις ὠδῖνα πατὴρ ἐγκύμονι μηρῷ,
θηλυτέρην δ᾽ ἐλόχευσε τεὴν ὠδῖνα καρήνῳ.
290ἀλλὰ τεὴν δονέουσα γενέθλιον ἥλικα λόγχην,
αἰγίδα δ᾽ αἰθύσσουσα κυβερνήτειραν Ἐνυοῦς,
γίνεό μοι Σατύροισι βοηθόος, ὅττι καὶ αὐτοὶ
αἰγὸς ὀρεσσινόμου λασίους φορέουσι χιτῶνας·
καὶ θεὸς ἀγρονόμων, νομίης σύριγγος ἀνάσσων,
295αἰγίδος ὑμετέρης ἐπιδεύεται αἰγίβοτος Πάν,
ὃς πρὶν ἀσυλήτοισιν ἐμοῖς σκήπτροις συνερίζων
μάρνατο Τιτήνεσσι, γαλακτοφόρου δὲ τιθήνης
αἰγὸς Ἀμαλθείης ὀρεσίδρομος ἔπλετο ποιμήν·
ῥύεό μιν μετόπισθε βοηθόον Ἀτθίδι χάρμῃ,
300Μηδοφόνον ῥυτῆρα τινασσομένου Μαραθῶνος·
αἰγίδα σεῖο τίνασσε προασπίζουσα Λυαίου,
σεῖο κασιγνήτου μελαναίγιδος, ὃς σέο πάτρην
ῥύσεται ἐξελάσας Βοιώτιον ἡγεμονῆα·
καὶ μέλος ἀείσει ζωάγριον ἀστὸς Ἐλευθοῦς
305πιστὸν ἀνευάζων Ἀπατούριον υἷα Θυώνης,
εἰ μιγάδην Φρύγα ῥυθμὸν ἀνακρούσουσιν Ἀθῆναι
λιμναῖον μετὰ Βάκχον Ἐλευσινίῳ Διονύσῳ.
ὦ γένος ἀλλοπρόσαλλον Ὀλύμπιον· ἆ μέγα θαῦμα·
ξείνῳ Δηριαδῆι παρίσταται Ἀργολὶς Ἥρη, [p. 342]
310Κεκροπίδας δὲ φάλαγγας ἀναίνεται Ἀτθὶς Ἀθήνη,
μητρὶ δὲ πιστὰ φέρων, ἐμὸν υἱέα Βάκχον ἐάσας
καὶ στρατιὴν Θρήισσαν ἐφεσπομένην Διονύσῳ,
ῥύεται Ἰνδὸν ὅμιλον ἐμὸς Θρηίκιος Ἄρης.
ἀλλὰ πυρὶ φλογόεντι συναιχμάζων Διονύσῳ,
315μοῦνος ἐγὼ πάντεσσι κορύσσομαι, εἰσόκε Βάκχος
κυανέην προθέλυμνον ἀιστώσειε γενέθλην.
καὶ σύ, τελεσσιγόνου φιλοπάρθενε νυμφίε Γαίης,
ἠρεμέεις, Ἥφαιστε, καὶ οὺκ ἀλέγεις Μαραθῶνος,
ἦχι θεᾶς ἀγάμου γάμιον σέλας; οὔ σε διδάξω
320μυστιπόλους σπινθῆρας ἀειφανέος σέο λύχνου.
λάρνακα παιδοκόμου μιμνήσκεο παρθενεῶνος,
ᾧ ἔνι κοῦρος ἔην Γαιήιος, ᾧ ἔνι κούρη
σὸν σπόρον αὺτοτέλεστον ἀνέτρεφεν ἄρσενι μαζῷ·
σὸν πέλεκυν κούφιζε μογοστόκον, ὄφρα σαώσῃς
325σῷ λοχίῳ βουπλῆγι τεῆς ναετῆρας Ἀθήνης.
ἠρεμέεις, Ἥφαιστε, καὶ οὐ σέο τέκνα σαώσεις;
ὴθάδα πυρσὸν ἄειρε προασπιστῆρα Καβείρων,
ὄμμα δὲ σεῖο τίταινε, καὶ ἀρχαίην σέο νύμφην
μεμφομένην σκοπίαζε τεὴν φιλόπαιδα Καβειρώ·
330Λημνιὰς Ἀλκιμάχεια τεῆς ἐπιδεύεται ἀλκῆς.’


ὥς φαμένου σπέρχοντο θεοὶ ναετῆρες Ὀλύμπου,
ξυνοὶ ἀοσσητῆρες Ἀθηναίη καὶ Ἀπόλλων,
καὶ πυρόεις ῞Ηφαιστος ὁμάρτεε Τριτογενείῃ.
ἀθανάτοις δ᾽ ἑτέροισιν ὁμίλεε σύνδρομος ῞Ηρη,
335Ἄρεα χειρὸς ἔχουσα καὶ εὐρυρέεθρον Ὑδάσπην,
δυσμενέων συνάεθλον ὁμοζήλοιο κυδοιμοῦ, [p. 344]
τοῖσι Φόβος καὶ Δεῖμος ὁμέμποροι, ὁ̣̣̓σι καὶ αὐτὴ
ἀντίπαλος Βρομίοιο φερέσταχυς ἵκετο Δηώ,
ζωογόνῳ φθονέουσα φιλοσταφύλῳ Διονύσῳ,
340ὅττι μέθης ποτὸν εὗρε, παλαίτερον εὖχος ἐλέγξας
Ζαγρέος ἀρχεγόνοιο φατιζομένου Διονύσου.