Διονυσιακῶν βιβλίον ι΄
Συγγραφέας:
Διονυσιακά
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942.


καὶ δεκάτῳ μανίην Ἀθαμαντίδα καὶ δρόμον Ἰνοῦς,
πῶς φύγεν εἰς ἁλὸς οἶδμα σὺν ἀρτιτόκῳ Μελικέρτῃ.

ὣς ἡ μὲν φονίη παιδοκτόνος ἔπλετο μήτηρ
μαινομένη· τεκέων δὲ πατὴρ ὑπὸ μάρτυρι ποινῇ,
ὅττι γονῆς ὀλέτειραν ὁμέστιον εἶχε Θεμιστώ,
οἰστρηθεὶς Ἀθάμας μανιώδεϊ Πανὸς ἱμάσθλῃ
5ποίμνης εἰς μέσον ἦλθε, καὶ ὡς θεράποντας ἱμάσσων
εἰροπόκων ἐδίωκεν ἀναίτια πώεα μήλων·
καὶ μίαν ἠέρταζεν, ἑὴν ἅτε σύζυγα νύμφην,
σὺν διδύμοις βρεφέεσσι νεογλαγέων ἐπὶ μαζῶν
αἶγα λαβών· λασίους δὲ πόδας σφηκώσατο δεσμῷ
10διχθαδίῳ· λύσας δὲ παρ᾽ ἰξύι κυκλάδα μίτρην
σφιγγομένης μάστιζε δέμας ψευδήμονος Ινοῦς,
μὴ νοέων νόθον εἶδος. ἀεὶ δέ οἱ ἔνδον ἀκουῆς
Πανιάδος Κρονίης ἐπεβόμβεε δοῦπος ἱμάσθλης·
πολλάκι δ᾽ ἀστήρικτος ἑῶν ἀνεπάλλετο θώκων
15οὔασι ταρβαλέοισι δεδεγμένος ἄσθμα δρακόντων.
πυκνὰ δὲ τόξα τίταινε, βέλος δ᾽ ἐπὶ κυκλάδι νευρῇ
εἰς κενεὸν σκοπὸν εἷλκεν ἀνούτατον ἠέρα βάλλων.
Ταρταρίης δ᾽ ὀφιῶδες ἰδὼν ἴνδαλμα θεαίνης [p. 330]
πάλλετο δειμαίνων ἑτερόχροα φάσματα μορφῆς,
20ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης,
ὀφθαλμοὺς μεθύοντας ἀπειλητῆρας ἑλίσσων.
καί οἱ ὀπιπεύοντι πολυπλανέεσσιν ἐρωαῖς
ὄμματα φοινίσσοντο· διὰ κροτάφοιο δὲ λεπταὶ
ἀσταθέος μήνιγγες ἐδινεύοντο καρήνου.
25ὤλετο δὲ ψυχῆς τρίτατον λάχος· ἀπλανέες γὰρ
ἄφρονος ἐγκεφάλοιο μετατρωπῶντο μενοιναί,
καὶ σφαλεραῖς ἑλίκεσσιν ἐβακχεύθησαν ὀπωπαὶ
ἀνέρος οἰστρηθέντος· ἀπεπλάζοντο δὲ χαῖται
σειόμεναι περὶ νῶτον ἀκερσικόμοιο καρήνου.
30καὶ στόμα οἱ βάμβαινε, καὶ ἠέρι χείλεα λύσας
πέμπεν ἀσημάντων ἐπέων ἑτερόθροον ἠχώ.
καὶ βροτέας βιότοιο μεληδόνας ἥρπασαν αὖραι
Εὐμενίδων, καὶ γλῶσσα βαρύνετο θυιάδι φωνῇ·
παπταίνων δ᾽ ἑλικηδὸν ὑπὸ στροφάλιγγι προσώπου
35ἀλλοφυὲς νόθον εἶδος ἀθηήτοιο Μεγαίρης
οἰστρομανὴς Ἀθάμας ἑτερόφρονι σείετο παλμῷ·
καὶ βλοσυρῆς ἀπὸ χειρὸς ἀμερσινόοιο θεαίνης
ἁρπάξαι μενέαινεν ἐχιδνήεσσαν ἱμάσθλην·
γυμνώσας δὲ μάχαιραν Ἐρινύος ἀντία κόρσης
40ἤθελε Τισιφόνης ὀφιώδεα βόστρυχα τέμνειν.
καὶ κενεοῖς ὀάροισιν ὁμίλεε γείτονι τοίχῳ
παπταίνων σκιόεσσαν ἐπίκλοπον εἰκόνα μορφῆς
Ἀρτέμιδος, καὶ κοῦφον ἰδὼν εἴδωλον ὀπωπαῖς
φάσμασιν ἀντιτύποισιν ἐς ἵμερον ἤλυθεν ἄγρης.


45ὀψὲ δὲ ποικιλόδακρυς ἔτος μέτα τέτρατον Ἰνὼ
νόστιμος εἰς δόμον ἦλθεν· ὀπιπεύουσα δὲ νύμφη
καὶ πόσιν οἰστρηθέντα καὶ ἀρσενόπαιδα Θεμιστὼ
διπλόον ἄλγος ἔδεκτο. καὶ οὐ γίνωσκεν ἀκοίτης [p. 332]
εὐνέτιν ἀθρήσας χρονίην παλινάγρετον Ἰνώ·
50ἀλλὰ πόθον ταχύγουνος ἔχων κεμαδοσσόον ἄγρης
εἰς σκοπιὰς ἤιξε θυελλήεντι πεδίλῳ,
υἱὸν ἰδὼν ἅτε θῆρα κερασφόρον· ἰθυτενὲς δὲ
τόξον ἔχων ἀκίχητος ἐπεσκίρτησε Λεάρχῳ,
ὑψίκερων ἔλαφον δοκέων ψευδήμονι μορφῇ,
55θηρείοις μελέεσσιν ὁμοίιον· αὐτὰρ ὁ φεύγων
ταρβήεις πεπότητο θοώτερα γούνατα πάλλων.
χερσὶ δὲ λυσσαλέῃσιν ὑπηνέμιον βέλος ἕλκων
παιδοφόνῳ νέον υἷα πατὴρ ἐπέδησε βελέμνῳ·
καὶ κεφαλὴν ἄγνωστον ἀπηλοίησε μαχαίρῃ
60φάσματι νεβρωθεῖσαν· ἀσημάντου δὲ προσώπου
αἱμαλέης ἐγέλασσε γενειάδος ἄκρον ἀφάσσων,
ἀμφαφόων ἅτε θῆρα, καὶ ἔδραμεν ἅλματι λύσσης,
παιδὸς ἔτι σπαίροντος ἀτυμβεύτοιο Λεάρχου,
μητέρα μαστεύων, στροφάδας δ᾽ ἐλέλιζεν ὀπωπάς.
65οὐδέ τις ἀμφιπόλων σχεδὸν ἤιε· φοιταλέος δὲ
ἑπταμύχου θαλάμοιο διέστιχεν ὠκέι ταρσῷ
κικλήσκων ἑὸν υἷα, τὸν ἔκτανεν. ἐν δὲ μελάθρῳ
νήπιον ἀρτικόμιστον ἐσαθρήσας Μελικέρτην,
στηρίξας δὲ λέβητα πυρίπνοον ἐσχαρεῶνι,
70εἰς μέσον υἱέα θῆκεν· ἀναπτομένοιο δὲ πυρσοῦ,
φοίνιος ὑδατόεντι λέβης ἐπεπάφλασεν ἀτμῷ.


Παππάζων δ᾽ ἰάχησεν ἑὸς πάις, οὐδέ τις αὐτῷ
ἀμφιπόλων χραίσμησεν· ἀελλήεσσα δὲ μήτηρ
ἡμιδαῆ πυρίκαυτον ἀφαρπάξασα λεβήτων
75ἅλμασι φοιταλέοισι ποδήνεμος ἔτρεχεν Ἰνώ·
καὶ Λευκοῦ πεδίοιο διατμήγουσα κονίην
Λευκοθέη πεφάτιστο φερώνυμος· ἐκ δὲ μελάθρου
αἰνομανὴς Ἀθάμας ἀνεμώδεα γούνατα πάλλων
ὠκυτέρην ἐδίωκε μάτην ὀρεσίδρομον Ἰνώ. [p. 334]
80ἀλλ᾽ ὅτε οἱ σχεδὸν ἦλθε πολυπτοίητος ἀκοίτης
ἄστατον ἴχνος ἔχων σφαλερῷ ποδί, δὴ τότε δειλὴ
ἀγχιπόρῳ στήσασα διαινόμενον πόδα πόντῳ
παιδὶ φιλοθρήνῳ κινυρὴν βρυχήσατο φωνήν,
μεμφομένη Κρονίωνα καὶ ἄγγελον υἱέα Μαίης·


85‘Καλά μοι, ἀργικέραυνε, πόρες θρεπτήρια Βάκχου·
ἡμιδαῆ σκοπίαζε συνήλικα παῖδα Λυαίῳ·
ἢν ἐθέλῃς, πρήνιξον ἀφειδέι σεῖο κεραυνῷ
μητέρα καὶ νέον υἷα, τὸν ἔτρεφον εἰν ἑνὶ κόλπῳ
σύντροφον ὑμετέροιο θεηγενέος Διονύσου.
90τέκνον, Ἀναγκαίη μεγάλη θεός· εἰς τίνα φεύγεις;
ποῖον ὄρος δέχεταί σε πεφυγμένον ἐγγύθι πόντου;
τίς σκοτίῳ κενεῶνι κατακρύψει σε Κιθαιρών;
τίς βροτὸς οἰκτείρει σε, τὸν οὐ γενέτης ἐλεαίρει;
ἢ ξίφος ἤ σε θάλασσα δεδέξεται· εἴ περ ἀνάγκη,
95λώιον ἐν πελάγεσσι δαμήμεναι ἠὲ μαχαίρῃ.
οἶδα, πόθεν τόδε πῆμα τεῇ κεκύλιστο τεκούσῃ,
οἶδα, πόθεν· νεφέλη γὰρ Ἐρινύας εἰς ἐμὲ πέμπει,
ὄφρα θάνω κατὰ πόντον, ὅπῃ πέσε παρθένος Ἕλλη.
ἔκλυον ἠερόθεν πεφορημένον εἰς χθόνα Κόλχων
100ἅρπαγος ἀρνειοῖο μετήορον ἡνιοχῆα
Φρίξον ἔτι ζώειν μετανάστιον· αἴθε καὶ αὐτὸς
χρυσοπόκου κριοῖο μετάρσιον οἶμον ὁδεύοι
υἱὸς ἐμὸς λιπόπατρις ἀλυσκάζων Μελικέρτης·
αἴθε δὲ καὶ μετὰ Φοῖβον ἐποικτείρων σέθεν Ἰνὼ
105ξεινοδόκος Γλαύκοιο Ποσειδάων σε σαώσῃ.
δείδια, μὴ μετὰ πότμον ἀτυμβεύτοιο Λεάρχου [p. 336]
νεκρὸν ἄθαπτον ἄδακρυν ὀλωλότα καὶ σὲ νοήσω
αἱμαλέῃ γενετῆρος ἐπισπαίροντα μαχαίρῃ.
σπεῦδε φυγεῖν Ἀθάμαντα μεμηνότα, μηδὲ νοήσῃς
110παιδοφόνον γενετῆρα τεῆς ὀλετῆρα τεκούσης.
δέξό με καὶ σύ, θάλασσα, μετὰ χθόνα· δέχνυσο, Νηρεῦ,
χειρὶ φιλοξείνῳ μετὰ Περσέα καὶ Μελικέρτην·
δέχνυσο καὶ Δανάης μετὰ λάρνακα σύμπλοον Ἰνώ.
ἄξια δυσσεβίης καὶ ἐγὼ πάθον, ὅττι καὶ αὐτὴν
115ἄσπορον ἡμετέρην γενεὴν ποίησε Κρονίων,
ἄσπορον ὡς ἐτέλεσσα φερέσβιον αὔλακα γαίης·
μητρυιή τις ἐοῦσα νόθην Ἀθαμαντίδα φύτλην
ἀμῆσαι προβέβουλα, καὶ εἰς ἐμὲ χώεται Ἥρη
μητρυιὴ γεγαυῖα νεοτρεφέος Διονύσου.’


120ὣς φαμένη τρομεροῖσιν ὑπ᾽ ἴχνεσιν ἥλατο πόντῳ
κραιπνὰ κυβιστήσασα σὺν υἱέι· Λευκοθέην δὲ
πεπταμέναις παλάμῃσιν ἐδέξατο κυανοχαίτης
δαίμοσιν ὑγροπόροισιν ὁμέστιον· ἔνθεν ἀρήγει
ναύταις πλαζομένοισι, καὶ ἔπλετο ποντιὰς Ἰνὼ
125Νηρεῒς ἀφλοίσβοιο κυβερνήτειρα γαλήνης.


τὴν μὲν ἄναξ Κρονίδης ἐπεδείκνυε μητρὶ Λυαίου,
ὅττι χάριν Βρομίοιο θεὰ πέλεν· ἡ δὲ χαρεῖσα
γνωτῇ ποντοπόρῳ φιλοκέρτομον ἴαχε φωνήν·


‘Ἰνώ, πόντον ἔχεις, Σεμέλη λάχε κύκλον Ὀλύμπου·
130εἶξον ἐμοί· Κρονίδην γὰρ ἐμῆς ἀροτῆρα γενέθλης
ἀθάνατον πόσιν ἔσχον, ἐμῆς ὠδῖνα λοχείης
ἀντ᾽ ἐμέθεν τίκτοντα, σὺ δὲ χθονίῳ παρακοίτῃ
νυμφεύθης Ἀθάμαντι, τεῆς ὀλετῆρι γενέθλης.
σὸς πάις ἔλλαχε πόντον, ἐμὸς τόκος αἰθέρα ναίειν [p. 338]
135ἵξεται εἰς Διὸς οἶκον ὑπέρτερον· οὐ γὰρ ἐίσκω
οὐράνιον Διόνυσον ὑποβρυχίῳ Μελικέρτῃ.’


τοῖα μὲν αἰθερίη Σεμέλη μυκήσατο νύμφη
γνωτῆς κερτομέουσα θαλασσονόμου βίον Ἰνοῦς.


τόφρα δὲ καὶ Διόνυσος ὑπὸ κλίμα Λυδὸν ἀρούρης,
140εὔια δινεύων Κυβεληίδος ὄργανα Ῥείης,
ἤνθεε μῆκος ἔχων, ὅσον ἤθελεν· ὑψιπόρου δὲ
φεύγων Ἠελίοιο μεσημβρίζουσαν ἱμάσθλην
ἥσυχα παφλάζοντι δέμας φαίδρυνε λοετρῷ
Μῃονίου ποταμοῖο, χαριζόμενος δὲ Λυαίῳ
145Πακτωλὸς κελάρυζε, χέων χρυσόσπορον ὕδωρ
πορφυρέαις ψαμάθοισι, βαθυπλούτων δὲ μετάλλων
ἀφνειῷ κεκύλιστο βυθῷ χρυσούμενος ἰχθύς·
καὶ Σάτυροι παίζοντες, ἐν ἠέρι ταρσὰ μεθέντες,
εἰς ποταμὸν προχέοντο κυβιστητῆρι καρήνῳ,
150ὧν ὁ μὲν αὐτοφόρητος ἐνήχετο χερσὶν ἐρέσσων,
πρηνὴς δ᾽ ἐν ῥοθίοισι καὶ οἴδμασιν ἴχνος ἐρείσας
ποσσὶν ὀπισθοτόνοισι ῥυηφενὲς ἔσχισεν ὕδωρ·
καί τις ὑποβρυχίων κατεδύσατο βένθος ἐναύλων
νειόθι μαστεύων νεπόδων ἑτερόχροον ἄγρην,
155τυφλὴν νηχομένοισιν ἐπ᾽ ἰχθύσι χεῖρα τιταίνων,
καὶ βυθὸν αὖτις ἔλειπε, καὶ ἰχθύας ὤρεγε Βάκχῳ
ἰλύι φοινίσσοντας ἐχεκτεάνου ποταμοῖο·
συμπλέγδην δὲ πόδεσσιν ἀρηρότα ταρσὰ συνάπτων
κυφὸς ἐριδμαίνων Σατύρῳ Σειληνὸς ἀλήτης
160κύμβαχος αὐτοκύλιστος ἐπεσκίρτησε ῥεέθρῳ
ὑψόθεν εἰς βαθὺ λαῖτμα, καὶ ἰλύος ἥπτετο χαίτη,
καὶ διδύμους στίλβοντι πόδας στηρίξατο πλῷ
ὄλβον ἐυψήφιδα μεταλλεύων ποταμοῖο·
καί τις ἐνὶ προχοῇσι μετάφρενον ἠέρι φαίνων [p. 340]
165ἄβροχον ὦμον ἔλειπε δι᾽ ὕδατος, ἰσχία βάπτων
ἀγχιβαθὴς ἀτίνακτος· ὁ δ᾽ οὔατα γυμνὰ τιταίνων
χεύματι μαρμαρέῳ λασίους ἐδιήνατο μηρούς,
καὶ ῥόον αὐτοέλικτος ἐμάστιε σύμφυτος οὐρή.
καὶ θεὸς ὀρθώσας κεφαλήν καὶ στέρνα πετάσσας,
170χεῖρας ἐρετμώσας, χρυσέην ἐχάραξε γαλήνην·
καὶ ῥόδον αὐτοτέλεστον ἀκύμονες ἔπτυον ὄχθαι,
καὶ κρίνον ἐβλάστησε, καὶ ᾐόνας ἔστεφον Ὧραι
Βάκχου λουομένοιο, καὶ ἀστράπτοντι ῥεέθρῳ
ἄπλοκα κυανέης ἐρυθαίνετο βόστρυχα χαίτης.


175καί ποτε θηρεύων ὑπὸ φωλάδα δάσκιον ὕλην
ἥλικος ἠιθέοιο ῥοδώπιδι θέλγετο μορφῇ.
ἤδη γὰρ Φρυγίης ὑπὸ δειράδα κοῦρος ἀθύρων
ἄμπελος ἠέξητο, νεοτρεφὲς ἔρνος Ἐρώτων·
οὐδέ οἱ ἁβρὸς ἴουλος ἐρευθομένοιο γενείου
180ἄχνοα χιονέης ἐχαράσσετο κύκλα παρειῆς,
ἥβης χρύσεον ἄνθος· ὀπισθοπόροιο δὲ χαίτης
βότρυες εἱλικόεντες ἐπ᾽ ἀργυφέων θέον ὤμων
ἀπλεκέες, λιγυρῷ δὲ συναιθύσσοντες ἀήτῃ
ἄσθματι κουφίζοντο· παρελκομένων δὲ κομάων
185ἀκροφανὴς ἀνέτελλε μέσος γυμνούμενος αὐχὴν
καὶ σέλας ἠκόντιζε λιπόσκιος, οἷά τε λάμπει
μεσσοφανὴς νέφος ὑγρὸν ἀνασχίζουσα Σελήνη·
καὶ στόματος ῥοδέοιο μελίπνοος ἔρρεε φωνή·
ἐκ μελέων δ᾽ ὅλον εἶαρ ἐφαίνετο· νισσομένου δὲ
190ἐκ ποδὸς ἀργυφέοιο ῥόδων ἐρυθαίνετο λειμών·
εἰ δὲ βοογλήνων φαέων εὐφεγγέι κύκλῳ
ὀφθαλμοὺς ἐλέλιζεν, ὅλη σελάγιζε Σελήνη.


τὸν μὲν ἔχων Διόνυσος ὁμέψιον, ἁβρὸν ἀθύρων, [p. 342]
εἴρετο θαμβαλέην προχέων ἐπὶ κάλλεϊ φωνὴν
195ὡς βροτός, ἀθανάτην δὲ δολοπλόκος ἔκρυφε μορφήν·


‘Τίς σε πατὴρ ἐφύτευσε; τίς οὐρανίη τέκε γαστήρ;
τίς Χαρίτων σε λόχευσε; τίς ἤροσε καλός Ἀπόλλων;
εἰπέ, φίλος, μὴ κρύπτε τεὸν γένος· εἰ μὲν ἱκάνεις
ἄπτερος ἄλλος Ἔρως βελέων δίχα, νόσφι φαρέτρης,
200τίς μακάρων σε φύτευσε παρευνάζων Ἀφροδίτῃ;
καὶ γὰρ ἐγὼ τρομέω σέο μητέρα Κύπριν ἐνίψαι,
μὴ γενέτην Ἥφαιστον ἢ Ἄρεα σεῖο καλέσσω.
εἰ δὲ σύ, τὸν καλέουσιν, ἀπ᾽ αἰθέρος ἤλυθες Ἑρμῆς,
δεῖξον ἐμοὶ πτερὰ κοῦφα καὶ ἔμπνοα ταρσὰ πεδίλων.
205πῶς μεθέπεις ἄτμητον ἐπήορον αὐχένι χαίτην;
μὴ σύ μοι αὐτὸς ἵκανες ἄτερ κιθάρης, δίχα τόξου,
Φοῖβος ἀκερσικόμης κεχαλασμένα βόστρυχα σείων;
εἰ Κρονίδης με φύτευσε, σὺ δὲ χθονίης ἀπὸ φύτλης
βουκεράων Σατύρων μινυώριον αἷμα κομίζεις,
210ἶσον ἐμοὶ βασίλευε, θεῷ βροτός· οὐ γὰρ ἐλέγξει
οὐράνιον τεὸν εἶδος Ὀλύμπιον αἷμα Λυαίου.
ἀλλὰ τί κικλήσκω σε μινυνθαδίης ἀπὸ φύτλης;
γινώσκω τεὸν αἷμα, καὶ εἰ κρύπτειν μενεαίνεις·
ἠελίῳ σε λόχευσε παρευνηθεῖσα Σελήνη
215Ναρκίσσῳ χαρίεντι πανείκελον· αἰθέριον γὰρ
εἴκελον εἶδος ἔχεις, κεραῆς ἴνδαλμα Σελήνης.’


τοῖον ἔπος κατέλεξε· νέος δ᾽ ἠγάλλετο μύθῳ
κυδιόων, ὅτι κάλλος ὑπέρβαλεν ἥλικος ἥβης
εἴδεϊ φαιδροτέρῳ. καὶ ὀρειάδος ἔνδοθι λόχμης
220εἰ μέλος ἔπλεκε κοῦρος, ἐτέρπετο Βάκχος ἀκούων·
εἰ νέος ἐκτὸς ἔμιμνεν, ἀμειδέας ἔσχε παρειάς·
εἰ Σάτυρος παρὰ δαῖτα φιλοσκάρθμοιο τραπέζης
τύμπανα χερσὶν ἔτυπτε περίκροτον ἦχον ἀράσσων, [p. 344]
καὶ νέος ἐκτὸς ἔην μεθέπων ἐλαφηβόλον ἄγρην,
225κούρου μὴ παρεόντος ἀναίνετο δίκτυπον ἠχώ·
εἴ ποτε Πακτωλοῖο παρ᾽ ἀνθεμόεντι ῥεέθρῳ
δηθύνων ἀνέμιμνεν, ὅπως ἐπιδόρπιον εἴη
αὐτὸς ἑῷ βασιλῆι φέρων γλυκερώτερον ὕδωρ,
κούρου νόσφι μένοντος ἱμάσσετο Βάκχος ἀνίῃ.
230εἰ θρασὺν αὐλὸν ἄειρε, Λιβυστίδος ὄργανον Ἠχοῦς,
οἰδαλέῃ φύσημα παρηίδι λεπτὸν ἰάλλων,
Μυγδόνος αὐλητῆρος ὀίετο Βάκχος ἀκούειν,
ὃν τέκε θεῖος Ὕαγνις, ὃς εἰς κακὸν ἤρισε Φοίβῳ
τρητὸν ἐπιθλίβων διδυμόθροον αὐλὸν Ἀθήνης·
235εἰ δὲ σὺν ἡβητῆρι μιῆς ἔψαυσε τραπέζης,
κούρου φθεγγομένου πολυτερπέας εἶχεν ἀκουάς,
παυομένου δὲ νέοιο κατηφέας εἶχε παρειάς·
εἰ δὲ βαθυσκάρθμοιο πόθου πεφορημένος οἴστρῳ
ἄμπελος ὀρχηστῆρι ποδῶν ἐλελίζετο παλμῷ,
240καὶ Σατύρῳ παίζοντι συνέπλεκε χεῖρα χορεύων,
δόχμιον ἐκ ταρσοῖο μετήλυδα ταρσὸν ἀμείβων,
Βάκχος ὀπιπεύων φθονερῇ δεδόνητο μερίμνῃ.
εἴ ποτε Σειληνοῖσιν ὁμίλεεν, εἴ τινι κούρῳ
ἥλικι θηρητῆρι συνέτρεχεν εἰς δρόμον ἄγρης,
245ζηλήμων Διόνυσος ἐρήτυε, μή τις ὀιστῷ
βλήμενος ἰσοτύπῳ φρενοθελγέι λάτρις Ἐρώτων
παιδὸς ἐλαφρονόοιο παραπλάγξειε μενοινήν,
καὶ νέον ἱμερόεντα μεταστήσειε Λυαίου,
ἀρτιθαλὴς ἅτε κοῦρος ὁμόχρονον ἥλικα τέρπων.
250ἀλλ᾽ ὅτε θύρσον ἄειρε καταντία λυσσάδος ἄρκτου
ἢ βριαρῷ νάρθηκα κατηκόντιζε λεαίνης,
εἰς δύσιν ὄμμα τίταινε ἐς ἠέρα λοξὰ δοκεύων,
μὴ Ζεφύρου πνεύσειε πάλιν θανατηφόρος αὔρη, [p. 346]
ὡς πάρος ἡβητῆρα κατέκτανε πικρὸς ἀήτης
255δίσκον ἀκοντιστῆρα καταστρέψας Ὑακίνθου·
δείδιε, μὴ Κρονίδης ἐρασίπτερος ὄρνις Ἐρώτων
ἀπροΐδὴς ἀκίχητος ὑπὲρ Τμώλοιο φανείη
φειδομένοις ὀνύχεσσιν ἐς ἠέρα παῖδα κομίζων,
Τρώιον οἷά τε κοῦρον ἑῶν δρηστῆρα κυπέλλων·
260ἔτρεμε καὶ δυσέρωτα κυβερνητῆρα θαλάσσης,
μὴ μετὰ Τανταλίδην χρυσέων ἐπιβήτορα δίφρων
εἰς δρόμον ἠερόφοιτον ἄγων πτερόεσσαν ἀπήνην
ἄμπελον ἁρπάξειεν ἐρωμανέων ἐνοσίχθων.
καὶ γλυκὺν εἶχεν ὄνειρον ὀνειροτόκων ἐπὶ λέκτρων,
265καὶ φιλίους ὀάριζε νέῳ ψευδήμονι μύθους
μιμηλῆς ὁρόων σκιοειδέα φάσματα μορφῆς.
εἰ δέ τί οἱ δύσμορφον ἐπήρατος εἶχεν ὀπωπή,
ἱμερόεν πέλε τοῦτο ποθοβλήτῳ Διονύσῳ,
φίλτερον ἡβητῆρος ὅλου χροός· εἰ δέ οἱ ἄκρη
270συμφερτὴ κεχάλαστο δι᾽ ἰξύος ὄρθιος οὐρή,
καὶ μέλιτος γλυκεροῖο μελιχροτέρη πέλε Βάκχῳ·
καὶ πλόκαμοι ῥυπόωντες ἀκηδέστοιο καρήνου
αὐτοὶ μᾶλλον ἔτερπον ἐρωμανέοντος ὀπωπήν.
ἤματι μὲν κεχάρητο συνέμπορος· ἄχνυτο δ᾽ αἰεὶ
275νυκτὸς ἐπερχομένης, ὅτε μηκέτι παιδὸς ἀκούων
οὔασι θελγομένοισιν ἐθήμονα δέχνυτο φωνήν,
Ῥείης ὀβριμόπαιδος ἐνὶ σπήεσσιν ἰαύων.


καί μιν ἰδὼν Σατύρων τις ἐθέλγετο θέσπιδι μορφῇ,
καὶ κρυφίην ἐρόεσσαν ὑποκλέπτων φάτο φωνήν· [p. 348]


280‘ Ἀνδρομέης κραδίης ταμίη, φιλοτήσιε Πειθώ,
μοῦνος ἐμοὶ νέος οὗτος ἐπήρατος ἵλαος εἴη·
καί μιν ἔχων, ἅτε Βάκχος, ὁμέψιον οὐ μενεαίνω
αἰθέρα ναιετάειν μετανάστιος, οὐ θεὸς εἶναι
ἤθελον, οὐ Φαέθων φαεσίμβροτος, οὐ πόθον ἕλκω
285νέκταρος, ἀμβροσίης δ᾽ οὐ δεύομαι· οὐκ ἀλεγίζω,
ἄμπελος εἰ φιλέει με καὶ ἐχθαίρει με Κρονίων.’


ὣς ὁ μὲν ἀμφιέπων ὑποκάρδιον ἰὸν Ἐρώτων
κρυπτὸν ἀνηΰτησεν ἔπος ζηλήμονι φωνῇ,
θαύματι φίλτρον ἔχων κεκερασμένον. ἀλλὰ καὶ αὐτὸς
290Εὔιος, ἠιθέου βεβολημένος ἡδέι κέντρῳ,
ἴαχε μειδιόων Κρονίδῃ, δυσέρωτι τοκῆι·


‘Νεῦσον ἐμοὶ φιλέοντι μίαν χάριν, ὦ Φρύγιε Ζεῦ·
νηπιάχῳ μὲν ἔειπεν ἐμὴ τροφὸς εἰσέτι Ῥείη,
ὡς στεροπὴν Ζαγρῆι πόρες, προτέρῳ Διονύσῳ
295εἰσέτι παππάζοντι, τεὴν πυρόεσσαν ἀκωκήν,
καὶ βροντῆς κελάδημα καὶ ἠερίου χύσιν ὄμβρου,
καὶ πέλε δεύτερος ἄλλος ἔτι βρέφος ὑέτιος Ζεύς·
σεῖο δ᾽ ἐγὼ πρηστῆρος ἀναίνομαι αἰθέριον πῦρ,
οὐ νέφος, οὐ βροντῆς ἐθέλω κτύπον· ἢν δ᾽ ἐθελήσῃς,
300Ἡφαίστῳ πυρόεντι δίδου σπινθῆρα κεραυνοῦ,
Ἄρης σῶν νεφέων ἐχέτω θώρηκα καλύπτρην,
δὸς χάριν Ἑρμάωνι Διιπετέος χύσιν ὄμβρου,
καὶ στεροπὴν γενετῆρος ἀερτάζοι καὶ Ἀπόλλων·
μεῖον ἐμοί, φίλε, λῆμα, φιλοσκάρθμῳ Διονύσῳ·
305καλὸν ἐμοὶ Σεμέλης στεροπὴν ἐλάχειαν ἀείρειν,
μητροφόνοι σπινθῆρες ἀτερπέες εἰσὶ κεραυνοῦ.
ναίω Μαιονίην· τί γὰρ αἰθέρι καὶ Διονύσῳ;
κάλλος ἐμοῦ Σατύροιο φιλαίτερόν ἐστιν Ὀλύμπου.
εἰπέ, πάτερ, μὴ κρύπτε· τεὸς νέος ὅρκιος ἔστω· [p. 350]
310αἰετὸς ὁππότε κοῦρον ὑπὸ σφυρὰ Τευκρίδος Ἴσης
φειδομένῳ κούφιζες ἐς οὐρανὸν ἅρπαγι ταρσῷ,
τηλίκον ἔλλαχε κάλλος ὁ βουκόλος, ὃν σὺ τραπέζῃ
αἰθερίῃ ξύνωσας ἔτι πνείοντα βοαύλων;
Ζεῦ πάτερ, ἱλήκοις, τανυσίπτερε· μή μοι ἐνίψῃς
315Τρώιον οἰνοχοῆα τεῶν δρηστῆρα κυπέλλων,
ὅττι φαεινοτέροιο φέρων ἀμάρυγμα προσώπου
ἄμπελος ἱμερόεις Γανυμήδεος εἶδος ἐλέγχει·
Τμώλιος Ἰδαίου πέλε φέρτερος. εἰσὶ δὲ πολλαὶ
ἄλλων ἠιθέων ἐραταὶ στίχες, οὓς ἅμα πάντας,
320ἢν ἐθέλῃς, ἀγάπαζε λιπὼν ἕνα παῖδα Λυαίῳ.’


τοῖον ἔπος κατέλεξε πόθου δεδονημένος οἴστρῳ·
οὐχ οὕτω λασίης Μαγνησσίδος ἔνδοθεν ὕλης
βουκόλος Ἀδμήτοιο βόας ποίμαινεν Ἀπόλλων,
παιδὸς ἐρωτοτόκου βεβολημένος ἡδέι κέντρῳ,
325ὅσσον ἐπ᾽ ἠιθέῳ φρένα τέρπετο Βάκχος ἀθύρων.
ἄμφω δ᾽ ἑψιόωντο συνήλυδες ἔνδοθι λόχμης,
πῇ μὲν ἀκοντίζοντες ἐς ἠέρα θύρσον ἀλήτην,
πῇ δὲ παρὰ πλαταμῶνα λιπόσκιον, ἄλλοτε πέτραις
ἔστιχον ἀγρώσσοντες ὀρίτροφα τέκνα λεόντων·
330καί ποτε μουνωθέντες ἐρημάδος ὑψόθεν ὄχθης,
ἐν ψαμάθοις παίζοντες ἐυκροκάλου ποταμοῖο,
ἀμφῖ παλαισμοσύνης φιλοπαίγμονος εἶχον ἀγῶνα·
τοῖσι μὲν οὐ τρίπος ἦεν ἀέθλιον, οὐδ᾽ ἐπὶ νίκῃ
ἀνθεμόεις παρέκειτο λέβης, οὐ φορβάσες ἵπποι,
335ἀλλὰ λιγυφθόγγων διδυμόθροος αὐλὸς Ἐρώτων.
ἀμφοτέροις δ᾽ ἔρις ἦεν ἐπήρατος· ἐν δ᾽ ἄρα μέσσῳ
ἵστατο μάργος Ἔρως, πτερόεις ἐναγώνιος Ἑρμῆς,
στέμμα πόθου νάρκισσον ἐπιπλέξας ὑακίνθῳ. [p. 352]


ἄμφω δ᾽ εἰς μέσον ἦλθον ἀεθλητῆρες Ἐρώτων,
340καὶ παλάμας στεφανηδὸν ἑλιξάμενοι διὰ νώτου,
ἀμφοτέρων σφίγξαντες ἐπ᾽ ἰξύι δεσμὸν ἀγοστῶν,
πλευρὰ διεσφήκωσαν ὁμόζυγι πήχεος ὁλκῷ,
καὶ δέμας ἀλλήλων ἀνεκούφισαν ὑψόθι γαίης
χερσὶν ἀμοιβαίῃσι· καὶ ἥπτετο Βάκχος Ὀλύμπου
345ἀμφὶ παλαισμοσύνης μελιηδέος, εἶχε δὲ δισσὴν
τερπωλὴν ἐρόεσσαν, ἀειρόμενος καὶ ἀείρων...
καὶ παλάμην Βρομίου παλάμης περὶ καρπὸν ἑλίξας,
χερσὶ συναπτομέναις ἑτερόζυγον ἅμμα πιέζων,
διχθαδίῳ συνέεργεν ἀρηρότα δάκτυλα δεσμῷ,
350δεξιτερὴν ἐθέλοντος ἐπισφίγγων Διονύσου.
ἔνθα μὲν ἡβητῆρος ἐπ᾽ ἰξύι χεῖρας ἑλίσσων,
Βάκχος ἐρωμανέεσσι δέμας παλάμῃσι πιέζων,
ἄμπελον ἠέρταζεν, ὁ δὲ Βρομίοιο τυχήσας
κόψε ποδὸς κώληπα· καὶ Εὔιος ἡδὺ γελάσσας,
355ἥλικος ἠιθέοιο τυπεὶς ἁπαλόχροϊ ταρσῷ,
ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησε κονίῃ·
καὶ χθονὶ κεκλιμένοιο θελήμονος ὑψόθι Βάκχου
γυμνῇ νηδύι κοῦρος ἐφίζανεν· αὐτὰρ ὁ χαίρων
ἐκταδὸν ἔνθα καὶ ἔνθα χυθεὶς ἐπεκέκλιτο γαίῃ
360γαστέρι κουφίζων γλυκερὸν βάρος· ἰθυτενὲς δὲ
ἄκρον ὑπὲρ ψαμάθοιο πεδοτριβὲς ἴχνος ἐρείσας
νῶτον ἀνῃώρησε μετάτροπον, ἠνορέην δὲ
φειδομένην ἀνέφηνεν, ἁμιλλητῆρι δὲ παλμῷ
χειρὸς ἀναινομένης ἀπεσείσατο φόρτον Ἐρώτων·
365πλευρὰ δὲ δοχμώσας, πελάσας δ᾽ ἀγκῶνα κονίῃ,
ἡβητὴρ πολύιδρις ἐπ᾽ ἀντιπάλου θόρε νώτου
λοξὸς ἐπὶ πλευρῇσιν, ὑπὲρ λαγόνων δὲ καθάψας
ἄκρα ποδὸς κώληπι, παρὰ σφυρὸν ἴχνος ἐρείσας,
γαστέρα διχθαδίῳ μεσάτην μιτρώσατο δεσμῷ,
370πλευρὰ περιθλίβων, ὑπὸ γούνατι ταρσὸν ἑλίξας [p. 354]
ὄρθιον ἁπλωθέντα· κυλινδομένων δὲ κονίῃ
ἀμφοτέρων καμάτοιο προάγγελος ἔρρεεν ἱδρώς.
ὀψὲ δὲ νικηθέντος, ἀνικήτου περ ἐόντος,
Ζηνὸς ἀεθλητῆρος ἔχων μίμημα τοκῆος
375νικήθη Διόνυσος ἑκούσιος, ὅττι καὶ αὐτὸς
Ζεὺς μέγας αὐτοκύλιστος ἐπ᾽ Ἀλφειοῖο παλαίων
ὤκλασεν, Ἡρακλῆι θελήμονα γούνατα κάμψας.


τοῖος ἀγὼν τετέλεστο φιλέψιος· ἠιθέου δὲ
δίθροον αὐλὸν ἄεθλον ἐκούφισε τερπομένη χείρ.
380καὶ νέος ἱδρώων φαιδρύνετο γυῖα ῥεέθρῳ
καὶ κόνιν ἰκμαλέην ἀπενίψατο· λουομένου δὲ
ἐκ χροὸς ἱδρώοντος ἐπήρατος ἔρρεεν αἴγλη.


οὐδὲ παλαισμοσύνης τελέσας γυιαλκέα νίκην
σύννομος ἡβητῆρος ἐπαύετο Βάκχος ἀθύρων,
385ἀλλὰ ποδωκείης ἀνεμώδεα θῆκεν ἀγῶνα.
καὶ βαλίους ἐς ἔρωτα φέρων μνηστῆρας ἀγῶνος
πρώτῳ μὲν θέτο δῶρα Κυβηλίδος ὄργανα Ῥείης,
κύμβαλα χαλκεόνωτα καὶ αἰόλα δέρματα νεβρῶν·
νίκης δ᾽ ἦεν ἄεθλα τὰ δεύτερα Πανὸς ἑταίρη,
390σύριγξ ἡδυέπεια καὶ ἠχήεσσα βοείη
χαλκοβαρὴς· τριτάτῳ δὲ τίθει Διόνυσος ἀθύρων
ψάμμον ἐρευθιόωσαν ἑτοιμοτάτου ποταμοῖο.
καὶ Βρόμιος σταδίῳ μεμερισμένον οὖδας ὁρίζων
δισσὰ τιταινομένης διεμέτρεεν ἄκρα κελεύθου,
395ὀρθώσας δεκάδωρον ἐπὶ χθονὶ σῆμα πορείης,
στήσας τέρμα δρόμου ταναὸν ξύλον· ἀντιπόρου δὲ
πῆξε τύπον βαλβῖδος ἐπ᾽ ᾐόνι θύρσον ἀείρας·
καὶ Σατύρους ὤτρυνεν ἀεθλεύειν περὶ νίκης.


ὀξὺ δὲ κεκλομένοιο φιλοσκάρθμοιο Λυαίου
400Ληνεὺς πρῶτος ὄρουσε ποδήνεμος, ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
κισσὸς ἀερσιπόδης καὶ ἐπήρατος Ἄμπελος ἔστη· [p. 356]
καὶ ποδὸς ἰθυπόροιο πεποιθότες ὠκέι ταρσῷ
κεκριμένοι στοιχηδὸν ἐφέστασαν· ἐκ δαπέδου δὲ
ἄκρα χαρασσομένοιο μετάρσιον ἴχνος ἀείρας
405κισσὸς ἀελλήεντι ποδῶν κουφίζετο παλμῷ·
τοῦ μὲν ἐπειγομένοιο μετάφρενον ἄσθματι θάλπων
Ληνεὺς ἠερίῃσιν ἐπέτρεχε σύνδρομος αὔραις,
ἀγχιφανὴς προθέοντος, ὀπισθοπόροιο δὲ ταρσοῦ
ἴχνεσιν ἴχνια τύψε χυτῆς ψαύοντα κονίης·
410καὶ τόσος ἀμφοτέρων ἀπελείπετο μέσσον ὁρίζων,
ὁππόσον ἱστοπόνοιο κανὼν πρὸς στήθεϊ κούρης
μεσσοφανὴς λάχε χῶρον ἀκαμπέι γείτονα μαζῷ.
καὶ τρίτος Ἄμπελος ἦεν ὀπίστερος· εἰσορόων δὲ
ζηλήμων Διόνυσος ἐτήκετο λοξὰ δοκεύων
415διχθαδίους προθέοντας ἀεθλητῆρας ἀγώνων,
μή ποτε νικήσωσι καὶ Ἄμπελος ὕστερος ἔλθῃ·
ἀλλὰ θεὸς χραίσμησεν, ἐνιπνεύσας δέ ὁ̣̣̓ ἀλκὴν
κοῦρον ἐυτροχάλοιο ταχίονα θῆκεν ἀέλλης·
καὶ διδύμων πρώτιστος ἀεθλοφόρων ἐν ἀγῶνι
420σπερχομένων, διερῇ μὲν ἐπ᾽ ᾐόνι γούνατα πάλλων,
κισσὸς ἐπωλίσθησε πεσὼν ψαμαθώσεϊ πηλῷ,
καὶ σφαλερὴ Ληνῆος ἐσύρετο γούνατος ὁρμὴ
ἂψ ἀνασειράζουσα ποδῶν δρόμον· ἀθλοφόροι δὲ
ἀμφότεροι λείποντο, καὶ Ἄμπελος ἥρπασε νίκην.
425Σειληνοὶ δὲ γέροντες ἀνίαχον Εὔιον ἠχὼ
νίκην ἠιθέοιο τεθηπότες· ἁβροκόμης δὲ
δέκτο νέος τὰ πρῶτα, τὰ δεύτερα δέχνυτο Ληνεὺς
ζῆλον ἔχων, φθονερὸν δὲ δόλον γίνωσκε Λυαίου
καὶ πόθον· αἰδομένῃ δὲ συνήλικας εἶδεν ὀπωπῇ
430λοίσθια Κισσὸς ἄεθλα κατηφέι χειρὶ κομίζων.