Διαθήκη του Ιωβ
1 1 Βίβλος λόγων Ἰὼβ τοῦ καλουμένου Ἰωβάβ. 2 ἐν ᾗ γὰρ ἡμέρᾳ νοσήσας ἐξετέλει αὐτοῦ τὴν οἰκονομίαν, ἐκάλεσεν τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ καὶ τὰς τρεῖς θυγατέρας αὐτοῦ, 3 ὧν εἰσιν τὰ ὀνόματα Τέρσι Χορός Ὕων Νίκη Φόρος Φίφη Φρούων Ἡμέρα Κασία Ἀμαλθείας κέρας· 4 καλέσας δὲ αὐτοῦ τὰ τέκνα εἶπεν Περικυκλώσαντες, τέκνα μου, περικυκλώσατέ με ἵνα ὑποδείξω ὑμῖν ἃ ἐποίησεν Κύριος μετ᾿ ἐμοῦ καὶ τὰ γενάμενά μοι πάντα· 5 ἐγὼ γάρ εἰμι ὁ πατὴρ ὑμῶν Ἰὼβ ἐν πάσῃ ὑπομονῇ γενόμενος, ὑμεῖς δὲ γένος ἐκλεκτὸν ἔντιμον ἐκ σπέρματος Ἰακὼβ τοῦ πατρὸς τῆς μητρὸς ὑμῶν· 6 ἐγὼ γάρ εἰμι ἐκ τῶν υἱῶν Ἠσαὺ ἀδελφοῦ Ἰακώβ, οὗ ἡ μήτηρ ὑμῶν ἐστιν Δίνα, ἐξ ἧς ἐγέννησα ὑμᾶς· ἡ γὰρ προτέρα μου γυνὴ ἐτελεύτησεν μετὰ ἄλλων δέκα τέκνων ἐν θανάτῳ πικρῷ. ἀκούσατε οὖν μου, τέκνα, καὶ δηλώσω ὑμῖν τὰ συμβεβηκότα μοι.
2 1 Ἐγὼ γάρ εἰμι Ἰωβάβ πρὶν ἢ ὀνομάσαι με ὁ Κύριος Ἰώβ. 2 ὃτε Ἰωβὰβ ἐκαλούμην, ᾤκουν τὸ πρὶν ἔγγιστα εἰδωλίου θρησκευομένου· 3 καὶ συνεχῶς βλέπων ὁλοκαυτώματα αὐτῷ ἀναφερόμενα διελογιζόμην ἐν ἑαυτῷ λέγων 4 Ἆρα οὗτός ἐστιν ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ ἡμᾶς ἀυτούς; ἄρα πῶς γνώσομαι;
3 1 Καὶ ἐν τῇ νυκτὶ κοιμωμένου μου ἦλθέν μοι μεγάλη φωνὴ ἐν μείζονι φωτὶ λέγουσα Ἰωβάβ Ἰωβάβ. 2 καὶ εἶπον Ἰδοὺ ἐγώ. καὶ εἶπεν Ἀνάστηθι καὶ ὑποδείξω σοι τίς ἐστιν οὗτος ὃν γνῶναι θέλεις· 3 οὗτος οὗ τὰ ὁλοκαυτώματα προσφέρουσιν καὶ σπένδουσιν οὐκ ἔστιν θεός, ἀλλὰ αὓτη ἐστὶν ἡ δύναμις τοῦ διαβόλου, ἐν ᾧ ἀπατηθήσεται ἡ ἀνθρωπίνη φύσις. 4 καὶ ἐγὼ ἀκούσας κατέπεσα ἐπὶ τὴν κλίνην μου προσκυνῶν καὶ λέγων 5 Κύριέ μου ὁ ἐπὶ τῇ σωτηρίᾳ τῆς ἐμῆς ψυχῆς ἐλθών, 6 δέομαί σου, εἴπερ οὗτός ἐστιν ὁ τόπος τοῦ Σατανᾶ ἐν ᾧ ἀπατηθήσονται οἱ ἄνθρωποι, δός μοι ἐξουσίαν ἵνα ἀπελθὼν καθαρίσω αὐτοῦ τὸν τόπον, 7 ἵνα ποιήσω μηκέτι σπένδεσθαι αὐτόν. καὶ τίς ἐστιν ὁ κωλύων με βασιλεύοντα ταύτης τῆς χώρας;
4 1 Καὶ ἀποκριθεὶς ἐμοὶ εἶπεν τὸ φῶς Ὅτι μὲν καθαρίσαι τοῦτον τὸν τόπον δυνήσῃ, ἀλλὰ ὑποδείκνυμί σοι πάντα ἅπερ ἐνετείλατό μοι Κύριος μεταδιδόναι σοι. 2 κἀγὼ εἶπον ὅτι Πάντα ὅσα ἐνετείλατό μοι τῷ θεράποντι αὐτοῦ ἀκούσομαι καὶ πράξω. 3 καὶ πάλιν εἶπεν Τάδε λέγει Κύριος 4 Ἔαν ἐπιχειρήσεις καθαρίσαι τὸν τόπον τοῦ Σατανᾶ, ἐπαναστήσεταί σοι μετὰ ὀργῆς εἰς πόλεμον. μόνον ὅτι θάνατόν σοι οὐ δυνήσεται ἐπενεγκεῖν· ἐπιφέρει δέ σοι πληγὰς πολλάς, 5 ἀφαιρεῖταί σου τὰ ὑπάρχοντα, τὰ παιδία σου ἀναιρήσει· 6 ἀλλ᾿ ἐὰν ὑπομείνῃς, ποιήσω σου τὸ ὄνομα ὀνομαστὸν ἐν πάσαις ταῖς γενεαῖς τῆς γῆς ἄχρι τῆς συντελείας τοῦ αἰῶνος. 7 καὶ πάλιν ἀνακάμψω σε ἐπὶ τὰ ὑπάρχοντά σου, καὶ ἀποδοθήσεταί σοι διπλάσιον, 8 ἵνα γνῷς ὅτι ἀπροσωπόληπτός ἐστιν, ἀποδιδοὺς ἑκάστῳ τῷ ὑπακούοντι ἀγαθά 9· καὶ ἐγερθήσῃ ἐν τῇ ἀναστάσει· 10 ἔσῃ γὰρ ὡς ἀθλητὴς πυκτεύων καὶ καρτερῶν πόνους καὶ ἐκδεχόμενος τὸν στέφανον. 11 τότε γνώσει ὅτι δίκαιος καὶ ἀληθινὸς καὶ ἰσχυρὸς ὁ Κύριος , ἐνισχύων τοὺς ἐκλεκτοὺς αὐτοῦ.
5 1 Καὶ ἐγώ , τεκνία μου, ἀνταπεκρίθην αὐτῷ ὅτι Ἄχρι θανάτου ὑπομείνω καὶ οὐ μὴ ἀναποδίσω. 2 καὶ μετὰ τὸ σφραγισθῆναί με ὑπὸ τοῦ ἀγγέλου ἀνελθόντος ἀπ᾽ ἐμοῦ, τότε ἐγώ, τεκνία μου , ἀναστὰς ἐν τῇ ἑξῆς νυκτί, παραλαβῶν μεθ᾽ ἑαυτοῦ πεντήκοντα παῖδας, καὶ εἰς τὸν ναὸν τοῦ εἰδωλίου ἀπελθὼν κατήνεγκα αὐτὸ εἰς τὸ ἔδαφος, 3 καὶ οὕτως ἀνεχώρησα εἰς τὸν οἶκόν μου, κελεύσας ἀσφαλισθῆναι τὰς θύρας.
6 1 Ἀκούσατέ μου, τεκνία, καὶ θαυμάσατε· 2 ἅμα γὰρ εἰσῆλθον εἰς τὸν οἶκόν μου καὶ τὰς θύρας μου ἀσφαλισάμενος ἐνετειλάμην τοῖς προθύροις μου ὅ 3 Εἴ τις σήμερον ζητήσῃ με, μὴ σημανθήτω, ἀλλ᾽ εἴπατε ὅτι Οὐ σχολάζει· περὶ γὰρ πράγματος ἀναγκαίου ἔνδον ἐστίν. 4 καὶ ἐμοῦ ἔνδον ὄντος, ὁ Σατανᾶς μετασχηματισθεὶς εἰς ἐπαίτην ἔκρουσεν τὴν θύραν 5 καὶ λέγει τῇ θυρωρῷ Σήμανον τῷ Ἰὼβ λέγουσα ὅτι Βούλομαι συντυχεῖν σοι. 6 καὶ ἡ θυρωρὸς εἰσελθοῦσα λέγει μοι ταῦτα, 7 καὶ ἤκουσεν παρ᾽ ἐμοῦ δηλῶσαι μὴ σχολάζειν με νῦν.
7 1 Ὁ δὲ Σατανᾶς ἀκούσας ἀπῆλθεν καὶ ἐπέθετο τοῖς ὤμοις ἀσσάλιον, καὶ ἐλθὼν λελάληκεν τῇ θυρωρῷ λέγων 2 Εἰπὸν τῷ Ἰώβ Δός μοι ἄρτον ἐκ τῶν χειρῶν σου ἵνα φάγω. 3 καὶ ἐγὼ ἄρτον ἐκκεκαυμένον δέδωκα τῇ παιδὶ διδόναι αὐτῷ, καὶ εἶπον αὐτῷ ὅτι 4 Μηκέτι προσδόκα φαγεῖν ἐκ τῶν ἐμῶν ἄρτων, ὅτι ἀπηλλοτρίωσαί μου. 5 καὶ ἡ θυρωρὸς αἰδεσθεῖσα δοῦναι αὐτῷ τὸν κεκαυμένον καὶ σποδοείδην ἄρτον, 6 ἐπεὶ μὴ ἔγνωκεν εἶναι αὐτὸν τὸν Σατανᾶν, ἦρεν ἐκ τῶν ἑαυτῆς ἕνα ἄρτον καλὸν καὶ ἔδωκεν αὐτῷ. 7 ὁ δὲ λαβὼν καὶ γνοὺς τὸ γεγονός, εἶπεν τῇ παιδί Ἀπελθοῦσα, κακὴ δούλη, φέρε τὸν δοθέντα σοι δοθῆναί μοι ἄρτον. 8 καὶ ἔκλαυσεν μετὰ λύπης μεγάλης ἡ παῖς λέγουσα Ἀληθῶς καλῶς σὺ λέγεις εἶναί με κακὴν δούλην· 9 εἰ γὰρ μὴ ἤμην, ἐποίησα ἂν καθὼς προσετάχθη μοι ὑπὸ τοῦ δεσπότου μου. καὶ ὑποστρέψασα προσήνεγκεν αὐτῷ τὸν κεκαυμένον ἄρτον λέγουσα αὐτῷ Τάδε λέγει ὁ κύριός μου ὅτι 10 Οὐκέτι οὐ μὴ φάγῃς ἐκ τῶν ἄρτων μου, διότι ἀπηλλοτριώθην σου· 11 ἀκμὴν καὶ τοῦτό σοι ἔδωκα ἵνα μὴ ἐγκληθῶ ὅτι τῷ αἰτήσαντι ἐχθρῷ οὐδὲν παρέσχον. 12 ταῦτα ἀκούσας ὁ Σατανᾶς ἀντέπεμψέν μοι τὴν παῖδα λέγων ὅτι Ὡς ὁλόκαυστός ἐστιν ὁ ἄρτος οὗτος, οὕτως ποιήσω καὶ τὸ σῶμά σου τοιοῦτον· ἐν γὰρ μιᾷ ὥρᾳ ἀπέρχομαι καὶ ἐρημώσω σε. 13 καὶ ἀνταπεκρίθην αὐτῷ Ὅ ποιεῖς ποίησον· εἴ τι γὰρ βούλει ἀγάγαι μοι, ἕτοιμός εἰμι ὑποστῆναι ἅπερ ἐπιφέρεις μοι.
8 1 Ὅτε δὲ ἀπέστη ἀπ᾽ ἐμοῦ, ἀπελθὼν ὑπὸ τὸ στερέωμα 2 ὅρκωσεν τὸν Κύριον ἵνα λάβῃ ἐξουσίαν κατὰ τῶν ὑπαρχόντων μου. 3 καὶ τότε λαβὼν τὴν ἐξουσίαν ἦλθεν καὶ ἦρέν μου σύμπαντα τὸν πλοῦτον.
9 1 Ἀκούσατε οὖν, ὑποδείξω γὰρ ὑμῖν πάντα τὰ συμβεβηκότα μοι καὶ τὰ ἀρθέντα μοι. 2 εἶχον γὰρ ἑκατὸν τριάκοντα χιλιάδας προβάτων 3 καὶ ἀφώρισα ἀπ᾽ αὐτῶν χιλιάδας ἑπτὰ καρῆναι εἰς ἔνδυσιν ὀρφανῶν καὶ χηρῶν καὶ πενήτων καὶ ἀδυνάτων· ἦν δέ μοι ἀγέλη κυνῶν ὀκτακόσιοι φυλάσσοντές μου τὸν οἶκον· 4 εἶχον δὲ καμήλους ἐννακισχιλίους, καὶ ἐξ αὐτῶν ἐξελεξάμην τρισχιλίας ἐργάζεσθαι πᾶσαν πόλιν, 5 καὶ γομώσας ἀγαθῶν ἀπέστειλα εἰς τὰς πόλεις καὶ εἰς τὰς κώμας, ἐντειλάμενος ἀπελθεῖν καὶ ἐπιδιδόναι τοῖς ἀδυνάτοις καὶ τοῖς ὑστερουμένοις καὶ ταῖς χηραῖς πάσαις· 6 εἶχον δὲ ἑκατὸν τεσσαράκοντα χιλιάδας ὄνων νομάδων, καὶ ἀφώρισα ἐξ αὐτῶν πεντακοσίας, καὶ τὴν ἐξ αὐτῶν γονὴν ἐκέλευον πιπράσκεσθαι καὶ διδόναι τοῖς πένησιν καὶ ἐπιδεομένοις. 7 καὶ ἤρχοντό μοι εἰς ἀπάντησιν ἀπὸ πασῶν τῶν χωρῶν ἅπαντες. ἀνεῳγμέναι δὲ ἦσαν αἱ τέσσαρες θύραι τοῦ οἴκου μου· 8 ἐκέλευον δὲ τοῖς οἰκέταις μου ταύτας εἶναι ἀνεῳγμένας, τοῦτον τὸν σκοπὸν ἔχων, μὴ ἄρα ἔλθωσίν τινες αἰτοῦντες ἐλεημοσύνην καὶ ἴδωσίν με παρακαθεζόμενον τῇ θύρᾳ, καὶ αἰδεσθέντες ἀποστραφῶσιν μηδὲν λαβόντες· ἀλλ᾽ ὅταν ἴδωσίν με πρὸς μίαν θύραν καθήμενον, δυνηθῶσιν διὰ τῆς ἄλλης ἐπανελθεῖν καὶ λαβῶσιν ὅσον χρῄζουσιν.
10 1 Ἦσαν δέ μοι καὶ τράπεζαι ἱδρυμέναι τριάκοντα ἐν τῷ οἴκῳ μου ἀκίνητοι πᾶσας ὥρας τοῖς ξένοις μόνοις· 2 εἶχον δὲ καὶ τῶν χηρῶν ἄλλας δώδεκα τραπέζας κειμένας· 3 καὶ εἴ τις ξένος προήρχετο αἰτῆσαι ἐλεημοσύνην, ἀνάγκην εἶχεν τρέφεσθαι ἐν τῇ τραπέζῃ πρὶν ἢ λαβεῖν τὴν χρείαν· 4 καὶ οὐδὲ ἐπέτρεπον ἐξελθεῖν τὴν θύραν μου κόλπῳ κενῷ· 5 εἶχον δὲ τρισχίλια καὶ πεντακόσια ζεύγη βοῶν, καὶ ἐξελεξάμην ἐξ αὐτῶν ζεύγη πεντακόσια καὶ ἔστησα εἰς τὸν ἀροτριασμὸν ὃν δύνανται ποιεῖν ἐν πάντι ἀγρῷ τῶν προσλαμβανόντων αὐτά, 6 καὶ τὸν καρπὸν αὐτῶν ἀφορίζειν τοῖς πένησιν εἰς τὴν τράπεζαν αὐτῶν· 7 εἶχον δὲ ἀρτοκόπια πεντήκοντα ἀφ᾽ ὧν ἔταξα εἰς τὴν ὑπηρεσίαν τῆς τῶν πτωχῶν τραπέζης.
11 1 Ἦσαν δὲ καὶ ξένοι τινὲς ἰδόντες τὴν ἐμὴν προθυμίαν, καὶ ἐπεθύμησαν καὶ αὐτοὶ ὑπηρετεῖν τῇ διακονίᾳ· 2 καὶ ἄλλοι τινὲς ἦσάν ποτε ἀποροῦντες, καὶ μηδὲν δυνάμενοι ἀναλῶσαι ἤρχοντο παρακαλοῦντες καὶ λέγοντες Δεόμεθά σου, καὶ ἡμεῖς δυνάμεθα ταύτην τὴν διακονίαν ἐκτελέσαι; οὐδὲν δὲ κεκτήμεθα· 3 ποίησον σὺ μεθ᾽ ἡμῶν ἔλεος καὶ πρόχρησον ἡμῖν χρυσίον ἵνα ἀπέλθωμεν εἰς τὰς μακρὰς πόλεις ἐμπορευόμενοι καὶ τοῖς πένησιν δυνηθῶμεν ποιήσασθαι διακονίαν, 4 καὶ μετὰ τοῦτο ἀποκαταστήσωμέν σοι τὸ ἴδιον. 5 καὶ ἐγὼ ταῦτα ἀκούων ἠγαλλιώμην ὅτι ὅλως παρ᾽ ἐμοῦ λαμβάνουσιν εἰς οἰκονομίαν τῶν πτωχῶν· 6 καὶ προθύμως δεξάμενος τὸ γραμματεῖον ἐδίδουν αὐτοῖς ὅσον ἤθελον, 7 μὴ λαμβάνων παρ᾽ αὐτῶν ἐνέχυρα εἰ μὴ μόνον ἔγγραφον. 8 καὶ οὕτως ἐνεπορεύοντο ἐν τοῖς ἐμοῖς. 9 ἐνίοτε δὲ ἐμπορευόμενοι ἐπετύγχανον καὶ ἐδίδουν τοῖς πτωχοῖς. 10 ἐνίοτε δὲ πάλιν ἀπεσυλοῦντο καὶ ἤρχοντο καὶ παρεκάλουν με λέγοντες Δεόμεθά σου, μακροθύμησαν ἐφ᾽ ἡμᾶς· ἴδωμεν πῶς ἀποκαταστῆσαί σοι δυνάμεθα. 11 κἀγὼ ἀνυπερθέτως προέφερον αὐτοῖς τὸ χειρόγραφον καὶ ἀνεγίνωσκον στέφανον ἐπιφερόμενος ἀφαιρήσεως λέγων Ὅσον προφάσει τῶν πενήτων ἐπίστευσα ὑμῖν, οὐδὲν λήψομαι παρ᾽ ὑμῶν. 12 οὐδὲ ἐδεχόμην τι παρὰ τοῦ ὀφειλέτου μου.
12 1 Καὶ εἴ ποτέ μοι ἤρχετο ἀνὴρ ἱλαρὸς τὴν καρδίαν λέγων Οὔτε ἐγὼ εὐπορῶ ἐπικουρῆσαι τοῖς πένησιν· βούλομαι μέντοι κἂν διακονῆσαι τοῖς πτωχοῖς σήμερον ἐν τῇ σῇ τραπέζῃ. 2 καὶ συγχωρηθεὶς ὑπηρέτει καὶ ἔτρωγεν· καὶ ἑσπέρας γινομένης ἐξερχόμενος ἀπελθεῖν εἰς τὸν οἶκον αὐτοῦ λαμβάνειν ἠναγκάζετο παρ᾽ ἐμοῦ λέγοντος 3 Ἐπίσταμαι ὅτι ἐργάτης εἶ ἄνθρωπος προσδοκῶν καὶ ἀναμένων σου τὸν μισθόν· ἀνάγκην ἔχεις λαβεῖν. 4 καὶ οὐκ ἔων μισθὸν μισθωτοῦ ἀπομεῖναι παρ᾽ ἐμοί ἐν τῇ οἰκίᾳ μου.
13 1 Διεφώνουν δὲ οἱ ἀμέλγοντες τὰς βοῦς ῥέοντος τοῦ γάλακτος ἐν τοῖς ὄρεσιν· 2 καὶ τὸ βούτυρον διεχεῖτο ἐν ταῖς ὁδοῖς μου, καὶ τὰ κτήνη μου ἀπὸ τοῦ πλήθους ἐν ταῖς πέτραις καὶ τοῖς ὄρεσιν ἐκοιτάζοντο διὰ τὰ λοχευόμενα. 3 καὶ διὰ ταῦτα τὰ μὲν ὄρη ἐκλύζοντο γάλακτι καὶ ὡς πεπηγμένον βούτυρον γίγνεσθαι, 4 ἀπέκαμνον δὲ καὶ οἱ δοῦλοί μου οἱ τὰ τῶν χηρῶν ἐδέσματα ἑψοῦντες, καὶ τῶν πενήτων 5 ὀλιγωρούντων κατηρῶντό μοι λέγοντες Τίς ἂν δῴη ἡμῖν ἐκ τῶν σαρκῶν αὐτοῦ ἐμπλησθῆναι; 6 λίαν μου χρηστοῦ ὄντος.
14 1 Εἶχον δὲ ἓξ ψαλμοὺς καὶ δεκάχορδον κιθάραν· 2 καὶ διεγειρόμην τὸ καθ᾽ ἡμέραν μετὰ τὸ τρέφεσθαι τὰς χήρας, καὶ ἐλάμβανον τὴν κιθάραν καὶ ἔψαλλον αὐτοῖς, καὶ αὐταὶ ὕμνουν. 3 καὶ ἐκ τοῦ ψαλτηρίου ἀνεμίμνησκον αὐτὰς τοῦ θεοῦ ἵνα δοξάσωσιν τὸν Κύριον. 4 καὶ εἴ ποτε διεγόγγυζον αἱ θεράπαιναί μου, ἀνελάμβανον τὸ ψαλτήριον καὶ τὸν μισθὸν τῆς ἀνταποδόσεως ἔψαλλον, 5 καὶ κατέπαυον αὐτὰς τῆς ὀλιγωρίας τοῦ γογγυσμοῦ.
15 1 Καὶ τὰ ἐμὰ τέκνα μετὰ τὴν ὑπηρεσίαν τῆς διακονίας ἦρον καθ᾽ ἡμέραν τὸ δεῖπνον αὐτῶν 2 καὶ εἰσήρχοντο παρὰ τῷ ἀδελφῷ τῷ πρεσβυτέρῳ δειπνῆσαι μετ᾽ αὐτοῦ, 3 συμπαραλαμβάνοντες καὶ τὰς τρεῖς ἀδελφὰς μεθ᾽ ἑαυτῶν· τὰ δὲ ἐπικείμενα ταῖς θεραπαινίσιν, 4 ἐπειδὴ γὰρ καὶ οἱ υἱοί μου ἀνέκειντο τοῖς ἀρρενικοῖς δούλοις τοῖς διακονοῦσιν· ἀνιστάμενος οὖν ἐγὼ κατὰ τὸ πρωὶ ἀνέφερον ὑπὲρ αὐτῶν θυσίας κατὰ ἀριθμὸν αὐτῶν, περιστερὰς τριακοσίας, ἐρίφους αἰγῶν πεντήκοντα καὶ πρόβατα δεκάδυο· 5 ταῦτα πάντα μετὰ τὴν σύνταξιν ἐκέλευον κατασκευασθῆναι τοῖς πτωχοῖς, καὶ ἔλεγον αὐτοῖς Ταῦτα λαμβάνετε περισσὰ μετὰ τὴν σύνταξιν ἵνα δεηθῆτε ὑπὲρ τῶν τέκνων μου· 6 μὴ ἄρα οἱ υἱοί μου ἥμαρτον ἐνώπιον Κυρίου καυχώμενοι λέγοντες μετὰ καταφρονήσεως ὅτι 7 Ἡμεῖς τέκνα ἐσμὲν τοῦ πλουσίου τούτου ἀνδρός, ἡμῶν δέ ἐστιν τὰ χρήματα ταῦτα· 8 διὰ τί δὲ καὶ διακονοῦμεν; διότι βδέλυγμά ἐστιν ἐναντίον τοῦ θεοῦ ἡ ὑπερηφανία. 9 καὶ πάλιν ἐξαίρετον μόσχον ἀνέφερον ἐπὶ τὸ θυσιαστήριον τοῦ θεοῦ, μήπως οἱ υἱοί μου ἐνενοήσαντο κακὰ ἐν τῇ καρδίᾳ αὐτῶν πρὸς τὸν θεόν.
16 1 Ἐμοῦ δὲ τοῦτο ποιοῦντος ἐν τοῖς ἑπτὰ ἔτεσιν μετὰ τὸ τὸν ἄγγελον ὑποδεῖξαί μοι, 2 εἶτα μετὰ τὸ εἰληφέναι τὴν ἐξουσίαν τὸν Σατανᾶν, τότε λοιπὸν ἀνηλεῶς κατῆλθεν 3 καὶ ἐφλόγισεν τὰς ἑπτὰ χιλιάδας τῶν προβάτων τὰ ταγέντα εἰς ἔνδυσιν τῶν χηρῶν, καὶ τὰς τρισχιλίας καμήλους καὶ τὰς πεντακοσίας ὄνους καὶ τὰ πεντακόσια ζεύγη τῶν βοῶν. 4 ταῦτα πάντα ἀνήλισκεν δι᾽ ἑαυτοῦ καθ᾽ ἣν εἴληφεν ἐξουσίαν κατ᾽ ἐμοῦ. 5 καὶ τὰ λοιπὰ τῶν κτηνῶν μου ᾐχμαλώτισται ὑπὸ τῶν συμπολιτῶν μου τῶν 6 καὶ παρ᾽ ἐμοῦ εὐεργετηθέντων, νυνὶ δὲ ἐπανισταμένων μοι καὶ ἀφαιρουμένων τὰ ὑπόλοιπα τῶν θρεμμάτων μου. 7 καὶ τῶν ὑπαρχόντων μοι ἀνήγγειλάν μοι τὴν ἀπώλειαν, καὶ ἐδόξασα τὸν θεὸν καὶ οὐκ ἐβλασφήμησα.
17 1 Τότε ὁ διάβολος ἐγνωκώς μου τὴν καρδίαν κατεμηχανήσατό με· 2 καὶ μετασχηματισθεὶς εἰς βασιλέα τῶν Περσῶν ἐπέστη τῇ ἐμῇ πόλει, συναγαγὼν πάντας τοὺς ἐν αὐτῇ πανούργους, 3 καὶ ἐλάλησεν μετὰ ἀπειλῆς αὐτοῖς λέγων Οὗτος ὁ ἀνὴρ Ἰώβαβ ὁ ἀναλώσας πάντα τὰ ἀγαθὰ τῆς γῆς καὶ μηδὲν καταλιπών, ὁ διαδεδωκὼς τοῖς ἐπιδεομένοις καὶ τυφλοῖς καὶ χωλοῖς, 4 καὶ τὸν μὲν ναὸν τοῦ μεγάλου θεοῦ καθελὼν καὶ ἀφανίσας τὸν τόπον τῆς σπονδῆς· διὸ κἀγὼ ἀνταποδώσω αὐτῷ καθὰ ἔπραξεν κατὰ τοῦ οἴκου τοῦ θεοῦ. συνέλθατε οὖν καὶ σκυλεύσατε ἑαυτοῖς πάντα τὰ ζῷα καὶ ὅσα ἔχει ἐπὶ τῆς γῆς. 5 καὶ αὐτοὶ ἀποκριθέντες εἶπον αὐτῷ Ἔχει ἑπτὰ υἱοὺς καὶ θυγατέρας τρεῖς· μὴ ἄρα καταφύγωσιν εἰς ἑτέρας χώρας καὶ ἐντύχωσιν καθ᾽ ἡμῶν ὡς τυραννούντων, καὶ λοιπὸν ἐπαναστάντες ἀποκτείνωσιν ἡμᾶς. 6 καὶ εἶπεν αὐτοῖς Μὴ φοβηθῆτε ὅλως· τὰ πλείονα τῶν κτημάτων αὐτοῦ ἤδη ἀπώλεσα ἐν πυρί· τὰ ἄλλα ᾐχμαλώτευσα, καὶ ἰδοὺ καὶ τὰ τέκνα αὐτοῦ ἀπολέσω.
18 1 Ταῦτα δὲ λέγων αὐτοῖς ἀπῆλθεν καὶ κατέβαλεν τὴν οἰκίαν ἐπὶ τὰ τέκνα μου καὶ ἀνεῖλεν αὐτά· 2 καὶ οἱ συμπολῖται ἰδόντες ὅτι ἀληθῶς γέγονεν τὰ εἰρημένα, ἐπελθόντες ἐδίωξάν με καὶ πάντα τὰ ἐν τῇ οἰκίᾳ μου ἥρπαζον. 3 οἱ ἐμοὶ ὀφθαλμοὶ ἔβλεπον ἐπάνω τῶν τραπεζῶν μου καὶ κραββάτων ἄνδρας εὐτελεῖς καὶ ἀτίμους· 4 καὶ οὐκ ἠδυνάμην φθέγξασθαι· ἠτονημένος γὰρ ἤμην ὡς γυνὴ παρειμένη τὰς ὀσφύας ἀπὸ τοῦ πλήθους τῶν ὠδίνων, 5 μνησθεὶς μάλιστα τοῦ προσημανθέντος μοι πολέμου ὑπὸ τοῦ Κυρίου διὰ τοῦ ἀγγέλου αὐτοῦ καὶ τῶν ἐγκωμίων τῶν λαληθέντων μοι· 6 καὶ ἐγενόμην ὡς θέλων εἰσβαλεῖν εἰς πόλιν τινὰ ἰδεῖν τὸν αὐτῆς πλοῦτον καὶ κληρονομεῖν μέρος τῆς δόξης αὐτῆς, 7 καὶ ὡς φορτίον ἐμβαλλόμενος ἐν θαλασσίῳ πλοίῳ καὶ μεσοπελαγίσας ἰδὼν τὴν τρικυμίαν καὶ τὴν ἐναντίωσιν τῶν ἀνέμων ἔρριψεν εἰς θάλασσαν τὸ φορτίον λέγων Θέλω ἀπολέσθαι τὰ πάντα, μόνον εἰσελθεῖν εἰς τὴν πόλιν ταύτην ἵνα κληρονομήσω τὰ κρείττονα τῶν σκευῶν καὶ τὸ πλοῖον. 8 οὕτω κἀγὼ ἡγησάμην τὰ ἐμὰ ἀντ᾽ οὐδένος πρὸς ἐκείνην τὴν πόλιν περὶ ἧς λελάληκέν μοι ὁ ἄγγελος.
19 1 Ἐλθόντος δὲ τοῦ ἐσχάτου ἀγγέλου καὶ δηλώσαντός μοι τὴν τῶν ἐμῶν τέκνων ἀπώλειαν, ἐταράχθην ἐν μεγάλῃ ταραχῇ 2 καὶ διέρρηξά μου τὰ ἱμάτια λέγων τῷ ἀπαγγέλλοντι Πῶς οὖν σὺ ἐσώθης; 3 καὶ τότε ἐγὼ συνιδὼν τὸ γενόμενον ἀνεβόησα λέγων 4 Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον.
20 1 Τῶν οὖν ὑπαρχόντων μοι πάντων ἀπολομένων ἔμαθεν ὁ Σατανᾶς ὅτι οὐδὲν δύναταί με εἰς ὀλιγωρίαν τρέψαι· 2 καὶ ἀπελθὼν ᾐτήσατο τὸ σῶμά μου παρὰ τοῦ Κυρίου ἵνα ἐπενέγκῃ μοι πληγὴν· 3 καὶ τότε παρέδωκέν με ὁ Κύριος εἰς χεῖρας αὐτοῦ χρήσασθαι τῷ σώματι ὡς ἠβούλετο, τῆς δὲ ψυχῆς μου οὐκ ἔδωκεν αὐτῷ τὴν ἐξουσίαν· 4 καὶ προσῆλθέν μοι καθημένῳ ἐπὶ τὸν θρόνον καὶ πενθοῦντι τὴν τῶν τέκνων μου ἀπώλειαν· 5 καὶ ὁμοιώθη μεγάλῃ καταιγίδι καὶ τὸν θρόνον μου κατέστρεψεν, καὶ ἐποίησεν τρεῖς ὥρας ἐπὶ τὸν θρόνον μου μὴ δυνηθεὶς ἐξελθεῖν· 6 καὶ ἐπάταξέν με πληγὴν σκληρὰν ἀπὸ ποδῶν ἕως κεφαλῆς· 7 καὶ ἐν μεγάλῃ ταραχῇ καὶ ἀδημονίᾳ ἐξῆλθον τὴν πόλιν, καὶ καθεσθεὶς ἐπὶ τῆς κοπρίας 8 σκωληκόβρωτον τὸ σῶμά μου εἶχον· καὶ συνέβρεχον τὴν γῆν ἐκ τῆς ὑγρασίας καὶ ἰχῶρες τοῦ σώματος σκώληκες πολλοὶ ἦσαν ἐν τῷ σώματί μου· 9 καὶ εἴποτε ἀφήλατο σκώληξ, ἦρον καὶ κατήγγιζον εἰς τὸν αὐτὸν τόπον λέγων Παράμεινον ἐν τῷ αὐτῷ τόπῳ ἐν ᾧ ἐτέθης ἄχρις οὗ ἐνταλθῇ ὑπὸ τοῦ κελεύσαντός σε.
21 1 Καὶ ἐποίησα ἔτη τεσσαράκοντα ὀκτὼ ἐν τῇ κοπρίᾳ ἐκτὸς τῆς πόλεως ἐν ταῖς πληγαῖς ὥστε ἰδεῖν, 2 τέκνα μου, τοῖς ἐμοῖς ὀφθαλμοῖς τὴν πρώτην μου γυναῖκα ὑδροφοροῦσαν εἰς οἶκον τινὸς εὐσχήμονος ὡς παιδίσκην ἕως ἂν λάβῃ ἄρτον καὶ προσενέγκῃ μοι· 3 καὶ ἐγὼ κατανενυγμένος ἔλεγον Ὦ τῆς ἀλαζονείας τῶν ἀρχόντων τῆς πόλεως ταύτης· πῶς χρῶνται τῇ γαμετῇ μου ὡς δουλίδι. 4 καὶ μετὰ ταῦτα ἀνελάμβανον λογισμὸν μακρόθυμον.
22 1 Καὶ μετὰ ἕνδεκα ἔτη καὶ αὐτὸν τὸν ἄρτον ἀφείλαντο μὴ προσενεχθῆναί μοι, μόλις ἐπιτρέψαντες ἔχειν αὐτὴν τὴν ἰδίαν τροφήν· 2 καὶ αὐτὴ λαμβάνουσα διεμέριζεν αὑτῇ τε καὶ ἐμοί, λέγουσα μετ᾽ ὀδύνης Οὐαί μοι, τάχα οὔτε ἄρτου χορτάζεται. 3 καὶ οὐκ ἐφείδετο ἐξελθεῖν ἐν τῇ ἀγορᾷ προσαιτῆσαι ἄρτον παρὰ τῶν ἀρτοπρατῶν ἕως ἂν προσενέγκῃ μοι καὶ φάγομαι.
23 1 Καὶ ὁ Σατανᾶς τοῦτο γνοὺς μετεσχηματίσθη εἰς πράτην· 2 καὶ ἐγένετο κατὰ συντυχίαν ἀπελθεῖν πρὸς αὐτὸν τὴν γυναῖκά μου καὶ αἰτῆσαι ἄρτον, νομίζουσα εἶναι αὐτὸν ἄνθρωπον. 3 καὶ ὁ Σατανᾶς ἔλεγεν αὐτῇ Παρασχοῦ τὸ τίμημα καὶ λάβε ὃ θέλεις. 4 ἀποκριθεῖσα δὲ αὐτῷ λέγει Πόθεν μοι ἀργύριον; ἀγνοεῖς τὰ συμβεβηκότα ἡμῖν πονηρά; 5 εἰ μὲν ἐλεεῖς ἐλέησον, εἰ δὲ μὴ σὺ ὄψει. 6 καὶ ἀπεκρίθη αὐτῇ λέγων Εἰ μὴ ἄξιοι ἦτε τῶν κακῶν, οὐκ ἂν ἀπελάβετε αὐτά· 7 νῦν οὖν εἰ μὴ ἔχεις ἐν χερσίν σου ἀργύριον, ὑποθοῦ μοι τὴν τρίχα τῆς κεφαλῆς σου καὶ λάβε τρεῖς ἄρτους· ἴσως δυνήσεσθε ζῆσαι ἐν τρισὶν ἡμέραις. 8 τότε λέγει ἐν ἑαυτῇ Τί γάρ μοι ἡ θρὶξ τῆς κεφαλῆς πρὸς τὸν πεινοῦντα ἄνδρα μου; 9 καὶ οὕτω καταφρονήσασα τῆς τρίχος εἶπεν αὐτῷ Ἀνάστα, ἆρον αὐτήν. 10 τότε λαβὼν ψαλίδα ἔκειρεν τὴν τρίχα τῆς κεφαλῆς αὐτῆς καὶ ἔδωκεν αὐτῇ τρεῖς ἄρτους πάντων βλεπόντων· 11 ἡ δὲ λαβοῦσα ἦλθεν καὶ προσφέρει μοι· καὶ ὁ Σατανᾶς ἠκολούθει αὐτῇ ἐν τῇ ὁδῷ περιπατῶν κεκρυμμένως, καὶ ἐπλαγίαζεν αὐτῆς τὴν καρδίαν.
24 1 Ἅμα τε ἤγγισεν ἡ γυνή μου, ἀνακράξασα μετὰ κλαυθμοῦ λέγει μοι Ἰώβ Ἰώβ, ἄχρι τίνος καθέζῃ ἐπὶ τῆς κοπρίας ἔξωθεν τῆς πόλεως λογιζόμενος ἔτι μικρὸν καὶ ἐκδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας σου; 2 καὶ ἐγὼ πλανῆτις καὶ λάτρις τόπον ἐκ τόπου περιερχομένη· διὸ ἀπώλετο ἀπὸ γῆς τὸ μνημόσυνόν σου, οἱ υἱοί μου καὶ αἱ θυγατέρες τῆς ἐμῆς κοιλίας οὓς εἰς κενὸν ἐκοπίασα μετὰ μόχθων· 3 σὺ δὲ αὐτὸς κάθῃ ἐν σαπρίᾳ σκωλήκων διανυκτερεύων αἴθριος, 4 κἀγὼ πάλιν ἡ παναθλία ἐργαζομένη ἡμέρας ὀδυνωμένη καὶ ἐν νυκτὶ ἕως ἂν εὐπορήσασα ἄρτον προσενέγκω σοι· 5 οὐκέτι γὰρ δὴ μόλις τὴν ἐμὴν τροφὴν λαμβάνω καὶ διαμερίζω σοί τε καὶ ἐμοί, 6 ἐννοουμένη ἐν τῇ καρδίᾳ μου ὅτι οὐκ ἀρκετὸν εἶναί σε ἐν πόνοις, ἀλλὰ καὶ μὴ ἐμπλήσκεσθαί σε τοῦ ἄρτου· 7 ὥστε τολμῆσαί με ἀναισχύντως ἐξελθεῖν εἰς τὴν ἀγοράν, 8 εἰ κατανύγομαι ἐν τῇ καρδίᾳ μου ὅτι οὐκ ἀρκετὸν πράττειν Δὸς τὸ ἀργύριον καὶ λήψει. 9 καὶ ἐμὲ δὲ δεῖξαι τὴν ἀπορίαν ἡμῶν αὐτῷ καὶ ἀκοῦσαι παρ᾽ αὐτοῦ Εἰ μὴ ἔχεις, ὦ γύναι, ἀργύριον, παρασχοῦ τὴν τρίχα τῆς κεφαλῆς σου καὶ λάμβανε τρεῖς ἄρτους· ἴσως ζήσεσθε ἐν τρισὶν ἡμέραις. 10 κἀγὼ ἐκκακήσασα εἶπον αὐτῷ Ἀναστὰς κεῖρόν με. καὶ οὕτως ἀναστὰς μετὰ ψαλίδος ἀτίμως ἔκειρέν μου τὴν τρίχα ἐν τῇ ἀγορᾷ παρεστῶτος ὄχλου καὶ θαυμάζοντος.
25 1 Τίς * οὐκ ἐξεπλάγη * ὅτι * αὕτη ἐστιν Σίτιδος ἡ γυνὴ τοῦ Ἰώβ, 2 ἥτις εἶχεν σκεπάζοντα αὐτῆς τὸ καθεστήριον βῆλα δεκατέσσαρα, καὶ θύραν ἔνδοθεν θυρῶν ἕως ἂν ὅλως καταξιωθῇ τις εἰσαχθῆναι πρὸς αὐτήν; 3 * νυνὶ * καταλλάσσει τὴν τρίχα αὐτῆς ἀντὶ ἄρτων. 4 Ἧς αἱ κάμηλοι γεγομωμέναι ἀγαθῶν * ἀπέφερον εἰς τὰς χώρας * τοῖς * πτωχοῖς, ὅτι νῦν ἀντιδίδωσιν τὴν τρίχα αὐτῆς ἀντὶ ἄρτων. 5 Ἴδε ἡ ἔχουσα ἑπτὰ τραπέζας ἀκινήτους * ἐπὶ τῆς * οἰκίας, εἰς ἃς ἤσθιον * οἱ πτωχοὶ καὶ πᾶς ξένος, ὅτι νῦν καταπιπράσκει τὴν τρίχα * * * ἀντὶ ἄρτων. 6 Βλέπε τίς εἶχεν τὸν νιπτῆρα τῶν ποδῶν * χρυσοῦ καὶ ἀργύρου, νυνὶ δὲ ποσὶν βαδίζει ἐπὶ ἐδάφους , ἀλλὰ καὶ τὴν τρίχα * * * ἀντικαταλλάσσει ἀντὶ ἄρτων. 7 Ἴδε * ὅτι αὕτη ἐστὶν ἥτις εἶχεν τὴν ἔνδυσιν ἐκ βύσσου ὑφασμένην σὺν χρυσῷ, νῦν δὲ φορεῖ ῥακκώδη καὶ * ἀντικαταλλάσσει τὴν τρίχα * ἀντὶ ἄρτων. 8 Βλέπε τὴν τοὺς κραββάτους χρυσοῦς καὶ ἀργυρέους ἔχουσαν, νυνὶ δὲ πιπράσκουσαν τὴν τρίχα * * * ἀντὶ ἄρτων. 9 * Ἁπαξαπλῶς, Ἰώβ, * Ἰώβ *, πολλῶν ὄντων τῶν εἰρημένων *, συντόμως λέγω σοι * 10 Ἐπὶ * ἀσθενείᾳ τῆς καρδίας μου συνετρίβη μου τὰ ὀστᾶ· ἀνάστηθι * * * σύ, * λαβὼν τοὺς ἄρτους χορτάσθητι, καὶ εἰπόν τι ῥῆμα πρὸς Κύριον καὶ τελεύτα· καὶ ἐγὼ δὲ * ἀπαλλαγήσομαι ἀκηδίας διὰ πόνου σου τοῦ σώματος.
26 1 Καὶ ἐγὼ ἀπεκρίθην αὐτῇ * Ἰδοὺ ἐγὼ δέκα ἑπτὰ ἔτη ἔχω ἐν ταῖς πληγαῖς, ὑφιστάμενος τοὺς σκώληκας τοὺς ἐν τῷ σώματί μου , 2 καὶ οὐκ ἐβαρήθη ἡ ψυχή μου διὰ * τοὺς * πόνους ὅσον διὰ τὸ ῥῆμα ὃ εἶπας ὅτι * Εἰπόν τι ῥῆμα πρὸς Κύριον καὶ τελεύτα. 3 ὅλως καὶ * ταῦτα * * ὑποφέρω καὶ * ὑποφέρεις καὶ τὴν τῶν τέκνων ἡμῶν ἀπώλειαν καὶ τῶν ὑπαρχόντων * * * ** βουλόμενος ** * ἡμας * λαλῆσαί τι * πρὸς Κύριον, ἵνα * ἀπαλλοτριωθῶμεν τοῦ μεγάλου πλούτου *; 4 διὰ τί δὲ οὐκ ἀνεμνήσθης τῶν μεγάλων ἐκείνων ἀγαθῶν ἐν οἷς ὑπήρχομεν ; εἰ οὖν τὰ ἀγαθὰ * ἐδεξάμεθα ἐκ χειρὸς * Κυρίου * τὰ * κακὰ πάλιν οὐχ ὑπομένομεν ; 5 ἀλλὰ μακροθυμήσωμεν * ἕως ἂν ὁ Κύριος σπλαγχνισθεὶς ἐλεήσῃ ἡμᾶς. 6 ἆρα σὺ οὐχ ὁρᾷς τὸν διάβολον ὄπισθέν σου στήκοντα καὶ ταράσσοντα τοὺς διαλογισμούς σου, ὅπως καὶ ἐμὲ ἀπατήσῃ; βούλεται γάρ σε δεῖξαι ὥσπερ μίαν τῶν ἀφρόνων γυναικῶν τῶν πλανησάντων * τῶν ἑαυτῶν ἀνδρῶν τὴν ἁπλότητα.
27 1 Ἐγὼ δὲ πάλιν στραφεὶς * πρὸς τὸν Σατανᾶν εἶπον, ὄπισθεν ὄντα τῆς γυναικός μου , * * * Ἐλθὲ ἐπὶ τὰ ἔμπροσθεν *, παύσαι κρυπτόμενος *· μὴ ὁ * λέων τὴν ἰσχὺν δείκνυσιν ἐν * γαλεάγρᾳ; μὴ τὸ πετεινὸν ἀντίπταται τυγχάνων ἐν τῷ καρτάλῳ; * * * * ἐξελθὼν πολέμησόν με . 2 τότε ἐξόπισθεν τῆς γυναικός μου ἐξῆλθεν καὶ σταθεὶς * ἔκλαυσεν * λέγων * Ἴδε, Ἰώβ, διαφωνῶ καὶ ὑποχωρῶ σοι * σαρκίνῳ ὄντι, ἐγὼ δέ εἰμι πνεῦμα· * σὺ μὲν ἐν πληγῇ ὑπάρχεις, ἐγώ * εἰμι ἐν ὀχλήσει μεγάλῃ· 3 ἐγένου γὰρ ὃν τρόπον ἀθλητὴς * μετὰ ἀθλητοῦ, καὶ εἷς τὸν ἕνα κατέρραξαν· καὶ ὁ μὲν ἐπάνω τὸν ὑποκάτω ἐφίμωσεν πλήσας τὸ στόμα αὐτοῦ ἄμμου 4 καὶ πᾶν μέλος * συγκλάσας * ὑποκάτω αὐτοῦ ὄντος, καὶ ἐνέγκαντος αὐτοῦ τὴν καρτερίαν καὶ μὴ διαφωνήσαντος μέγα ἐφώνησεν * ἀκμὴν ὁ ἐπάνω . 5 οὕτω καὶ σύ, Ἰώβ, ὑποκάτω ἧς καὶ ἐν πληγῇ *, ἀλλ᾽ ἐνίκησας τὰ παλαιστρικά μου ἃ ἐπήγαγόν σοι * . 6 τότε καταισχυνθεὶς ὁ Σατανᾶς ἀνεχώρησεν ἀπ᾽ ἐμοῦ ἐν τρισὶν ἔτεσιν . 7 νῦν οὖν, τέκνα μου, μακροθυμήσατε καὶ ὑμεῖς ἐν πάντι συμβαίνοντι ὑμῖν *, ὅτι κρείττων ἐστὶν παντὸς ἡ μακροθυμία.
28 1 Καὶ ὅτε ἐπλήρωσα εἴκοσι ἔτη τυγχάνων ἐν τῇ πληγῇ, 2 καὶ ἤκουσαν οἱ βασιλεῖς τὰ συμβεβηκότα μοι, * ἀναστάντες ἦλθον πρός με ἕκαστος ἐκ τῆς ἰδίας χώρας ὅπως ἐπισκεψάμενοι παραμυθήσονταί με · 3 ἥνικα δὲ ἤγγισαν * * μακρόθεν, οὐκ ἐπεγίνωσκόν με *· κράξαντες δὲ ἔκλαυσαν, ῥήξαντες * τὴν ἑαυτῶν στολὴν * καὶ καταπασάμενοι γῆν * 4 παρεκάθισάν μοι ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας · καὶ οὐθεὶς αὐτῶν λελάληκέν μοι, * * 5 καὶ οὐχὶ μακροθυμοῦντες * ἔμειναν μὴ λαλοῦντες· ἀλλ᾽ ἐπειδὴ ἤδεισάν με πρὸ τούτων τῶν κακῶν ἐν πολλῷ πλούτῳ ὄντα *, καὶ γὰρ ὅτε ἠρξάμην αὐτοῖς ἀναφέρειν τοὺς πολυτελεῖς λίθους, * ἀπεθαύμαζον καὶ τύπτοντες τὰς χεῖρας ἔλεγον ὅτι * * Ἡμῶν τῶν τριῶν βασιλέων τὰ χρήματα, ἐὰν συναχθῇ εἰς ἓν ἐπὶ τὸ αὐτό, οὐ μὴ ἀναλογήσῃ τοὺς λίθους τοὺς ἐνδόξους τῆς βασιλείας σου . 6 εὐγενέστερος γὰρ ἤμην τῶν ἀφ᾽ ἡλίου ἀνατολῶν . 7 ὁπηνίκα δὲ ἦλθον * εἰς τὴν Αὐσιτίδα * * ἐρωτήσαντες ἐν τῇ πόλει * * Ποῦ Ἰώβαβ ὁ τῆς Αἰγύπτου * ὅλης βασιλεύων ; καὶ ἐμήνυσαν αὐτοῖς περὶ ἐμοῦ ὅτι * 8 * Κάθηται * ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως· ἔχει * γὰρ εἴκοσι ἔτη μὴ ἀνελθὼν ἐν τῇ πόλει . 9 * πάλιν ἠρώτησαν περὶ τῶν ὑπαρχόντων μου, καὶ ἐδηλώθη αὐτοῖς τὰ συμβεβηκότα μοι *.
29 1 Καὶ ἀκούσαντες ἐξῆλθον τὴν πόλιν ἅμα τοῖς πολίταις· καὶ οἱ μὲν πολῖταί μου ὑπέδειξάν με αὐτοῖς , 2 οἱ δὲ ἀντέτειναν λέγοντες μὴ εἶναί με τὸν Ἰώβαβ . 3 ἁπαξαπλῶς * ἔτι ἀμφιβαλλόντων *, στραφεὶς πρός με Ἐλιφὰς ὁ τῶν Θεμανῶν βασιλεὺς εἶπεν * * Σὺ εἶ Ἰώβαβ ὁ συμβασιλεὺς ἡμῶν ; * * 4 ἐγὼ δὲ κλαύσας * * * κατεπασάμην γῆν ἐπὶ τῆς κεφαλῆς μου * καὶ * κινήσας αὐτὴν * ἐδήλωσα αὐτοῖς ὅτι * Ἐγώ εἰμι.
30 1 Ἰδόντες δέ με κινοῦντα τὴν κεφαλήν μου κατέπεσαν εἰς τὴν γῆν ἐκλυθέντες· 2 καὶ ταραχθέντων τῶν στρατευμάτων αὐτῶν βλεπόντων τοὺς τρεῖς βασιλεῖς κατερρημένους ἐν τῇ γῇ ἐπὶ * ὥρας τρεῖς ὡσεὶ νεκρούς, 3 τότε ἀναστάντες συνελάλουν ἀλλήλοις ὅτι * * * Οὗτός ἐστιν *. 4 καὶ λοιπὸν ἐκάθισαν ἐν ταῖς ἑπτὰ ἡμέραις διακρίνοντες τὰ κατ᾽ ἐμέ, διαλογιζόμενοι τὰ κτήνη καὶ τὰ * ὑπάρχοντά μου λέγοντες * 5 Μὴ οὐκ οἴδαμεν τὰ πολλὰ ἀγαθὰ τὰ ἀποστελλόμενα ὑπ᾽ αὐτοῦ εἰς τὰς κώμας καὶ εἰς τὰς κύκλῳ πόλεις διαδίδοσθαι τοῖς πτωχοῖς , παρεκτὸς * τῶν ἐν τῇ οἰκίᾳ αὐτοῦ ἐρρημένων; πῶς οὖν νῦν εἰς τὴν τοσαύτην νεκρότητα * κατέπεσεν;
31 1 Ἐγένετο δὲ μετὰ τὰς ἑπτὰ ἡμέρας οὕτως διαλογιζομένους, ἀποκριθεὶς Ἐλιοῦς εἶπεν τοῖς συμβασιλεῦσιν * Προσεγγιοῦμεν αὐτῷ καὶ ἐξετάσωμεν αὐτὸν ἀκριβῶς εἰ ὅλως αὐτός ἐστιν * ἢ οὐ . 2 οἱ δὲ μακρά μου ὄντες ὡς ἥμισυ σταδίου διὰ τὴν δυσωδίαν τοῦ σώματός μου , ἀναστάντες προσήγγισάν μοι ἔχοντες εὐωδίας ἐν ταῖς χερσὶν αὐτῶν , 3 συνόντων αὐτοῖς τῶν στρατιωτῶν αὐτῶν καὶ θυμίαμα βαλλόντων μοι κυκλόθεν, ἵνα δυνηθῶσιν προσεγγίσαι μοι · 4 καὶ ἐποίησαν * τρεῖς ἡμέρας χορηγοῦντες τὰ θυμιάματα· 5 καὶ ὅτε πλησίον μου ἐγένοντο, * ἀποκριθεὶς Ἐλιοῦς εἶπέν μοι * Σὺ εἶ Ἰώβαβ ὁ συμβασιλεὺς ἡμῶν ; σὺ εἶ ὁ τότε ἔχων τὴν μεγάλην δόξαν ; σὺ εἶ ὁ ὡς ὁ ἥλιος τῆς ἡμέρας * ἐν πάσῃ τῇ γῇ ; σὺ εἶ ὁ ὡς ἡ σελήνη καὶ οἱ ἀστέρες οἱ ἐν τῷ μεσονυκτίῳ φαίνοντες; 6 καὶ * * εἶπον αὐτῷ * Ἐγώ εἰμι . 7 καὶ οὕτως κλαύσας κλαυθμὸν μέγαν σὺν θρήνῳ βασιλικῷ ἀνεφώνησεν 8 ὑποφωνούντων * καὶ τῶν ἄλλων βασιλέων καὶ τῶν στρατευμάτων αὐτῶν.
32 1 Ἀκούσατε οὖν τοῦ κλαυθμοῦ τοῦ Ἐλιοῦ ὑποδεικνύοντος τοῖς παισὶν τὸν πλοῦτον τοῦ Ἰώβ * *. 2 * * * * Σὺ εἶ ὁ τὰ ἑπτακισχίλια πρόβατα ἐκτάξας εἰς τὴν τῶν πτωχῶν ἔνδυσιν· ποῦ οὖν τυγχάνει ἡ δόξα τοῦ θρόνου σου; σὺ εἶ ὁ τὰς τρισχιλίας καμήλους ἐκτάξας εἰς μεταφορὰν τῶν ἀγαθῶν τοῖς πένησιν· ποῦ οὖν τυγχάνει ἡ δόξα τοῦ θρόνου σου; 3 σὺ εἶ ὁ τὰς χιλίας βοῦς ἐκτάξας τοῖς πένησιν εἰς ἀροτρίαν· ποῦ οὖν τυγχάνει ἡ δόξα τοῦ θρόνου σου; 4 σὺ εἶ ὁ τοὺς χρυσέους κραββάτους ἔχων, νυνὶ δὲ καθήμενος ἐπὶ κοπρίας· ποῦ νῦν τυγχάνει ἡ δόξα τοῦ θρόνου σου; 5 σὺ εἶ ὁ τὸν θρόνον * ἐκ λίθων πολυτελῶν ἔχων, νυνὶ δὲ ἐν σποδῷ καθήμενος· ποῦ νῦν * τυγχάνει * ἡ δόξα τοῦ θρόνου σου; 6 τίς γὰρ κατά σε ἐν μέσῳ τῶν τέκνων σου; ὡς γὰρ φυτὸν ἦς εὐώδους μήλου συνανθῶν· ποῦ νῦν τυγχάνει ἡ δόξα τοῦ θρόνου σου; 7 σὺ εἶ ὁ τὰς ἱδρυμένας ἑξήκοντα τραπέζας τοῖς πτωχοῖς στηρίξας · ποῦ νῦν τυγχάνει ἡ δόξα τοῦ θρόνου σου; 8 σὺ εἶ * ὁ * τὰ θυμιατήρια τῆς εὐώδους ἐκκλησίας ἔχων, * * * * * * νυνὶ ἐν δυσωδίᾳ * ὑπάρχεις· 9 σὺ εἶ ὁ * τοὺς * χρυσέους λύχνους ἐπὶ τὰς ἀργυρᾶς * λυχνίας * ἔχων , νυνὶ δὲ προσδοκᾷς τὴν φαῦσιν * τῆς σελήνης· ποῦ οὖν τυγχάνει ἡ δόξα τοῦ θρόνου σου; 10 σὺ εἶ ὁ τὸ ἄλειμμα ἔχων ἐκ τοῦ λιβάνου, νυνὶ δὲ ἐν ἀπορίᾳ ὤν· ποῦ οὖν τυγχάνει ἡ δόξα τοῦ θρόνου σου; 11 σὺ εἶ ὁ καταγελάσας τῶν ἀδικούντων καὶ ἁμαρτανόντων , νυνὶ δὲ ἐγένου εἰς χλεύην *· ποῦ νῦν τυγχάνει ἡ δόξα τοῦ θρόνου σου; 12 σὺ εἶ Ἰὼβ ὁ τὴν μεγάλην δόξαν ἔχων· ποῦ νῦν τυγχάνει ἡ δόξα τοῦ θρόνου σου;
33 1 Τοῦ δὲ Ἐλιοῦ μακρύναντος τὸν κλαυθμὸν ὑποφωνούντων αὐτῷ τῶν συμβασιλέων ὥστε γένεσθαι μεγάλην ταραχήν, 2 καὶ καταπαυσάσης * τῆς κραυγῆς * εἶπεν αὐτοῖς Ἰώβ * Σιωπήσατε· * νῦν ὑποδείξω ὑμῖν τὸν θρόνον μου καὶ τὴν δόξαν καὶ τὴν εὐπρέπειαν * τὴν οὖσαν ἐν τοῖς ἁγίοις . 3 ἐμοῦ ὁ θρόνος ἐν τῷ ὑπερκοσμίῳ ἐστίν, καὶ ἡ τούτου δόξα καὶ ἡ εὐπρέπεια ἐκ δεξιῶν τοῦ * πατρός * ἐστιν * . 4 * * ὁ κόσμος ὅλος παρελεύσεται καὶ * ἡ δόξα αὐτοῦ φθαρήσεται καὶ οἱ προσέχοντες αὐτῷ ἔσονται ἐν τῇ καταστροφῇ αὐτοῦ * * . 5 ἐμοὶ δὲ ὁ θρόνος ὑπάρχει ἐν τῇ ἁγίᾳ γῇ * καὶ ἡ δόξα αὐτοῦ ἐν τῷ αἰῶνί ἐστιν τοῦ ἀπαραλλάκτου * . 6 οἱ μὲν ποταμοὶ ξηρανθήσονται καὶ τὸ γαυρίαμα τῶν κυμάτων αὐτῶν καταβαίνει εἰς τὰ βάθη τῆς ἀβύσσου . 7 οἱ δὲ ποταμοὶ τῆς ἐμῆς * γῆς * ἐν ᾗ ἐστιν ὁ θρόνος μου οὐ ξηραίνονται οὐδὲ ἀφανισθήσονται, * ἀλλ᾽ ἔσονται * εἰς τὸ διηνεκές . 8 οὗτοι οἱ βασιλεῖς παρελεύσονται καὶ οἱ ἡγεμόνες παρέρχονται, ἡ δὲ δόξα * καὶ τὸ καύχημα αὐτῶν ἔσονται ὡς ἔσοπτρον · 9 ἐμοὶ δὲ ἡ βασιλεία εἰς * αἰῶνας αἰώνων, καὶ ἡ δόξα καὶ ἡ εὐπρέπεια αὐτῆς ἐν τοῖς ἅρμασιν τοῦ πατρὸς ὑπάρχει.
34 1 Καὶ ἐμοῦ ταῦτα λέγοντος πρὸς αὐτοὺς ἵνα σιωπήσωσιν, 2 ὀργισθεὶς Ἐλιφᾶς εἶπεν * τοῖς ἄλλοις φίλοις * Τί χρήσιμον ὅτι οὕτω παραγεγόναμεν * σὺν τοῖς στρατεύμασιν * * ἵνα παραμυθησώμεθα αὐτὸν ; 3 καὶ ἰδοὺ αὐτὸς προσεγκαλεῖ ἡμῖν · διὸ ἀναχωρήσωμεν εἰς τὰς ἰδίας χώρας · 4 αὐτὸς ἐν ταλαιπωρίᾳ σκωλήκων κάθηται καὶ δυσωδίαις, καὶ ἀκμὴν ἐπαίρεται καθ᾽ ἡμῶν * * Βασιλεῖαι παρέρχονται καὶ αἱ ἡγεμονίαι αὐτῶν· καὶ ἰδοὺ ἡμῖν *, φησίν, ἔσται ἕως * αἰῶνος . 5 ἀναστὰς δὲ ἐν μεγάλῃ ταραχῇ Ἐλιφᾶς ἔκλινεν ἀπ᾽ αὐτῶν ἐν μεγάλῃ * λύπῃ λέγων * Ἐγὼ πορεύσομαι· ἐληλύθαμεν γὰρ ἵνα παραμυθησώμεθα αὐτὸν καὶ ἀκμὴν κατέλυσεν ἡμᾶς ἀπέναντι τῶν στρατιωτῶν ἡμῶν.
35 1 Τότε Βαλδὰδ ἐκράτησεν αὐτὸν * λέγων ὅτι * Οὐχ οὕτως δεῖ λαλῆσαι ἀνθρώπῳ πενθοῦντι, οὐ μόνον * ἀλλὰ καὶ ἐν πληγαῖς πολλαῖς ὄντι· 2 ἰδοὺ ἡμεῖς ὅλως ὑγιαίνοντες οὐκ ἰσχύσαμεν προσεγγίσαι αὐτῷ διὰ τὴν δυσωδίαν εἰ μὴ διὰ πλείονος εὐωδίας · 3 σὺ * ὅλως *, Ἐλιφᾶ, ἀμνημονεῖς πῶς ἐγένου νοσήσας ἐν ταῖς δυσὶν ἡμέραις ; 4 νῦν οὖν μακροθυμήσωμεν ἵνα γνῶμεν ἐν τίνι ἐστιν· μήτι ἄρα ἐξέστη αὐτοῦ ἡ καρδία, μήτι ἄρα μνήσκεται * αὐτοῦ * τῆς εὐδαιμονίας τῆς προτέρας, καὶ ἐμάνη κατὰ ψυχήν ; 5 τίς γὰρ οὐκ ἂν ἐκπλαγείη καὶ μανῇ * ὑπάρχων ἐν * πληγαῖς; 6 ἀλλ᾽ ἔασόν με προσεγγίσαι αὐτῷ , καὶ γνώσομαι ἐν τίνι ἐστίν.
36 1 Τότε ἐγερθεὶς ὁ Βαλδὰδ προσήγγισέν μοι λέγων * Σὺ εἶ Ἰώβ; καὶ * εἶπον αὐτῷ * Ναί . 2 καὶ εἶπεν * Ἆρα ἐν τῷ καθεστηκότι * ἡ καρδία σου ; 3 κἀγὼ εἶπον ὅτι * * Ἐν * μὲν τοῖς γηίνοις οὐ συνέστηκεν, ἐπεὶ ἀκατάστατος ἡ γῆ καὶ * οἱ ἐνοικοῦντες ἐν αὐτῇ · ἐν δὲ τοῖς ἐπουρανίοις συνέστηκεν ἡ καρδία μου , διότι οὐχ ὑπάρχει ἐν οὐρανῷ ταραχή . 4 ὑπολαβὼν δὲ Βαλδὰδ λέγει ὅτι * μέν Γινώσκομεν τὴν γῆν ἀκατάστατον οὖσαν, ἐπεὶ γὰρ κατὰ καιρὸν ἀλλοιοῦται· ἐνίοτε εὐθύνεται, ἐνίοτε δὲ εἰρηνεύει , ἐσθ᾽ ὅτε καὶ πολεμεῖται · 5 περὶ δὲ τοῦ οὐρανοῦ ἀκούομεν ὅτι εὐσταθεῖ. ἀλλ᾽ εἰ ἀληθῶς ἐν τούτῳ τυγχάνεις, ἐρωτήσω σε λόγον , 6 καὶ ἐὰν ἀποκριθῇς μοι πρὸς τὸ πρῶτον νουνεχῶς, * ἐρωτήσω σε ἐν τῷ δευτέρῳ · καὶ ἐὰν ἀποκριθῇς μοι εὐσταθῶς, δῆλον ὅτι γνωσόμεθα ὅτι ἡ καρδία σου οὐκ ἐξίσταται.
37 1 Καὶ πάλιν εἶπεν * * Ἐπὶ * τίνος σὺ ἐλπίζεις ; 2 καὶ ἐγὼ εἶπον * Ἐπὶ τῷ θεῷ τῷ ζῶντι . 3 καὶ πάλιν εἶπέν μοι * Τίς ἀφείλατο τὰ ὑπάρχοντά σου ἢ ἐπήνεγκέν σοι τὰς πληγὰς ταύτας ; 4 καὶ ἐγὼ εἶπον ὅτι * Ὁ θεός . 5 καὶ πάλιν ὑπολαβὼν εἶπεν πρός με * Ἐπὶ τῷ θεῷ ἐλπίζεις; πῶς οὖν, ἀδικῆσαι κρίνων ; -- ἐπενεγκών σοι τὰς πληγὰς * ταύτας ἢ ἀφελόμενός σου τὰ ὑπάρχοντα. 6 εἰ ἐδίδου καὶ ἀφείλατο , ἐχρῆν αὐτὸν ὅλως μὴ δεδωκέναι τι · οὐδέποτε βασιλεὺς ἀτιμάσει στρατιώτην ἴδιον καλῶς αὐτῷ δορυφοροῦντα · ἢ τίς ποτε καταλήψεται τὰ βάθη τοῦ Κυρίου καὶ τῆς σοφίας αὐτοῦ, ἢ κατατολμᾷ τις προσάπτειν τῷ Κυρίῳ ἀδίκημα ; 7 ἀποκρίνου μοι, Ἰώβ , πρὸς ταῦτα . 8 καὶ πάλιν λέγω σοι, εἰ ἐν τῷ καθεστηκότι ὑπάρχεις , δεῖξον, εἰ ἔστιν σοι φρόνησις , διὰ τί ἥλιον μὲν ὁρῶμεν ἀνατέλλοντα ἐν ἀνατολαῖς, δύνοντα δὲ ἐν τῇ δύσει , καὶ πάλιν ἀνιστάμενοι κατὰ πρωὶ εὑρίσκομεν τὸν αὐτὸν ἐν ἀνατολαῖς ἀνατέλλοντα; νουθέτησόν με πρὸς ταῦτα, εἰ σὺ εἶ ὁ θεράπων τοῦ θεοῦ.
38 1 Καὶ ἐγὼ πρὸς ταῦτα εἶπον * * * * * * Ἔστιν μὲν * φρόνησις * * * * ἐν ἐμοί , καὶ συνέστηκεν ἡ καρδία μου· διὰ τί οὖν μὴ λαλήσω τὰ μεγαλεῖα τοῦ Κυρίου ; ἢ ὅλως ἂν πταίσῃ μου τὸ στόμα εἰς τὸν δεσπότην ; μὴ γένοιτο · 2 τίνες γὰρ ἐσμὲν πολυπραγμονοῦντες τὰ οὐράνια σάρκινοι ὄντες, * ἔχοντες τὴν μερίδα ἐν γῇ καὶ * σποδῷ ; 3 ἵνα οὖν γνῶτε ὅτι συνέστηκεν ἡ καρδία μου , ἀκούσατε ὃ ἐπερωτῶ ὑμᾶς . διὰ * στόματος * ἡ τροφὴ εἰσέρχεται , καὶ πάλιν τὸ ὕδωρ διὰ τοῦ αὐτοῦ στόματος πίνεται καὶ * πέμπεται ἐν τῇ αὐτῇ φάρυγγι· ὅταν δὲ καταβῇ τὰ δύο εἰς τὸν ἀφεδρῶνα , τότε ἀφορίζεται ἀπ᾽ ἀλλήλων . τίς οὖν ταῦτα διαχωρίζει; 4 εἶπεν δὲ ὁ Βαλδάδ * Ἀγνοῶ . 5 ἐγὼ * πάλιν ὑπολαβὼν εἶπον αὐτῷ * Εἰ οὖν τὴν τοῦ σώματος * πορείαν οὐ καταλαμβάνεις, πῶς τὰ ἐπουράνια καταλήψει; 6 ὑπολαβὼν δὲ καὶ Σοφὰρ εἶπεν * Οὐχὶ τὰ ὑπὲρ ἡμᾶς ἐρευνῶμεν , ἀλλὰ βουλόμεθα γνῶναι εἰ ἐν τῷ * καθεστῶτι ὑπάρχεις , καὶ ἰδοὺ ἀληθῶς ἔγνωμεν ὅτι ἡ σύνεσίς σου οὐκ ἠλλοίωται · 7 τί οὖν βούλει ἡμᾶς ἐν σοὶ διαπράξασθαι ; ἰδοὺ γὰρ ** παρηγαγομεν ** μεθ᾽ ἑαυτῶν τοὺς ἰατροὺς τῶν τριῶν βασιλειῶν ἡμῶν *· καὶ * βούλει θεραπευθῆναι ὑπ᾽ αὐτῶν ; ἴσως ἀναπαύσει. 8 ἀποκριθεὶς δὲ * εἶπον * Ἡ ἐμὴ ἴασις καὶ ἡ ἐμὴ θεραπεία παρὰ Κυρίου ἐστίν, τοῦ καὶ τοὺς ἰατροὺς κτίσαντος.
39 1 Καὶ ἐμοῦ ταῦτα πρὸς αὐτοὺς λέγοντος , * ἦλθεν * ἡ γυνή μου Σίτιδος ἐν ἱματίοις ῥακκώδοις, 2 ἀποδράσασα ἐκ τῆς τοῦ οἰκοδεσπότου δουλείας ᾧ ἐδούλευεν, ἐπεὶ ἐκωλύετο ἐξελθεῖν ἵνα μὴ ἰδόντες * οἱ συμβασιλεῖς ἁρπάσωσιν αὐτήν · 3 ὅτε οὖν ἦλθεν , ἔρριψεν ἑαυτὴν παρὰ τοὺς πόδας αὐτῶν, καὶ κλαίουσα * ἔλεγεν * 4 Μνήσθητί μου, ὁ * Ἐλιφᾶς καὶ οἱ δύο φίλοι σου , ὅτι ὁποία τις ἤμην μεθ᾽ ὑμῶν , καὶ πῶς ἐστολιζόμην . 5 νυνὶ δὲ ὁρᾶτε τὴν προέλευσίν μου ἢ τί ἐνδύομαι . 6 τότε κλαύσαντες * κλαυθμὸν μέγαν, * γενόμενοι ἐν διπλῇ ἀκηδίᾳ ἐσιώπησαν, 7 ὡς τὸν Ἐλιφᾶς ἄραντα τὴν πορφυρίδα αὐτοῦ περιρῆξαι καὶ περιβαλεῖν τὴν γυναῖκά μου. 8 ἡ δὲ ἐδέετο αὐτῶν λέγουσα * Παρακαλῶ , * κελεύσατε τοῖς στρατιώταις ὑμῶν ἵνα σκάψωσιν τὴν πτῶσιν τῆς οἰκίας * τῆς ἐπιπεσούσης τοῖς τέκνοις μου , ἵνα * καὶ * τὰ ὀστᾶ αὐτῶν ἀσφαλίσασθαι ἐπὶ μνήμης, 9 ἐπεὶ ἡμεῖς οὐκ ἰσχύσαμεν διὰ τὰ ἀναλώματα · ὅπως θεάσωμεν κἂν τὰ ὀστᾶ αὐτῶν . 10 μὴ ἄρα θηρίου * ἐγὼ ἢ κτηνώδη γαστέρα * ἔχω , ὅτι τὰ τέκνα μου δέκα * τέθνηκεν, * καὶ οὐδένα * αὐτῶν κεκήδευκα ; 11 καὶ οἱ μὲν ἀπῆλθον εἰς τὸ σκάπτειν, ἐγὼ δὲ ἐκώλυσα * λέγων * Μὴ κάμητε εἰκῇ , 12 οὐ γὰρ εὑρήσετε τὰ παιδία μου , ἐπειδὴ ἀνελήφθησαν εἰς * οὐρανοὺς ὑπὸ τοῦ δημιουργοῦ αὐτῶν τοῦ βασιλέως . 13 τότε πάλιν ἀποκριθέντες * εἶπάν μοι * Τίς πάλιν οὐκ ἐρεῖ ὅτι ἐξεστήκεις καὶ μαίνει *, εἴπας ὅτι * Ἀνελήφθη * τὰ τέκνα μου εἰς τὸν οὐρανόν; διὸ ἔκφανον ἡμῖν τὸ ἀληθές.
40 1 Ἐγὼ * δὲ * ὑπολαβὼν εἶπον αὐτοῖς * Ἐγείρατέ με ἵνα σταθῶ. οἱ δὲ ἤγειράν με ἑκατέρωθεν τοὺς βραχίονάς μου ὑποστηρίζοντες · 2 καὶ τότε σταθεὶς ἐξωμολογησάμην * πρὸς τὸν πατέρα *. 3 καὶ μετὰ τὴν * εὐχὴν εἶπον αὐτοῖς * Ἀναβλέψατε τοῖς ὀφθαλμοῖς * πρὸς ἀνατολὴν * καὶ * ἴδετε τὰ τέκνα μου ἐστεφανωμένα παρὰ τῇ δόξῃ τοῦ ἐπουρανίου * . 4 * ἴδουσα δὲ * τότε * Σίτιδος ἡ γυνή μου κατέπεσεν ἐπὶ τὴν γῆν προσκυνοῦσα * καὶ εἶπεν * Νῦν ἔγνων ὅτι ὑπάρχει μοι μνημόσυνον παρὰ Κυρίου · ἀναστήσομαι δὴ καὶ εἰσελεύσομαι εἰς τὴν πόλιν καὶ καμμύσω ὀλίγον * καὶ ἀνακτήσομαι πρὸ τῆς ὑπουργείας τῆς δουλείας μου. * 5 καὶ * ἀπελθοῦσα εἰς τὴν πόλιν εἰσῆλθεν εἰς τὴν ἐπαύλην τῶν βοῶν αὐτῆς τῶν ἁρπασθέντων ὑπὸ * τῶν ἀρχόντων * * οἷς ἐδούλευεν· 6 καὶ περί τινα φάτνην ἐκοιμήθη * * * καὶ τετελεύτηκεν εὐθυμήσασα. 7 καὶ ὁ μὲν δεσποτικὸς αὐτῆς ἄρχων ἐπιζητήσας αὐτὴν καὶ μὴ εὑρὼν 8 εἰσῆλθεν ἑσπέρας οὔσης εἰς τὴν ἐπαύλην τῶν κτηνῶν, καὶ εὗρεν αὐτὴν νεκρὰν ἡπλωμένην *· 9 καὶ ἅπαντες * ἰδόντες * ἀνέκραξαν μετὰ μυκήματος * κλαυθμοῦ ἐπ᾽ αὐτὴν , * καὶ ἡ φωνὴ ἔδωκεν διὰ πάσης τῆς πόλεως . 10 καὶ τότε εἰσεπήδησαν γνῶναι τὸ γεγονός , 11 καὶ εὗρον αὐτὴν νεκράν , * τὰ δὲ περιεστῶτα ζῷα κλαίοντα ἐπ᾽ αὐτήν * * *. 12 καὶ οὕτως προκομίσαντες αὐτὴν ἐκήδευσαν θάψαντες περὶ τὴν οἰκίαν τὴν συμπεπτωκυῖαν ἐπὶ τὰ τέκνα αὐτῆς · 13 * καὶ * κοπετὸν μέγαν ἐποίησαν οἱ πτωχοὶ τῆς πόλεως * * λέγοντες * Ἴδετε , * * ἡ * Σίτιδός ἐστιν αὕτη, ἡ τοῦ καυχήματος καὶ τῆς δόξης * γυνή, ὅτι οὐ κατηξιώθη ταφῆς ἀναγκαίας . 14 τὸν μὲν οὖν θρῆνον τὸν ἐπ᾽ αὐτῇ γενόμενον εὑρήσετε ἐν τοῖς παραλειπομένοις.
41 1 Ἐλιφᾶς δὲ καὶ οἱ λοιποὶ * * μετὰ ταῦτα * * παρεκάθισάν μοι ἀνταποκρινόμενοι καὶ μεγαλορημονοῦντες κατ᾽ ἐμοῦ , 2 ὡς μετὰ εἴκοσι ἑπτὰ ἡμέρας * * * * * ἀναστῆναι αὐτοὺς καὶ πορευθῆναι εἰς τὴν ἑαυτῶν χώραν , 3 καὶ * ὁρκωθῆναι αὐτοὺς ὑπὸ Ἐλιοῦ λέγοντος * Μείνατέ με, * ἕως καὶ τὸ περὶ τούτου δείξω αὐτῷ, ὅτι τοσαύτας ἡμέρας ἐποιήσατε ἀνεχόμενοι τοῦ Ἰὼβ καυχωμένου εἶναι δίκαιον · 4 ἐγὼ γὰρ οὐκ ἀνέξομαι · ἀρχῆθεν γὰρ καὶ κλαυθμὸν διετέλεσα * αὐτῷ, ἀναμνησκόμενος τῆς εὐδαιμονίας * τῆς προτέρας, καὶ ἐποίησεν ἑαυτὸν ἀθρόως εἰς τὸ αὑτοῦ ὕψωμα· καὶ ἰδοὺ μεγάλως καὶ ὑπερβαλλόντως * λελάληκεν λέγων ἔχειν τὸν ἑαυτοῦ θρόνον ἐν οὐρανοῖς . 5 τοίνυν * ἐμοῦ ἀκούσατε καὶ γνωρίσω ὑμῖν τὴν μερίδα αὐτοῦ οὐχ ὑπάρχουσαν . τότε Ἐλιοὺς ἐμπνευσθεὶς ἐν τῷ Σατανᾷ ἐξεῖπέν μοι λόγους θρασεῖς, 6 οἵτινες ἀναγεγραμμένοι εἰσὶν ἐν τοῖς παραλειπομένοις τοῦ Ἐλιφᾶ.
42 1 Μετὰ δὲ τὸ παύσασθαι αὐτὸν τῆς μεγαλορημοσύνης αὐτοῦ , ἀναφανείς μοι ὁ Κύριος διὰ λαίλαπος καὶ νεφῶν εἶπεν , 2 καὶ τὸν μὲν Ἐλιοῦς ἐμέμψατο , * ὑποδείξας μοι τὸν ἐν αὐτῷ λαλήσαντα μὴ εἶναι ἄνθρωπον ἀλλὰ θηρίον . 3 τοῦ δὲ Κυρίου λαλήσαντός μοι διὰ τῆς νεφέλης, ἤκουον τῆς φωνῆς τοῦ λαλήσαντος * καὶ οἱ τέσσαρες βασιλεῖς · 4 καὶ μετὰ τὸ παύσασθαι τὸν Κύριον λαλοῦντά μοι εἶπεν * πρὸς Ἐλιφᾶν * Τί ἢ , Ἐλιφᾶ , ἥμαρτες σὺ καὶ οἱ δύο σου φίλοι; οὐ γὰρ λελαλήκατε ἀληθῶς κατὰ τοῦ θεράποντός μου Ἰώβ · 6 διὸ ἀναστάντες ποιήσατε αὐτὸν ὑπὲρ ὑμῶν ἀναφέρειν θυσίας, ὅπως ἀφαιρεθῇ ὑμῶν ἡ ἁμαρτία *· εἰ μὴ γὰρ δι᾽ αὐτόν, ἀπώλεσα ἂν ὑμᾶς . 7 καὶ αὐτοὶ δὲ προσανήνεγκάν μοι τὰ πρὸς θυσίαν · 8 καὶ ἐγὼ λαβὼν ἀνήνεγκα ὑπὲρ αὐτῶν * καὶ ὁ Κύριος προσδεξάμενος ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν.
43 1 Τότε Ἐλιφᾶς καὶ Βαλδὰδ καὶ Σοφὰρ γνόντες ὅτι ἐχαρίσατο αὐτοῖς ὁ Κύριος τὴν ἁμαρτίαν αὐτῶν *, τὸν δὲ Ἐλιοῦς οὐ κατηξίωσεν , 2 ἀναλαβὼν * Ἐλιφᾶς πνεῦμα εἶπεν ὕμνον , 3 ἐπιφωνούντων * αὐτῷ * τῶν ἄλλων φίλων καὶ τῶν στρατευμάτων πλησίον τοῦ θυσιαστηρίου · 4 * ἔλεγεν οὕτως Ἐλιφᾶς· Περιῄρηνται ἡμῶν αἱ ἁμαρτίαι , καὶ τέθαπται * ἡμῶν ἡ ἀνομία · 5 Ἐλιοῦς , Ἐλιοῦς * ὁ μόνος πονηρὸς μνημόσυνον οὐχ ἕξει ἐν τοῖς ζῶσιν . καὶ ὁ λύχνος αὐτοῦ σβεσθεὶς ἠφάνισεν τὸ φέγγος αὐτοῦ, 6 ἡ δὲ τῆς λαμπάδος αὐτοῦ δόξα ἀποβήσεται αὐτῷ εἰς κρίμα · ὅτι οὗτός * ἐστιν * ὁ * τοῦ σκότους καὶ οὐχὶ τοῦ φωτός · οἱ δὲ θυρωροὶ τῆς σκοτίας κληρονομήσουσιν αὐτοῦ τὴν δόξαν καὶ τὴν εὐπρέπειαν · 7 ἡ βασιλεία αὐτοῦ παρῆλθεν, σέσηπται αὐτοῦ ὁ θρόνος · καὶ ἡ τιμὴ τοῦ σκηνώματος * αὐτοῦ * ἐν τῷ ᾅδῃ τυγχάνει · 8 ἠγάπησεν * τὸ τοῦ ὄφεως κάλλος , καὶ τὰς λεπίδας τοῦ δράκοντος, ἡ δὲ χολὴ αὐτοῦ καὶ ὁ ἰὸς αὐτοῦ ἔσται εἰς βοράν · 9 οὐκ ἐκτήσατο ἑαυτῷ τὸν Κύριον οὐδὲ ἐφοβήθη αὐτόν , ἀλλὰ καὶ τοὺς ἐντίμους αὐτοῦ παρώργισεν · 10 ἐπελάθετο αὐτοῦ ὁ Κύριος , καὶ οἱ ἅγιοι ἐγκατέλειψαν αὐτόν · 11 ἡ δὲ ὀργὴ καὶ ὁ θυμὸς ἔσται αὐτῷ εἰς σκήνωμα · * οὐκ ἔχει ἔλεος ἐν καρδίᾳ αὐτοῦ οὐδὲ εἰρήνην * ἐν τῷ σώματι αὐτοῦ *· 12 ἰὸν ἀσπίδων ἔσχεν ἐν τῇ γλώσσῃ αὐτοῦ . 13 δίκαιός ἐστιν * Κύριος, ἀληθινὰ αὐτοῦ τὰ κρίματα· παρ᾽ ᾧ οὐκ ἔστιν προσωποληψία · κρινεῖ * ἡμᾶς ὁμοθυμαδόν . 14 ἰδοὺ ὁ Κύριος παρεγένετο, ἰδοὺ οἱ ἅγιοι ἡτοιμάσθησαν, προηγουμένων τῶν στεφάνων μετ᾽ ἐγκωμίων . 15 χαιρέτωσαν οἱ ἅγιοι , ἀγαλλιάσθωσαν ἐν * καρδίᾳ *, 16 ὅτι ἀπείληφαν τὴν δόξαν ἣν προσεδόκησαν. 17 ἦρται ἡ ἁμαρτία ἡμῶν , * κεκαθάρισται ἡμῶν ἡ ἀνομία· ὁ δὲ πονηρὸς Ἐλιοῦς μνημόσυνον ἐν τοῖς ζῶσιν οὐκ ἔσχεν.
44 1 Μετὰ δὲ τὸ παύσασθαι Ἐλιφᾶν τοῦ ὕμνου, ὑποφωνούντων αὐτῷ πάντων καὶ κυκλούντων τὸ θυσιαστήριον , ἀναστάντες εἰσήλθομεν εἰς τὴν πόλιν εἰς ἣν νῦν οἰκοῦμεν οἰκίαν , 2 καὶ πεποιήκαμεν μεγάλας * εὐωχίας ἐν τῇ τερπνότητι τοῦ Κυρίου . * πάλιν ἐπεζήτησα εὐεργεσίας ποιεῖν τοῖς πτωχοῖς , 3 καὶ παρεγένοντο πρός με * πάντες * οἱ φίλοι μου καὶ ὅσοι ᾔδεισαν * εὐποιεῖν, 4 καὶ ἠρώτησάν με λέγοντες * Τί παρ᾽ ἡμῶν * νῦν * αἰτεῖς ; ἐγὼ δὲ ἀναμνησθεὶς τῶν πτωχῶν τοῦ πάλιν εὐποιεῖν ᾐτησάμην λέγων * Δότε μοι ἕκαστος ἀμνάδα * μίαν εἰς ἔνδυσιν τῶν πτωχῶν τῶν ἐν γυμνώσει * . 5 καὶ τότε ἕκαστος προσήνεγκέν μοι ἀνὰ ἀμνάδα * μίαν καὶ τετράδραχμον χρυσίου * · καὶ * ηὐλόγησεν Κύριος πάντα ὅσα * μοι * * ὑπῆρχεν, καὶ πεποίηκέν με εἶναι * * * ἐν τῷ διπλῷ.
45 1 Καὶ νῦν, τέκνα μου , * ἴδε ἐγὼ τελευτῶ· * * μόνον μὴ ἐπιλάθεσθε τοῦ Κυρίου · 2 εὐποιήσατε τοῖς πτωχοῖς , μὴ παρίδητε τοὺς ἀδυνάτους, 3 μὴ λάβετε ἑαυτοῖς γυναῖκας ἐκ τῶν ἀλλοτρίων · 4 ἰδοὺ οὖν , τεκνία μου , διαμερίζω ὑμῖν πάντα ὅσα μοι ὑπάρχει , πρὸς τὸ δεσπόζειν ἕκαστον * * * * * τοῦ μέρους ἑαυτοῦ ἀκωλύτως.
46 1 Οἱ δὲ * παρήνεγκαν τὰ ὄντα * εἰς μερισμὸν * αὐτοῖς τοῖς ἑπτὰ * ἄρρεσιν · 2 * ἀπὸ γὰρ τῶν χρημάτων οὐ παρέσχετο ταῖς θηλείαις · αἱ δὲ λυπηθεῖσαι εἶπον τῷ πατρί * * Κύριε πάτερ ἡμῶν, μὴ καὶ ἡμεῖς * οὐκ * ἐσμὲν τέκνα σου ; διατί οὐκ ἔδωκας ἡμῖν ἐκ τῶν ὄντων σοι * ; 3 εἶπεν δὲ Ἰὼβ ταῖς θηλείαις * * Μὴ ταραχθῆτε, θυγατέρες μου · οὐ γὰρ ὑμῶν ἐπελαθόμην · 4 ἤδη * * ὑμῖν ἔπεμψα * κληρονομίαν κρείττονα * * τῶν ἑπτὰ ἀδελφῶν ὑμῶν. 5 * τότε καλέσας τὴν θυγατέρα αὐτοῦ τὴν λεγομένην Ἡμέραν λέγει αὐτῇ * Λαβοῦσα τὸ δακτύλιον ὕπαγε εἰς τὴν κρυπτὴν καὶ ἔνεγκε * τὰ τρία σκευάρια τοῦ χρυσοῦ *, ἵνα δῶ ὑμῖν τὴν κληρονομίαν * . 6 ἡ δὲ ἀπελθοῦσα ἤνεγκεν αὐτά · 7 καὶ * ἤνοιξεν * καὶ ἀνήνεγκεν τὰς * τρεῖς χορδὰς τὰς * ποικίλας ὡς μὴ δύνασθαί τινα ἄνθρωπον λαλῆσαι περὶ τῆς εἰδέας αὐτῶν, 8 ἐπεὶ μὴ εἶναι αὐτὰς * ἐκ τῆς γῆς, ἀλλ᾽ ἐκ τοῦ οὐρανοῦ εἰσιν, ἐξαστράπτουσαι σπινθῆρας πυρός, ὡς ἀκτῖνας τοῦ ἡλίου . 9 καὶ δέδωκεν * χορδὴν μίαν * * * εἰπών * Λάβετε αὐτὰς * περὶ τὸ στῆθος ὑμῶν ἵνα εὖ ὑμῖν γένηται πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν *.
47 1 Εἶπεν δὲ αὐτῷ ἡ ἄλλη θυγατὴρ ἡ λεγομένη Κασία· Πάτερ , αὕτη ἐστὶν ἡ κληρονομία ἣν ἔλεγες εἶναι κρείττονα τῆς τῶν * ἀδελφῶν ἡμῶν ; τίς οὖν χρεία τῶν περιττῶν τούτων * χορδῶν; μὴ ἐκ τούτων ἕξομεν τοῦ ζῆν ; 2 καὶ εἶπεν αὐταῖς ὁ πατήρ * * Οὐ μόνον ἐκ τούτων ἕξετε τοῦ ζῆν , 3 ἀλλ᾽ αὗται αἱ χορδαὶ εἰσάξουσιν ὑμᾶς εἰς τὸν μείζονα αἰῶνα , * ζῆσαι * ἐν τοῖς οὐρανοῖς· 4 * ἀγνοεῖτε οὖν ὑμεῖς, τέκνα *, τὴν τιμὴν τῶν σπάρτων τούτων; τούτων με κατηξίωσεν ὁ Κύριος ἐν ἡμέρᾳ ᾗ ἠβουλήθη * με ἐλεῆσαι καὶ περιγραφῆναι ἐκ τοῦ σώματος * τὰς πληγὰς καὶ τοὺς σκώληκας · 5 * καλέσας με παρέσχετό μοι ταύτας τὰς τρεῖς χορδὰς λέγων μοι * Ἀνάστα, ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου · ἐρωτήσω δέ σε , σὺ δέ μοι ἀποκρίνου . 6 ἐγὼ δὲ λαβὼν περιεζωσάμην · καὶ εὐθέως ἀφανεῖς ἐγένοντο ἀπὸ τότε οἱ σκώληκες ἀπὸ τοῦ σώματός μου, * ὁμοίως * καὶ αἱ πληγαί · * 7 καὶ λοιπὸν τὸ σῶμά μου ἐνίσχυσεν διὰ Kυρίου * ὡς * οὐδὲν ὅλως πεπονθώς * · 8 ἀλλὰ καὶ τῶν ἐν * καρδίᾳ * ὀδυνῶν λήθην ἔσχον · 9 ὁ δὲ Kύριος ἐλάλησέν μοι ἐν δυνάμει, * ὑποδείξας μοι τὰ γενόμενα καὶ τὰ μέλλοντα . 10 νῦν οὖν , τεκνία μου , ἔχουσαι ταύτας οὐχ ἕξετε ὅλως ἀντιτασσόμενον τὸν ἐχθρόν, ἀλλ᾽ οὐδὲ τὰς ἐνθυμήσεις αὐτοῦ ἐν τῇ διανοίᾳ ὑμῶν· 11 διότι φυλακτήριόν ἐστιν τοῦ πατρός· ἐγερθεῖσαι οὖν περιζώσασθε αὐτὰς πρὶν τελευτήσω, ἵνα δυνηθῆτε θεάσασθαι τοὺς ἐρχομένους * ἐπὶ τὴν ἐμὴν ψυχήν, ἵνα θαυμάσητε τὰ τοῦ θεοῦ κτίσματα.
48 1 Οὕτως ἀναστᾶσα * ἡ μία * * * ἡ καλουμένη * Ἡμέρα περιείληξεν τὴν ἑαυτῆς σπάρτην * καθὼς εἶπεν ὁ πατήρ * · 2 καὶ ἀνέλαβεν ἄλλην καρδίαν, * μηκέτι τὰ τῆς γῆς φρονεῖν, 3 ἀπεφθέγξατο δὲ τῇ ἀγγελικῇ διαλέκτῳ * *, ὕμνον ἀναπέμψασα τῷ θεῷ κατὰ τὴν τῶν ἀγγέλων ὑμνολογίαν · καὶ * τοὺς ὕμνους οὓς ἀπεφθέγξατο * * εἴασεν τὸ πνεῦμα ἐν στολῇ τῇ ἑαυτῆς ἐγκεχαραγμένους.
49 1 Καὶ τότε * ἡ Κασία περιεζώσατο καὶ ἔσχεν τὴν καρδίαν ἀλλοιωθεῖσαν ὡς μηκέτι ἐνθυμεῖσθαι τὰ κοσμικά · 2 καὶ τὸ μὲν στόμα αὐτῆς ἀνέλαβεν τὴν διάλεκτον τῶν ἀρχῶν, * ἐδοξολόγησεν δὲ τοῦ ὑψηλοῦ τόπου τὸ ποίημα. * 3 διότι εἴ τις βούλεται γνῶναι τὸ ποίημα τῶν οὐρανῶν , δυνήσεται εὑρεῖν ἐν τοῖς ὕμνοις Κασίας.
50 1 Καὶ τότε περιεζώσατο καὶ ἡ ἄλλη ἡ καλουμένη Ἀμαλθείας κέρας· καὶ ἔσχεν τὸ στόμα ἀποφθεγγόμενον ἐν τῇ διαλέκτῳ τῶν ἐν ὕψει , 2 ἐπεὶ καὶ αὐτῆς ἡ καρδία ἠλλοιοῦτο ἀφισταμένη ἀπὸ τῶν κοσμικῶν· λελάληκεν γὰρ ἐν τῇ διαλέκτῳ * τῶν * Χερουβὶμ δοξολογοῦσα τὸν δεσπότην τῶν ἀρετῶν ἐνδειξαμένη τὴν δόξαν αὐτῶν · 3 καὶ ὁ βουλόμενος λοιπὸν * ἴχνος ἡμέρας καταλαβεῖν τῆς πατρικῆς δόξης * εὑρήσει ἀναγεγραμμένα ἐν ταῖς εὐχαῖς τῆς Ἀμαλθείας κέρας.
51 1 Μετὰ δὲ τὸ παύσασθαι τὰς τρεῖς ὑμνολογούσας , 2 ἐπικειμένου τοῦ Κυρίου καὶ ἐμοῦ Νηρείου * ἀδελφοῦ ὄντος τοῦ Ἰώβ, ἐπικειμένου δὲ καὶ τοῦ ἁγίου πνεύματος , 3 ἐκαθεζόμην πλησίον τοῦ Ἰὼβ ἐπὶ τῆς κλίνης μου · * ἤκουσα ἐγὼ τὰ μεγαλεῖα * μιᾶς ὑποσημειουμένης τῇ μιᾷ · 4 καὶ ἀνεγραψάμην τὸ βιβλίον * ὅλον * πλείστων σημειώσεων τῶν ὕμνων παρὰ τῶν τριῶν θυγατέρων τοῦ ἀδελφοῦ μου * *, σωτήριον ταῦτα εἶναι *, ὅτι ταῦτά ἐστιν τὰ μεγαλεῖα τοῦ θεοῦ.
52 1 Καὶ μετὰ τρεῖς ἡμέρας ποιουμένου * τοῦ Ἰὼβ νοσεῖν ἐπὶ τῆς κλίνης, ἄνευ πόνου μέντοι καὶ ὀδύνης, ἐπεὶ μηκέτι πόνος ἴσχυεν ἅπτεσθαι αὐτοῦ * διὰ τὸ σημεῖον τῆς περιζώσεως ἧς περιεζώσατο· 2 καὶ μετὰ τρεῖς ἡμέρας εἶδεν * τοὺς ἐλθόντας ἐπὶ τὴν ψυχὴν αὐτοῦ * · 3 καὶ εὐθέως ἀναστὰς ἔλαβεν κιθάραν καὶ ἔδωκεν τῇ θυγατρὶ αὐτοῦ Ἡμέρᾳ· 4 τῇ δὲ Κασίᾳ ἔδωκεν θυμιατήριον , τῇ δὲ Ἀμαλθείας κέρας ἔδωκεν τύμπανον, 5 ὅπως εὐλογήσωσιν τοὺς ἐλθόντας ἐπὶ τὴν ψυχὴν αὐτοῦ * · 6 αἱ δὲ λαβοῦσαι εἶδον τὰ φωτεινὰ ἅρματα τὰ ἐλθόντα ἐπὶ τὴν ψυχὴν αὐτοῦ , * 7 καὶ ηὐλόγησαν * * καὶ ἐδόξασαν * * ἑκάστη ἐν τῇ ἐξαιρέτῳ διαλέκτῳ . 8 * καὶ * μετὰ ταῦτα ἐξῆλθεν ὁ ἐπικαθήμενος τῷ μεγάλῳ ἅρματι , καὶ ἠσπάσατο τὸν Ἰώβ , 9 βλεπουσῶν * τῶν τριῶν * θυγατέρων καὶ αὐτοῦ τοῦ πατρὸς * βλέποντος , ἄλλων δὲ τινῶν μὴ βλεπόντων · 10 λαβὼν δὲ τὴν ψυχὴν * ἀνεπετάσθη ἐναγκαλισάμενος αὐτὴν καὶ ἀνεβίβασεν * ἐπὶ τὸ ἅρμα καὶ ὥδευσεν ἐπὶ ἀνατολάς · 11 τὸ δὲ σῶμα αὐτοῦ περισταλὲν ἀπηνέχθη εἰς τὸν τάφον 12 προηγουμένων τῶν τριῶν θυγατέρων αὐτοῦ καὶ περιεζωσμένων *, * ὑμνολογουσῶν ἐν ὕμνοις τοῦ πατρός.
53 1 Καὶ ἐγὼ * Νηρεὺς ὁ ἀδελφὸς * αὐτοῦ * μετὰ τῶν ἑπτὰ τέκνων τῶν ἀρρενικῶν, σὺν τοῖς * πένησιν καὶ ὀρφανοῖς καὶ πᾶσιν τοῖς ἀδυνάτοις κλαίουσιν * 2 καὶ λέγουσιν * Οὐαὶ ἡμῖν σήμερον , διπλῶς τὸ οὐαί , * ὅτι σήμερον * ἦρται * ἡ δύναμις τῶν ἀδυνάτων , 3 ἦρται τὸ φῶς τῶν τυφλῶν, ἦρται ὁ πατὴρ τῶν ὀρφανῶν, ἦρται ὁ * τῶν * ξένων ξενοδόχος, * * * * ἦρται * ἡ ἔνδυσις * τῶν χηρῶν *. 4 τίς λοιπὸν οὐ κλαύσει ἐπὶ τὸν ἄνθρωπον τοῦ θεοῦ ; 5 * ἅμα τε ἤνεγκαν τὸ σῶμα πρὸς τὸν τάφον, περιεκύκλωσαν * πᾶσαι αἱ χῆραι καὶ * ὀρφανοὶ 6 * κωλύοντες * μὴ εἰσαχθῆναι αὐτὸν ἐν τῷ τάφῳ· 7 καὶ μετὰ * τρεῖς ἡμέρας ἐνέθεντο αὐτὸν εἰς τὸν τάφον * ἐν καλῷ ὕπνῳ , 8 λαβόντα ὄνομα * ὀνομαστὸν ἐν πάσαις * ταῖς * γενεαῖς τοῦ αἰῶνος, ἀμήν .