Διαθήκαι των ΙΒ' Πατριαρχών


Διαθήκαι των ΙΒ' Πατριαρχών των υιών Ιακώβ
Θρησκευτικό κείμενο



ΔΙΑΘΗΚΗ ΡΟΥΒΗΜ ΠΕΡΙ ΕΝΝΟΙΩΝ

Επεξεργασία

ΚΕΦΑΛΑΙΟ 1

Επεξεργασία

1. Ἀντίγραφον διαθήκης Ῥουβὴμ ὅσα ἐνετείλατο τοῖς υἱοῖς αὐτοῦ, πρὶν ἀποθανεῖν αὐτόν, ἐν ἑκατοστῷ εἰκοστῷ πέμπτῳ ἔτει τῆς ζωῆς αὐτοῦ.

2. Μετὰ ἔτη δύο τῆς τελευτῆς Ἰωσήφ, ἀρρωστοῦντι συνήχθησαν ἐπισκέψασθαι αὐτὸν οἱ υἱοὶ καὶ υἱοὶ τῶν υἱῶν αὐτοῦ.

3. Καὶ εἶπεν αὐτοῖς, Τεκνία μου, ἐγὼ ἀποθνήσκω καὶ πορεύομαι ὁδὸν πατέρων μου.

4. Καὶ ἰδὼν ἐκεῖ Ἰούδαν καὶ Γὰδ καὶ Ἀσήρ, τοὺς ἀδελφοὺς αὐτοῦ, εἶπεν αὐτοῖς· Ἀναστήσατέ με, ἀδελφοί, ὅπως εἴπω τοῖς ἀδελφοῖς μου καὶ τοῖς τέκνοις μου, ὅσα ἔχω ἐν τῇ καρδίᾳ μου κρυπτά· ἐκλιπὼν γὰρ ἐγώ εἰμι ἀπὸ τοῦ νῦν.

5. Καὶ ἀναστὰς κατεφίλησεν αὐτοὺς καὶ κλαύσας εἶπεν· Ἀκούσατε, ἀδελφοί μου, ἐνωτίσασθε Ῥουβὴμ τοῦ πατρὸς ὑμῶν ὅσα ἐντέλλομαι ὑμῖν.

6. Καὶ ἰδοὺ ἐπιμαρτύρομαι ὑμῖν τὸν θεὸν τοῦ οὐρανοῦ σήμερον, τοῦ μὴ πορευθῆναι ἐν ἀγνοίᾳ νεότητος, καὶ πορνείᾳ, ἐν ᾗ ἐξεχύθην ἐγὼ καὶ ἐμίανα τὴν κοίτην τοῦ πατρός μου Ἰακώβ.

7. Λέγω γὰρ ὑμῖν, ὅτι ἐνέπληξέ με πληγὴν μεγάλην ἐν ταῖς λαγῶσί μου ἐπὶ μῆνας ἑπτά· καὶ εἰ μὴ Ἰακὼβ ὁ πατὴρ ἡμῶν προσηύξατο περὶ ἐμοῦ πρὸς κύριον, ὅτι ἤθελε κύριος ἀνελεῖν με.

8. Ἤμην γὰρ ἐτῶν τριάκοντα ὅτε ἔπραξα τὸ πονηρὸν ἐνώπιον κυρίου· καὶ ἑπτὰ μῆνας ἐμαλακίσθην ἕως θανάτου·

9. καὶ ἐν προαιρέσει ψυχῆς μου ἑπτὰ ἔτη μετενόησα ἐνώπιον κυρίου.

10. Οἶνον καὶ σίκερα οὐκ ἔπιον, καὶ κρέας οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου· καὶ πᾶν ἄρτον ἐπιθυμίας οὐκ ἐγευσάμην, πενθῶν ἐπὶ τῇ ἁμαρτίᾳ μου, μεγάλη γὰρ ἦν· καὶ οὐ μὴ γένηται ἐν τῷ Ἰσραὴλ οὕτως.

ΚΕΦΑΛΑΙΟ 2

Επεξεργασία

1. Καὶ νῦν ἀκούσατέ μου, τέκνα, ἃ εἶδον περὶ τῶν ἑπτὰ πνευμάτων τῆς πλάνης ἐν τῇ μετανοίᾳ μου.

2. Ἑπτὰ πνεύματα ἐδόθη κατὰ τοῦ ἀνθρώπου ἀπὸ τοῦ Βελίαρ καὶ αὐτά εἰσι κεφαλὴ τῶν ἔργων τοῦ νεωτερισμοῦ·

3. καὶ ἑπτὰ πνεύματα ἐδόθη αὐτῷ ἐπὶ τῆς κτίσεως, τοῦ εἶναι ἐν αὐτοῖς πᾶν ἔργον ἀνθρώπου.

4. Πρῶτον πνεῦμα ζωῆς, μεθ' ἧς ἡ σύστασις κτίζεται. Δεύτερον πνεῦμα ὁράσεως, μεθ' ἧς γίνεται ἐπιθυμία.

5. Τρίτον πνεῦμα ἀκοῆς, μεθ' ἧς γίνεται διδασκαλία. Τέταρτον πνεῦμα ὀσφρήσεως, μεθ' ἧς ἐστι γεῦσις δεδομένη εἰς συνολκὴν ἀέρος καὶ πνοῆς.

6. Πέμπτον πνεῦμα λαλιᾶς, μεθ' ἧς γίνεται γνῶσις.

7.Ἕκτον πνεῦμα γεύσεως μεθ' ἧς γίνεται βρῶσις βρωτῶν καὶ ποτῶν, καὶ ἰσχὺς ἐν αὐτοῖς κτίζεται· ὅτι ἐν βρώμασίν ἐστιν ἡ ὑπόστασις τῆς ἰσχύος.

8. Ἕβδομον πνεῦμα σπορᾶς καὶ συνουσίας, μεθ' ἧς συνεισέρχεται διὰ τῆς φιληδονίας ἡ ἁμαρτία.

9. Διὰ τοῦτο ἔσχατόν ἐστι τῆς κτίσεως καὶ πρῶτον τῆς νεότητος, ὅτι ἀγνοίας πεπλήρωται, καὶ αὕτη τὸν νεώτερον ὁδηγεῖ ὡς τυφλὸν ἐπὶ βόθρον καὶ ὡς κτῆνος ἐπὶ κρημνόν.

ΚΕΦΑΛΑΙΟ 3

Επεξεργασία

1. Ἐπὶ πᾶσι τούτοις ὄγδοον πνεῦμα τοῦ ὕπνου ἐστί, μεθ' οὗ ἐκτίσθη ἔκστασις φύσεως, καὶ εἰκὼν τοῦ θανάτου.

2. Τούτοις τοῖς πνεύμασι συμμίγνυται τὸ πνεῦμα τῆς πλάνης.

3. Πρῶτον τὸ τῆς πορνείας ἐν τῇ φύσει καὶ ταῖς αἰσθήσεσιν ἔγκειται. Δεύτερον πνεῦμα ἀπληστείας ἐν τῇ γαστρί.

4. Τρίτον πνεῦμα μάχης ἐν τῷ ἥπατι καὶ τῇ χολῇ. Τέταρτον πνεῦμα ἀρεσκείας καὶ μαγγανίας, ἵνα διὰ περιεργείας ὡραῖος ὠφθῇ.

5. Πέμπτον πνεῦμα ὑπερηφανείας, ἵνα κινῆται καὶ μεγαλοφρονῇ. Ἕκτον πνεῦμα ψεύδους, ἐν ἀπωλείᾳ καὶ ζήλῳ τοῦ πλάττειν λόγους αὐτοῦ ἀπὸ γένους καὶ οἰκείων.

6. Ἕβδομον πνεῦμα ἀδικίας, μεθ' ἧς κλοπὴ καὶ γριπίσματα, ἵνα ποιήσῃ φιληδονίαν καρδίας αὐτοῦ. Ἡ γὰρ ἀδικία συνεργεῖ τοῖς λοιποῖς πνεύμασι διὰ τῆς δολολειψίας.

7. Ἐπὶ πᾶσι τούτοις τὸ πνεῦμα τοῦ ὕπνου, τὸ ὄγδοον πνεῦμα, συνάπτεται πλάνῃ καὶ φαντασίᾳ.

8. Καὶ οὕτως ἀπόλλυται πᾶς νεώτερος, σκοτίζων τὸν νοῦν ἀπὸ τῆς ἀληθείας, καὶ μὴ συνιὼν ἐν τῷ νόμῳ τοῦ θεοῦ, μήτε ὑπακούων νουθεσίας πατέρων αὐτοῦ· ὥσπερ κἀγὼ ἔπαθον ἐν τῷ νεωτερισμῷ μου.

9. Καὶ νῦν, τέκνα, τὴν ἀλήθειαν ἀγαπήσατε καὶ αὕτη φυλάξει ὑμᾶς. Διδάσκω ὑμᾶς, ἀκούσατε Ῥουβὴμ τοῦ πατρὸς ὑμῶν.

10. Μὴ προσέχετε ἐν ὄψει γυναικός, μηδὲ ἰδιάζετε μετὰ θηλείας ὑπάνδρου, μηδὲ περιεργάζεσθε πρᾶξιν γυναικῶν.

11. Εἰ μὴ γὰρ εἶδον ἐγὼ Βάλλαν λουομένην ἐν σκεπινῷ τόπῳ, οὐκ ἐνέπιπτον εἰς τὴν ἀνομίαν τὴν μεγάλην.

12. Συλλαβοῦσα γὰρ ἡ διάνοιά μου τὴν γυναικείαν γύμνωσιν, οὐκ εἴασέ με ὑπνῶσαι, ἕως οὗ ἔπραξα τὸ βδέλυγμα.

13. Ἀπόντος γὰρ Ἰακὼβ τοῦ πατρὸς ἡμῶν πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ, ὄντων ἡμῶν ἐν Γαδέρ, πλησίον Ἐφραθὰ οἴκου Βηθλεέμ, Βάλλα ἦν μεθύουσα καὶ κοιμωμένη ἀκάλυφος κατέκειτο ἐν τῷ κοιτῶνι·

14. κἀγὼ εἰσελθὼν καὶ ἰδὼν τὴν γύμνωσιν αὐτῆς, ἔπραξα τὴν ἀσέβειαν, καὶ καταλείπων αὐτὴν κοιμωμένην, ἐξῆλθον.

15. Καὶ εὐθέως ἄγγελος τοῦ θεοῦ ἀπεκάλυψε τῷ πατρί μου Ἰακὼβ περὶ τῆς ἀσεβείας μου· καὶ ἐλθὼν ἐπένθει ἐπ' ἐμοί, μηκέτι ἁψάμενος αὐτῆς.

ΚΕΦΑΛΑΙΟ 4

Επεξεργασία

1. Μὴ οὖν προσέχετε κάλλος γυναικῶν, μηδὲ ἐννοεῖσθε τὰς πράξεις αὐτῶν· ἀλλὰ πορεύεσθε ἐν ἁπλότητι καρδίας, ἐν φόβῳ κυρίου, καὶ μοχθῶντες ἐν ἔργοις, καὶ ἀποπλανώμενοι ἐν γράμμασι, καὶ ἐν τοῖς ποιμνίοις ὑμῶν, ἕως ὁ κύριος δῴη ὑμῖν σύζυγον, ἣν αὐτὸς θέλει, ἵνα μὴ πάθητε, ὡς κἀγώ.

2. Ἀχρὶ τελευτῆς τοῦ πατρὸς ἡμῶν οὐκ εἶχον παρρησίαν ἀτενίσαι εἰς πρόσωπον Ἰακώβ, ἢ λαλῆσαί τινι τῶν ἀδελφῶν, διὰ τοὺς ὀνειδισμούς.

3. Καὶ ἕως νῦν ἡ συνείδησίς μου συνέχει με περὶ τῆς ἁμαρτίας μου.

4. Καίγε παρεκάλεσέ με ὁ πατήρ μου, ὅτι ηὔξατο περὶ ἐμοῦ πρὸς κύριον, ἵνα παρέλθῃ ἀπ' ἐμοῦ ἡ ὀργὴ κυρίου, καθὼς ἔδειξέ μοι κύριος. Ἀπὸ τότε οὖν παρεφυλαξάμην, καὶ οὐχ ἥμαρτον.

5. Διὰ τοῦτο, τέκνα μου, φυλάξασθε πάντα, ὅσα ἐντέλλομαι ὑμῖν, καὶ οὐ μὴ ἁμαρτήσητε.

6. Ὄλεθρος γὰρ ψυχῆς ἐστὶν ἡ πορνεία, χωρίζουσα θεοῦ, καὶ προσεγγίζουσα τοῖς εἰδώλοις, ὅτι αὕτη ἐστὶ πλανῶσα τὸν νοῦν καὶ τὴν διάνοιαν, καὶ κατάγει νεανίσκους εἰς ᾅδην, οὐκ ἐν καιρῷ αὐτῶν.

7. Καὶ γὰρ πολλοὺς ἀπώλεσεν ἡ πορνεία· ὅτι κἂν ᾖ τις γέρων, ἢ εὐγενής, ὄνειδος αὐτὸν ποιεῖ καὶ γέλωτα παρὰ τῷ Βελίαρ καὶ τοῖς υἱοῖς τῶν ἀνθρώπων.

8. Ἐπειδὴ γὰρ ἐφύλαξεν ἑαυτὸν Ἰωσὴφ ἀπὸ πάσης γυναικός, καὶ τὰς ἐννοίας ἐκαθαίρισεν ἀπὸ πάσης πορνείας, εὗρεν χάριν ἐνώπιον κυρίου καὶ ἀνθρώπων.

9. Καὶ γὰρ πολλὰ ἐποίησεν αὐτῷ ἡ Αἰγυπτία, καὶ μάγους παρεκάλεσε, καὶ φάρμακα αὐτῷ προσήνεγκε· καὶ οὐκ ἐδέξατο τὸ διαβούλιον τῆς ψυχῆς αὐτοῦ ἐπιθυμίαν πονηράν.

10. Διὰ τοῦτο ὁ θεὸς τῶν πατέρων μου ἐρρύσατο αὐτὸν ἀπὸ παντὸς ὁρατοῦ καὶ κεκρυμμένου θανάτου.

11. Ἐὰν γὰρ μὴ κατισχύσῃ ἡ πορνεία τὴν ἔννοιαν, οὐδὲ Βελίαρ κατισχύσει ὑμῶν.

ΚΕΦΑΛΑΙΟ 5

Επεξεργασία

1. Πονηραί εἰσιν αἱ γυναῖκες, τέκνα μου, ὅτι μὴ ἔχουσαι ἐξουσίαν ἢ δύναμιν ἐπὶ τὸν ἄνθρωπον, δολιεύονται ἐν σχήμασι, πῶς αὐτὸν πρὸς αὐτὰς ἐπισπάσονται·

2. καὶ ὃν διὰ δυνάμεως οὐκ ἰσχύει καταγωνίσασθαι, τοῦτον δι' ἀπάτης καταγωνίζεται.

3. Ὅτι καίγε περὶ αὐτῶν εἶπέ μοι ὁ ἄγγελος τοῦ θεοῦ, καὶ ἐδίδαξέ με, ὅτι αἱ γυναῖκες ἡττῶνται τῷ πνεύματι τῆς πορνείας ὑπὲρ τὸν ἄνθρωπον, καὶ ἐν καρδίᾳ μηχανῶνται κατὰ τῶν ἀνθρώπων, καὶ διὰ τῆς κοσμήσεως πλανῶσιν αὐτῶν πρῶτον τὰς διανοίας, καὶ διὰ τοῦ βλέμματος τὸν ἰὸν ἐνσπείρουσι, καὶ τότε τῷ ἔργῳ αἰχμαλωτίζουσιν·

4. οὐ γὰρ δύναται γυνὴ ἄνθρωπον βιάσασθαι.

5. Φεύγετε οὖν τὴν πορνείαν, τέκνα μου, καὶ προστάσσετε ταῖς γυναιξὶν ὑμῶν καὶ ταῖς θυγατράσιν, ἵνα μὴ κοσμῶνται τὰς κεφαλὰς καὶ τὰς ὄψεις αὐτῶν, ὅτι πᾶσα γυνὴ δολιευομένη ἐν τούτοις εἰς κόλασιν τοῦ αἰῶνος τετήρηται.

6. Οὕτως γὰρ ἔθελξαν τοὺς Ἐγγρηγόρους πρὸ τοῦ κατακλυσμοῦ· κἀκεῖνοι συνεχῶς ὁρῶντες αὐτάς, ἐγένοντο ἐν ἐπιθυμίᾳ ἀλλήλων, καὶ συνέλαβον τῇ διανοίᾳ τὴν πρᾶξιν καὶ μετεσχηματίζοντο εἰς ἀνθρώπους, καὶ ἐν τῇ συνουσίᾳ τῶν ἀνδρῶν αὐτῶν συνεφαίνοντο αὐταῖς·

7. κἀκεῖνοι ἐπιθυμοῦσαι τῇ διανοίᾳ τὰς φαντασίας αὐτῶν, ἔτεκον γίγαντας. Ἐφαίνοντο γὰρ αὐταῖς οἱ Ἐγγρήγορες ἕως τοῦ οὐρανοῦ φθάνοντες.

ΚΕΦΑΛΑΙΟ 6

Επεξεργασία

1. Φυλάσσεσθε οὖν ἀπὸ τῆς πορνείας· καὶ εἰ θέλετε καθαρεύειν τῇ διανοίᾳ, φυλάσσετε τὰς αἰσθήσεις ἀπὸ πάσης θηλείας.

2. Κἀκείναις δὲ ἐντείλασθε μὴ συνδυάζειν ἀνθρώποις, ἵνα καὶ αὐταὶ καθαρεύωσι τῇ διανοίᾳ.

3. Αἱ γὰρ συνεχεῖς συντυχίαι, κἂν μὴ πραχθῇ τὸ ἀσέβημα, αὐταῖς μέν ἐστι νόσος ἀνίατος, ἡμῖν δὲ ὄνειδος τοῦ Βελίαρ αἰώνιον·

4. ὅτι ἡ πορνεία οὔτε σύνεσιν οὔτε εὐσέβειαν ἔχει ἐν ἑαυτῇ καὶ πᾶς ζῆλος κατοικεῖ ἐν τῇ ἐπιθυμίᾳ αὐτῆς.

5. Διὰ τοῦτο ζηλώσατε τοὺς υἱοὺς Λευί, καὶ ζητήσατε ὑψωθῆναι ὑπὲρ αὐτούς, ἀλλ' οὐ δυνήσεσθε.

6. Ὁ γὰρ θεὸς ποιήσει τὴν ἐκδίκησιν αὐτῶν, καὶ ἀποθανεῖσθε θανάτῳ πονηρῷ.

7. Τῷ γὰρ Λευὶ ἔδωκε κύριος τὴν ἀρχὴν καὶ τῷ Ἰούδᾳ, μετ' αὐτῶν κἀμοί, καὶ Δὰν καὶ Ἰωσήφ, τοῦ εἶναι ἐπὶ ἄρχοντας.

8. Διὰ τοῦτο ἐντέλλομαι ὑμῖν ἀκούειν τοῦ Λευί, ὅτι αὐτὸς γνώσεται νόμον κυρίου, καὶ διαστέλλει εἰς κρίσιν καὶ θυσίας ὑπὲρ παντὸς Ἰσραήλ, μέχρι τελειώσεως χρόνων ἀρχιερέως χριστοῦ, ὃν εἶπε κύριος.

9. Ὁρκῶ ὑμᾶς τὸν θεὸν τοῦ οὐρανοῦ ποιῆσαι ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ,

10. καὶ πρὸς τὸν Λευὶ ἐγγίσατε ἐν ταπεινώσει καρδίας, ἵνα δέξησθε εὐλογίαν ἐκ τοῦ στόματος αὐτοῦ.

11. Αὐτὸς γὰρ εὐλογήσει τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν· ὅτι ἐν αὐτῷ ἐξελέξατο κύριος βασιλεῦσαι πάντων τῶν λαῶν.

12. Καὶ προσκυνήσατε τῷ σπέρματι αὐτοῦ, ὅτι ὑπὲρ ἡμῶν ἀποθανεῖται ἐν πολέμοις ὁρατοῖς καὶ ἀοράτοις καὶ ἔσται ἐν ὑμῖν βασιλεὺς αἰώνων.

ΚΕΦΑΛΑΙΟ 7

Επεξεργασία

1. Καὶ ἀπέθανε Ῥουβήμ, ἐντειλάμενος τοῖς υἱοῖς αὐτοῦ.

2. καὶ ἔθεντο αὐτὸν ἐν σορῷ, ἕως ὅτε ἀνενέγκαντες αὐτὸν ἐξ Αἰγύπτου ἔθαψαν ἐν Χεβρών, ἐν τῷ σπηλαίῳ τῷ διπλῷ, ὅπου οἱ πατέρες αὐτοῦ.

ΔΙΑΘΗΚΗ ΣΥΜΕΩΝ ΠΕΡΙ ΦΘΟΝΟΥ

Επεξεργασία

ΚΕΦΑΛΑΙΟ 1

Επεξεργασία

1. Ἀντίγραφον λόγων Συμεών, ἃ ἐλάλησε τοῖς υἱοῖς αὐτοῦ, πρὸ τοῦ θανεῖν αὐτὸν ἑκατοστῷ εἰκοστῷ ἔτει τῆς ζωῆς αὐτοῦ, ἐν ᾧ ἔτει ἀπέθανεν Ἰωσήφ.

2. Ἦλθον γὰρ ἐπισκέψασθαι αὐτὸν ἀρρωστοῦντα, καὶ ἐνισχύσας ἐκάθισε, καὶ κατεφίλησεν αὐτοὺς καὶ εἶπεν αὐτοῖς·

ΚΕΦΑΛΑΙΟ 2

Επεξεργασία

1. Ἀκούσατε, τέκνα, ἀκούσατε Συμεὼν τοῦ πατρὸς ὑμῶν, ὅσα ἔχω ἐν τῇ καρδίᾳ μου.

2. Ἐγὼ ἐγεννήθην ἐξ Ἰακὼβ τοῦ πατρός μου υἱὸς δεύτερος, καὶ Λία ἡ μήτηρ μου ἐκάλεσέ με Συμεῶνα, ὅτι ἤκουσε κύριος τῆς δεήσεως αὐτῆς.

3. Δυνατὸς ἐγενόμην σφόδρα, οὐκ ἐδειλίασα πρᾶξιν, οὐδὲ ἐφοβήθην ἀπὸ παντὸς πράγματος.

4. Ἡ γὰρ καρδία μου ἦν σκληρά, καὶ τὰ ἥπατά μου ἀκίνητα, καὶ τὰ σπλάγχνα μου ἀσυμπαθῆ·

5. ὅτι καὶ ἡ ἀνδρεία ἀπὸ ὑψίστου δέδοται τοῖς ἀνθρώποις ἐν ψυχαῖς καὶ ἐν σώμασι.

6. Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἐζήλωσα τῷ Ἰωσήφ, ὅτι ἠγάπα αὐτὸν ὁ πατὴρ ἡμῶν·

7. καὶ ἐστήρισα ἐπ' αὐτὸν τὰ ἥπατά μου τοῦ ἀνελεῖν αὐτόν, ὅτι ὁ ἄρχων τῆς πλάνης, ἀποστείλας τὸ πνεῦμα τοῦ ζήλου, ἐτύφλωσέ μου τὸν νοῦν, μὴ προσέχειν αὐτῷ ὡς ἀδελφῷ, καὶ μὴ φείσασθαι Ἰακὼβ τοῦ πατρός μου.

8. Ἀλλ' ὁ θεὸς αὐτοῦ καὶ ὁ θεὸς τῶν πατέρων αὐτοῦ, ἀποστείλας τὸν ἄγγελον αὐτοῦ, ἐρρύσατο αὐτὸν ἐκ τῶν χειρῶν μου.

9. Ὡς γὰρ ἐγὼ ἐπορεύθην ἐν Σικίμοις, ἐνέγκαι ἄλειμμα τοῖς ποιμνίοις, καὶ Ῥουβὴμ εἰς Δοθαείμ, ὅπου τὰ ἐγχρῄζοντα ἡμῖν, καὶ πᾶσα ἡ ἀπόθεσις, Ἰούδας ὁ ἀδελφὸς ἡμῶν ἐπώλησεν αὐτὸν τοῖς Ἰσμαηλίταις.

10. Καὶ ἐλθὼν Ῥουβὴμ ἐλυπήθη· ἤθελε γὰρ αὐτὸν διασῶσαι πρὸς τὸν πατέρα.

11. Ἐγὼ δὲ ὠργίσθην πρὸς τὸν Ἰούδαν, ὅτι ζῶντα αὐτὸν ἀπέλυσε· καὶ ἐποίησα μῆνας πέντε ὀργιζόμενος αὐτῷ.

12. καίγε συνεπόδισέ με ὁ θεὸς καὶ ἐκώλυσεν ἀπ' ἐμοῦ δράσιν χειρῶν· ὅτι ἡ χείρ μου ἡ δεξιὰ ἡμίξηρος ἦν ἐπὶ ἡμέρας ἑπτά.

13. Καὶ ἔγνων, τέκνα, ὅτι περὶ Ἰωσὴφ τοῦτό μοι συνέβη· καὶ μετανοήσας ἔκλαυσα, καὶ ηὐξάμην κυρίῳ, ἵνα ἀποκαταστήσῃ τὴν χεῖρά μου, καὶ ἀπόσχομαι ἀπὸ παντὸς μολυσμοῦ καὶ φθόνου καὶ ἀπὸ πάσης ἀφροσύνης.

14. Ἔγνων γάρ, ὅτι πονηρὸν πρᾶγμα ἐνεθυμήθην ἐνώπιον κυρίου, καὶ Ἰακὼβ τοῦ πατρός, διὰ Ἰωσὴφ τὸν ἀδελφόν μου, φθονήσας αὐτῷ.

ΚΕΦΑΛΑΙΟ 3

Επεξεργασία

1. Καὶ νῦν, τέκνα, φυλάξασθε ἀπὸ τῶν πνευμάτων τῆς πλάνης καὶ τοῦ φθόνου.

2. Καὶ γὰρ ὁ φθόνος κυριεύει πάσης τῆς διανοίας τοῦ ἀνθρώπου καὶ οὐκ ἀφίησιν αὐτὸν οὔτε φαγεῖν, οὔτε πιεῖν, οὔτε ποιῆσαί τι ἀγαθόν·

3. πάντοτε ὑποβάλλει ἀνελεῖν τὸν φθονούμενον· καὶ ὁ μὲν φθονούμενος πάντοτε ἀνθεῖ, ὁ δὲ φθονῶν μαραίνεται.

4. Δύο ἔτη ἡμερῶν ἐν φόβῳ κυρίου ἐκάκωσα ἐν νηστείᾳ τὴν ψυχήν μου· καὶ ἔγνων ὅτι ἡ λύσις τοῦ φθόνου διὰ φόβου θεοῦ γίνεται.

5. Ἐάν τις ἐπὶ κύριον καταφύγῃ, ἀποτρέχει τὸ πονηρὸν πνεῦμα ἀπ' αὐτοῦ, καὶ γίνεται ἡ διάνοια κούφη·

6. καὶ λοιπὸν συμπαθεῖ τῷ φθονουμένῳ, καὶ οὐ καταγινώσκει τῶν ἀγαπώντων αὐτόν, καὶ οὕτως παύεται τοῦ φθόνου.

ΚΕΦΑΛΑΙΟ 4

Επεξεργασία

1. Καὶ ἦν ἐρωτῶν ὁ πατὴρ περὶ ἐμοῦ, ὅτι ἑώρα με σκυθρωπόν, καὶ ἔλεγον· Τὰ ἥπατά μου κακοῦμαι ἐγώ.

2. Ἐπένθουν γὰρ παρὰ πάντας, ὅτι ἐγὼ ἤμην αἴτιος τῆς πράσεως Ἰωσήφ.

3. Καὶ ὅτε κατέβημεν εἰς Αἴγυπτον, καὶ ἔδησέ με ὡς κατάσκοπον, ἔγνων ὅτι δικαίως πάσχω, καὶ οὐκ ἐλυπούμην.

4. Ἰωσὴφ δὲ ἦν ἀνὴρ ἀγαθός, καὶ ἔχων πνεῦμα θεοῦ ἐν ἑαυτῷ, εὔσπλαγχνος καὶ ἐλεήμων, οὐκ ἐμνησικάκησέ μοι, ἀλλὰ καὶ ἠγάπησέ με, ὡς τοὺς ἄλλους ἀδελφούς.

5. φυλάξασθε οὖν, τέκνα μου, ἀπὸ παντὸς ζήλου καὶ φθόνου, καὶ πορεύεσθε ἐν ἁπλότητι ψυχῆς, καὶ ἐν ἀγαθῇ καρδίᾳ, ἐννοῶντες τὸν πατράδελφον ὑμῶν, ἵνα δῴη καὶ ὑμῖν ὁ θεὸς χάριν, καὶ δόξαν, καὶ εὐλογίαν ἐπὶ τὰς κεφαλὰς ὑμῶν καθὼς εἴδετε ἐν αὐτῷ.

6. Πάσας τὰς ἡμέρας οὐκ ὠνείδισεν ἡμᾶς περὶ τοῦ λόγου τούτου, ἀλλ' ἠγάπησεν ἡμᾶς ὡς τὴν ψυχὴν αὐτοῦ καὶ ὑπὲρ τοὺς υἱοὺς αὐτοῦ· καὶ ἐδόξασεν ἡμᾶς, καὶ πλοῦτον καὶ κτήνη καὶ καρποὺς πᾶσιν ἡμῖν ἐχαρίσατο.

7. Καὶ ὑμεῖς οὖν, τέκνα μου ἀγαπητά, ἀγαπήσατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ ἐν ἀγαθῇ καρδίᾳ, καὶ ἀποστήσατε ἀφ' ὑμῶν τὸ πνεῦμα τοῦ φθόνου,

8. ὅτι ἀγριοῖ τοῦτο τὴν ψυχήν, καὶ φθείρει τὸ σῶμα, ὀργὴν καὶ πόλεμον παρέχει τὸ διαβούλιον, καὶ εἰς αἵματα παροξύνει, καὶ εἰς ἔκστασιν ἄγει τὴν διάνοιαν, καὶ οὐκ ἐᾷ τὴν σύνεσιν ἀνθρώποις ἐνεργεῖν· ἀλλὰ καὶ τὸν ὕπνον ἀφαιρεῖ, καὶ κλόνον παρέχει τῇ ψυχῇ, καὶ τρόμον τῷ σώματι·

9.ὅτι καίγε ἐν ὕπνῳ τις ζῆλος κακίας αὐτὸν φαντάζουσα κατεσθίει καὶ ἐν πνεύμασι πονηροῖς διαταράσσει τὴν ψυχὴν αὐτοῦ, καὶ ἐκθροεῖσθαι τὸ σῶμα ποιεῖ, καὶ ἐν ταραχῇ διυπνίζεσθαι τὸν νοῦν, καὶ ὡς πνεῦμα πονηρὸν καὶ ἰοβόλον ἔχων, οὕτως φαίνεται τοῖς ἀνθρώποις.

ΚΕΦΑΛΑΙΟ 5

Επεξεργασία

1. Διὰ τοῦτο Ἰωσὴφ ἦν ὡραῖος τῷ εἴδει, καὶ καλὸς τῇ ὄψει, ὅτι οὐκ ἐνοίκησεν ἐν αὐτῷ οὐδὲν πονηρόν· ἐκ γὰρ ταραχῆς τοῦ πνεύματος τὸ πρόσωπον δηλοῖ.

2. Καὶ νῦν, τέκνα μου, ἀγαθύνατε τὰς καρδίας ὑμῶν ἐνώπιον κυρίου, καὶ εὐθύνατε τὰς ὁδοὺς ὑμῶν ἐνώπιον τῶν ἀνθρώπων, καὶ ἔσεσθε εὑρίσκοντες χάριν ἐνώπιον θεοῦ καὶ ἀνθρώπων.

3. Καὶ φυλάσσεσθε τοῦ μὴ πορνεύειν· ὅτι ἡ πορνεία μήτηρ ἐστὶ πάντων τῶν κακῶν, χωρίζουσα θεοῦ καὶ προσεγγίζουσα τῷ Βελίαρ.

4. Ἑώρακα γὰρ ἐν χαρακτῆρι γραφῆς Ἐνὼχ ὅτι υἱοὶ ὑμῶν μεθ' ὑμῶν ἐν πορνείᾳ φθαρήσονται, καὶ ἐν Λευὶ ἀδικήσουσιν ἐν ῥομφαίᾳ.

5. Ἀλλ' οὐ δυνήσονται πρὸς Λευί, ὅτι πόλεμον κυρίου πολεμήσει, καὶ νικήσει πᾶσαν παρεμβολὴν ὑμῶν,

6. καὶ ἔσονται ὀλιγοστοὶ ἐπιμεριζόμενοι ἐν τῷ Λευὶ καὶ Ἰούδᾳ, καὶ ἔσται ἐξ ὑμῶν εἰς ἡγεμονίαν, καθὼς καὶ ὁ πατήρ μου Ἰακὼβ προεφήτευσεν ἐν εὐλογίαις.

ΚΕΦΑΛΑΙΟ 6

Επεξεργασία

1. Ἰδοὺ προείρηκα ὑμῖν πάντα, ὅπως δικαιωθῶ ἀπὸ τῆς ἁμαρτίας τῶν ψυχῶν ὑμῶν.

2. Ἐὰν δὲ ἀφέλητε ἀφ' ὑμῶν τὸν φθόνον καὶ πᾶσαν σκληροτραχηλίαν, ὡς ῥόδον ἀνθήσει τὰ ὀστᾶ μου ἐν Ἰσραὴλ καὶ ὡς κρίνον ἡ σάρξ μου ἐν Ἰακώβ, καὶ ἔσται ἡ ὀσμή μου ὡς ὀσμὴ Λιβάνου, καὶ πληθυνθήσεται ὡς κέδροι ἅγιοι ἐξ ἐμοῦ ἕως αἰῶνος, καὶ οἱ κλάδοι αὐτῶν ἕως εἰς μακρὰν ἔσονται.

3. Τότε ἀπολεῖται σπέρμα Χαναὰν καὶ ἐγκατάλειμμα οὐκ ἔσται τῷ Ἀμαλὴκ καὶ ἀπολοῦνται πάντες οἱ Καππάδοκες καὶ πάντες οἱ Χετταῖοι ἐξολοθρευθήσονται.

4. Τότε ἐκλείψει ἡ γῆ Χὰμ καὶ πᾶς ὁ λαὸς ἀπολεῖται.

Τότε καταπαύσει ἡ γῆ πᾶσα ἀπὸ ταραχῆς καὶ πᾶσα ἡ ὑπ' οὐρανὸν ἀπὸ πολέμου.

5. Τότε Σὴμ ἐνδοξασθήσεται, ὅτι κύριος ὁ θεὸς μέγας τοῦ Ἰσραήλ, φαινόμενος ἐπὶ γῆς ὡς ἄνθρωπος καὶ σώζων ἐν αὐτῷ τὸν Ἀδάμ.

6. Τότε δοθήσονται πάντα τὰ πνεύματα τῆς πλάνης εἰς καταπάτησιν, καὶ ἄνθρωποι βασιλεύσουσι τῶν πονηρῶν πνευμάτων.

7. Τότε ἀναστήσομαι ἐν εὐφροσύνῃ καὶ εὐλογήσω τὸν ὕψιστον ἐν τοῖς θαυμασίοις αὐτοῦ· ὅτι θεὸς σῶμα λαβών, καὶ συνεσθίων ἀνθρώποις, ἔσωσεν ἀνθρώπους.

ΚΕΦΑΛΑΙΟ 7

Επεξεργασία

1. Καὶ νῦν, τεκνία μου, ὑπακούετε Λευὶ καὶ ἐν Ἰούδᾳ λυτρωθήσεσθε· καὶ μὴ ἐπαίρεσθε ἐπὶ τὰς δύο φυλὰς ταύτας, ὅτι ἐξ αὐτῶν ἀνατελεῖ ὑμῖν τὸ σωτήριον τοῦ θεοῦ.

2. Ἀναστήσει γὰρ κύριος ἐκ τοῦ Λευὶ ὡς ἀρχιερέα, καὶ ἐκ τοῦ Ἰούδα ὡς βασιλέα, θεὸν καὶ ἄνθρωπον. Οὕτως σώσει πάντα τὰ ἔθνη καὶ τὸ γένος τοῦ Ἰσραήλ.

3. Διὰ τοῦτο πάντα ἐντέλλομαι ὑμῖν, ἵνα καὶ ὑμεῖς ἐντείλησθε τοῖς τέκνοις ὑμῶν, ὅπως φυλάξωσιν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν.

ΚΕΦΑΛΑΙΟ 8

Επεξεργασία

1. Καὶ συνετέλεσε Συμεὼν ἐντελλόμενος τοῖς υἱοῖς αὐτοῦ, καὶ ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ ἑκατὸν εἴκοσι ἐτῶν.

2. Καὶ ἔθηκαν αὐτὸν ἐν θήκῃ ξύλων ἀσήπτων, τοῦ ἀναγαγεῖν τὰ ὀστᾶ αὐτοῦ ἐν Χεβρών. Καὶ ἀνήνεγκαν αὐτὰ ἐν πολέμῳ Αἰγυπτίων κρυφῇ.

3. Τὰ γὰρ ὀστᾶ Ἰωσὴφ ἐφύλαττον οἱ Αἰγύπτιοι ἐν τοῖς ταμείοις τῶν βασιλείων.

4. Ἔλεγον γὰρ αὐτοῖς οἱ ἐπαοιδοί, ὅτι ἐν ἐξόδῳ ὀστῶν Ἰωσὴφ ἔσται ἐν πάσῃ τῇ Αἰγύπτῳ σκότος καὶ γνόφος, καὶ πληγὴ μεγάλη σφόδρα τοῖς Αἰγυπτίοις, ὥστε μετὰ λύχνου μὴ ἐπιγινώσκειν ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ.

ΚΕΦΑΛΑΙΟ 9

Επεξεργασία

1. Καὶ ἔκλαυσαν υἱοὶ Συμεὼν τὸν πατέρα αὐτῶν κατὰ τὸν νόμον τοῦ πένθους· καὶ ἦσαν εἰς Αἴγυπτον ἕως ἡμέρας ἐξόδου αὐτῶν ἀπ' Αἰγύπτου ἐν χειρὶ Μωυσῆ.


ΔΙΑΘΗΚΗ ΛΕΥΙ ΠΕΡΙ ΙΕΡΩΣΥΝΗΣ ΚΑΙ ΥΠΕΡΗΦΑΝΕΙΑΣ

Επεξεργασία

ΚΕΦΑΛΑΙΟ 1

Επεξεργασία

1. Ἀντίγραφον λόγων Λευί, ὅσα διέθετο τοῖς υἱοῖς αὐτοῦ, κατὰ πάντα ἃ ποιήσουσι, καὶ ὅσα συναντήσει αὐτοῖς ἕως ἡμέρας κρίσεως·

2. Ὑγιαίνων ἦν ὅτε ἐκάλεσεν αὐτοὺς πρὸς ἑαυτόν· ὤφθη γὰρ αὐτῷ, ὅτι μέλλει ἀποθνήσκειν.

Καὶ ὅτε συνήχθησαν, εἶπε πρὸς αὐτούς·

ΚΕΦΑΛΑΙΟ 2

Επεξεργασία

1. Ἐγὼ Λευὶ ἐν Χαρρὰν συνελήφθην, καὶ ἐτέχθην ἐκεῖ, καὶ μετὰ ταῦτα ἦλθον σὺν τῷ πατρὶ εἰς Σίκιμα.

2. Ἤμην δὲ νεώτερος, ὡσεὶ ἐτῶν εἴκοσι, ὅτε ἐποίησα μετὰ Συμεὼν τὴν ἐκδίκησιν τῆς ἀδελφῆς ἡμῶν Δίνας ἀπὸ τοῦ Ἐμμώρ.

3. Ὡς δὲ ἐποιμαίνομεν ἐν Ἀβελμαούλ, πνεῦμα συνέσεως κυρίου ἦλθεν ἐπ' ἐμέ, καὶ πάντας ἑώρων ἀνθρώπους ἀφανίσαντας τὴν ὁδὸν αὐτῶν, καὶ ὅτι τείχη ᾠκοδόμησεν ἑαυτῇ ἡ ἀδικία, καὶ ἐπὶ πύργους ἡ ἀνομία κάθηται,

4. καὶ ἐλυπούμην περὶ τοῦ γένους τῶν ἀνθρώπων, καὶ ηὐξάμην κυρίῳ, ὅπως σωθῶ.

5. Τότε ἐπέπεσεν ἐπ' ἐμὲ ὕπνος, καὶ ἐθεασάμην ὄρος ὑψηλόν· τοῦτο ὄρος Ἀσπίδος ἐν Ἀβελμαούλ.

6. Καὶ ἰδοὺ ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ ἄγγελος θεοῦ εἶπε πρός με· Λευί, εἴσελθε.

7. Καὶ εἰσῆλθον ἐκ τοῦ πρώτου οὐρανοῦ εἰς τὸν δεύτερον, καὶ εἶδον ἐκεῖ ὕδωρ κρεμάμενον ἀνάμεσον τούτου κἀκείνου.

8. Καὶ εἶδον τρίτον οὐρανὸν πολὺ φωτεινότερον παρὰ τοὺς δύο· καὶ γὰρ ὕψος ἦν ἐν αὐτῷ ἄπειρον.

9. Καὶ εἶπον τῷ ἀγγέλῳ· Διατί οὗτος; Καὶ εἶπεν ὁ ἄγγελος πρός με· Μὴ θαύμαζε ἐπὶ τούτοις, ἄλλους γὰρ τέσσαρας οὐρανοὺς ὄψει φαιδροτέρους καὶ ἀσυγκρίτους, ὅτε ἀνέλθῃς ἐκεῖ·

10. ὅτι σύνεγγυς κυρίου στήσῃ, καὶ λειτουργὸς αὐτοῦ ἔσῃ, καὶ μυστήρια αὐτοῦ ἐξαγγελεῖς τοῖς ἀνθρώποις, καὶ περὶ τοῦ μέλλοντος λυτροῦσθαι τὸν Ἰσραὴλ κηρύξεις·

11. καὶ διὰ σοῦ καὶ Ἰούδα ὀφθήσεται κύριος ἐν ἀνθρώποις, σώζων ἐν αὐτοῖς πᾶν γένος ἀνθρώπων·

12. καὶ ἐκ μερίδος κυρίου ἡ ζωή σου, καὶ αὐτὸς ἔσται σου ἀγρός, ἀμπελών, καρποί, χρυσίον, ἀργύριον.

ΚΕΦΑΛΑΙΟ 3

Επεξεργασία

1. Ἄκουσον οὖν περὶ τῶν ἑπτὰ οὐρανῶν. Ὁ κατώτερος διὰ τοῦτο στυγνότερός ἐστιν, ἐπειδὴ οὗτος παρὰ πάσας ἀδικίας ἀνθρώπων.

2. Ὁ δεύτερος ἔχει πῦρ, χίονα, κρύσταλλον, ἕτοιμα εἰς ἡμέραν προστάγματος κυρίου, ἐν τῇ δικαιοκρισίᾳ τοῦ θεοῦ· ἐν αὐτῷ εἰσι πάντα τὰ πνεύματα τῶν ἐπαγωγῶν εἰς ἐκδίκησιν τῶν ἀνόμων.

3. Ἐν τῷ τρίτῳ εἰσὶν αἱ δυνάμεις τῶν παρεμβολῶν, οἱ ταχθέντες εἰς ἡμέραν κρίσεως, ποιῆσαι ἐκδίκησιν ἐν τοῖς πνεύμασι τῆς πλάνης καὶ τοῦ Βελίαρ. Οἱ δὲ εἰς τὸν τέταρτον ἐπάνω τούτων ἅγιοί εἰσιν·

4. ὅτι ἐν τῷ ἀνωτέρῳ πάντων καταλύει ἡ μεγάλη δόξα ἐν ἁγίῳ ἁγίων, ὑπεράνω πάσης ἁγιότητος.

5. Ἐν τῷ μετ' αὐτὸν οἱ ἄγγελοί εἰσι τοῦ προσώπου κυρίου, οἱ λειτουργοῦντες καὶ ἐξιλασκόμενοι πρὸς κύριον ἐπὶ πάσαις ταῖς ἀγνοίαις τῶν δικαίων.

6. Προσφέρουσι δὲ κυρίῳ ὀσμὴν εὐωδίας λογικήν, καὶ ἀναίμακτον προσφοράν.

7. Ἐν δὲ τῷ ὑποκάτω εἰσὶν οἱ ἄγγελοι οἱ φέροντες τὰς ἀποκρίσεις τοῖς ἀγγέλοις τοῦ προσώπου κυρίου.

8. Ἐν δὲ τῷ μετ' αὐτόν εἰσι θρόνοι, ἐξουσίαι, ἐν ᾧ ὕμνοι ἀεὶ τῷ θεῷ προσφέρονται.

9. Ὅταν οὖν ἐπιβλέψῃ κύριος ἐφ' ἡμᾶς πάντες ἡμεῖς σαλευόμεθα· καὶ οἱ οὐρανοὶ καὶ ἡ γῆ καὶ οἱ ἄβυσσοι, ἀπὸ προσώπου τῆς μεγαλωσύνης αὐτοῦ σαλεύονται·

10. οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐπὶ τούτοις ἀναισθητοῦντες ἁμαρτάνουσι, καὶ παροργίζουσι τὸν ὕψιστον.

ΚΕΦΑΛΑΙΟ 4

Επεξεργασία

1. Νῦν οὖν γινώσκετε, ὅτι ποιήσει κύριος κρίσιν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὅτι τῶν πετρῶν σχιζομένων, καὶ τοῦ ἡλίου σβεννυμένου, καὶ τῶν ὑδάτων ξηραινομένων, καὶ τοῦ πυρὸς καταπτήσσοντος, καὶ πάσης κτίσεως κλονουμένης, καὶ τῶν ἀοράτων πνευμάτων τηκομένων, τοῦ ᾅδου σκυλευομένου ἐπὶ τῷ πάθει τοῦ ὑψίστου, οἱ ἄνθρωποι ἀπιστοῦντες ἐπιμενοῦσιν ἐν ταῖς ἀδικίαις· διὰ τοῦτο ἐν κολάσει κριθήσονται.

2. Εἰσήκουσεν οὖν ὁ ὕψιστος τῆς προσευχῆς σου, τοῦ διελεῖν σε ἀπὸ τῆς ἀδικίας, καὶ γενέσθαι αὐτῷ υἱὸν καὶ θεράποντα καὶ λειτουργὸν τοῦ προσώπου αὐτοῦ.

3. Φῶς γνώσεως φωτεινὸν φωτιεῖς ἐν Ἰακώβ, καὶ ὡς ὁ ἥλιος ἔσῃ παντὶ σπέρματι Ἰσραήλ.

4. Καὶ δοθήσεται σοι εὐλογία, καὶ παντὶ σπέρματί σου, ἕως ἐπισκέψηται κύριος πάντα τὰ ἔθνη ἐν σπλάγχνοις υἱοὶ αὐτοῦ ἕως αἰῶνος. Πλὴν οἱ υἱοί σου ἐπιβαλοῦσι χεῖρας ἐπ' αὐτόν, τοῦ ἀποσκολοπίσαι αὐτόν.

5. Καὶ διὰ τοῦτο δέδωταί σοι βουλὴ καὶ σύνεσις, τοῦ συνετίσαι τοὺς υἱούς σου περὶ αὐτοῦ·

6. ὅτι ὁ εὐλογῶν αὐτὸν εὐλογημένος ἔσται, οἱ δὲ καταρώμενοι αὐτὸν ἀπολοῦνται.

ΚΕΦΑΛΑΙΟ 5

Επεξεργασία

1. Καὶ ἤνοιξέ μοι ὁ ἄγγελος τὰς πύλας τοῦ οὐρανοῦ· καὶ εἶδον τὸν ναὸν τὸν ἅγιον, καὶ ἐπὶ θρόνου δόξης τὸν ὕψιστον.

2. Καὶ εἶπέ μοι· Λευί, σοὶ δέδωκα τὰς εὐλογίας τῆς ἱερατείας, ἕως οὗ ἐλθὼν παροικήσω ἐμμέσῳ τοῦ Ἰσραήλ.

3. Τότε ὁ ἄγγελος ἤγαγέ με ἐπὶ τὴν γῆν, καὶ ἔδωκέ μοι ὅπλον καὶ ῥομφαίαν, καὶ εἶπε· Ποίησον ἐκδίκησιν ἐν Συχὲμ ὑπὲρ Δίνας, κἀγὼ ἔσομαι μετά σου, ὅτι κύριος ἀπέσταλκέ με.

4. Καὶ συνετέλεσα τῷ καιρῷ ἐκείνῳ τοὺς υἱοὺς Ἐμμώρ, καθῶς γέγραπται ἐν ταῖς πλαξὶ τῶν οὐρανῶν.

5. Εἶπον δὲ αὐτῷ· Δέομαι, κύριε, εἰπέ μοι τὸ ὄνομά σου, ἵνα ἐπικαλέσωμαί σε ἐν ἡμέρᾳ θλίψεως.

6. Καὶ εἶπεν· Ἐγώ εἰμι ὁ ἄγγελος ὁ παραιτούμενος τὸ γένος Ἰσραήλ, τοῦ μὴ πατάξαι αὐτοὺς εἰς τέλος, ὅτι πᾶν πνεῦμα πονηρὸν εἰς αὐτὸν προσβάλλει.

7. Καὶ μετὰ ταῦτα ὥσπερ ἔξυπνος γενόμενος εὐλόγησα τὸν ὕψιστον, καὶ τὸν ἄγγελον τὸν παραιτούμενον τοῦ γένους τοῦ Ἰσραὴλ καὶ πάντων τῶν δικαίων.

ΚΕΦΑΛΑΙΟ 6

Επεξεργασία

1. Καὶ ὡς ἠρχόμην πρὸς τὸν πατέρα μου, εὗρον ἀσπίδα χαλκῆν, διὸ καὶ τὸ ὄνομα τοῦ ὄρους Ἄσπις, ὅτι ἐγγὺς Γεβάλ, ἐκ δεξιῶν Ἀβιλᾶ·

2. καὶ συνετήρουν τοὺς λόγους τούτους ἐν τῇ καρδίᾳ μου.

3. Ἐγὼ συνεβούλευσα τῷ πατρί μου καὶ Ῥουβὴμ τῷ ἀδελφῷ μου, ἵνα εἴπῃ τοῖς υἱοῖς Ἐμμώρ, τοῦ περιτμηθῆναι αὐτούς, ὅτι ἐζήλωσα διὰ τὸ βδέλυγμα, ὃ ἐποίησαν ἐν Ἰσραήλ.

4. Κἀγὼ ἀνεῖλον τὸν Συχὲμ ἐν πρώτοις, καὶ Συμεὼν τὸν Ἐμμώρ.

5. Καὶ μετὰ ταῦτα ἐλθόντες οἱ ἀδελφοὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας.

6. Καὶ ἤκουσεν ὁ πατήρ, καὶ ὠργίσθη, καὶ ἐλυπήθη, ὅτι κατεδέξαντο τὴν περιτομὴν καὶ μετὰ τοῦτο ἀπέθανον, καὶ ἐν ταῖς εὐλογίαις ἄλλως ἐποίησεν.

7. Ἡμάρτομεν γάρ, ὅτι παρὰ γνώμην αὐτοῦ τοῦτο πεποιήκαμεν· καίγε ἐμαλακίσθη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

8. Ἀλλ' ἐγὼ εἶδον ὅτι ἀπόφασις θεοῦ ἦν εἰς κακὰ ἐπὶ Σίκιμα· δίοτι ἤθελον εἰς τὴν Σάρραν ποιῆσαι, ὃν τρόπον ἐποίησαν Δίναν τὴν ἀδελφὴν ἡμῶν· καὶ κύριος ἐκώλυσεν αὐτούς.

9. Καὶ οὕτως ἐδίωξαν Ἀβραὰμ τὸν πατέρα ἡμῶν ξένον ὄντα, καὶ κατεπάτησαν τὰ ποίμνια ὀγκούμενα ὄντα ἐπ' αὐτόν· καὶ Ἰεβλάε τὸν οἰκογενῆ αὐτοῦ σφόδρα αἰκίσαντο.

10. Καίγε οὕτως ἐποίουν πάντας τοὺς ξένους, ἐν δυναστείᾳ ἁρπάζοντες τὰς γυναῖκας αὐτῶν, καὶ ξενηλατοῦντες αὐτούς.

11. Ἔφθασε δὲ ἡ ὀργὴ κυρίου ἐπ' αὐτοὺς εἰς τέλος.

ΚΕΦΑΛΑΙΟ 7

Επεξεργασία

1. Καὶ εἶπον τῷ πατρί· Μὴ ὀργίζου, κύριε, ὅτι ἐν σοὶ ἐξουδενώσει κύριος τοὺς Χαναναίους καὶ δώσει τὴν γῆν αὐτῶν σοὶ καὶ τῷ σπέρματί σου μετά σε.

2. Ἔσται γὰρ ἀπὸ σήμερον Σικὶμ λεγομένη πόλις ἀσυνέτων· ὅτι ὡσεί τις χλευάσαι μωρὸν οὕτως ἐχλευάσαμεν αὐτούς·

3. ὅτι καίγε ἀφροσύνην ἔπραξαν ἐν Ἰσραήλ, μιᾶναι τὴν ἀδελφὴν ἡμῶν.

4. Καὶ λαβόντες ἐκεῖθεν τὴν ἀδελφὴν ἡμῶν, ἀπάραντες ἤλθομεν εἰς Βεθήλ.

ΚΕΦΑΛΑΙΟ 8

Επεξεργασία

1. Κἀκεῖ πάλιν εἶδον πρᾶγμα ὥσπερ τὸ πρότερον, μετὰ τὸ ποιῆσαι ἡμέρας ἑβδομήκοντα.

2. Καὶ εἶδον ἑπτὰ ἀνθρώπους ἐν ἐσθῆτι λευκῇ λέγοντάς μοι· Ἀναστὰς ἔνδυσαι τὴν στολὴν τῆς ἱερατείας, καὶ τὸν στέφανον τῆς δικαιοσύνης, καὶ τὸ λόγιον τῆς συνέσεως, καὶ τὸν ποδήρη τῆς ἀληθείας καὶ τὸ πέταλον τῆς πίστεως, καὶ τὴν μίτραν τοῦ σημείου, καὶ τὸ ἐφοὺδ τῆς προφητείας.

3. Καὶ εἷς ἕκαστος αὐτῶν ἕκαστον βαστάζοντες ἐπέθηκάν μοι καὶ εἶπαν· Ἀπὸ τοῦ νῦν γίνου εἰς ἱερέα κυρίου, σὺ καὶ τὸ σπέρμα σου ἕως αἰῶνος.

4. Καὶ ὁ πρῶτος ἤλειψέ με ἐλαίῳ ἁγίῳ, καὶ ἔδωκέ μοι ῥάβδον κρίσεως.

5. Ὁ δεύτερος ἔλουσέ με ὕδατι καθαρῷ, καὶ ἐψώμισεν ἄρτον καὶ οἶνον, ἅγια ἁγίων, καὶ περιέθηκέ μοι στολὴν ἁγίαν καὶ ἔνδοξον.

6. Ὁ τρίτος βυσσίνην με περιέβαλεν, ὁμοίαν ἐφούδ.

7. Ὁ τέταρτος ζώνην μοι περιέθηκεν, ὁμοίαν πορφύρᾳ.

8. Ὁ πέμπτος κλάδον μοι ἐλαίας ἔδωκε ποιότητος.

9. Ὁ ἕκτος στέφανόν μοι τῇ κεφαλῇ περιέθηκεν.

10. Ὁ ἕβδομος διάδημά μοι τῇ κεφαλῇ περιέθηκεν ἱερατείας, καὶ ἐπλήρωσαν τὰς χεῖράς μου θυμιάματος, ὥστε ἱερατεύειν με κυρίῳ.

11. Εἶπαν δὲ πρός με· Λευί, εἰς τρεῖς ἀρχὰς διαιρεθήσεται τὸ σπέρμα σου, εἰς σημεῖον δόξης κυρίου ἐπερχομένου·

12. καὶ ὁ πιστεύσας πρῶτος ἔσται· κλῆρος μέγας ὑπὲρ αὐτὸν οὐ γενήσεται.

13. Ὁ δεύτερος ἔσται ἐν ἱερωσύνῃ.

14. Ὁ τρίτος ἐπικληθήσεται αὐτῷ ὄνομα καινόν, ὅτι βασιλεὺς ἐκ τοῦ Ἰούδα ἀναστήσεται, καὶ ποιήσει ἱερατείαν νέαν, κατὰ τὸν τύπον τῶν ἐθνῶν, εἰς πάντα τὰ ἔθνη.

15. Ἡ δὲ παρουσία αὐτοῦ ἄφραστος, ὡς προφήτου ὑψηλοῦ ἐκ σπέρματος Ἀβραὰμ πατρὸς ἡμῶν.

16. Πᾶν ἐπιθυμητὸν ἐν Ἰσραὴλ σοὶ ἔσται καὶ τῷ σπέρματί σου· καὶ ἔδεσθε πᾶν ὡραῖον ὁράσει, καὶ τὴν τράπεζαν κυρίου διανεμήσεται τὸ σπέρμα σου,

17. καὶ ἐξ αὐτῶν ἔσονται ἀρχιερεῖς καὶ κριταὶ καὶ γραμματεῖς· ὅτι ἐπὶ στόματος αὐτῶν φυλαχθήσεται τὸ ἅγιον.

18. Καὶ ἐξυπνισθεὶς συνῆκα ὅτι τοῦτο ὅμοιον ἐκείνου ἐστί.

19. Καὶ ἔκρυψα καίγε τοῦτο ἐν τῇ καρδίᾳ μου, καὶ οὐκ ἀνήγγειλα αὐτὸ παντὶ ἀνθρώπῳ ἐπὶ τῆς γῆς.

ΚΕΦΑΛΑΙΟ 9

Επεξεργασία

1. Καὶ μεθ' ἡμέρας δύο ἀνέβημεν ἐγὼ καὶ Ἰούδας πρὸς Ἰσαὰκ μετὰ τὸν πατέρα ἡμῶν.

2. καὶ εὐλόγησέ με ὁ πατὴρ τοῦ πατρός μου, κατὰ πάντας τοὺς λόγους τῶν ὁράσεών μου ὧν εἶδον· καὶ οὐκ ἠθέλησε πορευθῆναι μεθ' ἡμῶν εἰς Βεθήλ.

3. Ὡς δὲ ἤλθομεν εἰς Βεθήλ, εἶδεν ὁ πατήρ μου Ἰακὼβ ἐν ὁράματι περὶ ἐμοῦ, ὅτι ἔσομαι αὐτοῖς εἰς ἱερέα πρὸς τὸν θεόν.

4. Καὶ ἀναστὰς τὸ πρωὶ ἀπεδεκάτωσε πάντα δι' ἐμοῦ τῷ κυρίῳ.

5. Καὶ ἤλθομεν εἰς Χεβρὼν τοῦ καταλῦσαι·

6. καὶ Ἰσαὰκ ἐκάλει με συνεχῶς τοῦ ὑπομνῆσαί με νόμον κυρίου, καθὼς ἔδειξέ μοι ὁ ἄγγελος τοῦ θεοῦ.

7. Καὶ ἐδίδασκέ με νόμον ἱερωσύνης, θυσιῶν, ὁλοκαυτωμάτων, ἀπαρχῶν, ἑκουσίων, σωτηρίων.

8. Καὶ ἦν καθ' ἑκάστην ἡμέραν συνετίζων με, καὶ εἰς ἐμὲ ἀσχολούμενος ἦν ἐνώπιον κυρίου.

9. Καὶ ἔλεγε· Μὴ πρόσεχε, τέκνον, ἀπὸ τοῦ πνεύματος τῆς πορνείας· τοῦτο γὰρ ἐνδελεχιεῖ, καὶ μέλλει διὰ τοῦ σπέρματός σου μιαίνειν τὰ ἅγια.

10. Λαβὲ οὖν σεαυτῷ γυναῖκα, ἔτι νέος ὤν, μὴ ἔχουσαν μῶμον, μηδὲ βεβηλωμένην, μηδὲ ἀπὸ γένους ἀλλοφύλων ἢ ἐθνῶν.

11. Καὶ πρὸ τοῦ εἰσελθεῖν εἰς τὰ ἅγια, λούου· καὶ ἐν τῷ θύειν, νίπτου. καὶ ἀπαρτίζων πάλιν τὴν θυσίαν, νίπτου.

12. Δώδεκα δένδρων ἀεὶ ἐχόντων φύλλα ἄναγε κυρίῳ, ὡς κἀμὲ Ἀβραὰμ ἐδίδαξε.

13. Καὶ παντὸς ζώου καθαροῦ καὶ πετεινοῦ καθαροῦ πρόσφερε θυσίαν κυρίῳ.

14. Καὶ παντὸς πρωτογενήματος καὶ οἴνου πρόσφερε ἀπαρχάς· καὶ πᾶσαν θυσίαν ἅλατι ἁλιεῖς.

ΚΕΦΑΛΑΙΟ 10

Επεξεργασία

1. Νῦν οὖν φυλάξασθε ὅσα ἐντέλλομαι ὑμῖν, τέκνα· ὅτι ὅσα ἤκουσα παρὰ τῶν πατέρων μου, ἀνήγγειλα ὑμῖν.

2. Ἀθῷός εἰμι ἀπὸ πάσης ἀσεβείας ὑμῶν καὶ παραβάσεως, ἣν ποιήσετε ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς τὸν σωτῆρα τοῦ κόσμου, ἀσεβοῦντες, πλανῶντες τὸν Ἰσραήλ, καὶ ἐπεγείροντες αὐτῷ κακὰ μεγάλα παρὰ κυρίου.

3. Καὶ ἀνομήσετε σὺν τῷ Ἰσραήλ, ὥστε μὴ βαστάξαι τὴν Ἱερουσαλὴμ ἀπὸ προσώπου πονηρίας ὑμῶν, ἀλλὰ σχίσαι τὸ ἔνδυμα τοῦ ναοῦ, ὥστε μὴ κατακαλύπτειν ἀσχημοσύνην ὑμῶν.

4. Καὶ διασπαρήσεσθε αἰχμάλωτοι ἐν τοῖς ἔθνεσι, καὶ ἔσεσθε εἰς ὀνειδισμόν, καὶ εἰς καταπάτημα·

5. ὁ γὰρ οἶκος, ὃν ἂν ἐξελέξηται κύριος, Ἱερουσαλὴμ κληθήσεται, καθὼς περιέχει βίβλος Ἔνωχ τοῦ δικαίου.

ΚΕΦΑΛΑΙΟ 11

Επεξεργασία

1. Ὅτε οὖν ἔλαβον γυναῖκα, ἤμην ἐτῶν εἰκοσιοκτώ, ᾗ ὄνομα Μελχᾶ.

2. Καὶ συλλαβοῦσα ἔτεκε, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Γηρσάμ· ὅτι ἐν τῇ γῇ ἡμῶν πάροικοι ἦμεν· Γηρσὰμ γὰρ παροικία γράφεται.

3. Εἶδον δὲ περὶ αὐτοῦ, ὅτι οὐκ ἔσται ἐν πρώτῃ τάξει.

4. Καὶ ὁ Καὰθ ἐγεννήθη τριακοστῷ πέμπτῳ ἔτει, πρὸς ἀνατολὰς ἡλίου.

5. Εἶδον δὲ ἐν ὁράματι, ὅτι μέσος ἐν ὑψηλοῖς ἵστατο πάσης τῆς συναγωγῆς.

6. Διὰ τοῦτο ἐκάλεσα τὸ ὄνομα αὐτοῦ Καάθ, ὅ ἐστιν ἀρχὴ μεγαλείου καὶ συμβιβασμός.

7. Καὶ τρεῖς ἔτεκέ μοι τὸν Μεραρὶ τεσσαρακοστῷ ἔτει ζωῆς μου. Καὶ ἐπειδὴ ἐδυστόκισεν ἡ μήτηρ αὐτοῦ, ἐκάλεσεν αὐτὸν Μεραρί, ὅ ἐστι πικρία μου· ὅτι καίγε αὐτὸς ἀπέθανεν.

8. Ἡ δὲ Ἰωχαβὲδ ἑξηκοστῷ τετάρτῳ ἔτει ἐτέχθη ἐν Αἰγύπτῳ· ἔνδοξος γὰρ ἤμην τότε ἐμμέσῳ τῶν ἀδελφῶν μου.

ΚΕΦΑΛΑΙΟ 12

Επεξεργασία

1. Καὶ ἔλαβε Γηρσὰμ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Λομνὶ καὶ τὸν Σεμεί.

2. Καὶ υἱοὶ Καὰθ Ἀμβράμ, Ἰσαάρ, Χεβρώ, Ὀζήλ.

3. Καὶ υἱοὶ Μεραρὶ Μοολὶ καὶ Ὁμουσί.

4. Καὶ ἐνενηκοστῷ τετάρτῳ ἔτει μου, ἔλαβεν ὁ Ἀμβρὰμ τὴν Ἰωχαβὲδ θυγατέρα μου αὐτῷ εἰς γυναῖκα· ὅτι ἐν μιᾷ ἡμέρᾳ ἐγεννήθησαν, αὐτὸς καὶ ἡ θυγάτηρ μου.

5. Ὀκτὼ ἐτῶν ἤμην ὅτε εἰσῆλθον εἰς γῆν Χαναάν· καὶ ὀκτωκαίδεκα ἐτῶν ὅτε ἀπέκτεινα τὸν Συχέμ· καὶ ἐννεακαίδεκα ἐτῶν ἱεράτευσα· καὶ εἰκοσιοκτὼ ἐτῶν, ἔλαβον γυναῖκα· καὶ τεσσαράκοντα ἐτῶν, εἰσῆλθον εἰς Αἴγυπτον.

6. Καὶ ἰδού, τέκνα μού ἐστε, τέκνα μου, τρίτη γενεά.

7. Ἰωσὴφ ἑκατοστῷ ὀκτωκαιδεκάτῳ ἔτει ἀπέθανε.

ΚΕΦΑΛΑΙΟ 13

Επεξεργασία

1. Καὶ νῦν, τέκνα μου, ἐντέλλομαι ὑμῖν ἵνα φοβεῖσθε τὸν κύριον ἡμῶν ἐξ ὅλης καρδίας· καὶ πορεύεσθε ἐν ἁπλότητι κατὰ πάντα τὸν νόμον αὐτῶν.

2. Διδάξατε δὲ καὶ ὑμεῖς τὰ τέκνα ὑμῶν γράμματα, ἵνα ἔχωσι σύνεσιν ἐν πάσῃ τῇ ζωῇ αὐτῶν, ἀναγινώσκοντες ἀδιαλείπτως τὸν νόμον τοῦ θεοῦ·

3. ὅτι πᾶς, ὃς γνώσεται νόμον θεοῦ, τιμηθήσεται, καὶ οὐκ ἔσται ξένος, ὅπου ὑπάγει.

4. Καίγε πολλοὺς φίλους ὑπὲρ γονεῖς κτήσηται, καὶ ἐπιθυμήσουσι πολλοὶ τῶν ἀνθρώπων δουλεῦσαι αὐτῷ, καὶ ἀκοῦσαι νόμον ἐκ τοῦ στόματος αὐτοῦ.

5. Ποιήσατε δικαιοσύνην, τέκνα μου, ἐπὶ τῆς γῆς, ἵνα εὕρητε ἐν τοῖς οὐρανοῖς·

6. καὶ σπείρετε ἐν ταῖς ψυχαῖς ὑμῶν ἀγαθά, ἵνα εὕρητε αὐτὰ ἐν τῇ ζωῇ ὑμῶν. Ἐὰν γὰρ σπείρητε κακά, πᾶσαν ταραχὴν καὶ θλῖψιν θερίσητε.

7. Σοφίαν κτήσασθε ἐν φόβῳ θεοῦ μετὰ σπουδῆς· ὅτι ἐὰν γένηται αἰχμαλωσία, καὶ πόλεις ὀλοθρευθῶσι καὶ χῶραι καὶ χρυσὸς καὶ ἄργυρος καὶ πᾶσα κτῆσις ἀπολεῖται, τοῦ σοφοῦ τὴν σοφίαν οὐδεὶς δύναται ἀφελέσθαι, εἰ μὴ τύφλωσις ἀσεβείας καὶ πήρωσις ἁμαρτίας·

8. ὅτι γενήσεται αὐτῷ αὐτὴ καὶ παρὰ τοῖς πολεμίοις λαμπρά, καὶ ἐπὶ γῆς ἀλλοτρίας πατρὶς καὶ ἐμμέσῳ ἐχθρῶν εὑρηθήσεται φίλος.

9. Ἐὰν διδάσκῃ ταῦτα καὶ πράττῃ, σύνθρονος ἔσται βασιλέως, ὡς καὶ Ἰωσὴφ ὁ ἀδελφὸς ἡμῶν.

ΚΕΦΑΛΑΙΟ 14

Επεξεργασία

1. Καὶ νῦν, τέκνα, ἔγνων ἀπὸ γραφῆς Ἐνώχ, ὅτι ἐπὶ τέλει ἀσεβήσητε ἐπὶ κύριον, χεῖρας ἐπιβάλλοντες ἐν πάσῃ κακίᾳ, καὶ αἰσχυνθήσονται ἐφ' ὑμῖν οἱ ἀδελφοὶ ὑμῶν, καὶ πᾶσι τοῖς ἔθνεσι γενήσεται χλευασμός.

2. Καὶ γὰρ ὁ πατὴρ ἡμῶν Ἰσραὴλ καθαρὸς ἔσται ἀπὸ τῆς ἀσεβείας τῶν ἀρχιερέων, οἵτινες ἐπιβαλοῦσι τὰς χεῖρας αὐτῶν ἐπὶ τὸν σωτῆρα τοῦ κόσμου.

3. Καθαρὸς ὁ οὐρανὸς ὑπὲρ τὴν γῆν· καὶ ὑμεῖς οἱ φωστῆρες τοῦ οὐρανοῦ, ὡς ὁ ἥλιος καὶ ἡ σελήνη.

4. Τί ποιήσουσι πάντα τὰ ἔθνη, ἐὰν ὑμεῖς σκοτισθῆτε ἐν ἀσεβείᾳ, καὶ ἐπάξετε κατάραν ἐπὶ τὸ γένος ἡμῶν, ὑπὲρ ὧν τὸ φῶς τοῦ κόσμου, τὸ δοθὲν ἐν ὑμῖν εἰς φωτισμὸν παντὸς ἀνθρώπου; τοῦτον θέλοντες ἀνελεῖν, ἐναντίας ἐντολὰς διδάσκοντες τοῖς τοῦ θεοῦ δικαιώμασι,

5. τὰς προσφορὰς κυρίου λῃστεύσητε, καὶ ἀπὸ τῶν μερίδων αὐτοῦ κλέψητε καὶ πρὸ τοῦ θυσιάσαι κυρίῳ λήψεσθε τὰ ἐκλεκτά, ἐν καταφρονήσει ἐσθίοντες μετὰ πορνῶν,

6. ἐν πλεονεξίᾳ τὰς ἐντολὰς τοῦ κυρίου διδάξητε, τὰς ὑπάνδρους βεβηλώσητε, καὶ παρθένους Ἱερουσαλὴμ μιανεῖτε, καὶ πόρναις καὶ μοιχαλίσι συναφθήσεσθε, θυγατέρας ἐθνῶν λήψεσθε εἰς γυναῖκας, καθαρίζοντες αὐτὰς καθαρισμῷ παρανόμῳ, καὶ γενήσεται ἡ μίξις ὑμῶν Σόδομα καὶ Γόμορρα ἐν ἀσεβείᾳ,

7. καὶ φυσιωθήσεσθε ἐπὶ τῇ ἱερωσύνῃ, κατὰ τῶν ἀνθρώπων ἐπαιρόμενοι· οὐ μόνον δέ, ἀλλὰ καὶ κατὰ τῶν ἐντολῶν τοῦ θεοῦ

8. φυσιούμενοι, καταπαίξετε τὰ ἅγια, ἐν καταφρονήσει γελοιάζοντες.

ΚΕΦΑΛΑΙΟ 15

Επεξεργασία

1. Διὰ ταῦτα ὁ ναός, ὃν ἂν ἐκλέξηται κύριος, ἔρημος ἔσται ἐν ἀκαθαρσίᾳ, καὶ ὑμεῖς αἰχμάλωτοι ἔσεσθε εἰς πάντα τὰ ἔθνη,

2. καὶ ἔσεσθε βδέλυγμα ἐν αὐτοῖς, καὶ λήψεσθε ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον παρὰ τῆς δικαιοκρισίας τοῦ θεοῦ.

3. καὶ πάντες οἱ θεωροῦντες ὑμᾶς φεύξονται ἀφ' ὑμῶν.

4. Καὶ εἰ μὴ δι' Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τοὺς πατέρας ἡμῶν, εἷς ἐκ τοῦ σπέρματός μου οὐ μὴ καταλειφθῇ ἐπὶ τῆς γῆς.

ΚΕΦΑΛΑΙΟ 16

Επεξεργασία

1. Καὶ νῦν ἔγνων ἐν βιβλίῳ Ἐνώχ, ὅτι ἑβδομήκοντα ἑβδομάδας πλανηθήσεσθε, καὶ τὴν ἱερωσύνην βεβηλώσητε καὶ τὰς θυσίας μιανεῖτε,

2. καὶ τὸν νόμον ἀφανίσητε καὶ λόγους προφητῶν ἐξουθενώσητε, ἐν διαστροφῇ διώξετε ἄνδρας δικαίους, καὶ εὐσεβεῖς μισήσητε, ἀληθινῶν λόγους βδελύξησθε,

3. καὶ ἄνδρα ἀνακαινοποιοῦντα νόμον ἐν δυνάμει ὑψίστου πλάνον προσαγορεύσετε, καὶ τέλος, ὡς νομίζετε, ἀποκτενεῖτε αὐτόν, οὐκ εἰδότες αὐτοῦ τὸ ἀνάστημα, τὸ ἀθῷον αἷμα ἐν κακίᾳ ἐπὶ κεφαλὰς ὑμῶν ἀναδεχόμενοι.

4. Δι' αὐτὸν ἔσται τὰ ἅγια ὑμῶν ἔρημα, ἕως ἐδάφους μεμιαμμένα·

5. καὶ οὐκ ἔσται τόπος ὑμῶν καθαρός, ἀλλ' ἐν τοῖς ἔθνεσιν ἔσεσθε εἰς κατάραν καὶ εἰς διασκορπισμόν, ἕως αὐτὸς πάλιν ἐπισκέψηται, καὶ οἰκτειρήσας προσδέξηται ὑμᾶς ἐν πίστει καὶ ὕδατι.

ΚΕΦΑΛΑΙΟ 17

Επεξεργασία

1. Καὶ ὅτι ἠκούσατε περὶ τῶν ἑβδομήκοντα ἑβδομάδων, ἀκούσατε καὶ περὶ τῆς ἱερωσύνης.

2. Καθ' ἕκαστον γὰρ Ἰωβηλαῖον ἔσται ἱερωσύνη. Ἐν τῷ πρώτῳ Ἰωβηλαίῳ ὁ πρῶτος χριόμενος εἰς ἱερωσύνην μέγας ἔσται, καὶ λαλήσει θεῷ ὡς πατρί· καὶ ἡ ἱερωσύνη αὐτοῦ πλήρης μετὰ φόβου κυρίου· καὶ ἐν ἡμέρᾳ χαρᾶς αὐτοῦ ἐπὶ σωτηρίᾳ κόσμου αὐτὸς ἀναστήσεται.

3. Ἐν τῷ δευτέρῳ Ἰωβηλαίῳ ὁ χριόμενος ἐν πένθει ἀγαπητῶν συλληφθήσεται, καὶ ἔσται ἡ ἱερωσύνη αὐτοῦ τιμία, καὶ παρὰ πᾶσι δοξασθήσεται.

4. Ὁ δὲ τρίτος ἱερεὺς ἐν λύπῃ παραληφθήσεται.

5. Καὶ ὁ τέταρτος ἐν ὀδύνῃ ἔσται· ὅτι προσθήσει ἐπ' αὐτὸν ἡ ἀδικία εἰς πλῆθος· καὶ πᾶς Ἰσραὴλ μισήσουσιν ἕκαστος τὸν πλησίον αὐτοῦ.

6. Ὁ πέμπτος ἐν σκότει παραληφθήσεται·

7. ὡσαύτως καὶ ὁ ἕκτος καὶ ὁ ἕβδομος.

8. Ἐν δὲ τῷ ἑβδόμῳ ἔσται μιασμός, ὃν οὐ δύναμαι εἰπεῖν, ἐνώπιον κυρίου καὶ ἀνθρώπων· ὅτι αὐτοὶ γνώσονται, οἱ ποιοῦντες αὐτά.

9. Διὰ τοῦτο ἐν αἰχμαλωσίᾳ καὶ ἐν προνομῇ ἔσονται· καὶ ἡ γῆ καὶ ἡ ὕπαρξις αὐτῶν ἀφανισθήσεται.

10. Καὶ ἐμπέμπτῃ ἑβδομάδι ἐπιστρέψουσιν εἰς γῆν ἐρημώσεως αὐτῶν, καὶ ἀνακαινοποιήσουσιν οἶκον κυρίου.

11. Ἐν δὲ τῷ ἑβδόμῳ ἑβδοματικῷ ἥξουσιν οἱ ἱερεῖς, εἰδωλολατροῦντες, μάχιμοι, φιλάργυροι, ὑπερήφανοι, ἄνομοι, ἀσελγεῖς, παιδοφθόροι καὶ κτηνοφθόροι.

ΚΕΦΑΛΑΙΟ 18

Επεξεργασία

1. Καὶ μετὰ τὸ γενέσθαι τὴν ἐκδίκησιν αὐτῶν παρὰ κυρίου, τῇ ἱερατείᾳ.

2. τότε ἐγερεῖ κύριος ἱερέα καινόν, ᾧ πάντες οἱ λόγοι κυρίου ἀποκαλυφθήσονται· καὶ αὐτὸς ποιήσει κρίσιν ἀληθείας ἐπὶ τῆς γῆς ἐν πλήθει ἡμερῶν.

3. Καὶ ἀνατελεῖ ἄστρον αὐτοῦ ἐν οὐρανῷ, ὡς βασιλεύς, φωτίζων φῶς γνώσεως ἐν ἡλίῳ ἡμέρας· καὶ μεγαλυνθήσεται ἐν τῇ οἰκουμένῃ, ἕως ἀναλήψεως αὐτοῦ.

4. Οὗτος ἀναλάμψει ὡς ὁ ἥλιος ἐν τῇ γῇ καὶ ἐξαρεῖ πᾶν σκότος ἐκ τῆς ὑπ' οὐρανόν, καὶ ἔσται εἰρήνη ἐν πάσῃ τῇ γῇ.

5. Οἱ οὐρανοὶ ἀγαλλιάσονται ἐν ταῖς ἡμέραις αὐτοῦ, καὶ ἡ γῆ χαρίσεται, καὶ αἱ νεφέλαι εὐφρανθήσονται, καὶ ἡ γνῶσις κυρίου χυθήσεται ἐπὶ τῆς γῆς, ὡς ὕδωρ θαλασσῶν· καὶ οἱ ἄγγελοι τῆς δόξης τοῦ προσώπου κυρίου χαρίσονται ἐν αὐτῷ.

6. Οἱ οὐρανοὶ ἀνοιγήσονται, καὶ ἐκ τοῦ ναοῦ τῆς δόξης ἥξει ἐπ' αὐτὸν ἁγίασμα μετὰ φωνῆς πατρικῆς ὡς ἀπὸ Ἀβραὰμ πατρὸς Ἰσαάκ.

7. Καὶ δόξα ὑψίστου ἐπ' αὐτὸν ῥηθήσεται, καὶ πνεῦμα συνέσεως καὶ ἁγιασμοῦ καταπαύσει ἐπ' αὐτὸν ἐν τῷ ὕδατι.

8. Αὐτὸς δώσει τὴν μεγαλωσύνην κυρίου τοῖς υἱοῖς αὐτοῦ ἐν ἀληθείᾳ εἰς τὸν αἰῶνα· καὶ οὐκ ἔσται διαδοχὴ αὐτῷ εἰς γενεὰς καὶ γενεὰς ἕως τοῦ αἰῶνος.

9. Καὶ ἐπὶ τῆς ἱερωσύνης αὐτοῦ ἐκλείψει πᾶσα ἁμαρτία, καὶ οἱ ἄνομοι καταπαύσουσιν εἰς κακά· οἱ δὲ δίκαιοι καταπαύσουσιν ἐν αὐτῷ.

10. Καίγε αὐτὸς ἀνοίξει τὰς θύρας τοῦ παραδείσου, καὶ στήσει τὴν ἀπειλοῦσαν ῥομφαίαν κατὰ τοῦ Ἀδάμ,

11. καὶ δώσει τοῖς ἁγίοις φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, καὶ πνεῦμα ἁγιωσύνης ἔσται ἐπ' αὐτοῖς.

12. Καὶ ὁ Βελίαρ δεθήσεται ὑπ' αὐτοῦ, καὶ δώσει ἐξουσίαν τοῖς τέκνοις αὐτοῦ τοῦ πατεῖν ἐπὶ τὰ πονηρὰ πνεύματα.

13. Καὶ εὐφρανθήσεται κύριος ἐπὶ τοῖς τέκνοις αὐτοῦ, καὶ εὐδοκήσει κύριος ἐπὶ τοῖς ἀγαπητοῖς αὐτοῦ ἕως τῶν αἰώνων.

14. Τότε ἀγαλλιάσεται Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· κἀγὼ χαρίσομαι, καὶ πάντες οἱ ἅγιοι ἐνδύσονται εὐφροσύνην.

ΚΕΦΑΛΑΙΟ 19

Επεξεργασία

1. Καὶ νῦν, τέκνα μου, πάντα ἠκούσατε· ἑλέσθε οὖν ἑαυτοῖς ἢ τὸ σκότος ἢ τὸ φῶς, ἢ νόμον κυρίου ἢ ἔργα Βελίαρ.

2. Καὶ ἀπεκρίθημεν ἡμεῖς τῷ πατρί, λέγοντες· Ἐνώπιον κυρίου πορευσώμεθα, κατὰ τὸν νόμον αὐτοῦ.

3. Καὶ εἶπεν ὁ πατὴρ ἡμῶν, Μάρτυς κύριος, καὶ μάρτυρες οἱ ἄγγελοι αὐτοῦ, καὶ μάρτυς ἐγώ, καὶ μάρτυρες ὑμεῖς περὶ τοῦ λόγου τοῦ στόματος ὑμῶν. Καὶ εἴπωμεν· Μάρτυρες.

4. Καὶ οὕτως ἐπαύσατο Λευὶ ἐντελλόμενος τοῖς υἱοῖς αὐτοῦ, καὶ ἐξέτεινε τοὺς πόδας αὐτοῦ, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ ζήσας ἕκατον τριάκοντα ἑπτὰ ἔτη.

5. Καὶ ἔθηκαν αὐτὸν ἐν σωρῷ· καὶ ὕστερον ἔθαψαν αὐτὸν ἐν Χεβρών, ἀνὰ χεῖρα Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.


ΔΙΑΘΗΚΗ ΙΟΥΔΑ ΠΕΡΙ ΑΝΔΡΕΙΑΣ ΚΑΙ ΦΙΛΑΡΓΥΡΙΑΣ ΚΑΙ ΠΟΡΝΕΙΑΣ

Επεξεργασία

ΚΕΦΑΛΑΙΟ 1

Επεξεργασία

1. Ἀντίγραφον λόγων Ἰούδα, ὅσα ἐλάλησε τοῖς υἱοῖς αὐτοῦ, πρὸ τοῦ ἀποθανεῖν αὐτόν.

2. Συναχθέντες ἦλθον πρὸς αὐτὸν καὶ εἶπεν αὐτοῖς·

3. Τέταρτος υἱὸς ἐγενόμην τῷ πατρί μου, καὶ ἡ μήτηρ μου ὠνόμασέ με Ἰούδα, λέγουσα· Ἀνθομολογοῦμαι τῷ κυρίῳ, ὅτι ἔδωκέ μοι καὶ τέταρτον υἱόν.

4. Ὀξὺς ἤμην καὶ σπουδαῖος ἐν νεότητί μου, καὶ ὑπακούων τῷ πατρί μου κατὰ πάντα λόγον·

5. καὶ εὐλόγουν τὴν μητέρα μου καὶ τὴν ἀδελφὴν τῆς μητρός μου.

6. Καὶ ἐγένετο, ὡς ἠνδρώθην, καὶ ὁ πατήρ μου Ἰακὼβ ηὔξατό μοι, λέγων· Βασιλεὺς ἔσῃ καὶ εὐοδούμενος ἐν πᾶσι.

ΚΕΦΑΛΑΙΟ 2

Επεξεργασία

1. Καὶ ἔδωκέ μοι κύριος χάριν ἐν πᾶσι τοῖς ἔργοις μου, ἔν τε ἀγρῷ καὶ ἐν τῷ οἴκῳ.

2. Ὡς εἶδον ὅτι συνέδραμον τῇ ἐλάφῳ, καὶ πιάσας αὐτὴν ἐποίησα βρῶμα τῷ πατρί μου.

3. Τὰς δορκάδας ἐκράτουν διὰ τοῦ δρόμου, καὶ πᾶν ὃ ἦν ἐν τοῖς πεδίοις κατελάμβανον. Φοράδα ἀγρίαν κατέλαβον, καὶ πιάσας ἡμέρωσα·

4. καὶ λέοντα ἀπέκτεινα καὶ ἀφελόμην ἔριφον ἐκ τοῦ στόματος αὐτοῦ. Ἄρκον λαβὼν ἐκ τοῦ ποδός, ἀπεκύλησα εἰς κρημνόν· καὶ πᾶν θηρίον, εἰ ἐπέστρεφε πρός με, διήσπουν αὐτὸ ὡς κύνα.

5. Τῷ χοίρῳ τῷ ἀγρίῳ συνέδραμον, καὶ προλαβὼν ἐν τῷ τρέχειν με, κατεσπάραξα αὐτόν.

6. Πάρδαλις ἐν Χεβρὼν προσεπήδησεν ἐπὶ τὸν κύνα· καὶ πιάσας αὐτὴν ἀπὸ τῆς οὐρᾶς, ἀπεκόντισα αὐτὴν καὶ ἐρράγη ἐν τοῖς ὁρίοις Γάζης.

7. Βοῦν ἄγριον χώρᾳ νεμόμενον ἐκράτησα ἐκ τῶν κεράτων, καὶ ἐν κύκλῳ συσσείσας καὶ σκοτίσας ῥίψας ἀνεῖλον αὐτόν.

ΚΕΦΑΛΑΙΟ 3

Επεξεργασία

1. Καὶ ὅτε ἦλθον οἱ δύο βασιλεῖς τῶν Χαναναίων τεθωρακισμένοι ἐπὶ τὰ ποίμνια καὶ πολὺς λαὸς μετ' αὐτῶν, κἀγὼ μόνος δραμὼν ἐπὶ τὸν βασιλέα Σούρ, συνέσχον αὐτὸν καὶ ἐπὶ τὰς κνιμῖδας κρούσας κατέσπασα, καὶ οὕτως ἀνεῖλον αὐτόν.

2. Καὶ τὸν ἕτερον βασιλέα Ταφουέ, καθήμενον ἐπὶ τοῦ ἵππου, ἀνεῖλον αὐτὸν καὶ οὕτως πάντα τὸν λαὸν διεσκόρπισα.

3. Τὸν Ἀχὼρ βασιλέα ἄνδρα γιγάντων, βάλλοντα τόξα ἔμπροσθε καὶ ὄπισθεν ἐφ' ἵππου, ἀνελόμενος, λίθον λιτρῶν ξ ἀκοντίσας ἔδωκα τῷ ἵππῳ καὶ ἀπέκτεινα αὐτόν.

4. Καὶ πολεμήσας τὸν Ἀχὼρ ἐπὶ ὥρας δύο, ἀπέκτεινα αὐτόν, καὶ εἰς δύο μερίδας ποιήσας τὴν ἀσπίδα αὐτοῦ, συνέκοψα τοὺς πόδας αὐτοῦ.

5. Ἐν δὲ τῷ ἐκδύειν με αὐτοῦ τὸν θώρακα, ἰδού, ὀκτὼ ἄνδρες ἑταῖροι αὐτοῦ, ἤρξαντο πολεμεῖν πρός με.

6. Ἐνειλίσας οὖν τὴν στολήν μου ἐν τῇ χειρί μου, λίθοις σφενδωνίσας αὐτοὺς τέσσαρας ἐξ αὐτῶν ἀνεῖλον· οἱ δὲ ἄλλοι ἔφυγον.

7. Καὶ Ἰακὼβ ὁ πατὴρ ἡμῶν ἀνεῖλε τὸν Βεελισᾶ, βασιλέα πάντων τῶν βασιλέων, γίγαντα τῇ ἰσχύι πηχῶν ιβ.

8. Καὶ ἐπέπεσεν ἐπ' αὐτοὺς τρόμος, καὶ ἐπαύσαντο πολεμοῦντες ἀφ' ἡμῶν.

9. Διὰ τοῦτο ἀμέριμνος ἦν ὁ πατήρ μου ἐν τοῖς πολέμοις, ὅτε ἐγὼ ἤμην ἐν τοῖς ἀδελφοῖς μου.

10. Εἶδε γὰρ ἐν ὁράματι περὶ ἐμοῦ, ὅτι ἄγγελος δυνάμεως ἕπεταί μοι ἐν πᾶσι, τοῦ μὴ ἡττᾶσθαι.

ΚΕΦΑΛΑΙΟ 4

Επεξεργασία

1. Καὶ κατὰ νότον γέγονεν ἡμῖν πόλεμος μείζων τοῦ ἐν Σικίμοις· καὶ παραταξάμενος μετὰ τῶν ἀδελφῶν μου, ἐδίωξα χιλίους ἄνδρας, καὶ ἀπέκτεινα ἐξ αὐτῶν διακοσίους ἄνδρας καὶ τέσσαρες βασιλεῖς.

2. Καὶ ἀνῆλθον ἐπ' αὐτοὺς ἐπὶ τοῦ τείχους, καὶ ἄλλους δύο βασιλεῖς ἀνεῖλον·

3. καὶ οὕτως ἐλευθερώσαμεν τὴν Χεβρών, καὶ ἐλάβομεν πᾶσαν τὴν αἰχμαλωσίαν τῶν βασιλέων.

ΚΕΦΑΛΑΙΟ 5

Επεξεργασία

1. Τῇ ἑξῆς ἀπήλθομεν εἰς Ἀρέταν, πόλιν κραταιὰν καὶ τειχείρη καὶ ἀπροσέγγιστον, ἀπειλοῦσαν ἡμῖν θάνατον.

2. Ἐγὼ οὖν καὶ Γὰδ προσήξαμεν ἀπὸ ἀνατολῶν τῆς πόλεως· Ῥουβὴμ δὲ καὶ Λευὶ ἀπὸ δυσμῶν καὶ νότου.

3. Καὶ νομίσαντες οἱ ἐπὶ τοῦ τείχους ὅτι ἡμεῖς μόνοι ἐσμέν, ἐφελκύσθησαν ἐφ' ἡμᾶς·

4. καὶ οὕτως λαθραῖοι οἱ ἀδελφοὶ ἐξ ἑκατέρων πασσάλοις ἐπανέβησαν τῷ τείχει, καὶ εἰσῆλθον εἰς τὴν πόλιν, ἀγνοούντων αὐτῶν.

5. Καὶ ἐλάβομεν αὐτὴν ἐν στόματι μαχαίρας, καὶ τοὺς ἐν τῷ πύργῳ καταφυγόντας, ἐμπρίσαντες τὸν πύργον σὺν αὐτοῖς ἐλάβομεν.

6. Καὶ ἐν τῷ ἀπιέναι ἡμᾶς, ἄνδρες Θαφφοῦ ἐπέβαλον τῇ αἰχμαλωσίᾳ ἡμῶν, καὶ παραλαβόντες αὐτὴν σὺν τοῖς υἱοῖς ἡμῶν, συνήψαμεν πρὸς αὐτοὺς ἕως Θαφφοῦ·

7. κἀκείνους ἀπεκτείναμεν καὶ τὴν πόλιν ἐνεπρίσαμεν, πάντα τὰ ἐν αὐτῇ σκυλεύσαντες.

ΚΕΦΑΛΑΙΟ 6

Επεξεργασία

1. Καὶ ὡς ἤμην ἐν τοῖς ὕδασι Χουζηβᾶ, οἱ ἀπὸ Ἰωβὴλ ἦλθον ἐφ' ἡμᾶς εἰς πόλεμον·

2. καὶ συνήψαμεν αὐτοὺς καὶ τοὺς ἀπὸ Σηλὼμ συμμάχους αὐτῶν ἀπεκτείναμεν· καὶ οὐκ ἐδώκαμεν αὐτοῖς διέξοδον τοῦ εἰσελθεῖν πρὸς ἡμᾶς.

3. Καὶ ἀπὸ Μαχὶρ ἐπῆλθον ἡμῖν τῇ πέμπτῃ ἡμέρᾳ, λαβεῖν τὴν αἰχμαλωσίαν· καὶ προσάξαντες αὐτοῖς ἐν καρτερᾷ μάχῃ περιεγενόμεθα, ὅτι ἦσαν πλῆθος δυνατοὶ ἐν αὐτοῖς· καὶ ἀπεκτείναμεν αὐτοὺς πρὸ τοῦ ἀναβῆναι τὴν ἀνάβασιν.

4. Ὡς δὲ ἤλθομεν τῇ πόλει αὐτῶν, αἱ γυναῖκες αὐτῶν ἐκύλιον ἐφ' ἡμᾶς λίθους ἀπὸ τῆς κορυφῆς τοῦ ὄρους, ἐν ᾗ ἦν ἡ πόλις.

5. Καὶ ὑποκρυβέντες ἐγὼ καὶ Συμεὼν ἐξόπισθεν, ἐπελαβόμεθα τῶν ὑψηλῶν, καὶ ὅλην τὴν πόλιν ὀλοθρεύσαμεν.

ΚΕΦΑΛΑΙΟ 7

Επεξεργασία

1. Καὶ τῇ ἑξῆς ἐρρέθη πρὸς ἡμᾶς ὅτι αἱ πόλεις τῶν δύο βασιλέων ἐν ὄχλῳ βαρεῖ ἔρχονται πρὸς ἡμᾶς.

2. Ἐγὼ οὖν καὶ Δάν, προσποιησάμενοι Ἀμορραίους, ὡς σύμμαχοι ἤλθομεν εἰς τὴν πόλιν αὐτῶν.

3. Νυκτὶ δὲ βαθείᾳ ἐλθοῦσι τοῖς ἀδελφοῖς ἠνοίξαμεν τὰς πύλας, καὶ πάντας αὐτοὺς καὶ τὰ αὐτῶν ὀλοθρεύσαμεν, καὶ πάντα τὰ αὐτῶν προνομεύσαντες τὰ τρία τείχη αὐτῶν καθείλομεν.

4. Καὶ ἐν τῇ Θάμνᾳ προσηγγίσαμεν, οὗ ἦν πᾶσα ἡ ἀποφυγὴ τῶν πολεμίων βασιλέων.

5. Τότε ὑβριζόμενος ἐθυμώθην, καὶ ὥρμησα ἐπ' αὐτοὺς ἐπὶ τὴν κορυφήν· κἀκεῖνοι ἐσφενδόνουν ἐπ' ἐμὲ λίθοις καὶ τόξοις·

6. καὶ εἰ μὴ Δὰν ὁ ἀδελφός μου συνεμάχησέ μοι, εἶχόν με ἀνελεῖν.

7. Ἐπήλθομεν οὖν ἐπ' αὐτοὺς μετὰ θυμοῦ καὶ πάντες ἔφυγον· καὶ διελθόντες δι' ἄλλης ὁδοῦ, ἐδεήθησαν τοῦ πατρός μου, καὶ ἐποίησεν εἰρήνην μετ' αὐτῶν,

8. καὶ οὐκ ἐποιήσαμεν αὐτοῖς οὐθὲν κακόν, ἀλλ' ἐποιήσαμεν αὐτοὺς ὑποσπόνδους, καὶ ἀπεδώκαμεν αὐτοῖς πᾶσαν τὴν αἰχμαλωσίαν.

9. Καὶ ᾠκοδόμησα ἐγὼ τὴν Θάμνα καὶ ὁ πατήρ μου τὴν Ῥαμβαήλ.

10. Εἴκοσι ἐτῶν ἤμην, ὅτε ἐγένετο ὁ πόλεμος οὗτος·

11. καὶ ἦσαν οἱ Χαναναῖοι φοβούμενοί με, καὶ τοὺς ἀδελφούς μου.

ΚΕΦΑΛΑΙΟ 8

Επεξεργασία

1. Ἦν δέ μοι καὶ κτήνη πολλά, καὶ εἶχον ἀρχιποίμενα Ἰρᾶν τὸν Ὁδολομήτην·

2. πρὸς ὃν ἐλθών, εἶδον Βάρσαν βασιλέα Ὁδολάμ. Καὶ ἐποίησεν ἡμῖν πότον· καὶ παρακαλέσας δίδωσί μοι τὴν θυγατέρα αὐτοῦ Βησσοῦς εἰς γυναῖκα.

3. Αὐτὴ ἔτεκέ μοι τὸν Ἦρ καὶ Αὐνᾶν καὶ Σιλώμ· ὧν τοὺς δύο ἀτέκνους ἀνεῖλε κύριος· ὁ γὰρ Σιλὼμ ἔζησε, καὶ τὰ τέκνα αὐτοῦ ὑμεῖς ἐστε.

ΚΕΦΑΛΑΙΟ 9

Επεξεργασία

1. Δεκαοκτὼ ἔτη ἐποιήσαμεν εἰρήνην, ὁ πατὴρ ἡμῶν καὶ ἡμεῖς, μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ Ἡσαῦ, καὶ οἱ υἱοὶ μεθ' ἡμῶν, μετὰ τὸ ἐλθεῖν ἡμᾶς ἐκ Μεσοποταμίας ἀπὸ Λάβαν.

2. Καὶ πληρωθέντων δεκαοκτὼ ἐτῶν, ἐν τεσσαρακοστῷ ἔτει ζωῆς μου, ἐπῆλθεν ἡμῖν Ἡσαῦ, ὁ ἀδελφὸς τοῦ πατρός μου, ἐν λαῷ βαρεῖ καὶ ἰσχυρῷ·

3. καὶ ἔπεσεν ἐν τόξῳ Ἰακὼβ καὶ ἤρθη νεκρὸς ἐν ὄρει Σιείρ· καὶ πορευόμενος ἐπάνω Εἰρραμνᾶ ἀπέθανεν.

4. Ἡμεῖς δὲ ἐδιώξαμεν ἐπὶ τοὺς υἱοὺς Ἡσαῦ. Ἦν δὲ τούτοις πόλις, καὶ τεῖχος σιδηροῦν καὶ πύλαι χαλκαῖ· καὶ οὐκ ἠδυνήθημεν εἰσελθεῖν ἐν αὐτῇ, καὶ περικαθίσαντες ἐπολιορκοῦμεν αὐτούς.

5. Καὶ ὡς οὐκ ἤνοιγον μετὰ ἡμέρας εἴκοσι, ὁρώντων αὐτῶν, προσάγω κλίμακα, καὶ τὴν ἀσπίδα ἐπὶ τῆς κεφαλῆς μου· καὶ ἀνῆλθον ἀποδεχόμενος λίθους ἕως ταλάντων τριῶν· καὶ ἀνελθὼν ἀνεῖλον τέσσαρες τοὺς δυνατοὺς ἐξ αὐτῶν.

6. Καὶ τῇ ἑξῆς ἐμβάντες Ῥουβὴμ καὶ Γὰδ ἀνεῖλον ἑτέρους ἑξήκοντα.

7. Τότε αἰτοῦσιν ἡμᾶς τὰ πρὸς εἰρήνην· καὶ γενόμενοι βουλῆς τοῦ πατρὸς ἡμῶν, ἐδεξάμεθα αὐτοὺς ὑποφόρους.

8. Καὶ ἦσαν δίδοντες ἡμῖν πυροῦ κόρους διακοσίους, ἐλαίου βὲθ φ, οἴνου μέτρα χίλια πεντακόσια, ἕως ὅτε κατήλθομεν εἰς Αἴγυπτον.

ΚΕΦΑΛΑΙΟ 10

Επεξεργασία

1. Μετὰ ταῦτα Ἦρ ὁ υἱός μου ἄγεται τὴν Θάμαρ ἐκ Μεσοποταμίας, θυγατέρα Ἀράμ.

2. Ἦν δὲ Ἦρ πονηρός, καὶ ἠπορεῖτο περὶ τῆς Θάμαρ, ὅτι οὐκ ἦν ἐκ γῆς Χαναάν. Καὶ ἄγγελος κυρίου ἀνεῖλεν αὐτὸν τῇ τρίτῃ ἡμέρᾳ τῇ νυκτί,

3. καὶ αὐτὸς οὐκ ἔγνω αὐτήν, κατὰ πανουργίαν τῆς μητρὸς αὐτοῦ, οὐ γὰρ ἤθελεν ἔχειν τέκνα ἀπ' αὐτῆς.

4. Ἐν ταῖς ἡμέραις τοῦ θαλάμου ἐπεγάμβρευσα αὐτῇ τὸν Αὐνᾶν· καίγε οὗτος ἐν πονηρίᾳ οὐκ ἔγνω αὐτήν, ποιήσας σὺν αὐτῇ ἐνιαυτόν.

5. Καὶ ὅτε ἠπείλησα αὐτῷ, συνῆλθε μὲν αὐτῇ, διέφθειρε δὲ τὸ σπέρμα ἐπὶ τὴν γῆν, κατὰ τὴν ἐντολὴν τῆς μητρὸς αὐτοῦ· καίγε οὗτος ἐν πονηρίᾳ ἀπέθανεν.

6. Ἤθελον δὲ καὶ τὸν Σιλὼμ δοῦναι αὐτῇ, ἀλλ' ἡ γυνή μου Βησουὲ οὐκ ἀφῆκεν· ἐπονηρεύετο γὰρ πρὸς τὴν Θάμαρ, ὅτι οὐκ ἦν ἐκ θυγατέρων Χαναάν, ὡς αὐτή.

ΚΕΦΑΛΑΙΟ 11

Επεξεργασία

1. Κἀγὼ ᾔδειν, ὅτι πονηρὸν τὸ γένος Χαναάν, ἀλλὰ τὸ διαβούλιον τῆς νεότητος ἐτύφλωσε τὴν καρδίαν μου.

2. Καὶ ἰδὼν αὐτὴν οἰνοχοοῦσαν, ἐν μέθῃ οἴνου ἠπατήθην, καὶ συνέπεσα πρὸς αὐτήν.

3. Αὐτή, ἀπόντος μου, ἐπορεύθη καὶ ἐλάβετο Σιλὼμ γυναῖκα ἐκ γῆς Χαναάν.

4. Γνοὺς δὲ ὃ ἐποίησε κατηρασάμην αὐτῇ ἐν ὀδύνῃ ψυχῆς μου·

5. καίγε αὕτη ἀπέθανεν ἐν πονηρίᾳ υἱῶν αὐτῆς.

ΚΕΦΑΛΑΙΟ 12

Επεξεργασία

1. Μετὰ δὲ τοὺς λόγους τούτους, χηρευούσης τῆς Θάμαρ, μετὰ δύο ἔτη ἀκούσασα, ὅτι ἀνέρχομαι κεῖραι τὰ πρόβατα, κοσμηθεῖσα κόσμῳ νυμφικῷ, ἐκάθισεν ἀπέναντι τῇ πόλει πρὸς τὴν πύλην.

2. Νόμος γὰρ Ἀμορραίων, τὴν γαμοῦσαν προκαθίσαι ἐν πορνείᾳ ἑπτὰ ἡμέρας παρὰ τὴν πύλην.

3. Μεθυσθεὶς οὖν ἐγὼ ἐν ὕδασι Χωζήβ, οὐκ ἐπέγνων αὐτὴν ἀπὸ τοῦ οἴνου· καὶ ἠπάτησέ με τὸ κάλλος αὐτῆς διὰ τοῦ σχήματος τῆς κοσμήσεως.

4. Καὶ ἐκκλίνας πρὸς αὐτὴν εἶπον· Εἰσέλθω πρός σε. Καὶ εἶπέ μοι· Τί μοι δώσεις; Καὶ ἔδωκα αὐτῇ τὴν ῥάβδον μου καὶ τὴν ζώνην καὶ τὸ διάδημα τῆς βασιλείας, καὶ συνελθὼν αὐτῇ συνείληφεν.

5. Ἀγνοῶν δὲ ὃ ἐποίησεν, ἤθελον ἀνελεῖν αὐτήν· πέμψασα δὲ ἐν κρυπτῷ τοὺς ἀρραβῶνας, κατῄσχυνέ με.

6. Καλέσας δὲ αὐτήν, ἤκουσα καὶ τοὺς ἐν μυστηρίῳ λόγους, καθεύδων σὺν αὐτῇ ἐν τῇ μέθῃ μου οὓς ἐλάλησα· καὶ οὐκ ἠδυνήθην ἀνελεῖν αὐτήν, ὅτι παρὰ κυρίου ἦν.

7. Ἔλεγον δέ· Μήποτε ἐν δολιότητι ἐποίησε, παρὰ ἄλλης λαβοῦσα τὸν ἀρραβῶνα.

8. Ἀλλ' οὐδὲ ἤγγισα αὐτῇ ἔτι ἕως θανάτου μου, ὅτι βδέλυγμα ἐποίησα τοῦτο ἐν παντὶ Ἰσραήλ.

9. Καίγε οἱ ἐν <τ>ῇ πόλει ἔλεγον, μὴ εἶναι ἐν τῇ πόλει τελισκομένην· ὅτι ἐξ ἄλλου χωρίου ἐλθοῦσα πρὸς βραχὺ ἐκάθισεν ἐν πύλῃ·

10. καὶ ἐνόμιζεν, ὅτι οὐδεὶς ἔγνω ὅτι εἰσῆλθον πρὸς αὐτήν.

11. Καὶ μετὰ ταῦτα ἤλθομεν εἰς Αἴγυπτον πρὸς Ἰωσὴφ διὰ τὸν λιμόν.

12. <Τες>σαράκοντα ἓξ ἐτῶν ἤμην καὶ ἑβδομήκοντα τρία ἔτη ἔζησα ἐκεῖ.

ΚΕΦΑΛΑΙΟ 13

Επεξεργασία

1. Καὶ νῦν ὅσα ἐγὼ ὑμῖν ἐντέλλομαι, ἀκούσατε, τέκνα, τοῦ πατρὸς ὑμῶν, καὶ φυλάξατε πάντας τοὺς λόγους μου, τοῦ ποιεῖν τὰ δικαιώματα κυρίου καὶ ὑπακούειν ἐντολῆς κυρίου θεοῦ.

2. Καὶ μὴ πορεύεσθε ὀπίσω τῶν ἐπιθυμιῶν ὑμῶν, μηδὲ ἐνθυμήσεσι διαβουλίων ὑμῶν, ἐν ὑπερηφανείᾳ καρδίας ὑμῶν, καὶ μὴ καυχᾶσθε ἐν ἔργοις ἰσχύος νεότητος ὑμῶν, ὅτι καίγε τοῦτο πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου.

3. Ἐπειδὴ γὰρ κἀγὼ καυχησάμενος, ὅτι ἐν πολέμοις οὐκ ἠπάτησέ με πρόσωπον γυναικὸς εὐμόρφου, ὠνείδιζον Ῥουβὴμ τὸν ἀδελφόν μου περὶ Βάλλας γυναικὸς πατρός μου, τὸ πνεῦμα τοῦ ζήλου καὶ τῆς πορνείας παρετάξατο ἐν ἐμοί, ἕως συνέπεσα εἰς Βησουὲ τὴν Χαναναίαν καὶ εἰς Θάμαρ τὴν νυμφευθεῖσαν τοῖς υἱοῖς μου.

4. Καὶ ἔλεγον τῷ πενθερῷ μου· Συμβουλεύσω τῷ πατρί μου καὶ οὕτως λήψομαι τὴν θυγατέρα σου. Καὶ ἔδειξέ μοι ἐπ' ὀνόματι τῆς θυγατρὸς αὐτοῦ χρυσοῦ πλῆθος ἄπειρον· ἦν γὰρ βασιλεύς.

5. Καὶ αὐτὴν κοσμήσας ἐν χρυσῷ καὶ μαργαρίταις, ἐποίησεν ἡμῖν οἰνοχοεῖν ἐν τῷ δείπνῳ ἐν κάλλει γυναικῶν.

6. Καὶ ὁ οἶνος διέστρεψέ μου τοὺς ὀφθαλμούς, καὶ ἠμαύρωσέ μου τὴν καρδίαν ἡδονή.

7. Καὶ ἐρασθεὶς αὐτῆς συνέπεσα, καὶ παρέβην ἐντολὴν κυρίου, καὶ ἐντολὴν πατέρων μου, καὶ ἔλαβον αὐτὴν εἰς γυναῖκα.

8. Καὶ ἀνταπέδωκέ μοι κύριος κατὰ τὸ διαβούλιον τῆς καρδίας μου, ὅτι οὐκ ηὐφράνθην ἐπὶ τοῖς τέκνοις αὐτῆς.

ΚΕΦΑΛΑΙΟ 14

Επεξεργασία

1. Καὶ νῦν, τέκνα μου, μὴ μεθύσκεσθε οἴνῳ· ὅτι ὁ οἶνος διαστρέφει τὸν νοῦν ἀπὸ τῆς ἀληθείας, καὶ ἐμβάλλει ὀργὴν ἐπιθυμίας, καὶ ὁδηγεῖ εἰς πλάνην τοὺς ὀφθαλμούς.

2. Τὸ γὰρ πνεῦμα τῆς πορνείας τὸν οἶνον, ὡς διάκονον, πρὸς τὰς ἡδονὰς ἔχει τοῦ νοός· ὅτι καίγε τὰ δύο ταῦτα ἀφιστῶσι τὴν δύναμιν τοῦ ἀνθρώπου.

3. Ἐὰν γάρ τις πίῃ οἶνον εἰς μέθην, ἐν διαλογισμοῖς ῥυπαροῖς συνταράσσει τὸν νοῦν εἰς πορνείαν καὶ ἐκθερμαίνει τὸ σῶμα πρὸς μίξιν, καὶ εἰ πάρεστι τὸ τῆς ἐπιθυμίας αἴτιον, πράσσει τὴν ἁμαρτίαν καὶ οὐκ αἰσχύνεται.

4. Τοιοῦτός ἐστιν ὁ οἶνος, τέκνα μου, ὅτι ὁ μεθύων οὐδένα αἰδεῖται.

5. Ἰδοὺ γὰρ κἀμὲ ἐπλάνησε, μὴ αἰσχυνθῆναι πλῆθος ἐν τῇ πόλει· ὅτι ἐν ὀφθαλμοῖς πάντων ἐξέκλινα πρὸς τὴν Θάμαρ, καὶ ἐποίησα ἁμαρτίαν μεγάλην, καὶ ἀνεκάλυψα κάλυμμα ἀκαθαρσίας υἱῶν μου.

6. Πιὼν οἶνον, οὐκ αἰσχύνθην ἐντολὴν θεοῦ καὶ ἔλαβον γυναῖκα Χαναναίαν.

7. Διὸ συνέσεως χρῄζει ὁ πίνων οἶνον, τέκνα μου· καὶ αὕτη ἐστὶν ἡ σύνεσις τῆς οἰνοποσίας, ἵνα ἕως ὅτε ἔχει αἰδώ, πίνῃ·

8. ἐὰν δὲ παρέλθῃ τὸν ὅρον τοῦτον, ἐμβάλλει εἰς τὸν νοῦν καὶ ποιεῖ τὸ πνεῦμα τῆς πλάνης· καὶ ποιεῖ τὸν μέθυσον αἰσχρορημονεῖν, καὶ παρανομεῖν, καὶ μὴ αἰσχύνεσθαι, ἀλλὰ καὶ ἐγκαυχᾶσθαι τῇ ἀτιμίᾳ, νομίζοντα εἶναι καλόν.

ΚΕΦΑΛΑΙΟ 15

Επεξεργασία

1. Ὁ πορνεύων καὶ γυμνούμενος τῆς βασιλείας οὐκ ἐξέρχεται, δουλωθεὶς τῇ πορνείᾳ, ὡς κἀγὼ γυμνωθείς.

3. Ἔδωκα γὰρ τὴν ῥάβδον μου, τουτέστι τὸ στήριγμα τῆς ἐμῆς φυλῆς· καὶ τὴν ζώνην μου, τουτέστι τὴν δύναμιν· καὶ τὸ διάδημα, τουτέστι τὴν δόξαν τῆς βασιλείας μου.

4. Καίγε μετανοήσας ἐπὶ τούτοις, οἶνον καὶ κρέας οὐκ ἔλαβον ἕως γήρως, καὶ πᾶσαν εὐφροσύνην οὐκ εἶδον.

5. Καὶ ἔδειξέ μοι ὁ ἄγγελος τοῦ θεοῦ ἕως τοῦ αἰῶνος ὅτι καὶ βασιλεῖ, καὶ πτωχῷ, αἱ γυναῖκες κατακυριεύουσι,

6. καὶ τοῦ μὲν βασιλέως αἴρουσι τὴν δόξαν, τοῦ δὲ ἀνδρείου τὴν δύναμιν, καὶ τοῦ πτωχοῦ τὸ τῆς πτωχείας ἐλάχιστον στήριγμα.

ΚΕΦΑΛΑΙΟ 16

Επεξεργασία

1. Φυλάσσεσθε οὖν, τέκνα μου, ὅρον οἴνου. Ἔστι γὰρ ἐν αὐτῷ τέσσαρα πνεύματα πονηρά· ἐπιθυμίας, πυρώσεως, ἀσωτίας, αἰσχροκερδίας.

2. Ἐὰν πίνητε οἶνον ἐν εὐφροσύνῃ μετὰ φόβου θεοῦ αἰδούμενοι, ζήσεσθε. Ἐὰν γὰρ πίνητε μὴ αἰδούμενοι, καὶ ἀποστῇ ὁ τοῦ θεοῦ φόβος, λοιπὸν γίνεται μέθη, καὶ παρεισέρχεται ἡ ἀναισχυντία.

3. Εἰ δὲ μηδὲ ὅλως πίετε, ἵνα μὴ ἁμάρτητε ἐν λόγοις ὕβρεως, καὶ μάχης, καὶ συκοφαντίας, καὶ παραβάσεως ἐντολῶν θεοῦ, καὶ ἀπολέσθαι οὐκ ἐν καιρῷ ὑμῶν.

4. Καίγε μυστήρια θεοῦ καὶ ἀνθρώπων ἀλλοτρίοις ἀποκαλύπτει ὁ οἶνος, ὡς κἀγὼ ἐντολὰς θεοῦ καὶ μυστήρια Ἰακὼβ τοῦ πατρός μου ἀπεκάλυψα τῇ Χανανίτιδι Βησουέ, οἷς εἶπεν ὁ θεὸς μὴ ἀποκαλύψαι.

Καὶ πολέμου δὲ καὶ ταραχῆς αἴτιος γίνεται ὁ οἶνος.

ΚΕΦΑΛΑΙΟ 17

Επεξεργασία

1. Ἐντέλλομαι οὖν ὑμῖν, τέκνα μου, μὴ ἀγαπᾶν ἀργύριον, μηδὲ ἐμβλέπειν εἰς κάλλος γυναικῶν· ὅτι καίγε δι' ἀργύριον καὶ εὐμορφίαν ἐπλανήθην εἰς Βησουὲ τὴν Χαναναίαν.

2. Ὅτι οἶδα ἐγώ, ὅτι διὰ τὰ δύο ταῦτα ἔσεσθε τὸ γένος μου ἐν πονηρίᾳ·

3. ὅτι καίγε σοφοὺς ἄνδρας τῶν υἱῶν μου ἀλλοιώσουσι, καὶ βασιλείαν Ἰούδα σμικρυνθῆναι ποιήσουσιν, ἣν ἔδωκέ μοι κύριος ἐν ὑπακοῇ πατρός.

4. Οὐδέποτε γὰρ ἐλύπησα λόγον Ἰακὼβ τοῦ πατρός μου, ὅτι πάντα, ὅσα εἶπεν, ἐποίουν.

5. Καὶ Ἀβραὰμ ὁ πατὴρ τοῦ πατρός μου εὐλόγησέ με, βασιλεύειν ἐν Ἰσραήλ· καὶ Ἰσαὰκ ἐπευλόγησέ με ὁμοίως οὕτως.

6. Καὶ ἐγὼ οἶδα, ὅτι ἐξ ἐμοῦ στήσεται τὸ βασίλειον.

ΚΕΦΑΛΑΙΟ 18

Επεξεργασία

1. Ὅτι καίγε ἀνέγνων ἐν βίβλοις Ἐνὼχ τοῦ δικαίου, ὅσα κακὰ ποιήσετε ἐπ' ἐσχάταις ἡμέραις.

2. Φυλάξασθε οὖν, τέκνα μου, ἀπὸ τῆς πορνείας καὶ τῆς φιλαργυρίας, ἀκούσατε Ἰούδα τοῦ πατρὸς ὑμῶν,

3. ὅτι ταῦτα ἀφιστᾷ νόμου θεοῦ, καὶ τυφλοῖ τὸ διαβούλιον τῆς ψυχῆς, καὶ ὑπερηφανίαν ἐκδιδάσκει, καὶ οὐκ ἀφίει ἄνδρα ἐλεῆσαι τὸν πλησίον αὐτοῦ,

4. στερίσκει τὴν ψυχὴν αὐτοῦ ἀπὸ πάσης ἀγαθοσύνης, καὶ συνέχει αὐτὸν ἐν μόχθοις καὶ πόνοις, καὶ ἀφιστᾷ ὕπνον αὐτοῦ, καὶ καταδαπανᾷ σάρκας αὐτοῦ,

5. καὶ θυσίας θεοῦ ἐμποδίζει, καὶ εὐλογίας οὐ μέμνηται, καὶ προφήτῃ λαλοῦντι οὐχ ὑπακούει, καὶ λόγῳ εὐσεβείας προσωχθίζει.

6. Δύο γὰρ πάθη ἐναντία τῶν ἐντολῶν τοῦ θεοῦ δουλεύων θεῷ θεοῦ ὑπακούειν οὐ δύναται, ὅτι ἐτύφλωσαν τὴν ψυχὴν αὐτοῦ, καὶ ἐν ἡμέρᾳ ὡς ἐν νυκτὶ πορεύεται.

ΚΕΦΑΛΑΙΟ 19

Επεξεργασία

1. Τέκνα μου, ἡ φιλαργυρία πρὸς εἴδωλα ὁδηγεῖ, ὅτι ἐν πλάνῃ δι' ἀργυρίου, τοὺς μὴ ὄντας θεοὺς ὀνομάζουσι· καὶ ποιεῖ τὸν ἔχοντα αὐτὴν εἰς ἔκστασιν ἐμπεσεῖν.

2. Διὰ ἀργύριον ἐγὼ ἀπώλεσα τὰ τέκνα μου, καὶ εἰ μὴ ἡ μετάνοια σαρκός μου, καὶ ἡ ταπείνωσις ψυχῆς μου, καὶ αἱ εὐχαὶ Ἰακὼβ τοῦ πατρός μου, ἄτεκνος εἶχον ἀποθανεῖν.

3. Ἀλλ' ὁ θεὸς τῶν πατέρων μου, ὁ οἰκτίρμων καὶ ἐλεήμων, συνέγνω ὅτι ἐν ἀγνοίᾳ ἐποίησα.

4. Ἐτύφλωσε γάρ με ὁ ἄρχων τῆς πλάνης, καὶ ἠγνόησα, ὡς ἄνθρωπος, καὶ ὡς σάρξ, ἐν ἁμαρτίαις φθαρείς· καὶ ἐπέγνων τὴν ἐμαυτοῦ ἀσθένειαν, νομίζων ἀκαταμάχητος εἶναι.

ΚΕΦΑΛΑΙΟ 20

Επεξεργασία

1. Ἐπίγνωτε οὖν, τέκνα μου, ὅτι δύο πνεύματα σχολάζουσι τῷ ἀνθρώπῳ, τὸ τῆς ἀληθείας καὶ τὸ τῆς πλάνης·

2. καὶ μέσον ἐστὶ τὸ τῆς συνέσεως τοῦ νοός, οὗ ἐὰν θέλῃ κλῖναι.

3. Καίγε τὰ τῆς ἀληθείας καὶ τὰ τῆς πλάνης γέγραπται ἐπὶ τὸ στῆθος τοῦ ἀνθρώπου· καὶ ἓν ἕκαστον αὐτῶν γνωρίζει κύριος.

4. Καὶ οὐκ ἔστι καιρός, ἐν ὧ δυνήσεται λαθεῖν ἀνθρώπων ἔργα· ὅτι ἐν στήθει ὀστέων αὐτὸς ἐγγέγραπται ἐνώπιον κυρίου.

5. Καὶ τὸ πνεῦμα τῆς ἀληθείας μαρτυρεῖ πάντα, καὶ κατηγορεῖ πάντων, καὶ ἐμπεπύρισται ὁ ἁμαρτήσας ἐκ τῆς ἰδίας καρδίας, καὶ ἆραι πρόσωπον οὐ δύναται πρὸς τὸν κριτήν.

ΚΕΦΑΛΑΙΟ 21

Επεξεργασία

1. Καὶ νῦν, τέκνα, ἀγαπήσατε τὸν Λευί, ἵνα διαμείνητε· καὶ μὴ ἐπαίρεσθε ἐπ' αὐτόν, ἵνα μὴ ἐξολοθρευθῆτε.

2. Ἐμοὶ γὰρ ἔδωκε κύριος τὴν βασιλείαν, κἀκείνῳ τὴν ἱερατείαν, καὶ ὑπέταξε τὴν βασιλείαν τῇ ἱερωσύνῃ.

3. Ἐμοὶ ἔδωκε τὰ ἐπὶ τῆς γῆς, ἐκείνῳ τὰ ἐν οὐρανοῖς.

4. Ὡς ὑπερέχει οὐρανὸς τῆς γῆς, οὕτως ὑπερέχει θεοῦ ἱερατεία τῆς ἐπὶ γῆς βασιλείας.

5. Καὶ γὰρ αὐτὸν ὑπέρ σε ἐξελέξατο κύριος ἐγγίζειν αὐτῷ, καὶ ἐσθίειν τράπεζαν αὐτοῦ, καὶ ἀπαρχὰς ἐντρυφήματα υἱῶν Ἰσραήλ·

6. καὶ ἔσῃ αὐτοῖς ὡς θάλασσα. Ὥσπερ γὰρ ἐν αὐτῇ δίκαιοι καὶ ἄδικοι χειμάζονται, οἱ μὲν αἰχμαλωτιζόμενοι, οἱ δὲ πλουτοῦντες· οὕτως καὶ ἐν σοὶ πᾶν γένος ἀνθρώπων, οἱ μὲν κινδυνεύουσιν αἰχμαλωτιζόμενοι, οἱ δὲ πλουτίσουσιν ἁρπάζοντες.

7. Ὅτι οἱ βασιλεύοντες ἔσονται ὡς κήτη, καταπίνοντες ἀνθρώπους ὡς ἰχθύας· θυγατέρας καὶ υἱοὺς ἐλευθέρους καταδουλοῦσιν· οἴκους, ἀγρούς, ποίμνια, χρήματα ἁρπάσουσι·

8. καὶ πολλῶν σάρκας ἀδίκως κόρακας καὶ ἴβεις χορτάσουσι, καὶ προκόψουσιν ἐπὶ τὸ κακὸν ἐν πλεονεξίᾳ ὑψούμενοι.

9. Καὶ ἔσονται ὡς καταιγίδες ψευδοπροφῆται, καὶ πάντας δικαίους διώξονται.

ΚΕΦΑΛΑΙΟ 22

Επεξεργασία

1. Ἐπάξει δὲ αὐτοῖς κύριος διαιρέσεις κατ' ἀλλήλων, καὶ πόλεμοι συνεχεῖς ἔσονται ἐν Ἰσραήλ,

2. καὶ ἐν ἀλλοφύλοις συντελεσθήσεται ἡ βασιλεία μου, ἕως τοῦ ἐλθεῖν τὸ σωτήριον Ἰσραήλ, ἕως παρουσίας τοῦ θεοῦ τῆς δικαιοσύνης, τοῦ ἡσυχάσαι τὸν Ἰακὼβ ἐν εἰρήνῃ, καὶ πάντα τὰ ἔθνη.

3. Καὶ αὐτὸς φυλάξει κράτος βασιλείας μου ἕως τοῦ αἰῶνος. Ὅρκῳ γὰρ ὤμοσέ μοι κύριος, μὴ ἐκλείψειν τὸ βασίλειόν μου καὶ τοῦ σπέρματός μου, πάσας τὰς ἡμέρας, ἕως τοῦ αἰῶνος.

ΚΕΦΑΛΑΙΟ 23

Επεξεργασία

1. Πολλὴ δὲ λύπη μοί ἐστι, τέκνα μου, διὰ τὰς ἀσελγίας καὶ γοητείας καὶ εἰδωλολατρείας, ἃς ποιήσετε εἰς τὸ βασίλειον, ἐγγαστριμύθοις ἀκολουθοῦντες, κλῃδόσι καὶ δαίμοσι πλάνης.

2. Τὰς θυγατέρας ὑμῶν μουσικὰς καὶ δημοσίας ποιήσετε, καὶ ἐπιμιγήσεσθε ἐν βδελύγμασιν ἐθνῶν·

3. ἀνθ' ὧν ἄξει κύριος ἐφ' ὑμᾶς λιμὸν καὶ λοιμόν, θάνατον καὶ ῥομφαίαν ἐκδικοῦσαν, πολιορκίαν, καὶ κύνας εἰς διασπασμὸν ἐχθρῶν, καὶ φίλων ὀνειδισμούς, ἀπώλειαν καὶ σφακελισμὸν ὀφθαλμῶν, νηπίων ἀναίρεσιν, καὶ συμβίων ἀφαίρεσιν, ὑπαρχόντων ἁρπαγήν, ναοῦ θεοῦ ἐμπυρισμόν, γῆς ἐρήμωσιν, ὑμῶν αὐτῶν δουλείαν ἐν ἔθνεσι·

4. καὶ ἐκτεμοῦσιν ἐξ ὑμῶν εἰς εὐνούχους ταῖς γυναιξὶν αὐτῶν·

5. καὶ ὡς ἂν ἐπιστρέψητε πρὸς κύριον εὐτελείᾳ καρδίας, μεταμελούμενοι, καὶ πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς τοῦ θεοῦ, καὶ ἐπισκέψηται ὑμᾶς κύριος ἐν ἐλεεῖ καὶ ἐν ἀγάπῃ ἀπὸ τῆς αἰχμαλωσίας τῶν ἐχθρῶν ὑμῶν.

ΚΕΦΑΛΑΙΟ 24

Επεξεργασία

1. Καὶ μετὰ ταῦτα ἀνατελεῖ ὑμῖν ἄστρον ἐξ Ἰακὼβ ἐν εἰρήνῃ, καὶ ἀναστήσεται ἄνθρωπος ἐκ τοῦ σπέρματός μου, ὡς ὁ ἥλιος τῆς δικαιοσύνης, συμπορευόμενος τοῖς υἱοῖς τῶν ἀνθρώπων ἐν πρᾳότητι καὶ δικαιοσύνῃ, καὶ πᾶσα ἁμαρτία οὐχ εὑρεθήσεται ἐν αὐτῷ.

2. Καὶ ἀνοιγήσονται ἐπ' αὐτὸν οἱ οὐρανοὶ ἐκχέαι πνεύματος εὐλογίαν πατρὸς ἁγίου· καὶ αὐτὸς ἐκχεεῖ πνεῦμα χάριτος ἐφ' ὑμᾶς

3. καὶ ἔσεσθε αὐτῷ εἰς υἱοὺς ἐν ἀληθείᾳ, καὶ πορεύσεσθε ἐν προστάγματι αὐτοῦ πρώτοις καὶ ἐσχάτοις.

4. Οὗτος ὁ βλαστὸς θεοῦ ὑψίστου, καὶ αὕτη ἡ πηγὴ εἰς ζωὴν πάσης σαρκός.

5. Τότε ἀναλάμψει σκῆπτρον βασιλείας μου, καὶ ἀπὸ τῆς ῥίζης ὑμῶν γενήσεται πυθμήν.

6. Καὶ ἐν αὐτῷ ἀναβήσεται ῥάβδος δικαιοσύνης τοῖς ἔθνεσι, κρῖναι καὶ σῶσαι πάντας τοὺς ἐπικαλουμένους κύριον.

ΚΕΦΑΛΑΙΟ 25

Επεξεργασία

1. Καὶ μετὰ ταῦτα ἀναστήσεται Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ εἰς ζωήν, καὶ ἐγὼ καὶ οἱ ἀδελφοί μου ἔξαρχοι σκῆπτρον ἡμῶν ἐν Ἰσραὴλ ἐσόμεθα, Λευὶ πρῶτος, δεύτερος ἐγώ, τρίτος Ἰωσήφ, τέταρτος Βενιαμίν, πέμπτος Συμεών, ἕκτος Ἰσάχαρ, καὶ οὕτως καθεξῆς πάντες.

2. Καὶ κύριος εὐλόγησε τὸν Λευί· ὁ ἄγγελος τοῦ προσώπου ἐμέ· αἱ δυνάμεις τῆς δόξης τὸν Συμεών· ὁ οὐρανὸς τὸν Ῥουβήμ· τὸν Ἰσάχαρ ἡ γῆ· ἡ θάλασσα τὸν Ζαβουλών· τὰ ὄρη τὸν Ἰωσήφ· ἡ σκηνὴ τὸν Βενιαμίν· οἱ φωστῆρες τὸν Δάν· ἡ τρυφὴ τὸν Νεφθαλείμ· ὁ ἥλιος τὸν Γάδ· ἐλαία τὸν Ἀσήρ·

3. καὶ ἔσται εἷς λαὸς κυρίου, καὶ γλῶσσα μία· καὶ οὐκ ἔσται ἔτι πνεῦμα πλάνης τοῦ Βελίαρ, ὅτι ἐμβληθήσεται ἐν τῷ πυρὶ εἰς τὸν αἰῶνα.

4. Καὶ οἱ ἐν λύπῃ τελευτήσαντες, ἀναστήσονται ἐν χαρᾷ, καὶ οἱ ἐν πτωχείᾳ διὰ κύριον πλουτισθήσονται, καὶ οἱ ἐν πενίᾳ χορτασθήσονται, καὶ οἱ ἐν ἀσθενείᾳ ἰσχύσουσι, καὶ οἱ διὰ κύριον ἀποθανόντες ἐξυπνισθήσονται ἐν ζωῇ.

5. Καὶ οἱ ἔλαφοι Ἰακὼβ δραμοῦνται ἐν ἀγαλλιάσει, καὶ οἱ ἀετοὶ Ἰσραὴλ πετασθήσονται ἐν χαρᾷ· οἱ δὲ ἀσεβεῖς πενθήσουσι, καὶ ἁμαρτωλοὶ κλαύσονται, καὶ πάντες οἱ λαοὶ δοξάσουσι κύριον εἰς αἰῶνας.

ΚΕΦΑΛΑΙΟ 26

Επεξεργασία

1. Φυλάξατε οὖν, τέκνα μου, πάντα νόμον κυρίου, ὅτι ἐστὶν ἐλπὶς πᾶσι τοῖς κατευθύνουσι τὴν ὁδὸν αὐτοῦ.

2. Καὶ εἶπε πρὸς αὐτούς· Ἑκατὸν δεκαεννέα ἐτῶν ἐγὼ ἀποθνήσκω σήμερον ἐν ὀφθαλμοῖς ὑμῶν.

3. Μηδείς με ἐνταφιάσῃ πολυτελῇ ἐσθῆτι, ἢ τὴν κοιλίαν μου ἀναρήξει, ὅτι ταῦτα μέλλουσι ποιεῖν οἱ βασιλεύοντες· καὶ ἀναγάγετέ με εἰς Χεβρὼν μεθ' ὑμῶν.

4. Καὶ ταῦτα εἰπὼν ἐκοιμήθη Ἰούδας· καὶ ἐποίησαν οἱ υἱοὶ αὐτοῦ κατὰ πάντα, ὅσα ἐνετείλατο αὐτοῖς, καὶ ἔθαψαν αὐτὸν ἐν Χεβρὼν μετὰ τῶν πατέρων αὐτοῦ.

ΔΙΑΘΗΚΗ ΙΣΑΧΑΡ ΠΕΡΙ ΑΠΛΟΤΗΤΟΣ

Επεξεργασία

ΚΕΦΑΛΑΙΟ 1

Επεξεργασία

1. Ἀντίγραφον λόγων Ἰσάχαρ. Καλέσας τοὺς υἱοὺς αὐτοῦ, εἶπεν αὐτοῖς· Ἀκούσατε, τέκνα, Ἰσάχαρ τοῦ πατρὸς ὑμῶν, ἐνωτίσασθε ῥήματα, ἠγαπημένοι ὑπὸ κυρίου.

2. Ἐγὼ ἐτέχθην πέμπτος υἱὸς τῷ Ἰακώβ, ἐν μισθῷ τῶν μανδραγόρων.

3. Ἰακὼβ γὰρ ἤνεγκε μανδραγόρους ἐκ τοῦ ἀγροῦ, καὶ προαπαντήσασα Ῥαχιὴλ ἔλαβεν αὐτούς.

4. Ἔκλαιε δὲ Ῥουβήμ, καὶ ἐπὶ τῇ φωνῇ αὐτοῦ ἐξῆλθε Λία ἡ μήτηρ μου.

5. Ταῦτα δὲ ἦσαν μῆλα εὐώδημα, ἃ ἐποίει ἡ γῆ Ἀρὰμ ἐν ὕψει ὑποκάτω φάραγγος ὑδάτων.

6. Εἶπε δὲ Ῥαχήλ· Οὐ δώσω αὐτά σοι, ὅτι ἔσονταί μοι ἀντὶ τέκνων.

7. Ἦσαν δὲ μῆλα δύο. Καὶ εἶπε Λία· Ἱκανούσθω σοι, ὅτι ἔλαβες τὸν ἄνδρα παρθενίας μου· μὴ καὶ ταῦτα λήψῃ;

8. Ἡ δὲ εἶπεν· Ἰδού, ἔστω σοι Ἰακὼβ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγόρων τοῦ υἱοῦ σου.

9. Εἶπε δὲ Λία πρὸς αὐτήν· Μὴ καυχῶ, καὶ μὴ δοξάζου· ἐμὸς γάρ ἐστιν ὁ Ἰακώβ, κἀγὼ γυνὴ νεότητος αὐτοῦ.

10. Ἡ δὲ Ῥαχὴλ εἶπε· Τί οὖν; ὅτι ἐμοὶ πρῶτον ἥρμοσται, καὶ δι' ἐμὲ ἐδούλευσε τῷ πατρὶ ἡμῶν ἔτη δεκατέσσαρα.

11. Τί σοι ποιήσω, ὅτι ἐπλήθυνεν ὁ δόλος καὶ ἡ πανουργία τῶν ἀνθρώπων, καὶ ὁ δόλος προχωρεῖ ἐπὶ τῆς γῆς. Εἰ δὲ μή, οὐκ ἂν ᾖς σὺ ὁρῶσα πρόσωπον Ἰακώβ·

12. οὐ γὰρ γυνὴ αὐτοῦ σὺ εἶ, ἀλλ' ἐν δόλῳ ἀντ' ἐμοῦ εἰσήχθης.

13. Καὶ ἐπλάνησέ με ὁ πατήρ μου, καὶ μεταστήσας με τῇ νυκτὶ ἐκείνῃ, οὐκ εἴασέ με ἰδεῖν· ὅτι εἰ ἤμην ἐκεῖ, οὐκ ἐγίνετο τοῦτο.

14. Καὶ εἶπε Ῥαχήλ· Λαβὲ ἕνα μανδραγόραν, καὶ ἀντὶ τοῦ ἑνὸς ἐκμισθῶ σοι αὐτὸν ἐν μιᾷ νυκτί.

15. Καὶ ἔγνω Ἰακὼβ τὴν Λίαν, καὶ συλλαβοῦσά με ἔτεκε· καὶ διὰ τὸν μισθὸν ἐκλήθην Ἰσάχαρ.

ΚΕΦΑΛΑΙΟ 2

Επεξεργασία

1. Τότε ὤφθη τῷ Ἰακὼβ ἄγγελος κυρίου λέγων ὅτι δύο τέκνα Ῥαχὴλ τέξεται, ὅτι διέπτυσε συνουσίαν ἀνδρός, καὶ ἐξελέξατο ἐγκράτειαν.

2. Καὶ εἰ μὴ Λία ἡ μήτηρ μου ἀντὶ συνουσίας ἀπέδω τὰ δύο μῆλα, ὀκτὼ υἱοὺς εἶχε τεκεῖν· διὰ τοῦτο ἓξ ἔτεκε, τοὺς δὲ δύο Ῥαχήλ, ὅτι ἐν τοῖς μανδραγόροις ἐπεσκέψατο αὐτὴν κύριος.

3. Εἶδε γάρ, ὅτι διὰ τέκνα ἤθελε συνεῖναι τῷ Ἰακώβ, καὶ οὐ διὰ φιληδονίαν.

4. Προσθῆσα γὰρ καὶ τῇ ἐπαύριον ἀπέδοτο τὸν Ἰακώβ, ἵνα λάβῃ καὶ τὸν ἄλλον μανδραγόρα. Διὰ τοῦτο ἐν τοῖς μανδραγόροις ἐπήκουσε κύριος τῆς Ῥαχήλ·

5. ὅτι καίγε ποθήσασα αὐτοὺς οὐκ ἔφαγεν, ἀλλὰ ἀνέθηκεν αὐτοὺς ἐν οἴκῳ κυρίου, προσενέγκασα ἱερεῖ ὑψίστου, τῷ ὄντι ἐν τῷ καιρῷ ἐκείνῳ.

ΚΕΦΑΛΑΙΟ 3

Επεξεργασία

1. Ὅτε οὖν ἡδρύνθην, τέκνα μου, ἐπορευόμην ἐν εὐθύτητι καρδίας, καὶ ἐγενόμην γεωργὸς τῶν πατέρων μου καὶ τῶν ἀδελφῶν μου, καὶ ἔφερον καρποὺς ἐξ ἀγρῶν κατὰ καιρὸν αὐτῶν,

2. καὶ εὐλόγησέ με ὁ πατήρ μου βλέπων, ὅτι ἐν ἁπλότητι πορεύομαι.

3. Καὶ οὐκ ἤμην περίεργος ἐν ταῖς πράξεσί μου, οὐδὲ πονηρὸς καὶ βάσκανος τῷ πλησίον·

4. οὐ κατελάλησά τινος, οὐδὲ ἔψεξα βίον ἀνθρώπου, πορευόμενος ἐν ἁπλότητι ὀφθαλμῶν.

5. Διὰ τοῦτο τριάκοντα ἐτῶν ἔλαβον ἐμαυτῷ γυναῖκα, ὅτι ὁ κάματος κατήσθιε τὴν ἰσχύν μου· καὶ οὐκ ἐνενόουν ἡδονὴν γυναικός, ἀλλὰ διὰ τοῦ κόπου ὁ ὕπνος μου περιεγένετο,

6. καὶ πάντοτε ἔχαιρεν ἐπὶ τῇ ἁπλότητί μου ὁ πατήρ μου. Εἴτι γὰρ ἔκαμνον, πᾶσαν ὀπώραν καὶ πᾶν πρωτογένημα πρῶτον διὰ τοῦ ἱερέως κυρίῳ προσέφερον, ἔπειτα τῷ πατρί μου, καὶ τότε ἐγώ.

7. Καὶ κύριος ἐδιπλασίαζε τὰ ἀγαθὰ ἐν χερσί μου. Ἤιδει δὲ καὶ Ἰακώβ, ὅτι ὁ θεὸς συνεργεῖ τῇ ἁπλότητί μου·

8. παντὶ γὰρ πένητι καὶ παντὶ θλιβομένῳ παρεῖχον τῆς γῆς τὰ ἀγαθὰ ἐν ἁπλότητι καρδίας.

ΚΕΦΑΛΑΙΟ 4

Επεξεργασία

1. Καὶ νῦν ἀκούσατέ μου, τέκνα, καὶ πορεύεσθε ἐν ἁπλότητι καρδίας, ὅτι εἶδον ἐν αὐτῇ πᾶσαν εὐαρέστησιν κυρίου.

2. Ὁ ἁπλοῦς χρυσίον οὐκ ἐπιθυμεῖ, τὸν πλησίον οὐ πλεονεκτεῖ, βρωμάτων ποικίλων οὐκ ἐφίεται, ἐσθῆτα διάφορον οὐ θέλει,

3. χρόνους μακροὺς οὐχ ὑπογράφει ζῆν, ἀλλὰ μόνον ἐκδέχεται τὸ θέλημα τοῦ θεοῦ·

4. καίγε τὰ πνεύματα τῆς πλάνης οὐδὲν ἰσχύουσι πρὸς αὐτόν. Οὐ γὰρ εἶδεν ἐπιδέξασθαι κάλλος θηλείας, ἵνα μὴ ἐν διαστροφῇ μιάνῃ τὸν νοῦν αὐτοῦ.

5. οὐ ζῆλος ἐν διαβουλίοις αὐτοῦ ἐπελεύσεται· οὐ βασκανία ἐκτήκει ψυχὴν αὐτοῦ, οὐδὲ πορισμὸν ἐν ἀπληστείᾳ ἐννοεῖ·

6. πορεύεται γὰρ ἐν εὐθύτητι ζωῆς, καὶ πάντα ὁρᾷ ἐν ἁπλότητι, μὴ ἐπιδεχόμενος ὀφθαλμοῖς πονηρίας ἀπὸ τῆς πλάνης τοῦ κόσμου, ἵνα μὴ ἴδῃ διεστραμμένως τι τῶν ἐντολῶν τοῦ κυρίου.

ΚΕΦΑΛΑΙΟ 5

Επεξεργασία

1. Φυλάξατε οὖν νόμον θεοῦ, τέκνα μου, καὶ τὴν ἁπλότητα κτήσασθε, καὶ ἐν ἀκακίᾳ πορεύεσθε, μὴ περιεργαζόμενοι ἐντολὰς κυρίου, καὶ τοῦ πλησίον τὰς πράξεις·

2. ἀλλ' ἀγαπᾶτε κύριον καὶ τὸν πλησίον, πένητα καὶ ἀσθενῆ ἐλεᾶτε.

3. Ὑπόθετε τὸν νῶτον ὑμῶν εἰς τὸ γεωργεῖν, καὶ ἐργάζεσθε ἐν ἔργοις γῆς καθ' ἑκάστην γεωργείαν, δῶρα μετ' εὐχαριστείας κυρίῳ προσφέροντες·

4. ὅτι ἐν πρωτογενήμασι καρπῶν γῆς εὐλόγησε κύριος, καθὼς εὐλόγησε πάντας τοὺς ἁγίους, ἀπὸ Ἄβελ ἕως τοῦ νῦν.

5. Οὐ γὰρ δέδοταί σοι ἄλλη μερίς, ἢ τῆς πιότητος τῆς γῆς, ἧς ἐν πόνοις οἱ καρποί·

6. ὅτι ὁ πατὴρ ἡμῶν Ἰακὼβ ἐν εὐλογίαις γῆς καὶ ἀπαρχῶν καρπῶν εὐλόγησέ με.

7. Καὶ ὁ Λευὶ καὶ ὁ Ἰούδας ἐδοξάσθη παρὰ κυρίου ἐν υἱοῖς Ἰακώβ. Καὶ γὰρ κύριος ἐκλήρωσεν ἐν αὐτοῖς, καὶ τῷ μὲν ἔδωκε τὴν ἱερατείαν, τῷ δὲ τὴν βασιλείαν.

8. Αὐτοῖς οὖν ὑπακούσατε, καὶ τῇ ἁπλότητι τοῦ πατρὸς ὑμῶν περιπατήσατε· ὅτι καὶ τῷ Γὰδ ἐδόθη ἀπολέσαι τὰ πειρατήρια τὰ ἐπερχόμενα τῷ Ἰσραήλ.

ΚΕΦΑΛΑΙΟ 6

Επεξεργασία

1. Οἶδα, τέκνα μου, ὅτι ἐν ἐσχάτοις καιροῖς καταλείψουσιν οἱ υἱοὶ ὑμῶν τὴν ἁπλότητα, καὶ κολληθήσονται τῇ ἀπληστίᾳ· καὶ ἀφέντες τὴν ἀκακίαν, προσπελάσουσι τῇ κακουργίᾳ, καὶ καταλιπόντες τὰς ἐντολὰς κυρίου, κολληθήσονται τῷ Βελίαρ·

2. καὶ ἀφέντες τὸ γεώργειον, ἐξακολουθήσουσι τοῖς πονηροῖς διαβουλίοις αὐτῶν, καὶ διασπαρήσονται ἐν τοῖς ἔθνεσι, καὶ δουλεύσουσι τοῖς ἐχθροῖς αὐτῶν.

3. Καὶ ὑμεῖς οὖν εἴπατε ταῦτα τοῖς τέκνοις ὑμῶν, ὅπως ἐὰν ἁμαρτήσωσι, τάχειον ἐπιστρέψουσι πρὸς κύριον·

4. ὅτι ἐλεήμων ἐστί, καὶ ἐξελεῖται αὐτούς, τοῦ ἐπιστρέψαι εἰς τὴν γῆν αὐτῶν.

ΚΕΦΑΛΑΙΟ 7

Επεξεργασία

1. Ἑκατὸν εἰκοσιδύο ἐτῶν εἰμι ἐγώ· καὶ οὐκ ἔγνων ἐπ' ἐμὲ ἁμαρτίαν εἰς θάνατον.

2. Πλὴν τῆς γυναικός μου, οὐκ ἔγνων ἄλλην· οὐκ ἐπόρνευσα ἐν μετεωρισμῷ ὀφθαλμῶν μου·

3. οἶνον εἰς ἀποπλάνησιν οὐκ ἔπιον· πᾶν ἐπιθύμημα τοῦ πλησίον οὐκ ἐπόθησα·

4. δόλος οὐκ ἐγένετο ἐν καρδίᾳ μου· ψεῦδος οὐκ ἀνῆλθε διὰ τῶν χειλέων μου.

5. Παντὶ ἀνθρώπῳ ὀδυνομένῳ συνεστέναξα, καὶ πτωχῷ μετέδωκα τὸν ἄρτον μου. Οὐκ ἔφαγον μόνος· ὅριον οὐκ ἔλυσα· εὐσέβειαν ἐποίησα ἐν πάσαις ταῖς ἡμέραις μου καὶ ἀλήθειαν.

6. Τὸν κύριον ἠγάπησα ἐν πάσῃ τῇ ἰσχύι μου· ὁμοίως καὶ πάντα ἄνθρωπον ἠγάπησα, ὡς τέκνα μου.

7. Ταῦτα καὶ ὑμεῖς ποιήσατε, τέκνα μου, καὶ πᾶν πνεῦμα τοῦ Βελίαρ φεύξεται ἀφ' ὑμῶν, καὶ πᾶσα πρᾶξις πονηρῶν ἀνθρώπων οὐ κυριεύσει ὑμῶν· καὶ πάντα ἄγριον θῆρα καταδουλώσεσθε, ἔχοντες μεθ' ἑαυτῶν τὸν θεὸν τοῦ οὐρανοῦ, συμπορευόμενον τοῖς ἀνθρώποις ἐν ἁπλότητι καρδίας.

8. Καὶ ἐνετείλατο αὐτοῖς, ὅπως ἀναγάγωσιν αὐτὸν ἐν Χεβρών, κἀκεῖ αὐτὸν θάψωσιν ἐν τῷ σπηλαίῳ μετὰ τῶν πατέρων αὐτοῦ.

9. Καὶ ἐξέτεινε τοὺς πόδας αὐτοῦ, καὶ ἀπέθανε πέμπτος ἐν γήρι καλῷ, πᾶν μέλος ἔχων ὑγιές, καὶ ἰσχύων ὕπνωσεν ὕπνον αἰώνιον.

ΔΙΑΘΗΚΗ ΖΑΒΟΥΛΩΝ ΠΕΡΙ ΕΥΣΠΛΑΓΧΝΙΑΣ ΚΑΙ ΕΛΕΟΥΣ

Επεξεργασία

ΚΕΦΑΛΑΙΟ 1

Επεξεργασία

1. Ἀντίγραφον Ζαβουλών, ὃ διέθετο τοῖς τέκνοις αὐτοῦ ριδ ἔτει τῆς ζωῆς αὐτοῦ, μετὰ λβ ἔτη τοῦ θανάτου Ἰωσήφ.

2. Καὶ εἶπεν αὐτοῖς· Ἀκούσατέ μου, υἱοὶ Ζαβουλών, προσέχετε ῥήμασι πατρὸς ὑμῶν.

3. Ἐγώ εἰμι Ζαβουλών, δόσις ἀγαθὴ τοῖς γονεῦσί μου. Ἐν γὰρ τῷ γεννηθῆναί με, ηὐξήθη ὁ πατὴρ ἡμῶν ἕως σφόδρα, καὶ τὰ ποίμνια, καὶ τὰ βουκόλια, ὅτε ἐν τοῖς ποικίλοις ῥάβδοις εἶχε τὸν κλῆρον.

4. Οὐκ ἔγνων, τέκνα μου, ὅτι ἥμαρτον ἐν ταῖς ἡμέραις μου, παρεκτὸς ἐννοίας·

5. οὐδὲ μιμνήσκομαι ὅτι παρανομίαν ἐποίησα, πλὴν τὴν ἄγνοιαν ἣν ἐποίησα ἐπὶ τοῦ Ἰωσήφ, ὅτι ἐσκέπασα ἐπὶ τοῖς ἀδελφοῖς μου, μὴ εἰπεῖν τῷ πατρί μου τὸ γενόμενον,

6. Καὶ ἔκλαιον πολλὰ ἐν κρυφῇ· ἐφοβούμην γὰρ τοὺς ἀδελφούς μου, ὅτι συνέθεντο πάντες ὁμοῦ, εἴτις ἐξείποι τὸ μυστήριον, ἀναιρεθῆναι αὐτὸν μαχαίρᾳ.

7. Πλὴν ὅτε ἐβούλοντο ἀνελεῖν αὐτόν, πολλὰ διεμαρτυράμην αὐτοῖς μετὰ δακρύων, τοῦ μὴ ποιῆσαι τὴν ἀνομίαν ταύτην.

ΚΕΦΑΛΑΙΟ 2

Επεξεργασία

1. Ἦλθον γὰρ Συμεὼν καὶ Γὰδ ἐπὶ τὸν Ἰωσὴφ τοῦ ἀνελεῖν αὐτόν· καὶ πεσὼν ἐπὶ πρόσωπον Ἰωσήφ, ἔλεγεν αὐτοῖς·

2. Ἐλεήσατέ με, ἀδελφοί μου, οἰκτειρήσατε τὰ σπλάγχνα Ἰακὼβ τοῦ πατρὸς ἡμῶν. Μὴ ἐπαγάγετε ἐπ' ἐμὲ τὰς χεῖρας ὑμῶν, τοῦ ἐκχέαι αἷμα ἀθῷον, ὅτι οὐχ ἥμαρτον εἰς ὑμᾶς.

3. Εἰ δὲ καὶ ἥμαρτον, ἐν παιδείᾳ παιδεύσατέ με· τὴν δὲ χεῖρα ὑμῶν μὴ ἐπενέγκητε διὰ Ἰακὼβ τὸν πατέρα ἡμῶν.

4. Ὡς δὲ ἔλεγε τὰ ῥήματα ταῦτα, εἰς οἶκτον ἦλθον ἐγώ, καὶ ἠρξάμην κλαίειν, καὶ τὰ ἥπατά μου ἐξελύθησαν ἐπ' ἐμέ, καὶ πᾶσα ἡ ὑπόστασις τῶν σπλάγχνων μου ἐχαυνοῦτο ἐπὶ τὴν ψυχήν μου.

5. Ἔκλαιε δὲ καὶ Ἰωσὴφ κἀγὼ σὺν αὐτῷ, καὶ ἐβόμβη ἡ καρδία μου, καὶ οἱ ἁρμοὶ τοῦ σώματός μου ἐξέστησαν καὶ οὐκ ἠδυνάμην τοῦ στῆναι.

6. Καὶ ἰδών με συνκλαίοντα αὐτῷ, κἀκείνους ἐπερχομένους ἀνελεῖν αὐτόν, κατέφυγεν ὀπίσω μου, δεόμενος αὐτῶν.

7. Ἀναστὰς δὲ Ῥουβὴμ εἶπεν· Ἀδελφοί, μὴ ἀποκτείνωμεν αὐτόν, ἀλλὰ ῥίψωμεν αὐτὸν εἰς ἕνα τῶν λάκκων τῶν ξηρῶν τούτων, ὧν ὤρυξαν οἱ πατέρες ἡμῶν, καὶ οὐχ εὗρον ὕδωρ.

8. Διὰ γὰρ τοῦτο ἐκώλυσε κύριος τοῦ ἀναβῆναι ὕδωρ ἐν αὐτοῖς, ἵνα γένηται περιποίησις τοῦ Ἰωσήφ.

9. Καὶ ἐποίησε κύριος οὕτως, ἕως οὗ ἐπώλησαν αὐτὸν τοῖς Ἰσμαηλίταις.

ΚΕΦΑΛΑΙΟ 3

Επεξεργασία

1. Καὶ γὰρ τῆς τιμῆς τοῦ Ἰωσήφ, τέκνα, ἐγὼ οὐκ ἐκοινώνησα,

2. ἀλλὰ Συμεὼν καὶ Γὰδ καὶ οἱ ἄλλοι ἓξ ἀδελφοὶ ἡμῶν λαβόντες τὴν τιμὴν τοῦ Ἰωσήφ, ἐπριάσαντο ὑποδήματα ἑαυτοῖς καὶ ταῖς γυναιξὶν αὐτῶν καὶ τοῖς τέκνοις αὐτῶν, εἰπόντες·

3. Οὐ φαγόμεθα αὐτήν, ὅτι τιμὴ αἵματος τοῦ ἀδελφοῦ ἡμῶν αὕτη, ἀλλὰ καταπατήσει καταπατήσωμεν αὐτήν, ἀνθ' ὧν εἶπε βασιλεύειν ἐφ' ἡμᾶς· καὶ εἴδωμεν, τί ἔσται τὰ ἐνύπνια αὐτοῦ.

4. Διὰ τοῦτο ἐν γραφῇ νόμου Ἐνὼχ γέγραπται, τὸν μὴ θέλοντα ἀναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ, ὑπολυθήσεσθαι τὸ ὑπόδημα, καὶ ἐμπτύεσθαι εἰς τὸ πρόσωπον.

5. Καὶ οἱ ἀδελφοὶ Ἰωσὴφ οὐκ ἠθέλησαν εἰς ζωὴν ἀδελφοῦ αὐτῶν· καὶ κύριος ὑπέλυσεν αὐτοὺς τὸ ὑπόδημα Ἰωσήφ.

6. Καὶ γὰρ ἐλθόντες ἐν Αἰγύπτῳ, ὑπελύθησαν ὑπὸ τῶν παίδων Ἰωσὴφ ἔμπροσθε τοῦ πυλῶνος, καὶ οὕτως προσεκύνησαν τῷ Ἰωσὴφ κατὰ τὸν τύπον τοῦ Φαραώ.

7. Οὐ μόνον δὲ προσεκύνησαν αὐτῷ, ἀλλὰ καὶ ἐνεπτύσθησαν, παραχρῆμα πεσόντες ἔμπροσθεν αὐτοῦ· καὶ οὕτως ᾐσχύνθησαν ἔμπροσθε τῶν Αἰγυπτίων.

8. Μετὰ ταῦτα γὰρ ἤκουσαν οἱ Αἰγύπτιοι πάντα τὰ κακὰ ἃ ἐποιήσαμεν τῷ Ἰωσήφ.

ΚΕΦΑΛΑΙΟ 4

Επεξεργασία

1. Μετὰ ταῦτα ἔβαλον ἐσθίειν ἐκεῖνοι.

2. Ἐγὼ γὰρ δύο ἡμέρας καὶ δύο νύκτας οὐκ ἐγευσάμην, σπλαγχνιζόμενος ἐπὶ Ἰωσήφ. Καὶ Ἰούδας οὐ συνέτρωγεν αὐτοῖς· προσεῖχε δὲ τῷ λάκκῳ, ὅτι ἐφοβεῖτο μὴ ἀποπηδήσαντες Συμεὼν καὶ Γὰδ ἀνέλωσιν αὐτόν.

3. Καὶ ὁρῶντες κἀμὲ μὴ ἐσθίοντα, ἔθεντό με τηρεῖν αὐτὸν, ἕως οὗ ἐπράθη.

4. Ἐποίησε δὲ ἐν τῷ λάκκῳ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, καὶ οὕτως ἐπράθη ἄσιτος.

5. Καὶ ἀκούσας Ῥουβὴμ ὅτι ἐπράθη ἀπόντος αὐτοῦ, περισχισάμενος ἐθρήνει λέγων· Πῶς ὄψομαι τὸ πρόσωπον Ἰακὼβ τοῦ πατρός μου;

6. καὶ λαβὼν τὸ ἀργύριον κατέδραμε τοῖς ἐμπόροις, καὶ οὐδένα εὗρεν· ἀφέντες γὰρ τὴν ὁδὸν τὴν μεγάλην, ἐπορεύθησαν διὰ τραγλοκολπητῶν ἐν τῇ συντόμῳ.

7. Καὶ οὐκ ἔφαγε Ῥουβὴμ ἄρτον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Προσελθὼν οὖν Δὰν εἶπεν αὐτῷ·

8. Μὴ κλαῖε, μηδὲ πένθει· εὗρον γὰρ, τί εἴπομεν τῷ πατρὶ ἡμῶν Ἰακώβ.

9. Θύσωμεν χίμαρρον αἰγῶν, καὶ ἐμβάψωμεν τὸν χιτῶνα Ἰωσήφ, καὶ ἐροῦμεν· Ἐπίγνωθι, εἰ χιτὼν τοῦ υἱοῦ σού ἐστιν οὗτος·

10. τὸν γὰρ χιτῶνα τοῦ πατρὸς ἡμῶν ἐξέδυσαν τὸν Ἰωσὴφ ἐν τῷ μέλλειν πιπράσκειν αὐτόν, καὶ ἐνέδυσαν αὐτὸν ἱμάτιον παλαιὸν δούλου.

11. Τὸν δὲ χιτῶνα εἶχε Συμεών, καὶ οὐκ ἤθελε δοῦναι αὐτόν, θέλων τῇ ῥομφαίᾳ αὐτοῦ κατακόψαι αὐτόν, ὀργιζόμενος ὅτι ἔζησε καὶ οὐκ ἀνεῖλεν αὐτόν.

12. Ἀναστάντες δὲ κατ' αὐτοῦ πάντες ὁμοῦ εἴπομεν ὅτι ἐὰν μὴ δῷς, ἐροῦμεν ὅτι σὺ μόνος ἐποίησας τὸ πονηρὸν ἐν Ἰσραήλ.

13. Καὶ οὕτως δίδωσιν αὐτόν, καὶ ἐποίησαν καθὼς εἶπεν ὁ Δάν.

ΚΕΦΑΛΑΙΟ 5

Επεξεργασία

1. Καὶ νῦν, τέκνα μου, ἀναγγελῶ ὑμῖν τοῦ φυλάσσειν τὰς ἐντολὰς κυρίου, καὶ ποιεῖν ἔλεος ἐπὶ τὸν πλησίον, καὶ εὐσπλαγχνίαν πρὸς πάντας ἔχειν, οὐ μόνον πρὸς ἀνθρώπους, ἀλλὰ καὶ εἰς ἄλογα.

2. Διὰ γὰρ ταῦτα εὐλόγησέ με κύριος, καὶ πάντων τῶν ἀδελφῶν μου ἀσθενούντων ἐγὼ ἄνοσος παρῆλθον· οἶδε γὰρ κύριος ἑκάστου τὴν προαίρεσιν.

3. Ἔχετε οὖν ἔλεος ἐν σπλάγχνοις ὑμῶν, τέκνα μου, ὅτι ὡς ἄν τις ποιήσῃ τῷ πλησίον αὐτοῦ, οὕτως καὶ ὁ κύριος ποιήσει αὐτῷ.

4. Καὶ γὰρ οἱ υἱοὶ τῶν ἀδελφῶν μου ἠσθένουν, ἀπέθνησκον διὰ Ἰωσήφ, ὅτι οὐκ ἐποίησαν ἔλεος ἐν σπλάγχνοις αὐτῶν· οἱ δὲ ἐμοὶ υἱοὶ ἄνοσοι διεφυλάχθησαν, ὡς οἴδατε.

5. Καὶ ὅτε ἤμην ἐν τῇ Χαναάν, εἰς παράλιον ἐθήρευον θῆρα ἰχθύων Ἰακὼβ τῷ πατρί μου· καὶ πολλῶν ἀγχομένων ἐν τῇ θαλάσσῃ, ἐγὼ ἀβλαβὴς διέμεινα.

ΚΕΦΑΛΑΙΟ 6

Επεξεργασία

1. Πρῶτος ἐγὼ ἐποίησα σκάφος ἐν θαλάσσῃ ἐπιπλέειν, ὅτι κύριος ἔδωκέ μοι σύνεσιν καὶ σοφίαν ἐν αὐτῷ·

2. καὶ καθῆκα ξύλον ὄπισθεν αὐτοῦ, καὶ ὀθόνην ἐξέτεινα ἐν ὀρθῷ ξύλῳ ἐμμέσῳ·

3. καὶ ἐν αὐτῷ διαπορευόμενος τοὺς αἰγιαλούς, ἡλίευον ἰχθύας οἴκῳ τοῦ πατρός μου, ἕως ἤλθωμεν εἰς Αἴγυπτον·

4. καὶ ἐκ τῆς θήρας μου παντὶ ἀνθρώπῳ ξένῳ σπλαγχνιζόμενος ἐδίδουν.

5. Εἰ δὲ ἦν ξένος, ἢ νοσῶν, ἢ γηράσας, ἑψήσας τοὺς ἰχθύας, καὶ ποιήσας αὐτὰ ἀγαθῶς, κατὰ τὴν ἑκάστου χρείαν προσέφερον πᾶσι, συνάγων καὶ συμπάσχων.

6. Διὰ τοῦτο καὶ ὁ κύριος πολὺν ἰχθὺν ἐποίησέ μοι θηρᾶν. Ὁ γὰρ μεταδιδοὺς τῷ πλησίον, λαμβάνει πολλαπλασίονα παρὰ κυρίου.

7. Πέντε ἔτη ἡλίευσα, παντὶ ἀνθρώπῳ ὃν ἑωράκειν μεταδιδούς, καὶ παντὶ τῷ οἴκῳ τοῦ πατρός μου ἐξαρκῶν.

8. Τὸ θέρος ἡλίευον, καὶ ἐν χειμῶνι ἐποίμαινον μετὰ τῶν ἀδελφῶν μου.

ΚΕΦΑΛΑΙΟ 7

Επεξεργασία

1. Νῦν ἀναγγελῶ ὑμῖν ἃ ἐποίησα. Εἶδον θλιβόμενον ἐν γυμνότητι χειμῶνος, καὶ σπλαγχνισθεὶς ἐπ' αὐτόν, κλέψας ἱμάτιον ἐκ τοῦ οἴκου μου κρυφέως, ἔδωκα τῷ θλιβομένῳ.

2. Καὶ ὑμεῖς οὖν, τέκνα μου, ἐξ ὧν παρέχει ὑμῖν ὁ θεός, ἀδιακρίτως πᾶσι σπλαγχνιζόμενοι ἐλεᾶτε, καὶ παρέχετε παντὶ ἀνθρώπῳ ἐν ἀγαθῇ καρδίᾳ.

3. Εἰ δὲ μὴ ἔχετε πρὸς καιρὸν δοῦναι τῷ χρῄζοντι, συμπάσχετε ἐν σπλάγχνοις ἐλέους.

4. Οἶδα ὅτι ἡ χείρ μου οὐχ εὗρε πρὸς τὸ παρὸν ἐπιδοῦναι τῷ χρῄζοντι, καὶ ἔτι ἑπτὰ σταδίους συμπορευόμενος αὐτῷ, ἔκλαιον· καὶ τὰ σπλάγχνα μου ἐστρέφετο ἐπ' αὐτῷ εἰς συμπάθειαν.

ΚΕΦΑΛΑΙΟ 8

Επεξεργασία

1. Καὶ ὑμεῖς οὖν, τέκνα μου, ἔχετε εὐσπλαγχνίαν κατὰ παντὸς ἀνθρώπου ἐν ἐλέει, ἵνα καὶ ὁ κύριος εἰς ὑμᾶς σπλαγχνισθεὶς ἐλεήσῃ ὑμᾶς·

2. ὅτι καίγε ἐπ' ἐσχάτων ἡμερῶν ὁ θεὸς ἀποστέλλει τὸ σπλάγχνον αὐτοῦ ἐπὶ τῆς γῆς, καὶ ὅπου εὕρῃ σπλάγχνα ἐλέους, ἐν αὐτῷ κατοικεῖ.

3. Ὅσον γὰρ ἄνθρωπος σπλαγχνίζεται εἰς τὸν πλησίον, τοσοῦτον κύριος εἰς αὐτόν.

4. Ὅτε γὰρ κατήλθομεν εἰς Αἴγυπτον, Ἰωσὴφ οὐκ ἐμνησικάκησεν εἰς ἡμᾶς· ἐμὲ δὲ ἰδών, ἐσπλαγχνίσθη.

5. Εἰς ὃν ἐμβλέποντες καὶ ὑμεῖς, ἀμνησίκακοι γίνεσθε, τέκνα μου, καὶ ἀγαπᾶτε ἀλλήλους, καὶ μὴ λογίζεσθε ἕκαστος τὴν κακίαν τοῦ ἀδελφοῦ αὐτοῦ·

6. ὅτι τοῦτο χωρίζει ἑνότητα, καὶ πᾶσαν συγγένειαν διασκορπίζει, καὶ τὴν ψυχὴν ταράσσει. Ὁ γὰρ μνησίκακος σπλάγχνα ἐλέους οὐκ ἔχει.

ΚΕΦΑΛΑΙΟ 9

Επεξεργασία

1. Προσέχετε τὰ ὕδατα, ὅτι ἐπὶ τὸ αὐτὸ πορεύεται, λίθους, ξύλα, τὴν ἅμμον κατασύρει·

2. ἐὰν δὲ εἰς πολλὰ διαιρεθῇ, ἡ γῆ ἀφανίζει αὐτά, καὶ γίνεται εὐκαταφρόνητα.

3. Καὶ ὑμεῖς, ἐὰν διαιρεθῆτε, ἔσεσθε οὕτως.

4. Μὴ σχισθῆτε εἰς δύο κεφαλάς, ὅτι πᾶν ὃ ἐποίησεν ὁ κύριος κεφαλὴν μίαν ἔχει. Ἔδωκε δύο ὤμους, χεῖρας, πόδας, ἀλλὰ πάντα τὰ μέλη τῇ μιᾷ κεφαλῇ ὑπακούει.

5. Ἔγνων ἐν γραφῇ πατέρων μου, ὅτι ἐν ἐσχάταις ἡμέραις ἀποστήσεσθε ἀπὸ κυρίου, καὶ διαιρεθήσεσθε ἐν Ἰσραήλ, καὶ δύο βασιλεῦσιν ἐξακολουθήσετε, καὶ πᾶν βδέλυγμα ποιήσετε, καίγε πᾶν εἴδωλον προσκυνήσετε,

6. καὶ αἰχμαλωτεύσουσιν ὑμᾶς οἱ ἐχθροὶ ὑμῶν, καὶ καθίσεσθε ἐν τοῖς ἔθνεσιν ἐν πάσαις ἀσθενείαις καὶ θλίψεσι καὶ ὀδύνης ψυχῆς.

7. Καὶ μετὰ ταῦτα μνησθήσεσθε κυρίου, καὶ μετανοήσετε, καὶ ἐπιστρέψει ὑμᾶς, ὅτι ἐλεήμων ἐστὶ καὶ εὔσπλαγχνος, μὴ λογιζόμενος κακίαν τοῖς υἱοῖς τῶν ἀνθρώπων, διότι σάρξ εἰσι καὶ τὰ πνεύματα τῆς πλάνης ἀπατᾷ αὐτοὺς ἐπὶ πάσαις πράξεσιν αὐτῶν.

8. Καὶ μετὰ ταῦτα ἀνατέλλει ὑμῖν αὐτὸς ὁ κύριος, φῶς δικαιοσύνης, καὶ ἴασις καὶ εὐσπλαγχνία ἐπὶ ταῖς πτέρυξιν αὐτοῦ. Αὐτὸς λυτρώσηται πᾶσαν αἰχμαλωσίαν υἱῶν ἀνθρώπων ἐκ τοῦ Βελίαρ, καὶ πᾶν πνεῦμα πλάνης πατηθήσεται· καὶ ἐπιστρέψει πάντα τὰ ἔθνη εἰς παραζήλωσιν αὐτοῦ, καὶ ὄψεσθε θεὸν ἐν σχήματι ἀνθρώπου, ὃν ἂν ἐκλέξηται κύριος, Ἱερουσαλὴμ ὄνομα αὐτῷ.

9. Καὶ πάλιν ἐν πονηρίᾳ λόγων ὑμῶν παροργίσετε αὐτόν, καὶ ἀπορηφήσεσθε ἕως καιροῦ συντελείας.

ΚΕΦΑΛΑΙΟ 10

Επεξεργασία

1. Καὶ νῦν, τέκνα μου, μὴ λυπεῖσθε ὅτι ἀποθνήσκω ἐγώ, μηδὲ συμπίπτετε ὅτι ἀπολείπω ὑμῶν.

2. Ἀναστήσομαι γὰρ πάλιν ἐμμέσῳ ὑμῶν ὡς ἡγούμενος ἐμμέσῳ υἱῶν αὐτοῦ, καὶ εὐφρανθήσομαι ἐμμέσῳ τῆς φυλῆς μου, ὅσοι ἐφύλαξαν νόμον κυρίου καὶ ἐντολὰς Ζαβουλὼν πατρὸς αὐτῶν.

3. Ἐπὶ δὲ τοὺς ἀσεβεῖς ἐπάξει κύριος πῦρ αἰώνιον, καὶ ἀπολέσει αὐτοὺς ἕως γενεῶν.

4. Ἐγὼ εἰς τὴν ἀνάπαυσίν μου ἀποτρέχω, ὡς οἱ πατέρες μου·

5. ὑμεῖς δὲ φοβεῖσθε κύριον τὸν θεὸν ὑμῶν ἐν πάσῃ ἰσχύι πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν.

6. Καὶ ταῦτα εἰπών, ἐκοιμήθη ὕπνῳ καλῷ, καὶ ἔθηκαν αὐτὸν οἱ υἱοὶ αὐτοῦ ἐν θήκῃ·

7. ὕστερον δὲ ἀναγαγόντες αὐτὸν εἰς Χεβρών, ἔθαψαν μετὰ τῶν πατέρων αὐτοῦ.

ΔΙΑΘΗΚΗ ΔΑΝ ΠΕΡΙ ΘΥΜΟΥ ΚΑΙ ΨΕΥΔΟΥΣ

Επεξεργασία

ΚΕΦΑΛΑΙΟ 1

Επεξεργασία

1. Ἀντίγραφον λόγων Δάν, ὧν εἶπε τοῖς υἱοῖς αὐτοῦ ἐπ' ἐσχάτων τῶν ἡμερῶν αὐτοῦ. Ἑκατοστῷ εἰκοστῷ πέμπτῳ ἔτει τῆς ζωῆς αὐτοῦ,

2. καλέσας τὴν πατριὰν αὐτοῦ, εἶπεν· Ἀκούσατε υἱοὶ Δὰν λόγων μου, προσέχετε ῥήμασι στόματος τοῦ πατρὸς ὑμῶν.

3. Ἐπείρασα ἐν καρδίᾳ μου καὶ ἐν πάσῃ τῇ ζωῇ μου, ὅτι καλὸν θεῷ καὶ εὐάρεστον ἡ ἀλήθεια μετὰ δικαιοπραγίας· καὶ ὅτι πονηρὸν τὸ ψεῦδος καὶ ὁ θυμός, ὅτι πᾶσαν κακίαν ἄνθρωπον ἐκδιδάσκει.

4. Ὁμολογῶ σήμερον ὑμῖν, τέκνα μου, ὅτι ἐν καρδίᾳ μου ἡδώμην περὶ τοῦ θανάτου Ἰωσήφ, ἀνδρὸς ἀληθινοῦ καὶ ἀγαθοῦ,

5. καὶ ἔχαιρον ἐπὶ τῇ πράσει Ἰωσήφ, ὅτι ὑπὲρ ἡμᾶς ὁ πατὴρ αὐτοῦ ἠγάπα.

6. Τὸ γὰρ πνεῦμα τοῦ ζήλου καὶ τῆς ἀλαζονείας ἔλεγέ μοι· Καίγε σὺ υἱὸς αὐτοῦ.

7. Καὶ ἓν τῶν πνευμάτων τοῦ Βελίαρ συνήργει μοι, λέγων· Λαβὲ τὸ ξίφος τοῦτο, καὶ ἐν αὐτῷ ἄνελε τὸν Ἰωσήφ, καὶ ἀγαπήσει σε ὁ πατήρ σου, ἀποθανόντος αὐτοῦ.

8. Τοῦτό ἐστι τὸ πνεῦμα τοῦ θυμοῦ τὸ πεῖθόν με, ἵνα ὡς πάρδαλις ἐκμυζᾷ ἔριφον, οὕτως ἐκμυζήσω τὸν Ἰωσήφ.

9. Ἀλλ' ὁ θεὸς Ἰακὼβ τοῦ πατρὸς ἡμῶν οὐκ ἐνέβαλεν αὐτὸν εἰς τὰς χεῖράς μου, ἵνα εὕρω αὐτὸν μόνον, οὐδὲ ἔασε τὸ ἀνόμιμα τοῦτο ποιῆσαι ἵνα λυθῶσι δύο σκῆπτρα ἐν Ἰσραήλ.

ΚΕΦΑΛΑΙΟ 2

Επεξεργασία

1. Καὶ νῦν, τέκνα μου, ἐγὼ ἀποθνήσκω, καὶ ἐν ἀληθείᾳ λέγω ὑμῖν, ὅτι ἐὰν μὴ διαφυλάξητε ἑαυτοὺς ἀπὸ τοῦ πνεύματος τοῦ ψεύδους καὶ τοῦ θυμοῦ, καὶ ἀγαπήσητε τὴν ἀλήθειαν καὶ τὴν μακροθυμίαν, ἀπολεῖσθε.

2. Τύφλωσίς ἐστιν ἐν τῷ θυμῷ, τέκνα μου, καὶ οὐκ ἔστι τις θυμώδης ὁρῶν πρόσωπον ἐν ἀληθείᾳ·

3. ὅτι κἂν πατήρ, κἂν μήτηρ ἐστίν, ὡς πολεμίοις προσέχει ἑαυτοῖς· ἐὰν ᾖ ἀδελφός, οὐκ οἶδεν· ἐὰν προφήτης κυρίου, παρακούει· ἐὰν δίκαιος, οὐ βλέπει· φίλον οὐ γνωρίζει.

4. Περιβάλλει γὰρ αὐτὸν τὸ πνεῦμα τοῦ θυμοῦ τὰ δίκτυα τῆς πλάνης, καὶ τυφλοῖ τοὺς φυσικοὺς ὀφθαλμοὺς αὐτοῦ, διὰ τοῦ ψεύδους σκοτοῖ τὴν διάνοιαν αὐτοῦ, καὶ τὴν ἰδίαν ὅρασιν παρέχει αὐτῷ.

5. Ἐν τίνι δὲ περιβάλλει τοὺς ὀφθαλμοὺς αὐτοῦ; ἐν μίσει καρδίας, καὶ δίδωσιν αὐτῷ καρδίαν ἰδίαν κατὰ τοῦ ἀδελφοῦ εἰς φθόνον.

ΚΕΦΑΛΑΙΟ 3

Επεξεργασία

1. Πονηρὸς ὁ θυμός, τέκνα μου, καὶ γὰρ αὐτῇ τῇ ψυχῇ αὐτὸς γίνεται ψυχή·

2. καὶ τὸ μὲν σῶμα ἰδιοποιεῖται τοῦ θυμώδους, τῆς δὲ ψυχῆς κατακυριεύει, καὶ παρέχει τῷ σώματι δύναμιν ἰδίαν, ἵνα ποιήσῃ πᾶσαν ἀνομίαν·

3. καὶ ὅταν πράξῃ ψυχή, δικαιοῖ τὸ πραχθέν, ἐπειδὴ οὐ βλέπει.

4. Διὰ τοῦτο ὁ θυμούμενος, ἐὰν μὲν ᾖ δυνατός, τριπλῆν ἔχει τὴν δύναμιν ἐν τῷ θυμῷ· μίαν μὲν διὰ τῆς δυνάμεως καὶ τῆς βοηθείας τῶν ὑπουργούντων· δεύτερον δὲ διὰ τοῦ πλούτου, παραπείθων καὶ νικῶν ἐν ἀδίκῳ· τρίτην τὴν φυσικὴν ἔχων τοῦ σώματος, καὶ δι' ἑαυτοῦ δρῶν τὸ κακόν.

5. Ἐὰν δὲ ἀσθενὴς ᾖ ὁ θυμούμενος, διπλῆν ἔχει τὴν δύναμιν παρὰ τὴν τῆς φύσεως· βοηθεῖ γὰρ αὐτοῖς ὁ θυμὸς πάντοτε ἐν παρανομίᾳ.

6. Τοῦτο τὸ πνεῦμα ἀεὶ μετὰ τοῦ ψεύδους ἐκ δεξιῶν τοῦ Σατανᾶ πορεύεται, ἵνα ἐν ὀμότητι καὶ ψεύδει γίνωνται αἱ πράξεις αὐτοῦ.

ΚΕΦΑΛΑΙΟ 4

Επεξεργασία

1. Οὐκοῦν σύνετε τὴν δύναμιν τοῦ θυμοῦ, ὅτι ματαία ἐστίν.

2. Ἐν γὰρ λόγῳ παροξύνει πρῶτον· εἶτα ἐν ἔργοις δυναμοῖ τὸν ἐρεθιζόμενον, καὶ ἐν ζημίαις πικραῖς ταράσσει τὸ διαβούλιον αὐτοῦ· καὶ οὕτως διεγείρει ἐν θυμῷ μεγάλῳ τὴν ψυχὴν αὐτοῦ.

3. Ὅτε οὖν λαλεῖ τις καθ' ὑμῶν, ὑμεῖς κινεῖσθε εἰς θυμόν· καὶ ἐάν τις ἐπαινῇ ὑμᾶς ὡς ἀγαθούς, μὴ ἐπαίρεσθε, μηδὲ μεταβάλλεσθε, μήτε εἰς τέρψιν, μήτε εἰς εἰδέαν.

4. Πρῶτον γὰρ τέρπει τὴν ἀκοήν, καὶ οὕτως ὀξύνει τὸν νοῦν, νοῆσαι τὸ ἐρεθισθέν· καὶ τότε θυμωθεὶς νομίζει δικαίως ὀργίζεσθαι.

5. Ἐὰν ζημίᾳ, ἐὰν ἀπωλείᾳ τινὶ περιπέσῃ, τέκνα μου, μὴ θροεῖσθε· ὅτι αὐτὸ τὸ πνεῦμα ἐπιθυμῆσαι ποιεῖ τοῦ ἀπολωμένου, ἵνα θυμωθῇ διὰ τοῦ πόθου.

6. Ἐὰν ζημιωθῆτε ἑκουσίως, μὴ λυπεῖσθε· ἀπὸ γὰρ λύπης ἐγείρει θυμὸν μετὰ ψεύδους.

7. Ἔστι δὲ διπρόσωπον κακὸν θυμὸν μετὰ ψεύδους, καὶ συνερῶνται ἀλλήλοις, ἵνα ταράξωσι τὸ διαβούλιον· ταρασσομένης δὲ τῆς ψυχῆς συνεχῶς, ἀφίσταται κύριος ἀπ' αὐτῆς, καὶ κυριεύει αὐτῆς ὁ Βελίαρ.

ΚΕΦΑΛΑΙΟ 5

Επεξεργασία

1. Φυλάξατε οὖν, τέκνα μου, τὰς ἐντολὰς τοῦ κυρίου, καὶ τὸν νόμον αὐτοῦ τηρήσατε· ἀπόστητε δὲ ἀπὸ θυμοῦ, καὶ μισήσατε τὸ ψεῦδος, ἵνα κύριος κατοικήσῃ ἐν ὑμῖν καὶ φύγῃ ἀφ' ὑμῶν ὁ Βελίαρ.

2. Ἀλήθειαν φθέγγεσθε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ οὐ μὴ ἐμπέσητε εἰς ἡδονὴν καὶ ταραχάς, ἀλλ' ἔσεσθε ἐν εἰρήνῃ, ἔχοντες τὸν θεὸν τῆς εἰρήνης, καὶ οὐ μὴ κατισχύσῃ ὑμῶν πόλεμος.

3. Ἀγαπᾶτε τὸν κύριον ἐν πάσῃ τῇ ζωῇ ὑμῶν, καὶ ἀλλήλους ἐν ἀληθινῇ καρδίᾳ.

4. Οἶδα γὰρ ὅτι ἐν ἐσχάταις ἡμέραις ἀποστήσεσθε τοῦ κυρίου, καὶ προσωχθιεῖτε τὸν Λευὶ καὶ πρὸς Ἰούδαν ἀντιτάξεσθε· ἀλλ' οὐ δυνήσεσθε πρὸς αὐτούς. Ἄγγελος γὰρ κυρίου ὁδηγεῖ ἑκατέρους, ὅτι ἐν αὐτοῖς στήσεται Ἰσραήλ.

5. Καὶ ὡς ἂν ἀπόστητε ἀπὸ κυρίου, ἐν πάσῃ κακίᾳ πορεύεσθε, ποιοῦντες βδελύγματα ἐθνῶν, ἐκπορεύοντες ἐν γυναιξὶν ἀνόμων, καὶ ἐν πάσῃ πονηρίᾳ ἐνεργούντων ἐν ὑμῖν τῶν πνευμάτων τῆς πλάνης.

6. Ἀνέγνων γὰρ ἐν βίβλῳ Ἐνὼχ τοῦ δικαίου, ὅτι ὁ ἄρχων ὑμῶν ἐστιν ὁ Σατανᾶς, καὶ ὅτι πάντα τὰ πνεύματα τῆς πορνείας καὶ τῆς ὑπερηφανίας τῷ Λευὶ ὑπακούσονται, τοῦ παρεδρεύειν τοῖς υἱοῖς Λευί, τοῦ ποιεῖν αὐτοὺς ἐξαμαρτάνειν ἐνώπιον κυρίου.

7. Καὶ υἱοί μου ἐγγίζοντές εἰσι τῷ Λευί, καὶ συνεξαμαρτάνοντες αὐτοῖς ἐν πᾶσι· καὶ υἱοὶ Ἰούδα ἔσονται ἐν πλεονεξίᾳ, ἁρπάζοντες τὰ ἀλλότρια ὡς λέοντες.

8. Διὰ τοῦτο ἀπαχθήσεσθε σὺν αὐτοῖς ἐν αἰχμαλωσίᾳ, κἀκεῖ ἀπολήψεσθε πάσας τὰς πληγὰς Αἰγύπτου, καὶ πάσας πονηρίας τῶν ἐθνῶν·

9. καὶ οὕτως ἐπιστρέψαντες πρὸς κύριον, ἐλεηθήσεσθε, καὶ ἄξει ὑμᾶς εἰς τὸ ἁγίασμα αὐτοῦ, βοῶν ὑμῖν εἰρήνην.

10. Καὶ ἀνατελεῖ ὑμῖν ἐκ τῆς φυλῆς Ἰούδα καὶ Λευὶ τὸ σωτήριον κυρίου· καὶ αὐτὸς ποιήσει πρὸς τὸν Βελίαρ πόλεμον, καὶ τὴν ἐκδίκησιν τοῦ νίκους δώσει πέρασιν ἡμῶν.

11. Καὶ τὴν αἰχμαλωσίαν λάβῃ ἀπὸ τοῦ Βελίαρ ψυχὰς ἁγίων, καὶ ἐπιστρέψει καρδίας ἀπειθεῖς πρὸς κύριον, καὶ δώσει τοῖς ἐπικαλουμένοις αὐτὸν εἰρήνην αἰώνιον,

12. καὶ ἀναπαύσονται ἐν Ἐδὲμ ἅγιοι, καὶ ἐπὶ τῆς νέας Ἱερουσαλὴμ εὐφρανθήσονται δίκαιοι, ἥτις ἔσται εἰς δόξασμα θεοῦ ἕως τοῦ αἰῶνος.

13. Καὶ οὐκέτι ὑπομένει Ἱερουσαλὴμ ἐρήμωσιν, οὐδὲ αἰχμαλωτίζεται Ἰσραήλ, ὅτι κύριος ἔσται ἐμμέσῳ αὐτῆς, τοῖς ἀνθρώποις συναναστρεφόμενος, καὶ ἅγιος Ἰσραὴλ βασιλεύων ἐπ' αὐτοὺς ἐν ταπεινώσει καὶ ἐν πτωχείᾳ· καὶ ὁ πιστεύων ἐπ' αὐτῷ βασιλεύσει ἐν ἀληθεία ἐν τοῖς οὐρανοῖς.

ΚΕΦΑΛΑΙΟ 6

Επεξεργασία

1. Καὶ νῦν φοβήθητε τὸν κύριον, τέκνα μου, καὶ προσέχετε ἑαυτοῖς ἀπὸ τοῦ Σατανᾶ καὶ τῶν πνευμάτων αὐτοῦ.

2. Ἐγγίζετε δὲ τῷ θεῷ καὶ τῷ ἀγγέλῳ τῷ παραιτουμένῳ ὑμᾶς· ὅτι οὗτός ἐστι μεσίτης θεοῦ καὶ ἀνθρώπων ἐπὶ τῆς εἰρήνης Ἰσραήλ. Κατέναντι τῆς βασιλείας τοῦ ἐχθροῦ στήσεται·

3. διὰ τοῦτο σπουδάζει ὁ ἐχθρὸς ὑποσκελίζειν πάντας τοὺς ἐπικαλουμένους τὸν κύριον.

4. Οἶδε γὰρ ὅτι ἐν ᾗ ἡμέρᾳ πιστεύσει Ἰσραήλ, συντελεσθήσεται ἡ βασιλεία τοῦ ἐχθροῦ.

5. Αὐτὸς ὁ ἄγγελος τῆς εἰρήνης ἐνισχύσει τὸν Ἰσραήλ, μὴ ἐμπεσεῖν αὐτὸν εἰς τέλος κακῶν.

6. Ἔσται δὲ ἐν καιρῷ ἀνομίας τοῦ Ἰσραὴλ ἀφιστάμενος ἀπ' αὐτῶν κύριος, μετελεύσεται ὄπισθε ποιοῦντα τὸ θέλημα αὐτοῦ, ὅτι οὐδενὶ τῶν ἀγγέλων ἔσται ὡς αὐτῷ.

7. Τὸ δὲ ὄνομα αὐτοῦ ἔσται ἐν παντὶ τόπῳ Ἰσραὴλ καὶ ἐν τοῖς ἔθνεσι σωτήρ.

8. Διατηρήσατε οὖν ἑαυτούς, τέκνα μου, ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ ἀπορρίψατε τὸν θυμὸν καὶ πᾶν ψεῦδος, καὶ ἀγαπήσατε τὴν ἀλήθειαν καὶ τὴν μακροθυμίαν,

9. καὶ ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ὑμῶν, μετάδοτε καὶ ὑμεῖς τοῖς τέκνοις ὑμῶν, ἵνα δέξηται ὑμᾶς ὁ πατὴρ τῶν ἐθνῶν· ἔστι γὰρ ἀληθὴς καὶ μακρόθυμος, πρᾷος καὶ ταπεινός, καὶ ἐκδιδάσκων διὰ τῶν ἔργων νόμον θεοῦ.

10. Ἀπόστητε οὖν ἀπὸ πάσης ἀδικίας καὶ κολλήθητε τῇ δικαιοσύνῃ τοῦ νόμου κυρίου.

11. Καὶ θάψατέ με ἐγγὺς τῶν πατέρων μου.

ΚΕΦΑΛΑΙΟ 7

Επεξεργασία

1. Καὶ ταῦτα εἰπών, κατεφίλησεν αὐτούς, καὶ ὕπνωσεν ὕπνον αἰώνιον.

2. Καὶ ἔθαψαν αὐτὸν οἱ υἱοὶ αὐτοῦ· καὶ μετὰ ταῦτα ἀνήνεγκαν τὰ ὀστᾶ αὐτοῦ σύνεγγυς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.

3. Πλὴν ὡς ἐπροφήτευσεν αὐτοῖς Δάν, ὅτι ἐπιλάθωνται νόμον θεοῦ αὐτῶν, καὶ ἀλλοτριωθήσονται γῆς κλήρου αὐτῶν καὶ γένους Ἰσραὴλ καὶ πατριᾶς αὐτῶν, οὕτως καὶ γέγονεν.

ΔΙΑΘΗΚΗ ΝΕΦΘΑΛΕΙΜ ΠΕΡΙ ΦΥΣΙΚΗΣ ΑΓΑΘΟΤΗΤΟΣ

Επεξεργασία

ΚΕΦΑΛΑΙΟ 1

Επεξεργασία

1. Ἀντίγραφον διαθήκης Νεφθαλείμ, ὧν διέθετο ἐν καιρῷ τέλους αὐτοῦ, ἐν ἔτει ἑκατοστῷ τριακοστῷ δευτέρῳ τῆς ζωῆς αὐτοῦ.

2. Συνελθόντων τῶν υἱῶν αὐτοῦ ἐν ἑβδόμῳ μηνί, τετάρτῃ τοῦ μηνός, ὑγιαίνοντος αὐτοῦ, ἐποίησε δεῖπνον αὐτὸς καὶ κώθωνα.

3. Καὶ μετὰ τὸ ἐξυπνισθῆναι αὐτὸν τὸ πρωί, εἶπεν αὐτοῖς ὅτι ἀποθνήσκω· καὶ οὐκ ἐπίστευον αὐτῷ.

4. Καὶ εὐλογῶν κύριον, ἐκραταίωσεν ὅτι μετὰ τὸ δεῖπνον τὸ χθὲς ἀποθανεῖται.

5. Ἤρξατο οὖν λέγειν τοῖς υἱοῖς αὐτοῦ· Ἀκούσατε, τέκνα μου, υἱοὶ Νεφθαλείμ, ἀκούσατε λόγους πατρὸς ὑμῶν.

6. Ἐγὼ ἐγεννήθην ἀπὸ Βάλλας· καὶ ὅτι ἐν πανουργίᾳ ἐποίησε Ῥαχήλ, καὶ ἔδωκεν ἀνθ' ἑαυτῆς τὴν Βάλλαν τῷ Ἰακώβ, καὶ ἐπὶ τῶν μηρῶν Ῥαχὴλ ἔτεκέ με· διὰ τοῦτο ἐκλήθην Νεφθαλείμ.

7. Καὶ ἠγάπησέ με Ῥαχήλ, ὅτι ἐπὶ τῶν μηρῶν αὐτῆς ἐγεννήθην· καὶ εἴδει ἁπαλὸν ὄντα κατεφίλει με, λέγουσα· Ἴδοιμι ἀδελφόν σου ἐκ τῆς κοιλίας μου κατά σε.

8. Ὅθεν καὶ ὅμοιός μοι ἦν ἐν πᾶσιν ὁ Ἰωσήφ, κατὰ τὰς εὐχὰς Ῥαχήλ.

9. Ἡ δὲ μήτηρ μού ἐστι Βάλλα, θυγάτηρ Ῥωθέου, ἀδελφοῦ Δεβόρρας, τῆς τροφοῦ Ῥεβέκκας· ἥτις ἐν μιᾷ ἡμέρᾳ ἐτέχθη, ἐν ᾗ καὶ ἡ Ῥαχήλ.

10. Ὁ δὲ Ῥόθεος ἐκ τοῦ γένους ἦν Ἀβραάμ, Χαλδαῖος, θεοσεβής, ἐλεύθερος καὶ εὐγενής.

11. Καὶ αἰχμαλωτισθεὶς ἠγοράσθη ὑπὸ Λάβαν· καὶ ἔδωκεν αὐτῷ Αἰνᾶν τὴν παιδίσκην αὐτοῦ εἰς γυναῖκα· ἥτις ἔτεκε θυγατέρα, καὶ ἐκάλεσεν αὐτὴν Ζελφάν, ἐπ' ὀνόματι τῆς κώμης, ἐν ᾗ ᾐχμαλωτεύθη.

12. Ἐξ ἧς ἔτεκε τὴν Βάλλαν, λέγων· Καινόσπουδός μου ἡ θυγάτηρ· εὐθὺς γὰρ τεχθεῖσα ἔσπευδε θηλάζειν.

ΚΕΦΑΛΑΙΟ 2

Επεξεργασία

1. Καὶ ἐπειδὴ κοῦφος ἤμην τοῖς ποσί μου ὡς ἔλαφος, ἔταξέ με ὁ πατήρ μου Ἰακὼβ εἰς πᾶσαν ἀποστολὴν καὶ ἀγγελίαν· καίγε ὡς ἔλαφόν με εὐλόγησε.

2. Καθὼς γὰρ ὁ κεραμεὺς οἶδε τὸ σκεῦος, πόσον χωρεῖ, καὶ πρὸς αὐτὸν φέρει πηλόν, οὕτω καὶ ὁ κύριος πρὸς ὁμοίωσιν τοῦ πνεύματος ποιεῖ τὸ σῶμα, καὶ πρὸς τὴν δύναμιν τοῦ σώματος τὸ πνεῦμα ἐντίθησι,

3. καὶ οὐκ ἔστι λοιπὸν ἓν ἐκ τοῦ ἑνὸς τρίτον τριχός· σταθμῷ γὰρ καὶ μέτρῳ καὶ κανόνι πᾶσα κτίσις ὑψίστου.

4. Καὶ καθάπερ οἶδεν ὁ κεραμεὺς ἑνὸς ἑκάστου τὴν χρῆσιν, ὡς ἱκανεῖ· οὕτω καὶ ὁ κύριος οἶδε τὸ σῶμα, ἕως τίνος διαρκέσει ἐν ἀγαθῷ, καὶ πότε ἄρχεται ἐν κακῷ.

5. Ὅτι οὐκ ἔστι πᾶν πλάσμα καὶ πᾶσα ἔννοια ἣν οὐκ ἔγνω κύριος· πάντα γὰρ ἄνθρωπον ἔκτισε κατ' εἰκόνα ἑαυτοῦ.

6. Ὡς ἡ ἰσχὺς αὐτοῦ, οὕτω καὶ τὸ ἔργον αὐτοῦ· καὶ ὡς ὁ νοῦς αὐτοῦ, οὕτω καὶ τὸ ἔργον αὐτοῦ· καὶ ὡς ἡ προαίρεσις αὐτοῦ, οὕτω καὶ ἡ πρᾶξις αὐτοῦ· ὡς ἡ καρδία αὐτοῦ, οὕτω καὶ τὸ στόμα αὐτοῦ· ὡς ὁ ὀφθαλμὸς αὐτοῦ, οὕτω καὶ ὁ ὕπνος αὐτοῦ· ὡς ἡ ψυχὴ αὐτοῦ, οὕτω καὶ ὁ λόγος αὐτοῦ, ἢ ἐν νόμῳ κυρίου, ἢ ἐν νόμῳ Βελίαρ.

7. Καὶ ὡς κεχώρισται ἀνάμεσον φωτὸς καὶ σκότους, ὁράσεως καὶ ἀκοῆς· οὕτω κεχώρισται ἀνάμεσον ἀνδρὸς καὶ ἀνδρός, καὶ ἀνάμεσον γυναικὸς καὶ γυναικός· καὶ οὐκ ἔστιν εἰπεῖν ὅτι ἐν τῷ ἑνὶ τοῖς προσώποις ἢ τῶν ὁμοίων.

8. Πάντα γὰρ ἐν τάξει ἐποίησεν ὁ θεὸς καλά· τὰς πέντε αἰσθήσεις ἐν τῇ κεφαλῇ καὶ τὸν τράχηλον συνάπτει τῇ κεφαλῇ καὶ τρίχας πρὸς δόξαν, εἶτα καρδίαν εἰς φρόνησιν, κοιλίαν εἰς διάκρισιν στομάχου, κάλαμον πρὸς ὑγείαν, ἧπαρ πρὸς θυμόν, χολὴν πρὸς πικρίαν, εἰς γέλωτα σπλῆνα, νεφροὺς εἰς πανουργίαν, ψύας εἰς δύναμιν, πλευρὰς εἰς θήκην, ὀσφὺν εἰς ἰσχύν, καὶ τὰ ἑξῆς.

9. Οὕτως οὖν, τέκνα μου, ἐν τάξει ἔστε εἰς ἀγαθὰ ἐν φόβῳ θεοῦ, καὶ μηδὲν ἄτακτον ποιεῖτε ἐν καταφρονήσει, μηδὲ ἔξω καιροῦ αὐτοῦ.

10. Ὅτι ἐὰν εἴπῃς τῷ ὀφθαλμῷ ἀκοῦσαι οὐ δύναται· οὕτως οὐδὲ ἐν σκότει δυνήσεσθε ποιῆσαι ἔργα φωτός.

ΚΕΦΑΛΑΙΟ 3

Επεξεργασία

1. Μὴ οὖν σπουδάζετε ἐν πλεονεξίᾳ διαφθεῖραι τὰς πράξεις ὑμῶν, ἢ ἐν λόγοις κενοῖς ἀπατᾶν τὰς ψυχὰς ὑμῶν, ὅτι σιωπῶντες ἐν καθαρότητι καρδίας δυνήσεται τὸ θέλημα τοῦ θεοῦ κρατεῖν, καὶ ἀπορρίπτειν τὸ θέλημα τοῦ διαβόλου.

2. Ἥλιος καὶ σελήνη καὶ ἀστέρες οὐκ ἀλλοιοῦσι τάξιν αὐτῶν· οὕτως καὶ ὑμεῖς μὴ ἀλλοιώσετε νόμον θεοῦ ἐν ἀταξίᾳ πράξεων ὑμῶν.

3. Ἔθνη πλανηθέντα καὶ ἀφέντα τὸν κύριον ἠλλοίωσαν τάξιν αὐτῶν, καὶ ἐπηκολούθησαν λίθοις καὶ ξύλοις, ἐξακολουθήσαντες πνεύμασι πλάνης.

4. Ὑμεῖς δὲ μὴ οὕτως, τέκνα μου, γνόντες ἐν στερεώματι, ἐν γῇ, καὶ ἐν θαλάσσῃ, καὶ πᾶσι τοῖς δημιουργήμασι, κύριον τὸν ποιήσαντα ταῦτα πάντα, ἵνα μὴ γένησθε ὡς Σόδομα, ἥτις ἐνήλλαξε τάξιν φύσεως αὐτῆς.

5. Ὁμοίως δὲ καὶ οἱ Ἐγγρήγορες ἐνήλλαξαν τάξιν φύσεως αὐτῶν, οὓς καὶ κατηράσατο κύριος ἐπὶ τοῦ κατακλυσμοῦ, δι' αὐτοὺς ἀπὸ κατοικησίας καὶ καρπῶν τάξας τὴν γῆν ἀοίκητον.

ΚΕΦΑΛΑΙΟ 4

Επεξεργασία

1. Ταῦτα λέγω, τέκνα μου, ὅτι ἀνέγνων ἐν γραφῇ ἁγίᾳ Ἐνώχ, ὅτι καίγε καὶ ὑμεῖς ἀποστήσεσθε ἀπὸ κυρίου, πορευόμενοι κατὰ πᾶσαν πονηρίαν ἐθνῶν, καὶ ποιήσετε κατὰ πᾶσαν ἀνομίαν Σοδόμων.

2. Καὶ ἐπάξει ὑμῖν κύριος αἰχμαλωσίαν, καὶ δουλεύσετε ἐκεῖ τοῖς ἐχθροῖς ὑμῶν, καὶ πάσῃ κακώσει καὶ θλίψει συγκαλυφθήσεσθε, ἕως ἂν ἀναλώσῃ κύριος πάντας ὑμᾶς.

3. Καὶ μετὰ τὸ ὀλιγωθῆναι ὑμᾶς καὶ σμικρυνθῆναι, ἐπιστρέψετε καὶ ἐπιγνώσεσθε κύριον τὸν θεὸν ὑμῶν· καὶ ἐπιστρέψει ὑμᾶς εἰς τὴν γῆν ὑμῶν, κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος.

4. Καὶ ἔσται, ὅταν ἥξουσιν ἐν γῇ πατέρων αὐτῶν, πάλιν ἐπιλάθωνται κυρίου, καὶ ἀσεβήσουσι,

5. καὶ διασπείρει αὐτοὺς κύριος ἐπὶ προσώπου πάσης τῆς γῆς, ἄχρι τοῦ ἐλθεῖν τὸ σπλάγχνον κυρίου, ἄνθρωπος ποιῶν δικαιοσύνην, καὶ ποιῶν ἔλεος εἰς πάντας τοὺς μακρὰν καὶ τοὺς ἐγγύς.

ΚΕΦΑΛΑΙΟ 5

Επεξεργασία

1. Ἐν γὰρ ἔτει τεσσακοστῷ ζωῆς μου, εἶδον ἐν ὄρεσιν ἐλαίου κατὰ ἀνατολὰς Ἱερουσαλήμ, ὅτι ὁ ἥλιος καὶ ἡ σελήνη ἕστηκαν.

2. Καὶ ἰδοὺ Ἰσαὰκ ὁ πατὴρ τοῦ πατρός μου λέγει ἡμῖν· Προσδραμόντες κρατήσατε ἕκαστος κατὰ δύναμιν· καὶ τοῦ πιάσαντος ἔσται ὁ ἥλιος καὶ ἡ σελήνη.

3. Καὶ πάντες ὁμοῦ ἐπεδράμομεν· καὶ ὁ Λευὶ ἐκράτησε τὸν ἥλιον, καὶ ὁ Ἰούδας φθάσας ἐπίασε τὴν σελήνην καὶ ὑψώθησαν ἀμφότεροι σὺν αὐτοῖς.

4. Καὶ ὄντος τοῦ Λευὶ ὡς ἡλίου, νεανίας τις ἐπιδίδωσιν αὐτῷ βαΐα φοινίκων δώδεκα· καὶ Ἰούδας ἦν λαμπρὸς ὡς ἡ σελήνη, καὶ ὑπὸ τοὺς πόδας αὐτοῦ ἦσαν δώδεκα ἀκτῖνες.

5. Καὶ προσδραμόντες ἀλλήλοις ὁ Λευὶ καὶ Ἰούδας ἐκράτησαν ἑαυτούς.

6. Καὶ ἰδοὺ ταῦρος ἐπὶ τῆς γῆς, ἔχων δύο κέρατα μεγάλα, καὶ πτέρυγες ἀετοῦ ἐπὶ τοῦ νώτου αὐτοῦ· καὶ θέλοντες πιάσαι αὐτόν, οὐκ ἠδυνήθημεν.

7. Φθάσας γὰρ Ἰωσὴφ ἔλαβεν αὐτόν, καὶ συνανῆλθεν αὐτῷ εἰς ὕψος.

8. Καὶ εἶδον, ὅτι ἤμην ἐκεῖ που, καὶ ἰδοὺ γραφὴ ἁγία ὤφθη ἡμῖν, λέγουσα· Ἀσσύριοι, Μῆδοι, Πέρσαι, Ἐλιμαῖοι, Γελαχαῖοι, Χαλδαῖοι, Σύροι, κληρονομήσουσιν ἐν αἰχμαλωσίᾳ τὰ δώδεκα σκῆπτρα τοῦ Ἰσραήλ.

ΚΕΦΑΛΑΙΟ 6

Επεξεργασία

1. Καὶ πάλιν μετὰ μῆνας ἑπτὰ εἶδον τὸν πατέρα ἡμῶν Ἰακώβ, ἑστηκότα ἐν τῇ θαλάσσῃ Ἰαμνίας, καὶ ἡμεῖς οἱ υἱοὶ αὐτοῦ σὺν αὐτῷ.

2. Καὶ ἰδοὺ πλοῖον ἤρχετο ἁρμενίζον, μεστὸν ταρίχων, ἐκτὸς ναυτῶν καὶ κυβερνήτου· ἐπεγέγραπτο δὲ τὸ πλοῖον Ἰακώβ.

3. Καὶ λέγει ἡμῖν ὁ πατὴρ ἡμῶν· Ἐμβῶμεν εἰς τὸ πλοῖον ἡμῶν.

4. Ὡς δὲ εἰσήλθομεν, γίνεται χειμὼν σφοδρός, καὶ λαῖλαψ ἀνέμου μεγάλου, καὶ ἐφήπταται ὁ πατὴρ ἀφ' ἡμῶν, ὁ κρατῶν τοὺς αὐχένας.

5. Καὶ ἡμεῖς χειμαζόμενοι ἐπὶ τὸ πέλαγος ἐφερώμεθα· καὶ ἐπληρώθη τὸ πλοῖον ὑδάτων, τρικυμίας περιρισσόμενον, ὥστε καὶ συντρίβεσθαι αὐτό.

6. Καὶ Ἰωσὴφ ἐπὶ ἀκατίου φεύγει· χωριζόμεθα δὲ καὶ ἡμεῖς ἐπὶ σανίδων δέκα· Λευὶ δὲ καὶ Ἰούδας ἦσαν ἐπὶ τὸ αὐτό.

7. Διεσπάρημεν οὖν οἱ πάντες, ἕως εἰς τὰ πέρατα.

8. Ὁ δὲ Λευὶ περιβαλόμενος σάκκον περὶ πάντων ἡμῶν ἐδέετο τοῦ κυρίου.

9. Ὡς δὲ ἐπαύσατο ὁ χειμών, τὸ σκάφος ἔφθασεν ἐπὶ τὴν γῆν, ὥσπερ ἐν εἰρήνῃ.

10. Καὶ ἰδοὺ ἦλθεν Ἰακὼβ ὁ πατὴρ ἡμῶν, καὶ ὁμοθυμαδὸν ἠγαλλιώμεθα.

ΚΕΦΑΛΑΙΟ 7

Επεξεργασία

1. Τὰ δύο ἐνύπνια εἶπον τῷ πατρί μου, καὶ εἶπέ μοι· Δεῖ ταῦτα πληρωθῆναι κατὰ καιρὸν αὐτῶν, πολλὰ τοῦ Ἰσραὴλ ὑπομείναντος.

2. Τότε λέγει μοι ὁ πατήρ μου· Πιστεύω, ὅτι ζῇ Ἰωσήφ· ὁρῶ γὰρ πάντοτε, ὅτι κύριος συγκαταριθμεῖ αὐτὸν μεθ' ὑμῶν.

3. Καὶ κλαίων ἔλεγε· Ζῇς, Ἰωσὴφ τέκνον μου, καὶ οὐ βλέπω σε, καὶ σὺ οὐχ ὁρᾷς Ἰακὼβ τὸν γεννήσαντά σε.

4. Ἐποίησε δὲ καὶ ἡμᾶς δακρῦσαι ἐπὶ τοῖς λόγοις αὐτοῦ τούτοις. Καὶ ἐκαιόμην τοῖς σπλάγχνοις ἀναγγεῖλαι ὅτι πέπραται· ἀλλ' ἐφοβούμην τοὺς ἀδελφούς μου.

ΚΕΦΑΛΑΙΟ 8

Επεξεργασία

1. Καὶ ἰδού, τέκνα μου, ὑπέδειξα ὑμῖν καιροὺς ἐσχάτους, ὅτι πάντα γενήσεται ἐν Ἰσραήλ.

2. Καὶ ὑμεῖς οὖν ἐντείλασθε τοῖς τέκνοις ὑμῶν, ἵνα ἑνοῦνται τῷ Λευὶ καὶ τῷ Ἰούδᾳ. Διὰ γὰρ τοῦ Ἰούδα ἀνατελεῖ σωτηρία τῷ Ἰσραήλ, καὶ ἐν αὐτῷ εὐλογηθήσεται Ἰακώβ.

3. Διὰ γὰρ τοῦ σκήπτρου αὐτοῦ ὀφθήσεται θεὸς κατοικῶν ἐν ἀνθρώποις ἐπὶ τῆς γῆς, σῶσαι τὸ γένος Ἰσραήλ· καὶ ἐπισυνάξει δικαίους ἐκ τῶν ἐθνῶν.

4. Ἐὰν ἐργάσησθε τὸ καλόν, τέκνα μου, εὐλογήσουσιν ὑμᾶς καὶ οἱ ἄνθρωποι καὶ οἱ ἄγγελοι· καὶ θεὸς δοξασθήσεται δι' ὑμῶν ἐν τοῖς ἔθνεσι, καὶ ὁ διάβολος φεύξεται ἀφ' ὑμῶν, καὶ τὰ θηρία φοβηθήσονται ὑμᾶς, καὶ οἱ ἄγγελοι ἀνθέξονται ὑμῶν.

5. Ὡς ἄν τις γὰρ τέκνον ἐκθρέψῃ καλῶς, μνείαν ἔχει ἀγαθήν· οὕτως καὶ ἐπὶ τοῦ καλοῦ ἔργου μνήμη παρὰ θεῷ ἀγαθή.

6. Τὸν δὲ μὴ ποιοῦντα τὸ καλόν, καταράσονται οἱ ἄνθρωποι καὶ οἱ ἄγγελοι, καὶ ὁ θεὸς ἀδοξήσῃ ἐν τοῖς ἔθνεσι δι' αὐτοῦ, καὶ ὁ διάβολος οἰκειοῦται αὐτὸν ὡς ἴδιον σκεῦος, καὶ πᾶν θηρίον κατακυριεύσει αὐτοῦ, καὶ ὁ κύριος μισήσει αὐτόν.

7. Καὶ γὰρ αἱ ἐντολαὶ τοῦ νόμου διπλαῖ εἰσι, καὶ μετὰ τέχνης πληροῦνται.

8. Καιρὸς γὰρ συνουσίας γυναικὸς αὐτοῦ, καὶ καιρὸς ἐγκρατείας εἰς προσευχὴν αὐτοῦ.

9. Καὶ δύο ἐντολαί εἰσι· καὶ εἰ μὴ γένωνται ἐν τάξει αὐτῶν, ἁμαρτίαν παρέχουσιν. Οὕτως ἐστὶ καὶ ἐπὶ τῶν λοιπῶν ἐντολῶν.

10. Γίνεσθε οὖν σοφοὶ ἐν θεῷ καὶ φρόνιμοι, εἰδότες τάξιν ἐντολῶν αὐτοῦ, καὶ θεσμοὺς παντὸς πράγματος, ὅπως ὁ κύριος ἀγαπήσει ὑμᾶς.

ΚΕΦΑΛΑΙΟ 9

Επεξεργασία

1. Καὶ πολλὰ τοιαῦτα ἐντειλάμενος αὐτοῖς, παρεκάλεσεν, ἵνα μετακωμίσωσι τὰ ὀστᾶ αὐτοῦ εἰς Χεβρών, καὶ θάψωσι μετὰ τῶν πατέρων αὐτοῦ.

2. Καὶ φαγὼν καὶ πιὼν ἐν ἱλαρότητι ψυχῆς, συνεκάλυψε τὸ πρόσωπον αὐτοῦ καὶ ἀπέθανε.

3. Καὶ ἐποίησαν οἱ υἱοὶ αὐτοῦ κατὰ πάντα, ὅσα ἐνετείλατο αὐτοῖς Νεφθαλεὶμ ὁ πατὴρ αὐτῶν.

ΔΙΑΘΗΚΗ ΓΑΔ ΠΕΡΙ ΜΙΣΟΥΣ

Επεξεργασία

ΚΕΦΑΛΑΙΟ 1

Επεξεργασία

1. Ἀντίγραφον διαθήκης Γάδ, ἃ ἐλάλησεν αὐτὸς τοῖς υἱοῖς αὐτοῦ, ἐν ἔτει ἑκατοστῷ εἰκοστῷ ἑβδόμῳ ζωῆς αὐτοῦ, λέγων·

2. Ἕβδομος υἱὸς ἐγενόμην τῷ Ἰακώβ, καὶ ἤμην ἀνδρεῖος ἐπὶ τῶν ποιμνίων.

3. Ἐγὼ ἐφύλαττον ἐν νυκτὶ τὸ ποίμνιον, καὶ ὅταν ἤρχετο ὁ λέων, ἢ λύκος, ἢ πάρδαλις, ἢ ἄρκος, ἢ πᾶν θηρίον ἐπὶ τὴν ποίμνην, κατεδίωκον αὐτό, καὶ πιάζων τὸν πόδα αὐτοῦ τῇ χειρί μου καὶ γυρεύων ἐσκότουν, καὶ ἀκόντιζον αὐτὸ ἐπὶ δύο σταδίους, καὶ οὕτως ἀνῄρουν.

4. Ὁ οὖν Ἰωσὴφ ἐποίμαινε μεθ' ἡμῶν ὡς ἡμέρας λ, καὶ τρυφερὸς ὢν ἐμαλακίσθη ἀπὸ τοῦ καύματος·

5. καὶ ὑπέστρεψεν εἰς Χεβρὼν πρὸς τὸν πατέρα αὐτοῦ· καὶ ἀνέκλινεν αὐτὸν πλησίον αὐτοῦ, ὅτι ἠγάπα αὐτόν.

6. Καὶ εἶπεν Ἰωσὴφ τῷ πατρὶ ἡμῶν ὅτι υἱοὶ Ζελφᾶς καὶ Βάλλας θύουσι τὰ καλά, καὶ κατεσθίουσιν αὐτά, παρὰ γνώμην Ἰούδα καὶ Ῥουβήμ.

7. Εἶδε γὰρ ὅτι ἀρνὸν ἐξηλόμην ἐκ τοῦ στόματος τῆς ἄρκου, κἀκείνην ἐθανάτωσα, καὶ τὸν ἀρνὸν ἔθυσα, περὶ οὗ ἐλυπούμην ὅτι οὐκ ἠδύνατο ζῆν, καὶ ἐφάγομεν αὐτόν· καὶ εἶπε τῷ πατρὶ ἡμῶν.

8. Καὶ ἐνεκότουν τῷ Ἰωσὴφ περὶ τοῦ λόγου τούτου, ἕως ἡμέρας διαπράσεως αὐτοῦ εἰς Αἴγυπτον.

9. Καὶ τὸ πνεῦμα τοῦ μίσους ἦν ἐν ἐμοί, καὶ οὐκ ἤθελον οὔτε δι' ὀφθαλμῶν οὔτε δι' ἀκοῆς ἰδεῖν τὸν Ἰωσήφ. Καὶ κατὰ πρόσωπον ἡμῶν ἤλεγξεν ἡμᾶς, ὅτι ἄνευ Ἰούδα ἠσθίομεν τὰ θρέμματα· καὶ πάντα ὅσα ἔλεγε τῷ πατρί, ἐπείθετο αὐτῷ.

ΚΕΦΑΛΑΙΟ 2

Επεξεργασία

1. Ὁμολογῶ νῦν τὴν ἁμαρτίαν μου, τέκνα, ὅτι πλειστάκις ἤθελον ἀνελεῖν αὐτόν, ὅτι ἕως ψυχῆς ἐμίσουν αὐτόν, καὶ ὅλως οὐκ ἦν ἐν ἐμοὶ ἥπατα ἐλέους εἰς αὐτόν.

2. Καίγε διὰ τὰ ἐνύπνια προσεθέμην μῖσος, καὶ ἤθελον αὐτὸν ἐκλεῖξαι ἐκ γῆς ζώντων, ὃν τρόπον ἐκλείχει ὁ μόσχος τὰ χλωρὰ ἀπὸ τῆς γῆς.

3. Διὸ ἐγὼ καὶ Ἰούδας πεπράκαμεν αὐτὸν τοῖς Ἰσμαηλίταις τριάκοντα χρυσῶν, καὶ τὰ δέκα ἀποκρύψαντες τὰ εἴκοσι ἐδείξαμεν τοῖς ἀδελφοῖς ἡμῶν.

4. Καὶ οὕτως τῇ πλεονεξίᾳ ἐπληροφορήθην τῆς ἀναιρέσεως αὐτοῦ.

5. Καὶ ὁ θεὸς τῶν πατέρων μου ἐρρύσατο αὐτὸν ἐκ τῶν χειρῶν μου ἵνα ποιήσω ἀνόμημα ἐν Ἰσραήλ.

ΚΕΦΑΛΑΙΟ 3

Επεξεργασία

1. Καὶ νῦν ἀκούσατε, τέκνα μου, λόγους ἀληθείας, τοῦ ποιεῖν δικαιοσύνην καὶ πάντα νόμον ὑψίστου, καὶ μὴ πλανᾶσθαι τῷ πνεύματι τοῦ μίσους, ὅτι κακόν ἐστιν ἐπὶ πάσαις πράξεσιν ἀνθρώπων.

2. Πᾶν ὃ ἐὰν ποιῇ, ὁ μισῶν βδελύσσεται· ἐὰν ποιῇ νόμον κυρίου, τοῦτον οὐκ ἐπαινεῖ· ἐὰν φοβῆται κύριον καὶ θέλει δίκαια, τοῦτον οὐκ ἀγαπᾷ·

3. τὴν ἀλήθειαν ψέγει, τῷ κατορθοῦντι φθονεῖ, καταλαλιὰν ἀσπάζετε, ὑπερηφανίαν ἀγαπᾷ· ὅτι τὸ μῖσος ἐτύφλωσε τὴν ψυχὴν αὐτοῦ, καθὼς κἀγὼ ἔβλεπον ἐν τῷ Ἰωσήφ.

ΚΕΦΑΛΑΙΟ 4

Επεξεργασία

1. Φυλάξασθε οὖν, τέκνα μου, ἀπὸ τοῦ μίσους, ὅτι εἰς αὐτὸν τὸν κύριον ἀνομίαν ποιεῖ.

2. Οὐ γὰρ θέλει ἀκούειν λόγων ἐντολῶν αὐτοῦ περὶ ἀγάπης τοῦ πλησίον, καὶ εἰς τὸν θεὸν ἁμαρτάνει.

3. Ἐὰν γὰρ πταίσῃ ὁ ἀδελφός, εὐθὺς θέλει ἀναγγεῖλαι πᾶσι, καὶ σπεύδει ἵνα κριθῇ περὶ αὐτῆς καὶ κολασθεὶς ἀποθάνῃ.

4. Ἐὰν δὲ ᾖ δοῦλος, συμβάλλει αὐτὸν πρὸς τὸν κύριον αὐτοῦ, καὶ ἐν πάσῃ θλίψει ἐπιχειρεῖ κατ' αὐτοῦ, εἴπως θανατώσει αὐτόν.

5. Τὸ γὰρ μῖσος ἐνεργεῖ τῷ φθόνῳ, καὶ κατὰ τῶν εὐπραγούντων τὴν προκοπὴν ἀκούων καὶ ὁρῶν, πάντοτε ἀσθενεῖ.

6. Ὥσπερ γὰρ ἡ ἀγάπη καὶ τοὺς νεκροὺς θέλει ζωοποιῆσαι, καὶ τοὺς ἐν ἀποφάσει θανάτου θελήσει ἀνακαλέσασθαι, οὕτως τὸ μῖσος τοὺς ζῶντας θέλει ἀποκτεῖναι, καὶ τοὺς ἐν ὀλίγῳ ἁμαρτήσαντας οὐ θέλει ζῆν.

7. Τὸ γὰρ πνεῦμα τοῦ μίσους διὰ τῆς ὀλιγοψυχίας συνεργεῖ τῷ Σατανᾷ ἐν πᾶσιν εἰς θάνατον τῶν ἀνθρώπων· τὸ δὲ πνεῦμα τῆς ἀγάπης ἐν μακροθυμίᾳ συνεργεῖ τῷ νόμῳ τοῦ θεοῦ εἰς σωτηρίαν ἀνθρώπων.

ΚΕΦΑΛΑΙΟ 5

Επεξεργασία

1. Κακὸν τὸ μῖσος ὅτι ἐνδελεχεῖ συνεχῶς τῷ ψεύδει, λαλῶν κατὰ τῆς ἀληθείας, καὶ τὰ μικρὰ μεγάλα ποιεῖ, τὸ σκότος φῶς προσέχει, τὸ γλυκὺ πικρὸν λέγει, καὶ συκοφαντίαν ἐκδιδάσκει καὶ πόλεμον καὶ ὕβριν καὶ πᾶσαν πλεονεξίαν κακῶν, καὶ ἰοῦ διαβολικοῦ τὴν καρδίαν πληροῖ.

2. Καὶ ταῦτα ἐκ πείρας λέγω ὑμῖν, τέκνα μου, ὅπως φεύξησθε τὸ μῖσος, καὶ κολληθῆτε τῇ ἀγάπῃ τοῦ κυρίου.

3. Ἡ δικαιοσύνη ἐκβάλλει τὸ μῖσος, ἡ ταπείνωσις ἀναιρεῖ τὸ μῖσος. Ὁ γὰρ δίκαιος καὶ ταπεινὸς αἰδεῖται ποιῆσαι ἄδικον, οὐχ ὑπὸ ἄλλου καταγινωσκόμενος, ἀλλ' ὑπὸ τῆς ἰδίας καρδίας, ὅτι κύριος ἐπισκέπει τὸ διαβούλιον αὐτοῦ.

4. Οὐ καταλαλεῖ ἀνδρός, ἐπειδὴ ὁ φόβος τοῦ ὑψίστου νικᾷ τὸ μῖσος.

5. Φοβούμενος γὰρ μὴ προσκρούσει κυρίῳ, οὐ θέλει τὸ καθόλου οὐδὲ ἕως ἐννοιῶν ἀδικῆσαι ἄνθρωπον.

6. Ταῦτα ἐγὼ ἔσχατον ἔγνων μετὰ τὸ μετανοῆσαί με περὶ τοῦ Ἰωσήφ.

7. Ἡ γὰρ κατὰ θεὸν ἀληθὴς μετάνοια ἀναιρεῖ τὴν ἀπείθειαν, καὶ φυγαδεύει τὸ σκότος, καὶ φωτίζει τοὺς ὀφθαλμούς, καὶ γνῶσιν παρέχει τῇ ψυχῇ, καὶ ὁδηγεῖ τὸ διαβούλιον πρὸς σωτηρίαν,

8. καὶ ἃ οὐκ ἔμαθεν ἀπὸ ἀνθρώπων, οἶδε διὰ τῆς μετανοίας.

9. Ἐπήγαγε γάρ μοι ὁ θεὸς νόσον ἥπατος, καὶ εἰ μὴ αἱ εὐχαὶ Ἰακὼβ τοῦ πατρός μου ὀλίγου διεφώνησεν ἀπ' ἐμοῦ τὸ πνεῦμά μου.

10. Δι' ὧν γὰρ ἄνθρωπος παρανομεῖ, δι' ἐκείνων καὶ κολάζεται.

11. Ἐπεὶ οὖν ἐνέκειτο τὰ ἥπατά μου ἀνιλεῶς κατὰ τοῦ Ἰωσήφ, τῷ ἥπατι πάσχων ἀνιλεῶς, ἐκρινόμην ἐπὶ μῆνας ἕνδεκα, καθ' ὅσον χρόνον ἐνεῖχον τῷ Ἰωσήφ, ἕως ἵνα πραθῇ.

ΚΕΦΑΛΑΙΟ 6

Επεξεργασία

1. Καὶ νῦν, τέκνα μου, ἀγαπήσατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἐξάρατε τὸ μῖσος ἀπὸ τῶν καρδιῶν ὑμῶν, ἀγαπῶντες ἀλλήλους ἐν ἔργῳ καὶ λόγῳ καὶ διανοίᾳ ψυχῆς.

2. Ἐγὼ γὰρ κατὰ πρόσωπον τοῦ πατρὸς ἡμῶν εἰρηνικὰ ἐλάλουν τῷ Ἰωσήφ, καὶ ἐξελθόντος μου τὸ πνεῦμα τοῦ μίσους ἐσκότιζέ μου τὸν νοῦν, καὶ ἐτάρασσε τὴν ψυχήν μου τοῦ ἀνελεῖν αὐτόν.

3. Ἀγαπᾶτε οὖν ἀλλήλους ἀπὸ καρδίας· καὶ ἐὰν ἁμάρτῃ εἰς σέ, εἰπὲ αὐτῷ ἐν εἰρήνῃ, ἐξορίσας τὸν ἰὸν τοῦ μίσους, καὶ ἐν ψυχῇ σου μὴ κρατήσῃς δόλον· καὶ ἐὰν ὁμολογήσας μετανοήσῃ, ἄφες αὐτῷ·

4. ἐάν τε ἀρνεῖται, μὴ φιλονείκει αὐτῷ, μήποτε ὀμόσαντος αὐτοῦ, δισσῶς ἁμαρτήσῃς.

5. Μὴ ἀκούσῃ ἐν μάχῃ ἀλλότριος μυστήριον ὑμῶν· ἵνα μὴ μισήσας σε ἐχθράνῃ, καὶ μεγάλην ἁμαρτίαν ἐργάσηται κατά σου· ὅτι πολλάκις δολωφωνῆσαι, ἢ περιεργάζεταί σε ἐν κακῷ, λαβὼν ἀπό σου τὸν ἰόν.

6. Ἐὰν οὖν ἀρνεῖται, καὶ αἰδεσθῇ ἐλεγχόμενος, ἡσυχάσθῃ, μὴ ἐξάξῃς αὐτόν. Ὁ γὰρ ἀρνούμενος μετανοεῖ, τοῦ μηκέτι πλημμελῆσαι εἴς σε· ἀλλὰ καὶ τιμήσει σε, καὶ φοβηθήσεται καὶ εἰρηνεύσει.

7. Ἐὰν δὲ ἀναιδής ἐστι, καὶ ἐνίσταται τῇ κακίᾳ, καὶ οὕτως ἄφες αὐτῷ ἀπὸ καρδίας, καὶ δὸς τῷ θεῷ τὴν ἐκδίκησιν.

ΚΕΦΑΛΑΙΟ 7

Επεξεργασία

1. Ἐάν τις ὑπὲρ ὑμᾶς εὐοδοῦται, μὴ λυπεῖσθε· ἀλλὰ καὶ εὔχεσθε ὑπὲρ αὐτοῦ, ἵνα τελείως εὐοδοῦται. Ἴσως γὰρ ὑμῖν συμφέρει οὕτως·

2. καὶ ἐὰν ἐπὶ πλεῖον ὑψοῦται, μὴ φθονεῖτε, μνημονεύοντες ὅτι πᾶσα σὰρξ ἀποθανεῖται. κυρίῳ δὲ ὕμνον προσφέρετε, τῷ παρέχοντι τὰ καλὰ καὶ συμφέροντα πᾶσιν ἀνθρώποις.

3. Ἐξέτασον κρίματα κυρίῳ, καὶ οὕτως καταλείψει, καὶ ἡσυχάσει τὸ διαβούλιόν σου.

4. Ἐὰν δὲ καὶ ἐκ κακῶν τις πλουτίσῃ, ὡς Ἡσαῦ ὁ πατράδελφός μου, μὴ ζηλώσητε· ὅρον γὰρ κυρίου ἐκδέξασθε.

5. Ἢ γὰρ ἀφαιρεῖται αὐτὰ ἐν κακοῖς, ἢ μετανοοῦσιν ἀφίησιν, ἢ ἀμετανοήτῳ τηρεῖ εἰς αἰῶνα τὴν κόλασιν.

6. Ὁ γὰρ πένης καὶ ἄφθονος, ἐπὶ πᾶσι κυρίῳ εὐχαριστῶν, αὐτὸς παρὰ πᾶσι πλουτεῖ, ὅτι οὐκ ἔχει τὸν πονηρὸν περισπασμὸν τῶν ἀνθρώπων.

7. Ἐξάρατε οὖν τὸ μῖσος ἀπὸ τῶν ψυχῶν ὑμῶν, καὶ ἀγαπᾶτε ἀλλήλους ἐν εὐθύτητι καρδίας.

ΚΕΦΑΛΑΙΟ 8

Επεξεργασία

1. Εἴπατε δὲ καὶ ὑμεῖς ταῦτα τοῖς τέκνοις ὑμῶν, ὅπως τιμήσωσιν Ἰούδαν καὶ τὸν Λευί· ὅτι ἐξ αὐτῶν ἀνατελεῖ κύριος σωτῆρα τῷ Ἰσραήλ.

2. Ἔγνων γὰρ ὅτι ἐπὶ τέλει ἀποστήσονται τὰ τέκνα ὑμῶν ἀπ' αὐτῶν, καὶ ἐν πάσῃ πονηρίᾳ καὶ κακώσει καὶ διαφθορᾷ ἔσονται ἐνώπιον κυρίου.

3. Καὶ ὀλίγον ἡσυχάσας, πάλιν εἶπεν αὐτοῖς· Τέκνα μου, ὑπακούσατε τοῦ πατρὸς ὑμῶν, καὶ θάψατέ με σύνεγγυς τῶν πατέρων μου.

4. Καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ, ἐκοιμήθη ἐν εἰρήνῃ.

5. Καὶ μετὰ πέντε ἔτη ἀνήγαγον αὐτόν, καὶ ἔθηκαν αὐτὸν εἰς Χεβρών, μετὰ τῶν πατέρων αὐτοῦ.

ΔΙΑΘΗΚΗ ΑΣΗΡ ΠΕΡΙ ΔΥΟ ΠΡΟΣΩΠΩΝ ΚΑΚΙΑΣ ΚΑΙ ΑΡΕΤΗΣ

Επεξεργασία

ΚΕΦΑΛΑΙΟ 1

Επεξεργασία

1. Ἀντίγραφον διαθήκης Ἀσήρ, ἃ ἐλάλησε τοῖς υἱοῖς αὐτοῦ ἑκατοστῷ εἰκοστῷ ἔτει ζωῆς αὐτοῦ.

2. Ἔτι ὑγιαίνων εἶπε πρὸς αὐτούς· Ἀκούσατε, τέκνα Ἀσήρ, τοῦ πατρὸς ὑμῶν, καὶ πᾶν τὸ εὐθὲς ἐνώπιον τοῦ θεοῦ ὑποδείξω ὑμῖν.

3. Δύο ὁδοὺς ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ δύο διαβούλια, καὶ δύο πράξεις, καὶ δύο τόπους, καὶ δύο τέλη.

4. Διὰ τοῦτο πάντα δύο εἰσίν, ἓν κατέναντι τοῦ ἑνός.

5. Ὁδοὶ δύο, καλοῦ καὶ κακοῦ· ἐν οἷς εἰσι τὰ δύο διαβούλια ἐν στέρνοις ἡμῶν διακρίνοντα αὐτάς.

6. Ἐὰν οὖν ἡ ψυχὴ θέλῃ ἐν καλῷ, πᾶσα πρᾶξις αὐτῆς ἐστιν ἐν δικαιοσύνῃ, κἂν ἁμάρτῃ εὐθὺς μετανοεῖ.

7. Δίκαια γὰρ λογιζόμενος, καὶ ἀπορρίπτων τὴν πονηρίαν, ἀνατρέπει εὐθὺς τὸ κακόν, καὶ ἐκριζοῖ τὴν ἁμαρτίαν.

8. Ἐὰν δὲ ἐν πονηρῷ κλίνει τὸ διαβούλιον πᾶσα πρᾶξις αὐτῆς ἐστιν ἐν πονηρίᾳ, καὶ ἀπωθούμενος τὸ ἀγαθὸν προσλαμβάνει τὸ κακὸν καὶ κυριευθεὶς ὑπὸ τοῦ Βελίαρ, κἂν ἀγαθὸν πράξει, ἐν πονηρίᾳ αὐτὸ μεταστρέφει.

9. Ὅταν γὰρ ἐνάρξηται ὡς ἀγαθὸν ποιῶν, τὸ τέλος τῆς πράξεως αὐτοῦ εἰς κακὸν ποιεῖν ἀνελαύνει· ἐπειδὴ ὁ θησαυρὸς τοῦ διαβόλου ἰοῦ πονηροῦ πνεύματος πεπλήρωται.

ΚΕΦΑΛΑΙΟ 2

Επεξεργασία

1. Ἔστιν οὖν ψυχὴ λέγουσα, φησί, τὸ καλὸν ὑπὲρ τοῦ κακοῦ, καὶ τὸ τέλος τοῦ πράγματος εἰς κακίαν ἄγει.

2. Ἔστιν ἄνθρωπος, ὅτι οὐκ οἰκτείρει λειτουργοῦντα αὐτῷ ἐν κακῷ· καίγε τοῦτο διπρόσωπον, ἀλλὰ τὸ ὅλον πονηρόν ἐστι.

3. Καὶ ἔστιν ἄνθρωπος ἀγαπῶν τὸν πονηρευόμενον, ὡσαύτως ἐστὶν ἐν πονηρίᾳ, ὅτι καὶ ἀποθανεῖν αἱρεῖται ἐν κακῷ δι' αὐτόν. Καὶ περὶ τούτου φανερὸν ὅτι διπρόσωπόν ἐστι· τὸ δὲ πᾶν κακὴ πρᾶξις.

4. Καίγε ἀγάπη οὖσα, πονηρία ἐστί, συγκρύπτουσα τὸ κακόν· ὥσπερ ἐστὶ τῷ ὀνόματι ὡς καλῷ, τὸ δὲ τέλος τῆς πράξεως ἔρχεται εἰς κακόν.

5. Ἄλλος κλέπτει, ἀδικεῖ, ἁρπάζει, πλεονεκτεῖ, καὶ ἐλεεῖ τοὺς πτωχούς· διπρόσωπον μὲν καὶ τοῦτο, ὅλον δὲ πονηρόν ἐστι.

6. Πλεονεκτῶν τὸν πλησίον παροργίζει τὸν θεόν, καὶ τὸν ὕψιστον ἐπιορκεῖ, καὶ τὸν πτωχὸν ἐλεᾷ· τὸν ἐντολέα τοῦ νόμου κύριον ἀθετῇ καὶ παροξύνει, καὶ τὸν πένητα ἀναπαύει·

7. τὴν ψυχὴν σπιλοῖ, καὶ τὸ σῶμα λαμπρύνει· πολλοὺς ἀναιρεῖ καὶ ὀλίγους ἐλεεῖ· καὶ τοῦτο μὲν διπρόσωπόν ἐστιν.

8. Ἄλλος μοιχεύει καὶ πορνεύει, καὶ ἀπέχεται αἰδεσμάτων, καὶ νηστεύων κακοποιεῖ, καὶ τῇ δυναστείᾳ καὶ τῷ πλούτῳ πολλοὺς παρασύρει, καὶ ἐκ τῆς ὑπερόγκου κακίας ποιεῖ ἐντολάς. Καὶ τοῦτο διπρόσωπόν ἐστιν, ὅλον δὲ κακόν ἐστιν.

9. Οἱ τοιοῦτοι ὡς ὕες εἰσί, δασύποδες, ὅτι ἐξ ἡμισείας εἰσὶ καθαροί, τὸ δὲ ἀληθὲς ἀκάθαρτοί εἰσι.

10. Καὶ γὰρ ὁ θεὸς ἐν ταῖς πλαξὶ τῶν οὐρανῶν οὕτως εἶπεν.

ΚΕΦΑΛΑΙΟ 3

Επεξεργασία

1. Ὑμεῖς οὖν, τέκνα μου, μὴ γίνεσθε κατ' αὐτοὺς διπρόσωποι, ἀγαθότητος καὶ κακίας· ἀλλὰ τῇ ἀγαθότητι μόνῃ κολλήθητε, ὅτι ὁ θεὸς ἀναπαύεται εἰς αὐτήν, καὶ οἱ ἄνθρωποι ποθοῦσιν αὐτήν·

2. τὴν κακίαν ἀποδράσατε, ἀναιροῦντες τὸν διάβολον ἐν ταῖς ἀγαθαῖς ὑμῶν πράξεσιν· ὅτι οἱ διπρόσωποι οὐ θεῷ ἀλλὰ ταῖς ἐπιθυμίαις αὐτῶν δουλεύουσιν, ἵνα τῷ Βελίαρ ἀρέσωσι καὶ τοῖς ὁμοίοις αὐτῶν ἀνθρώποις.

ΚΕΦΑΛΑΙΟ 4

Επεξεργασία

1. Οἱ γὰρ ἀγαθοὶ ἄνδρες καὶ μονοπρόσωποι, κἂν νομισθῶσι παρὰ τῶν διπροσώπων ἁμαρτάνειν, δίκαιοί εἰσι παρὰ τῷ θεῷ.

2. Πολλοὶ γὰρ ἀναιροῦντες τοὺς πονηρούς, δύο ποιοῦσιν ἔργα, κακὸν διὰ καλοῦ, ὅλον ἐστὶ δὲ καλόν· ὅτι τὸ κακὸν ἐκριζώσας ἀπώλεσεν.

3. Ἔστι τις μισῶν τὸν ἐλεήμονα, καὶ ἀδικῶν τὸν μοιχὸν καὶ λῃστεύοντα· καὶ αὐτό ἐστι διπρόσωπον· ἀλλὰ τὸ πᾶν ἔργον ἀγαθόν ἐστιν, ὅτι μιμεῖται κύριον, μὴ προσδεχόμενος τὸ δοκοῦν καλὸν μετὰ τοῦ ἀληθινοῦ κακοῦ.

4. Ἕτερος οὐ θέλει ἡμέραν ἀγαθὴν ἰδεῖν μετὰ ἀσώτων, ἵνα μὴ χράνῃ τὸ στόμα, καὶ μολύνει τὴν ψυχήν· καίγε τοῦτο διπρόσωπον, ὅλον δὲ καλόν ἐστιν,

5. ὅτι οἱ τοιοῦτοι δόρκοις καὶ ἐλάφοις ὅμοιοί εἰσιν· ὅτι ἐν ἤθει ἀγρίῳ δοκοῦσιν ἀκάθαρτοι εἶναι, τὸ δὲ πᾶν καθαροί εἰσιν, ὅτι ἐν ζήλῳ θεοῦ πορεύονται, ἀπεχόμενοι ὧν καὶ ὁ θεὸς διὰ τῶν ἐντολῶν μισῶν ἀπαγορεύει, ἀπεῖργον τὸ κακὸν τοῦ ἀγαθοῦ.

ΚΕΦΑΛΑΙΟ 5

Επεξεργασία

1. Ὁρᾶτε οὖν, τέκνα, πῶς δύο εἰσὶν ἐν πᾶσιν, ἓν κατέναντι τοῦ ἑνός, καὶ ἓν ὑπὸ τοῦ ἑνὸς κέκρυπται.

2. Τὴν ζωὴν ὁ θάνατος διαδέχεται, τὴν δόξαν ἡ ἀτιμία, τὴν ἡμέραν ἡ νύξ, καὶ τὸ φῶς τὸ σκότος· τὰ δὲ πάντα ὑπὸ ἡμέραν εἰσί, καὶ ὑπὸ ζωὴν τὰ δίκαια· διὸ καὶ τὸν θάνατον ἡ αἰώνιος ζωὴ ἀναμένει·

3. καὶ οὐκ ἔστιν εἰπεῖν τὴν ἀλήθειαν ψεῦδος, οὐδὲ τὸ δίκαιον ἄδικον· ὅτι πᾶσα ἀλήθεια ὑπὸ τοῦ φωτός ἐστι· καθὼς τὰ πάντα ὑπὸ τὸν θεόν.

4. Ταῦτα πάντα ἐδοκίμασα ἐν τῇ ζωῇ μου, καὶ οὐκ ἐπλανήθην ἀπὸ τῆς ἀληθείας κυρίου, καὶ τὰς ἐντολὰς τοῦ ὑψίστου ἐξεζήτησα, κατὰ πᾶσαν ἰσχύν μου πορευόμενος μονοπροσώπως εἰς τὸ ἀγαθόν.

ΚΕΦΑΛΑΙΟ 6

Επεξεργασία

1. Προσέχετε οὖν, τέκνα, καὶ ὑμεῖς τὰς ἐντολὰς τοῦ κυρίου μονοπροσώπως ἀκολουθοῦντες τῇ ἀληθείᾳ,

2. ὅτι οἱ διπρόσωποι δισσῶς κολάζονται. Τὰ πνεύματα τῆς πλάνης μισήσατε τὰ κατὰ τὸν ἄνθρωπον ἀγωνιζόμενα.

3. Τὸν νόμον κυρίου φυλάξατε, καὶ μὴ προσέχετε τὸ κακόν, ὡς καλόν· ἀλλ' εἰς τὸ ὄντως καλὸν ἀποβλέπετε, καὶ διατηρεῖτε αὐτὸ ἐν πάσαις ἐντολαῖς κυρίου, εἰς αὐτὸν ἀναστρεφόμενοι, καὶ ἐν αὐτῷ καταπαύοντες,

4. ὅτι τὰ τέλη τῶν ἀνθρώπων δείκνυσι τὴν δικαιοσύνην αὐτῶν, γνωρίζοντες τοὺς ἀγγέλους κυρίου καὶ τοῦ Σατανᾶ.

5. Ἐὰν γὰρ τεταραγμένη ἡ ψυχὴ ἀπέρχεται, βασανίζεται ὑπὸ τοῦ πονηροῦ πνεύματος, οὗ καὶ ἐδούλευσεν ἐν ἐπιθυμίαις καὶ ἔργοις πονηροῖς·

6. ἐὰν δὲ ἡσύχως ἐν χαρᾷ, ἐγνώρισε τὸν ἄγγελον τῆς εἰρήνης, παρακαλέσει αὐτὸν ἐν ζωῇ.

ΚΕΦΑΛΑΙΟ 7

Επεξεργασία

1. Μὴ γίνεσθε, τέκνα, ὡς Σόδομα, ἥτις ἠγνόησε τοὺς ἀγγέλους κυρίου, καὶ ἀπώλετο ἕως αἰῶνος.

2. Οἶδα γὰρ ὅτι ἁμαρτήσετε, καὶ παραδοθήσεσθε εἰς χεῖρας ἐχθρῶν ὑμῶν· καὶ ἡ γῆ ὑμῶν ἐρημωθήσεται, καὶ ὑμεῖς διασκορπισθήσεσθε εἰς τὰς τέσσαρας γωνίας τῆς γῆς, καὶ ἔσεσθε ἐν διασπορᾷ ἐξουθενωμένοι ὡς ὕδωρ ἄχρηστον,

3. ἕως οὗ ὁ ὕψιστος ἐπισκέψηται τὴν γῆν, καὶ αὐτὸς ἐλθὼν ὡς ἄνθρωπος, μετὰ ἀνθρώπων ἐσθίων καὶ πίνων, καὶ ἐν ἡσυχίᾳ συντρίβων τὴν κεφαλὴν τοῦ δράκοντος δι' ὕδατος. Οὗτος σώσει τὸν Ἰσραὴλ καὶ πάντα τὰ ἔθνη, θεὸς εἰς ἄνδρα ὑποκρινόμενος.

4. Εἴπατε οὖν ταῦτα τοῖς τέκνοις ὑμῶν μὴ ἀπειθεῖν αὐτῷ.

5. Ἀνέγνων γὰρ ἐν ταῖς πλαξὶ τῶν οὐρανῶν, ὅτι ἀπειθοῦντες ἀπειθήσετε αὐτῷ, καὶ ἀσεβοῦντες ἀσεβήσητε εἰς αὐτόν, μὴ προσέχοντες τὸν νόμον τοῦ θεοῦ ἀλλ' ἐντολαῖς ἀνθρώπων.

6. Διὰ τοῦτο διασκορπισθήσεσθε, ὡς Γὰδ καὶ ὡς Δὰν οἱ ἀδελφοί μου· οἳ χώρας αὐτῶν ἀγνοήσουσι καὶ φυλὴν καὶ γλῶσσαν αὐτῶν.

7. Ἀλλ' ἐπισυνάξει ὑμᾶς κύριος ἐν πίστει δι' ἐλπίδα εὐσπλαγχνίας αὐτοῦ, διὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.

ΚΕΦΑΛΑΙΟ 8

Επεξεργασία

1. Καὶ εἰπὼν αὐτοῖς ταῦτα, ἐνετείλατο αὐτοῖς λέγων· Θάψατέ με εἰς Χεβρών. Καὶ ἀπέθανεν ὕπνῳ καλῷ κοιμηθείς·

2. καὶ μετὰ ταῦτα ἐποίησαν οἱ υἱοὶ αὐτοῦ ὡς ἐνετείλατο αὐτοῖς, καὶ ἀναγαγόντες αὐτὸν ἔθαψαν μετὰ τῶν πατέρων αὐτοῦ.


ΔΙΑΘΗΚΗ ΙΩΣΗΦ ΠΕΡΙ ΣΩΦΡΟΣΥΝΗΣ

Επεξεργασία

ΚΕΦΑΛΑΙΟ 1

Επεξεργασία

1. Ἀντίγραφον διαθήκης Ἰωσήφ. Ἐν τῷ μέλλειν αὐτὸν ἀποθνήσκειν, καλέσας τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, εἶπεν αὐτοῖς·

2. Τέκνα μου καὶ ἀδελφοί, ἀκούσατε Ἰωσὴφ τοῦ ἠγαπημένου ὑπὸ Ἰσραήλ· ἐνωτίσασθε, υἱοί, τοῦ πατρὸς ὑμῶν.

3. Ἐγὼ εἶδον ἐν τῇ ζωῇ μου τὸν φθόνον καὶ τὸν θάνατον, καὶ οὐκ ἐπλανήθην ἐν τῇ ἀληθείᾳ κυρίου.

4. Οἱ ἀδελφοί μου οὗτοι ἐμίσησάν με, καὶ κύριος ἠγάπησέ με· αὐτοὶ ἤθελόν με ἀνελεῖν καὶ ὁ θεὸς τῶν πατέρων μου ἐφύλαξέ με· εἰς λάκκον με ἐχάλασαν, καὶ ὁ ὕψιστος ἀνήγαγέ με·

5. ἐπράθην εἰς δοῦλον, καὶ ὁ κύριος ἐλευθέρωσέ με· εἰς αἰχμαλωσίαν ἐλήφθην, καὶ ἡ κραταιὰ αὐτοῦ χεὶρ ἐβοήθησέ μοι· ἐν λιμῷ συνεσχέθην, καὶ αὐτὸς ὁ κύριος διέθρεψέ με·

6. μόνος ἤμην, καὶ ὁ θεὸς παρεκάλεσέ με· ἐν ἀσθενείᾳ ἤμην, καὶ ὁ ὕψιστος ἐπεσκέψατό με· ἐν φυλακῇ ἤμην, καὶ ὁ σωτὴρ ἐχαρίτωσέ με· ἐν δεσμοῖς, καὶ ἔλυσέ με·

7. ἐν διαβολαῖς, καὶ συνηγόρησέ μοι· ἐν λόγοις Αἰγυπτίων πικροῖς, καὶ ἐρρύσατό με· ἐν φθόνοις σὺν δόλοις, καὶ ὕψωσέ με.

ΚΕΦΑΛΑΙΟ 2

Επεξεργασία

1. Καὶ οὕτως Φωτιμάρ, ὁ ἀρχιμάγειρος Φαραώ, ἐπίστευσέ μοι τὸν οἶκον αὐτοῦ.

2. Καὶ ἠγωνισάμην πρὸς γυναῖκα ἀναιδῆ ἐπειγούσῃ με παρανομεῖν μετ' αὐτῆς· ἀλλ' ὁ θεὸς Ἰσραὴλ τοῦ πατρός μου ἐφύλαξέ με ἀπὸ φλογὸς καιομένης.

3. Ἐφυλακίσθην, ἐτυπτίθην, ἐμυκτηρίσθην· καὶ ἔδωκέ με κύριος εἰς οἰκτιρμοὺς ἐνώπιον τοῦ δεσμοφύλακος.

4. Οὐ μὴ γὰρ ἐγκαταλίπῃ τοὺς φοβουμένους αὐτόν, οὐκ ἐν σκότει, ἢ δεσμοῖς, ἢ θλίψεσιν, ἢ ἀναγκαῖς·

5. Οὐ γὰρ ὡς ἄνθρωπος ἐπαισχύνεται ὁ θεός, οὐδὲ ὡς υἱὸς ἀνθρώπου δειλιᾷ, οὐδὲ ὡς γηγενὴς ἀσθενεῖ, ἢ ἀποθεῖται·

6. ἐπὶ πᾶσι δὲ τόποις παρίσταται, καὶ ἐν διαφόροις τρόποις παρακαλεῖ, ἐν βραχεῖ ἀφιστάμενος εἰς τὸ δοκιμάσαι τῆς ψυχῆς τὸ διαβούλιον.

7. Ἐν δέκα πειρασμοῖς δόκιμόν με ἀνέδειξε, καὶ ἐν πᾶσιν αὐτοῖς ἐμακροθύμησα· ὅτι μέγα φάρμακόν ἐστιν ἡ μακροθυμία, καὶ πολλὰ ἀγαθὰ δίδωσιν ἡ ὑπομονή.

ΚΕΦΑΛΑΙΟ 3

Επεξεργασία

1. Ποσάκις ἡ Αἰγυπτία ἠπείλησέ μοι θάνατον; ποσάκις τιμωρίαις παραδοῦσα ἀνεκαλέσατό με, καὶ ἠπείλησέ μοι μὴ θέλοντι συνελθεῖν αὐτῇ; Ἔλεγε δέ μοι·

2. κυριεύσεις μου καὶ πάντων τῶν ἐμῶν, ἐὰν ἐπιδῷς ἑαυτὸν εἰς ἐμέ, καὶ ἔσῃ ὡς δεσπότης ἡμῶν.

3. Ἐγὼ οὖν ἐμνησκόμην λόγους πατέρων πατρός μου Ἰακώβ, καὶ εἰσερχόμενος εἰς τὸ ταμιεῖον, προσηυχόμην κυρίῳ,

4. καὶ ἐνήστευον ἐν τοῖς ἑπτὰ ἔτεσιν ἐκείνοις, καὶ ἐφαινόμην τῷ Αἰγυπτίῳ ὡς ἐν τρυφῇ διάγων· ὅτι οἱ διὰ τὸν θεὸν νηστεύοντες τοῦ προσώπου τὴν χάριν λαμβάνουσιν.

5. Ἐὰν δὲ ἐπεδίδῃ μοι οἶνον, οὐκ ἔπινον· καὶ τριημερίζων ἐλάμβανόν μου τὴν δίαιταν, καὶ ἐδίδουν αὐτὴν πένησι καὶ ἀσθενοῦσι.

6. Καὶ ὤρθριζον πρὸς κύριον, καὶ ἔκλαιον περὶ Μεμφίας τῆς Αἰγυπτίας, ὅτι σφόδρα ἀδιαλείπτως ἐνόχλει μοι· καὶ ἐν νυκτὶ εἰσίει λόγῳ ἐπισκέψεως πρός με·

7. καὶ τὰ μὲν πρῶτα, ὅτι τέκνον ἀρρενικὸν οὐκ ἦν αὐτῇ, προσεποίειτο ἔχειν με ὡς υἱόν. Καὶ ηὐξάμην πρὸς κύριον, καὶ ἔτεκεν ἄρρεν.

8. Ἕως οὖν χρόνου ὡς υἱόν με περιεπτύσσετο, κἀγὼ ἠγνόουν· ἔσχατον εἰς πορνείαν με ἐφελκύσατο.

9. Καὶ νοήσας ἐλυπήθην ἕως θανάτου· καὶ ἐξελθούσης αὐτῆς, ἦλθον εἰς ἐμαυτόν, καὶ ἐπένθησα περὶ αὐτῆς ἡμέρας πολλάς, ὅτι ἔγνων τὸν δόλον αὐτῆς καὶ τὴν πλάνην.

10. Καὶ ἔλεγον αὐτῇ ῥήματα ὑψίστου, εἰ ἄρα ἀποστρέψει ἀπὸ τῆς ἐπιθυμίας αὐτῆς τῆς πονηρᾶς.

ΚΕΦΑΛΑΙΟ 4

Επεξεργασία

1. Ποσάκις ὡς ἁγίῳ ἀνδρὶ ἐν λόγοις ἐκολάκευσέ με, μετὰ δόλου διὰ ῥημάτων ἐπαινοῦσα τὴν σωφροσύνην μου ἐνώπιον τοῦ ἀνδρὸς αὐτῆς, βουλομένη καταμόνας ὑποσκελίσαι με;

2. Ἐδόξαζέ με ὡς σώφρονα φανερῶς, καὶ ἐν κρυφῇ ἔλεγέ μοι· Μὴ φοβηθῇς τὸν ἄνδρα μου· καὶ γὰρ πέπεισται περὶ τῆς σωφροσύνης σου· ὅτι κἂν εἴπῃ τις αὐτῷ περὶ ἡμῶν, οὐ μὴ πιστεύσῃ.

3. Ἐν τούτοις πᾶσιν ἐχαμοκοίτων ἐγὼ ἐν σάκκῳ, καὶ ἐδεόμην τοῦ θεοῦ, ὅπως ῥύσεταί με ὁ κύριος ἐκ τῆς Αἰγυπτίας.

4. Ὡς δὲ οὐδὲν ἴσχυσε, πάλιν ἐπὶ λόγῳ κατηχήσεως ἤρχετο πρός με, μαθεῖν λόγον κυρίου.

5. Καὶ ἔλεγέ μοι· Εἰ θέλεις ἵνα καταλίπω τὰ εἴδωλα, συνπείσθητί μοι· καὶ τὸν Αἰγύπτιον πείσω ἀποστῆναι τῶν εἰδώλων, ἐν νόμῳ κυρίου σου πορευόμενοι.

6. Λέγω δὲ πρὸς αὐτήν· Οὐκ ἐν ἀκαθαρσίᾳ λέγει κύριος τοὺς σεβομένους αὐτόν, οὐδὲ ἐν τοῖς μοιχεύουσιν εὐδοκεῖ.

7. Κἀκείνη ἐσιώπησε, ποθοῦσα ἐκτελέσαι τὴν ἐπιθυμίαν αὐτῆς.

8. Κἀγὼ προσετίθουν νηστείαν καὶ προσευχήν, ὅπως ῥύσεταί με κύριος ἀπ' αὐτῆς.

ΚΕΦΑΛΑΙΟ 5

Επεξεργασία

1. Πάλιν δὲ ἐν ἑτέρῳ χρόνῳ λέγει μοι· Εἰ μοιχεῦσαι οὐ θέλεις, ἐγὼ ἀναιρῶ τὸν Αἰγύπτιον, καὶ οὕτως νόμῳ λήψομαί σε εἰς ἄνδρα.

2. Ἐγὼ οὖν, ὡς ἤκουσα τοῦτο, διέρρηξα τὴν στολήν μου, καὶ εἶπον· Γύναι, αἰδέσθητι τὸν κύριον, καὶ μὴ ποιήσῃς τὴν πρᾶξιν τὴν πονηρὰν ταύτην, ἵνα μὴ ἐξολοθρεύθῃς· ὅτι καίγε ἐγὼ ἐξαγγελῶ τὴν ἐπίνοιαν τῆς ἀσεβείας σου πᾶσι.

3. Φοβηθεῖσα οὖν ἐκείνη ἠξίου, ἵνα μηδενὶ ἐξαγγείλω τὴν κακίαν αὐτῆς.

4. καὶ ἀνεχώρησε θάλπουσά με δώροις, καὶ πέμπουσα πᾶσιν ἀπόλαυσιν υἱῶν ἀνθρώπων.

ΚΕΦΑΛΑΙΟ 6

Επεξεργασία

1. Καὶ ἀποστέλλει μοι βρῶμα ἐν γοητείᾳ πεφυραμένον.

2. Καὶ ὡς ἦλθεν ὁ εὐνοῦχος ὁ κομίζων αὐτό, ἀνέβλεψα καὶ εἶδον ἄνδρα φοβερόν, ἐπιδιδοῦντά μοι μετὰ τοῦ τρυβλίου μάχαιραν. Καὶ συνῆκα ὅτι ἡ περιεργεία αὐτῆς εἰς ἀποπλάνησιν ψυχῆς ἐστι.

3. Καὶ ἐξελθόντος αὐτῆς ἔκλαιον, μήτε ἐκεῖνο, μήτε ἄλλο τι τῶν αἰδεσμάτων αὐτῆς γευσάμενος.

4. Μετὰ οὖν μίαν ἡμέραν ἐλθοῦσα πρός με, ἐπέγνω τὸ βρῶμα, καὶ λέγει πρός με· Τί τοῦτο, ὅτι οὐκ ἔφαγες ἀπὸ τοῦ βρώματος;

5. Καὶ εἶπον πρὸς αὐτήν· Ὅτι ἐπλήρωσας αὐτὸ θανάτου· καὶ πῶς εἶπας, ὅτι οὐκ ἐγγίζω εἰδώλοις, ἀλλὰ κυρίῳ μόνῳ;

6. Νῦν οὖν γνῶθι, ὅτι ὁ θεὸς τοῦ πατρός μου δι' ἀγγέλου ἀπεκάλυψέ μοι τὴν κακίαν σου, καὶ ἐτήρησα αὐτὸ εἰς ἔλεγχόν σου, εἰ ἄρα ἰδοῦσα αὐτὸ μετανοήσεις.

7. Ἵνα δὲ μάθῃς, ὅτι τῶν ἐν σωφροσύνῃ θεοσεβούντων οὐ κατισχύει κακία ἀσεβούντων, λαβὼν ἐνώπιον αὐτῆς ἔφαγον, εἰπών· Ὁ θεὸς τῶν πατέρων μου, καὶ ὁ ἄγγελος Ἀβραὰμ ἔσται μετ' ἐμοῦ.

8. Ἡ δὲ ἔπεσεν ἐπὶ πρόσωπον εἰς τοὺς πόδας μου, καὶ ἔκλαυσε· καὶ ἀναστήσας αὐτὴν ἐνουθέτησα·

9. καὶ συνέθετο τοῦ μὴ ποιῆσαι ἔτι τὴν ἀσέβειαν ταύτην.

ΚΕΦΑΛΑΙΟ 7

Επεξεργασία

1. Ὅτι δὲ ἡ καρδία αὐτῆς ἐνέκειτο εἰς ἐμὲ πρὸς ἀκολασίαν, στενάζουσα προσέπιπτεν.

2. Ἰδὼν δὲ αὐτὴν ὁ Αἰγύπτιος, λέγει πρὸς αὐτήν· Τί συνέπεσε τὸ πρόσωπόν σου; Ἡ δὲ εἶπε· Πόνον καρδίας ἐγὼ ἀλγῶ, καὶ οἱ στεναγμοὶ τοῦ πνεύματος μου συνέχουσί με. Καὶ ἐθεράπευεν αὐτὴν μὴ ἀσθενοῦσαν.

3. Τότε εἰσεπήδησε πρός με, ἔτι ὄντος ἔξω τοῦ ἀνδρὸς αὐτῆς, καὶ λέγει μοι· Ἄγχομαι, ἢ εἰς φρέαρ ἢ εἰς κρημνὸν ῥίπτω ἐμαυτήν, ἐὰν μή μοι συμπεισθείς.

4. Καὶ νοήσας, ὅτι τὸ πνεῦμα τοῦ Βελίαρ αὐτὴν ἐνοχλεῖ, προσευξάμενος κυρίῳ, εἶπον αὐτῇ·

5. Ἵνα τί ταράσσῃ καὶ θορυβῇ, ἐν ἁμαρτίαις τυφλώττουσα; Μνήσθητι ὅτι ἐὰν ἀνελῇς σεαυτήν, ἡ Σηθῶν, ἡ παλλακὴ τοῦ ἀνδρός σου, ἡ ἀντίζηλός σου, κολαφίσει τὰ τέκνα σου, καὶ ἀπολέσει τὸ μνημόσυνόν σου ἀπὸ τῆς γῆς.

6. Καὶ λέγει πρός με· Ἴδε οὖν ἀγαπᾷς με· ἀρκεῖ μοι μόνον, ὅτι ἀντιποιῇ τῆς ζωῆς μου, καὶ τῶν τέκνων μου· ἔχω προσδοκίαν ἀπολαῦσαι τῆς ἐπιθυμίας μου.

7. Καὶ οὐκ ἔγνω, ὅτι διὰ τὸν θεόν μου εἶπον οὕτως, καὶ οὐ δι' αὐτήν.

8. Ἐὰν γάρ τις πάθει ὑποπέσῃ ἐπιθυμίας πονηρᾶς, καὶ τούτῳ δουλωθῇ ὡς κἀκείνη· κἂν ἀγαθόν τι ἀκούσῃ, εἰς τὸ πάθος, ὃ ἡττᾶται, ἐκλαμβάνει αὐτὸ πρὸς ἐπιθυμίαν πονηράν.

ΚΕΦΑΛΑΙΟ 8

Επεξεργασία

1. Λέγω ὑμῖν, τέκνα, ὅτι ὥρα ἦν ὡσεὶ ἕκτη, ὅτε ἐξῆλθεν ἀπ' ἐμοῦ· κἀγὼ γόνυ κλίνας πρὸς κύριον ὅλην τὴν ἡμέραν, καὶ ὅλην τὴν νύκτα συνάψας, περὶ τὸν ὄρθρον ἀνέστην δακρύων, καὶ αἰτῶν λύτρωσιν ἀπὸ τῆς Αἰγυπτίας.

2. Τέλος οὖν ἐπιλαμβάνεταί μου τῶν ἱματίων, μετὰ βίας ἐφελκομένη με εἰς συνουσίαν.

3. Ὡς οὖν εἶδον ὅτι μαινομένη βίᾳ κρατεῖ τὰ ἱμάτιά μου, γυμνὸς ἔφυγον.

4. Κἀκείνη ἐσυκοφάντισέ με πρὸς τὸν ἄνδρα αὐτῆς· καὶ ἐνέβαλέ με εἰς φυλακὴν ἐν οἴκῳ αὐτοῦ ὁ Αἰγύπτιος· καὶ τῇ ἑξῆς μαστίξας με, ἔπεμψέ με εἰς φυλακὴν ἐν οἴκῳ αὐτοῦ ὁ Αἰγύπτιος.

5. Ὡς οὖν ἤμην ἐν πέδαις, ἡ Αἰγυπτία ἠσθένει ἀπὸ τῆς λύπης, καὶ ἐπηκροᾶτό μου, πῶς ὕμνουν κύριον ὢν ἐν οἴκῳ σκότους, καὶ ἐν ἱλαρᾷ φωνῇ χαίρων ἐδόξαζον τὸν θεόν μου, μόνον ὅτι διὰ προφάσεως ἀπηλλάγην τῆς Αἰγυπτίας.

ΚΕΦΑΛΑΙΟ 9

Επεξεργασία

1. Πολλάκις ἔπεμψε πρός με, λέγουσα· Εὐδόκησον πληρῶσαι τὴν ἐπιθυμίαν μου, καὶ λυτρώσω σε τῶν δεσμῶν, καὶ ἀπαλλάξω σε τοῦ σκότους.

2. Καὶ οὐδὲ ἕως ἐννοιῶν ποτὲ ἔκλινα πρὸς αὐτήν. Ἀγαπᾷ γὰρ ὁ θεὸς μᾶλλον τὸν ἐν λάκκῳ σκότους νηστεύοντα ἐν σωφροσύνῃ, ἢ τὸν ἐν ταμείοις τρυφῶντα μετὰ ἀκολασίας.

3. Ὁ δὲ ἐν σωφροσύνῃ διάγων θέλει καὶ δόξαν, καὶ εἰ οἶδεν ὁ ὕψιστος, ὅτι συμφέρει, παρέχει αὐτῷ καὶ ταῦτα ὡς κἀμοί.

4. Ποσάκις καίπερ ἀσθενοῦσα κατῄει πρός με ἐν ἀωρίᾳ, καὶ ἤκουε τῆς φωνῆς μου προσευχομένου; συνίων δὲ ἐγὼ τοὺς στεναγμοὺς αὐτῆς, ἐσιώπουν.

5. Καὶ γὰρ ὅτε ἤμην ἐν τῷ οἴκῳ αὐτῆς, ἐγύμνου τοὺς βραχίονας αὐτῆς καὶ τὰ στέρνα καὶ τὰς κνήμας, ἵνα συμπέσω εἰς αὐτήν· πάνυ γὰρ ἦν ὡραία, μάλιστα κοσμουμένη πρὸς ἀπάτησίν μου. Καὶ ὁ κύριος ἐφύλαξέ με ἀπὸ τῶν ἐγχειρημάτων αὐτῆς.

ΚΕΦΑΛΑΙΟ 10

Επεξεργασία

1. Ὁρᾶτε οὖν, τέκνα μου, πόσα κατεργάζεται ἡ ὑπομονή, καὶ προσευχὴ μετὰ νηστείας.

2. Καὶ ὑμεῖς οὖν, ἐὰν τὴν σωφροσύνην καὶ τὴν ἁγνείαν μετέλθητε ἐν ὑπομονῇ καὶ ταπεινώσει καρδίας, κύριος κατοικήσει ἐν ὑμῖν, ὅτι ἠγάπησε τὴν σωφροσύνην.

3. Ὅπου δὲ κατοικεῖ ὁ ὕψιστος, κἄν τις περιπέσῃ φθόνῳ ἢ δουλείᾳ ἢ συκοφαντίᾳ, κύριος ὁ ἐν αὐτῷ κατοικῶν διὰ τὴν σωφροσύνην οὐ μόνον ἐκ τῶν κακῶν ῥύεται, ἀλλὰ καὶ ὑψοῖ καὶ δοξάζει αὐτὸν ὡς κἀμέ.

4. Πάντως γὰρ ὁ ἄνθρωπος, ἢ ἐν ἔργῳ, ἢ ἐν λόγῳ, ἢ ἐν διανοίᾳ συνέχεται.

5. Γινώσκουσιν οἱ ἀδελφοί μου, πῶς ἠγάπησέ με ὁ πατήρ μου· καὶ οὐχ ὑψούμην ἐν τῇ καρδίᾳ μου· καίπερ νήπιος ὤν, εἶχον τὸν φόβον τοῦ θεοῦ ἐν τῇ διανοίᾳ μου. Ἤιδειν γάρ, ὅτι τὰ πάντα παρελεύσεται,

6. καὶ ἐμέτρουν ἐμαυτὸν καὶ ἐτίμουν τοὺς ἀδελφούς μου· καὶ διὰ τὸν φόβον αὐτῶν ἐσιώπουν πιπρασκόμενος, μὴ εἰπεῖν τοῖς Ἰσμαηλίταις τὸ γένος μου, ὅτι υἱός εἰμι Ἰακώβ, ἀνδρὸς μεγάλου καὶ δυνατοῦ.

ΚΕΦΑΛΑΙΟ 11

Επεξεργασία

1. Καὶ ὑμεῖς οὖν ἔχετε ἐν πράξει ὑμῶν τὸν τοῦ θεοῦ φόβον, καὶ τιμᾶτε τοὺς ἀδελφοὺς ὑμῶν. Πᾶς γὰρ ὁ ποιῶν νόμον κυρίου, ἀγαπηθήσεται ὑπ' αὐτοῦ.

2. Ἐλθὼν δὲ εἰς Ἰνδοκολπίτας μετὰ τῶν Ἰσμαηλιτῶν, ἠρώτουν με· κἀγὼ εἶπον ὅτι δοῦλος αὐτῶν εἰμι ἐξ οἴκου, ἵνα μὴ αἰσχύνω τοὺς ἀδελφούς μου.

3. Λέγει δέ μοι ὁ μείζων αὐτῶν· Οὐκ εἶ δοῦλος σύ, ὅτι καὶ ἡ ὄψις σου δηλοῖ περί σου· καὶ ἠπείλει μοι ἕως θανάτου. Ἐγὼ δὲ ἔλεγον ὅτι δοῦλος αὐτῶν εἰμί.

4. Ὡς δὲ ἤλθομεν εἰς Αἴγυπτον, περὶ ἐμοῦ ἐμάχοντο, τίς προσδοὺς χρυσίον λάβῃ με.

5. Διὸ πᾶσιν ἔδοξεν εἶναί με εἰς Αἴγυπτον πρὸς μετάβολον ἐμπορίας αὐτῶν, ἕως ἐπιστρέψωσι φέροντες ἐμπορίαν.

6. Καὶ ὁ κύριος ἔδωκέ μοι χάριν ἐν ὀφθαλμοῖς τοῦ μεταβόλου, καὶ ἐπίστευσέ μοι τὸν οἶκον αὐτοῦ.

7. Καὶ εὐλόγησεν αὐτὸν κύριος ἐν χειρί μου, καὶ ἐπλήθυνεν αὐτὸν ἐν ἀργυρίῳ καὶ χρυσίῳ·

8. καὶ ἤμην μετ' αὐτοῦ μῆνας τρεῖς καὶ ἡμέρας πέντε.

ΚΕΦΑΛΑΙΟ 12

Επεξεργασία

1. Κατ' ἐκεῖνον τὸν καιρὸν παρίει ἡ Μεμφία γυνὴ τοῦ Πετεφρὶ μετὰ δόξης πολλῆς, καὶ ἐπέβαλεν ἐπ' ἐμὲ τοὺς ὀφθαλμοὺς αὐτῆς· ὅτι εἶπον αὐτῇ οἱ εὐνοῦχοι περὶ ἐμοῦ.

2. Καὶ λέγει τῷ ἀνδρὶ αὐτῆς περὶ τοῦ μεταβόλου, ὅτι ἐπλούτισεν ἐν χειρὶ νέου τινὸς Ἑβραίου· λέγουσι δὲ ὅτι κλοπῇ ἔκλεψαν αὐτὸν ἐκ γῆς Χαναάν·

3. νῦν οὖν ποίησον μετ' αὐτοῦ κρίσιν, καὶ ἀφελοῦ τὸν νεανίαν εἰς οἰκονόμον σου· καὶ εὐλογήσει σε ὁ θεὸς τῶν Ἑβραίων, ὅτι χάρις ἐκ τοῦ οὐρανοῦ ἐστιν ἐπ' αὐτῷ.

ΚΕΦΑΛΑΙΟ 13

Επεξεργασία

1. Ὁ δὲ Πετεφρὶς πεισθεὶς τοῖς λόγοις αὐτῆς, ἐκέλευσεν ἀχθῆναι τὸν μετάβολον, καὶ λέγει αὐτῷ· Τί ταῦτα ἀκούω, ὅτι κλέπτεις τὰς ψυχὰς ἐκ γῆς Ἑβραίων εἰς παῖδας μετεμπωλῶν;

2. Πεσὼν οὖν ἐπὶ πρόσωπον αὐτοῦ ὁ μετάβολος, ἐδέετο λέγων· Δέομαί σου, κύριε, οὐκ οἶδα ὃ λέγεις.

3. Ὁ δὲ ἔφη· Πόθεν οὖν σοι ὁ παῖς ὁ Ἑβραῖος; καὶ εἶπεν· Οἱ Ἰσμαηλῖται παρέθεντό μοι αὐτόν, ἕως οὗ ἐπιστρέψωσι.

4. Καὶ οὐκ ἐπίστευσεν αὐτῷ, ἀλλ' ἐκέλευσε γυμνὸν τύπτεσθαι αὐτόν. Ἐπιμένοντος δὲ αὐτοῦ, λέγει ὁ Πετεφρίς· Ἀχθήτω ὁ νεανίσκος.

5. Καὶ εἰσαχθεὶς προσεκύνησα τῷ ἀρχευνούχῳ· τρίτος γὰρ ἦν ἐν ἀξίᾳ παρὰ τῷ Φαραώ, ἄρχων πάντων τῶν εὐνούχων, ἔχων γυναῖκα καὶ τέκνα καὶ παλλακάς.

6. Καὶ διαχωρίσας με ἀπ' αὐτοῦ, εἶπέ μοι· Δοῦλος εἶ, ἢ ἐλεύθερος; καὶ εἶπον· Δοῦλος.

7. Καὶ λέγει πρός με· Τίνος εἶ δοῦλος; καὶ λέγω αὐτῷ· Τῶν Ἰσμαηλιτῶν.

8. Καὶ πάλιν λέγει μοι· Πῶς αὐτῶν ἐγένου δοῦλος; καὶ εἶπον ὅτι ἐκ τῆς Χαναὰν ἐπρίαντό με.

9. Ὁ δὲ ἠπίστησε, λέγων ὅτι ψεύδῃ· καὶ γυμνόν με ἐκέλευσε τύπτεσθαι.

ΚΕΦΑΛΑΙΟ 14

Επεξεργασία

1. Ἡ δὲ Μεμφὶς ἑώρα διὰ θυρίδος τυπτομένου μου, καὶ ἀποστέλλει πρὸς τὸν ἄνδρα αὐτῆς, λέγουσα· Ἄδικός ἐστιν ἡ κρίσις σου, ὅτι καὶ τὸν κλαπέντα ἐλεύθερον τιμωρεῖς, ὡς ἀδικήσαντα.

2. Ὡς δὲ οὐκ ἤλλαξα λόγον τυπτόμενος, ἐκέλευσε φυλακισθῆναί με, ἕως οὗ ἔλθωσι, φησίν, οἱ κύριοι τοῦ παιδός.

3. Καὶ ἡ γυνὴ αὐτοῦ λέγει πρὸς αὐτόν· Διὰ τί συνέχεις τὸν αἰχμάλωτον καὶ εὐγενῆ παῖδα, ὃν ἔδει εἶναι μᾶλλον ἄνετον, καὶ ὑπηρετεῖν σου;

4. Ἤθελε γάρ με ὁρᾶν ἐν πόθῳ ἁμαρτίας· καὶ ἠγνόουν ἐπὶ πᾶσι τούτοις.

5. Ὁ δὲ εἶπε πρὸς τὴν Μεμφίν· Οὐκ ἔστι παρ' Αἰγυπτίοις πρὸ ἀποδείξεως ἀφαιρεῖσθαι τὰ ἀλλότρια.

6. Ταῦτα εἶπε περὶ τοῦ μεταβόλου, καὶ περὶ ἐμοῦ, ὅτι ὄφειλα ἐγκατάκλειστος εἶναι.

ΚΕΦΑΛΑΙΟ 15

Επεξεργασία

1. Μετὰ δὲ εἰκοσιτέσσαρας ἡμέρας ἦλθον οἱ Ἰσμαηλῖται· καὶ ἀκούσαντες ὅτι Ἰακὼβ ὁ πατήρ μου πενθεῖ περὶ ἐμοῦ, εἶπον πρός με·

2. Τί ὅτι εἶπας ἑαυτὸν δοῦλον εἶναι; καὶ ἰδοὺ ἔγνωμεν, ὅτι υἱὸς εἶ ἀνδρὸς μεγάλου ἐν τῇ Χαναάν· καὶ πενθεῖ ὁ πατήρ σου ἐν λάκκῳ.

3. Καὶ πάλιν ἤθελον δακρῦσαι, καὶ ἐπέσχον ἐμαυτόν, ἵνα μὴ αἰσχύνω τοὺς ἀδελφούς μου. Καὶ εἶπα· Ἐγὼ οὐκ οἶδα· δοῦλός εἰμι.

4. Τότε βουλεύονται πωλῆσαί με, ἵνα μὴ εὑρεθῶ ἐν χερσὶν αὐτῶν.

5. Ἐφοβοῦντο γὰρ τὸν Ἰακώβ, ἵνα μὴ ποιήσῃ ἐν αὐτοῖς ἐκδίκησιν κινδύνου. Ἠκούσθη γάρ, ὅτι μέγας ἐστὶ παρὰ κυρίῳ καὶ ἀνθρώποις.

6. Τότε λέγει ὁ μετάβολος αὐτοῖς· Λύσατέ με ἀπὸ τῆς κρίσεως Πετεφρί.

7. Προσελθόντες οὖν αἰτοῦνταί με, λέγοντες· Ὅτι ἐν ἀργυρίῳ ἠγοράσθη ἡμῖν· κἀκεῖνος ἀπέλυσεν ἡμᾶς.

ΚΕΦΑΛΑΙΟ 16

Επεξεργασία

1. Ἡ δὲ Μεμφὶς ἐδήλωσε τῷ ἀνδρὶ αὐτῆς, πριᾶσθαί με· ἀκούω γάρ, φησίν, ὅτι πωλοῦσιν αὐτόν.

2. Καὶ ἀπέστειλεν εὐνοῦχον τοῖς Ἰσμαηλίταις, ᾔτειτο εἰς πρᾶσιν·

3. καὶ μὴ θελήσας ποιῆσαι μετ' αὐτῶν, ἀνεχώρησεν. Ὁ δὲ εὐνοῦχος πειραθεὶς αὐτῶν δηλοῖ τῇ δεσποίνῃ, ὅτι πολλὴν αἰτοῦσι τιμὴν τοῦ παιδός.

4. Ἡ δὲ ἀπέστειλεν ἕτερον εὐνοῦχον, λέγουσα· Ἐὰν καὶ δύο μνᾶς χρυσίου ζητοῦσι, πρόσεχε μὴ φείσασθαι χρυσίου, μόνον πριάμενος τὸν παῖδα ἀγάγετε.

5. Καὶ δίδει αὐτοῖς ὀγδοήκοντα χρυσίνους ἀντ' ἐμοῦ, ἑκατὸν εἰπὼν τῇ Αἰγυπτίᾳ δεδῶσθαι ἀντ' ἐμοῦ.

6. Καὶ ἰδὼν ἐγὼ ἐσιώπησα, ἵνα μὴ ἐτασθῇ ὁ εὐνοῦχος.

ΚΕΦΑΛΑΙΟ 17

Επεξεργασία

1. Ὁρᾶτε, τέκνα, πόσα ὑπέμεινα, ἵνα μὴ καταισχύνω τοὺς ἀδελφούς μου;

2. Καὶ ὑμεῖς οὖν ἀγαπᾶτε ἀλλήλους· καὶ ἐν μακροθυμίαις συγκρύπτετε ἀλλήλων τὰ ἐλαττώματα.

3. Τέρπεται γὰρ ὁ θεὸς ἐπὶ ὁμονοίᾳ ἀδελφῶν, καὶ ἐπὶ προαιρέσει καρδίας εὐδοκημούσης εἰς ἀγάπην.

4. Καὶ ὅτε ἦλθον οἱ ἀδελφοί μου εἰς Αἴγυπτον, ὡς ἔγνωσαν ὅτι ἀπέστρεψα τὸ ἀργύριον αὐτοῖς, καὶ οὐκ ὠνείδισα, ἀλλὰ καὶ παρεκάλεσα αὐτούς,

5. καὶ μετὰ θάνατον Ἰακὼβ περισσοτέρως ἠγάπησα αὐτούς, καὶ πάντα, ὅσα ἐκέλευσεν ἐκ περισσοῦ ἐποίησα, καὶ ἐθαύμαζον.

6. Οὐκ ἀφῆκα γὰρ αὐτοὺς θλιβῆναι, ἕως μικροῦ πράγματος· καίγε πᾶν, ὃ ἦν ἐν χειρί μου, αὐτοῖς ἔδωκα.

7. Οἱ υἱοὶ αὐτῶν, υἱοί μου· καὶ οἱ υἱοί μου, ὡς δοῦλοι αὐτῶν· ἡ ψυχὴ αὐτῶν, ψυχή μου· καὶ πᾶν ἄλγημα αὐτῶν, ἄλγημά μου· καὶ πᾶσα μαλακία αὐτῶν, ἀσθένειά μου· ἡ γῆ μου, γῆ αὐτῶν· ἡ βουλή μου, βουλὴ αὐτῶν.

8. Καὶ οὐχ ὕψωσα ἐμαυτὸν ἐν αὐτοῖς ἐν ἀλαζονήᾳ, διὰ τὴν κοσμικὴν δόξαν μου, ἀλλ' ἤμην ἐν αὐτοῖς ὡς εἷς τῶν ἐλαχίστων.

ΚΕΦΑΛΑΙΟ 18

Επεξεργασία

1. Ἐὰν οὖν καὶ ὑμεῖς πορευθῆτε ἐν ταῖς ἐντολαῖς κυρίου, τέκνα μου, ὑψώσει ὑμᾶς ἐνταῦθα, καὶ εὐλογήσει ἐν ἀγαθοῖς εἰς αἰῶνας.

2. Καὶ ἐὰν θέλῃ τις κακοποιῆσαι ὑμᾶς, ὑμεῖς τῇ ἀγαθοποιΐᾳ εὔχεσθε ὑπὲρ αὐτοῦ· καὶ ἀπὸ παντὸς κακοῦ λυτρωθήσεσθε διὰ κυρίου.

3. Ἰδοὺ γὰρ ὁρᾶτε, ὅτι διὰ τὴν μακροθυμίαν καὶ θυγατέρα κυρίων μου ἔλαβον εἰς γυναῖκα· καὶ ἑκατὸν τάλαντά μοι χρυσίου δέδοται σὺν αὐτῇ· ὅτι κύριός μοι αὐτοὺς ἐδούλευσε.

4. Καίγε ὡραιότητα ἔδωκέ μοι, ὡς ἄνθος ὑπὲρ ὡραίους Ἰσραήλ· καὶ διεφύλαξέ με ἕως γήρως ἐν δυνάμει καὶ ἐν κάλλει, ὅτι ἐγὼ ὅμοιος ἐν πᾶσι τῷ Ἰακώβ.

ΚΕΦΑΛΑΙΟ 19

Επεξεργασία

1. Ἀκούσατε, τέκνα μου, καὶ ὧν εἶδον ἐνυπνίων.

2. Δώδεκα ἔλαφοι ἐνέμοντο, καὶ οἱ ἐννέα διαιρέθησαν καὶ διεσπάρησαν τῇ γῇ· ὁμοίως καὶ οἱ τρεῖς.

8. Καὶ εἶδον, ὅτι ἐκ τοῦ Ἰούδα ἐγεννήθη παρθένος, ἔχουσα στολὴν βυσσίνην· καὶ ἐξ αὐτῆς προῆλθεν ἀμνὸς ἄμωμος, καὶ ἐξ ἀριστερῶν αὐτοῦ, ὡς λέων· καὶ πάντα τὰ θηρία ὥρμουν κατ' αὐτοῦ, καὶ ἐνίκησεν αὐτὰ ὁ ἀμνός, καὶ ἀπώλεσεν εἰς καταπάτησιν.

9. Καὶ ἔχαιρον ἐπ' αὐτῷ οἱ ἄγγελοι, καὶ οἱ ἄνθρωποι, καὶ πᾶσα ἡ γῆ.

10. Ταῦτα δὲ γενήσεται ἐν καιρῷ αὐτῶν, ἐν ἐσχάταις ἡμέραις.

11. Ὑμεῖς οὖν, τέκνα μου, φυλάξατε τὰς ἐντολὰς κυρίου, καὶ τιμᾶτε τὸν Ἰούδαν καὶ τὸν Λευί· ὅτι ἐξ αὐτῶν ἀνατελεῖ ὑμῖν ὁ ἀμνὸς τοῦ θεοῦ, χάριτι σώζων πάντα τὰ ἔθνη, καὶ τὸν Ἰσραήλ.

12. Ἡ γὰρ βασιλεία αὐτοῦ βασιλεία αἰῶνος, ἥτις οὐ παρασαλεύσεται. Ἡ δὲ ἐμὴ βασιλεία ἐν ὑμῖν ἐπιτελεῖται, ὡς ὀποροφυλάκιον, ὅτι μετὰ τὸ θέρος οὐ φανήσεται.

ΚΕΦΑΛΑΙΟ 20

Επεξεργασία

1. Οἶδα ὅτι μετὰ τὴν τελευτήν μου οἱ Αἰγύπτιοι θλίψωσιν ὑμᾶς· ἀλλ' ὁ θεὸς ποιήσει τὴν ἐκδίκησιν ὑμῶν, καὶ εἰσάξει ὑμᾶς εἰς τὴν ἐπαγγελίαν τῶν πατέρων ὑμῶν.

2. Ἀλλὰ συνανοίσετε τὰ ὀστᾶ μου μεθ' ὑμῶν, ὅτι ἀναγομένων τῶν ὀστέων μου, κύριος ἐν φωτὶ ἔσται μεθ' ὑμῶν, καὶ Βελίαρ ἐν σκότει ἔσται μετὰ τῶν Αἰγυπτίων.

3. Καὶ Ζελφὰν τὴν μητέρα ὑμῶν ἀναγάγετε, καὶ ἐγγὺς Βάλλας παρὰ τὸν Ἱππόδρομον, πλησίον Ῥαχήλ, θέτε αὐτήν.

4. Καὶ ταῦτα εἰπών, ἐκτείνας τοὺς πόδας αὐτοῦ, ἐκοιμήθη ὕπνον αἰώνιον.

5. Καὶ ἐπένθησεν αὐτὸν πᾶς Ἰσραὴλ καὶ πᾶσα ἡ Αἴγυπτος πένθος μέγα.

6. Καὶ γὰρ καὶ τοῖς Αἰγυπτίοις ὡς ἰδίοις μέλεσι συνέπασχε, καὶ εὐεργέτει, παντὶ ἔργῳ καὶ βουλῇ καὶ πράγματι παριστάμενος.

ΔΙΑΘΗΚΗ ΒΕΝΙΑΜΙΝ ΠΕΡΙ ΔΙΑΝΟΙΑΣ ΚΑΘΑΡΑΣ

Επεξεργασία

ΚΕΦΑΛΑΙΟ 1

Επεξεργασία

1. Ἀντίγραφον λόγων Βενιαμίν, ὧν διέθετο τοῖς υἱοῖς αὐτοῦ, ζήσας ἔτη ἑκατὸν εἴκοσι.

2. Καὶ φιλήσας αὐτούς, εἶπεν· Ὡς Ἰσαὰκ ἑκατοστῷ ἔτει ἐτέχθη τῷ Ἀβραάμ, οὕτως κἀγὼ τῷ Ἰακώβ.

3. Ἐπειδὴ οὖν Ῥαχὴλ τέθνηκε γεννῶσά με, γάλα οὐκ ἔσχον, Βάλλαν οὖν τὴν παιδίσκην αὐτῆς ἐθήλασα.

4. Ἡ γὰρ Ῥαχὴλ μετὰ τὸ τεκεῖν τὸν Ἰωσήφ, δώδεκα ἔτη ἐστείρευσε· καὶ προσηύξατο κυρίῳ μετὰ νηστείας δώδεκα ἡμέρας· καὶ συλλαβοῦσα ἔτεκέ με.

5. Σφόδρα γὰρ ὁ πατὴρ ἡμῶν ἠγάπα τὴν Ῥαχήλ, καὶ ηὔχετο δύο υἱοὺς ἰδεῖν ἀπ' αὐτῆς.

6. Διὰ τοῦτο ἐκλήθην υἱὸς ἡμερῶν, ὅ ἐστι Βενιαμίν.

ΚΕΦΑΛΑΙΟ 2

Επεξεργασία

1. Ὅτε οὖν εἰσῆλθον εἰς Αἴγυπτον, καὶ ἀνεγνώρισέ με Ἰωσὴφ ὁ ἀδελφός μου, λέγει μοι· Τί εἶπον τῷ πατρί μου, ὅτι ἐπώλησάν με;

2. Καὶ εἶπον αὐτῷ ὅτι ἔφυραν τὸν χιτῶνά σου αἵματι, καὶ πέμψαντες εἶπον· Ἐπίγνωθι εἰ ὁ χιτὼν τοῦ υἱοῦ σου οὗτος.

3. Καὶ λέγει μοι· Ναί, ἄδελφε· καὶ γὰρ ὅτε ἔλαβόν με οἱ Ἰσμαηλῖται, εἷς ἐξ αὐτῶν ἀποδύσας με τὸν χιτῶνα, ἔδωκέ μοι περίζωμα, καὶ φραγελλώσας με εἶπε τρέχειν.

4. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν κρύψαι τὸ ἱμάτιόν μου, ὑπήντησεν αὐτῷ λέων καὶ ἀνεῖλεν αὐτόν.

5. Καὶ οὕτως οἱ μέτοχοι φοβηθέντες διαπωλοῦσί με τοῖς ἑτέροις αὐτῶν.

ΚΕΦΑΛΑΙΟ 3

Επεξεργασία

1. Καὶ ὑμεῖς οὖν, τέκνα μου, ἀγαπήσατε κύριον τὸν θεὸν τοῦ οὐρανοῦ καὶ φυλάξατε ἐντολὰς αὐτοῦ, μιμούμενοι τὸν ἀγαθὸν καὶ ὅσιον ἄνδρα Ἰωσήφ.

2. Καὶ ἔστω ἡ διάνοια ὑμῶν εἰς τὸ ἀγαθόν, ὡς κἀμὲ οἴδατε. Ὁ ἔχων τὴν διάνοιαν ἀγαθὴν πάντα βλέπει ὀρθῶς.

3. Φοβεῖσθε κύριον, καὶ ἀγαπᾶτε τὸν πλησίον· καὶ ἐὰν τὰ πνεύματα τοῦ Βελίαρ εἰς πᾶσαν πονηρίαν θλίψεως ἐξαιτήσωνται ὑμᾶς, οὐ μὴ κατακυριεύσῃ ὑμῶν πᾶσα πονηρία θλίψεως, ὡς οὐδὲ Ἰωσὴφ τοῦ ἀδελφοῦ μου.

4. Πόσοι τῶν ἀνθρώπων ἠθέλησαν ἀνελεῖν αὐτόν, καὶ ὁ θεὸς ἐσκέπασεν αὐτόν; Ὁ γὰρ φοβούμενος τὸν θεόν, καὶ ἀγαπῶν τὸν πλησίον αὐτοῦ, ὑπὸ τοῦ ἀερίου πνεύματος τοῦ Βελίαρ οὐ δύναται πληγῆναι, σκεπαζόμενος ὑπὸ τοῦ φόβου τοῦ θεοῦ·

5. καὶ ὑπὸ ἐπιβουλῆς ἀνθρώπων ἢ θηρίων οὐ δύναται κυριευθῆναι, βοηθούμενος ὑπὸ τῆς τοῦ κυρίου ἀγάπης, ἧς ἔχει πρὸς τὸν πλησίον.

6. Καὶ γὰρ ἐδεήθην τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ἵνα προσεύξηται περὶ τῶν ἀδελφῶν ἡμῶν, ἵνα μὴ λογίσηται αὐτοῖς ὁ κύριος, εἴτι ἐνεθυμήθησαν πονηρὸν περὶ αὐτοῦ.

7. Καὶ οὕτως ἐβόα Ἰακώβ· Ὦ τέκνον Ἰωσήφ, ἐνίκησας τὰ σπλάγχνα Ἰακὼβ τοῦ πατρός σου. Καὶ περιλαβὼν αὐτόν, ἐπὶ δύο ὥρας κατεφίλει, λέγων·

8. Πληρωθήσεται ἐν σοὶ προφητεία οὐρανοῦ περὶ τοῦ ἀμνοῦ τοῦ θεοῦ, καὶ σωτῆρος τοῦ κόσμου, ὅτι ἄμωμος ὑπὲρ ἀνόμων παραδοθήσεται, καὶ ἀναμάρτητος ὑπὲρ ἀσεβῶν ἀποθανεῖται, ἐν αἵματι διαθήκης, ἐπὶ σωτηρίᾳ ἐθνῶν καὶ Ἰσραήλ, καὶ καταργήσει Βελίαρ καὶ τοὺς ὑπηρετοῦντας αὐτῷ.

ΚΕΦΑΛΑΙΟ 4

Επεξεργασία

1. Εἴδετε, τέκνα, τοῦ ἀγαθοῦ ἀνδρὸς τὸ τέλος; μιμήσασθε ἐν ἀγαθῇ διανοίᾳ τὴν εὐσπλαγχνίαν αὐτοῦ, ἵνα καὶ ὑμεῖς στεφάνους δόξης φορέσητε.

2. Ὁ ἀγαθὸς ἄνθρωπος οὐκ ἔχει σκοτεινὸν ὀφθαλμόν· ἐλεᾷ γὰρ πάντας, κἂν ὦσιν ἁμαρτωλοὶ,

3. κἂν βουλεύωνται περὶ αὐτοῦ εἰς κακά. Οὕτως ὁ ἀγαθοποιῶν νικᾷ τὸ κακόν, σκεπαζόμενος ὑπὸ τοῦ ἀγαθοῦ· τοὺς δὲ δικαίους ἀγαπᾷ, ὡς τὴν ψυχὴν αὐτοῦ.

4. Ἐάν τις δοξάζηται, οὐ φθονεῖ· ἐάν τις πλουτῇ, οὐ ζηλοῖ· ἐάν τις ἀνδρεῖος, ἐπαινεῖ· τὸν σώφρονα πιστεύων ὑμνεῖ· τὸν πένητα ἐλεεῖ· τῷ ἀσθενεῖ συμπαθεῖ· τὸν θεὸν ἀνυμνεῖ·

5. τὸν ἔχοντα φόβον θεοῦ, ὑπερασπίζει αὐτοῦ· τῷ ἀγαπῶντι τὸν θεὸν συνεργεῖ· τὸν ἀθετοῦντα τὸν ὕψιστον νουθετῶν ἐπιστρέφει, καὶ τὸν ἔχοντα χάριν πνεύματος ἀγαθοῦ ἀγαπᾷ κατὰ τὴν ψυχὴν αὐτοῦ.

ΚΕΦΑΛΑΙΟ 5

Επεξεργασία

1. Ἐὰν ἔχητε ἀγαθὴν διάνοιαν, τέκνα, καὶ οἱ πονηροὶ ἄνθρωποι εἰρηνεύσωσιν ὑμῖν, καὶ οἱ ἄσωτοι αἰδεσθέντες ὑμᾶς ἐπιστρέψουσιν εἰς ἀγαθόν, καὶ οἱ πλεονέκται οὐ μόνον ἀποστήσονται τοῦ πάθους, ἀλλὰ καὶ τὰ τῆς πλεονεξίας δώσουσι τοῖς θλιβομένοις.

2. Ἐὰν ἦτε ἀγαθοποιοῦντες, καὶ τὰ ἀκάθαρτα πνεύματα φεύξεται ἀφ' ὑμῶν, καὶ αὐτὰ τὰ θηρία φεύξεται ἀφ' ὑμῶν φοβηθέντες.

3. Ὅπου γὰρ ἔνι φόβος ἀγαθῶν ἔργων εἰς διάνοιαν, τὸ σκότος ἀποδιδράσκει αὐτοῦ.

4. Ἐὰν γὰρ ὑβρίσῃ τις ἄνδρα ὅσιον, μετανοεῖ· ἐλεεῖ γὰρ ὁ ὅσιος τὸν λοίδωρον, καὶ σιωπᾷ.

5. Κἄν τις ψυχὴν δικαίαν προδοίη, καὶ ὁ δίκαιος προσευχόμενος πρὸς ὀλίγον ταπεινωθῇ, μεθ' οὗ πολὺ φαιδρότερος ἀναφαίνεται, οἷος γέγονεν Ἰωσὴφ ὁ ἀδελφός μου.

ΚΕΦΑΛΑΙΟ 6

Επεξεργασία

1. Τὸ διαβούλιον τοῦ ἀγαθοῦ ἀνδρὸς οὐκ ἔστιν ἐν χειρὶ πλάνης πνεύματος Βελίαρ· ὁ γὰρ ἄγγελος τῆς εἰρήνης ὁδηγεῖ τὴν ψυχὴν αὐτοῦ.

2. Οὐχ ὁρᾷ ἐμπαθῶς τοῖς φθαρτοῖς, οὐδὲ συνάγει πλοῦτον εἰς φιληδονίαν·

3. οὐ τέρπεται ἡδονῇ, οὐ λυπεῖ τὸν πλησίον, οὐκ ἐμπιπλᾶται τροφῆς, οὐ πλανᾶται μετεωρισμοῖς ὀφθαλμῶν· κύριος γάρ ἐστι μερὶς αὐτοῦ.

4. Τὸ ἀγαθὸν διαβούλιον οὐκ ἐπιδέχεται δόξης καὶ ἀτιμίας ἀνθρώπων, καὶ πάντα δόλον ἢ ψεῦδος, μάχην καὶ λοιδωρίαν οὐκ οἶδε. κύριος γὰρ ἐν αὐτῷ κατοικεῖ, καὶ φωτίζει τὴν ψυχὴν αὐτοῦ, καὶ χαίρει πρὸς πάντας ἐν παντὶ καιρῷ.

5. Ἡ ἀγαθὴ διάνοια οὐκ ἔχει δύο γλώσσας, εὐλογίας καὶ κατάρας, ὕβρεως καὶ τιμῆς, λύπης καὶ χαρᾶς, ἡσυχίας καὶ ταραχῆς, ὑποκρίσεως καὶ ἀληθείας, πενίας καὶ πλούτου· ἀλλὰ μίαν ἔχει περὶ πάντας εἰλικρινῆ καθαρὰν διάθεσιν.

6. Οὐκ ἔχει ὅρασιν, οὐδὲ ἀκοὴν διπλῆν· πᾶν γάρ, ὃ ποιεῖ, ἢ λαλεῖ, ἢ ὁρᾷ, οἶδεν ὅτι κύριος ἐπισκέπτει ψυχὴν αὐτοῦ,

7. καὶ καθαίρει τὴν διάνοιαν αὐτοῦ, πρὸς τὸ μὴ καταγνωσθῆναι ὑπὸ θεοῦ καὶ ἀνθρώπων· καὶ τοῦ Βελίαρ δὲ πᾶν ἔργον διπλοῦν ἐστι, καὶ οὐκ ἔχει ἁπλότητα.

ΚΕΦΑΛΑΙΟ 7

Επεξεργασία

1. Διὰ τοῦτο, τέκνα μου, φεύγετε τὴν κακίαν τοῦ Βελίαρ, ὅτι μάχαιραν δίδωσι τοῖς πειθομένοις αὐτῇ.

2. Ἡ δὲ μάχαιρα ἑπτὰ κακῶν μήτηρ ἐστί. Πρῶτον συλλαμβάνει ἡ διάνοια διὰ τοῦ Βελίαρ· ἔστι δὲ πρῶτος ὁ φθόνος· δεύτερον ἀπώλεια· τρίτον θλῖψις· τέταρτον αἰχμαλωσία· πέμπτον ἔνδεια· ἕκτον ταραχή· ἕβδομον ἐρήμωσις.

3. Διὰ τοῦτο καὶ ὁ Κάιν ἑπτὰ ἐκδικίαις παραδίδοται ὑπὸ τοῦ θεοῦ· κατὰ γὰρ ἑκατὸν ἔτη μίαν πληγὴν ἐπήγαγεν αὐτῷ ὁ κύριος.

4. Διακοσίων ἐτῶν πάσχει, καὶ ἐννακοσιοστῷ ἔτει ἐρημοῦται ἐπὶ τοῦ κατακλυσμοῦ διὰ Ἄβελ τὸν δίκαιον ἀδελφὸν αὐτοῦ. Ἐν τοῖς ἑπτακοσίοις ἔτεσιν ὁ Κάιν ἐκρίνετο, ὁ δὲ Λάμεχ ἐν τοῖς ἑβδομηκοντάκις ἑπτά·

5. ὅτι ἕως τοῦ αἰῶνος οἱ ὁμοιούμενοι τῷ Κάιν ἐν φθόνῳ εἰς τὴν μισαδελφίαν τῇ αὐτῇ κολάσει κριθήσονται.

ΚΕΦΑΛΑΙΟ 8

Επεξεργασία

1. Καὶ ὑμεῖς οὖν, τέκνα μου, ἀποδράσατε τὴν κακίαν, φθόνον τε καὶ τὴν μισαδελφίαν, καὶ προσκολλᾶσθε τῇ ἀγαθότητι καὶ τῇ ἀγάπῃ.

2. Ὁ ἔχων διάνοιαν καθαρὰν ἐν ἀγάπῃ οὐχ ὁρᾷ γυναῖκα εἰς πορνείαν· οὐ γὰρ ἔχει μιασμὸν ἐν καρδίᾳ, ὅτι ἀναπαύεται ἐν αὐτῷ τὸ πνεῦμα τοῦ θεοῦ.

3. Ὥσπερ γὰρ ὁ ἥλιος οὐ μιαίνεται προσέχων ἐπὶ κόπρον καὶ βόρβορον, ἀλλὰ μᾶλλον ἀμφότερα ψύγει, καὶ ἀπελαύνει τὴν δυσωδίαν, οὕτω καὶ ὁ καθαρὸς νοῦς ἐν τοῖς μιασμοῖς τῆς γῆς συνεχόμενος μᾶλλον οἰκοδομεῖ, αὐτὸς δὲ οὐ μιαίνεται.

ΚΕΦΑΛΑΙΟ 9

Επεξεργασία

1. Ὑπονοῶ δὲ καὶ πράξεις ἐν ὑμῖν οὐ καλὰς ἔσεσθαι, ἀπὸ λόγων Ἐνὼχ τοῦ δικαίου. Πορνεύσετε γὰρ πορνείαν Σοδόμων, καὶ ἀπώλησθε ἕως βραχύ, καὶ ἀνανεώσησθε ἐν γυναιξὶ στρίνους, καὶ ἡ βασιλεία κυρίου οὐκ ἔσται ἐν ὑμῖν· ὅτι εὐθὺς αὐτὸς λήψεται αὐτήν.

2. Πλὴν ἐν μερίδι ὑμῶν γενήσεται ὁ ναὸς τοῦ θεοῦ, καὶ ἔνδοξος ἔσται ἐν ὑμῖν. Ὅτι αὐτὸς λήψεται αὐτήν, καὶ δώδεκα φυλαὶ ἐκεῖ συναχθήσονται, καὶ πάντα τὰ ἔθνη· ἕως οὗ ὁ ὕψιστος ἀποστείλῃ τὸ σωτήριον αὐτοῦ, ἐν ἐπισκοπῇ μονογενοῦς.

3. Καὶ εἰσελεύσεται εἰς τὸν πρῶτον ναόν, καὶ ἐκεῖ κύριος ὑβρισθήσεται, καὶ ἐξουθενωθήσεται, καὶ ἐπὶ ξύλου ὑψωθήσεται.

4. Καὶ ἔσται τὸ ἅπλωμα τοῦ ναοῦ σχιζόμενον, καὶ καταβήσεται τὸ πνεῦμα τοῦ θεοῦ ἐπὶ τὰ ἔθνη, ὡς πῦρ ἐκχυνόμενον.

5. Καὶ ἀνελθὼν ἐκ τοῦ ᾅδου, ἔσται ἀναβαίνων ἀπὸ γῆς εἰς οὐρανόν. Ἔγνω δὲ οἷος ἔσται ταπεινὸς ἐπὶ γῆς, καὶ οἷος ἔνδοξος ἐν οὐρανῷ.

ΚΕΦΑΛΑΙΟ 10

Επεξεργασία

1. Ὅτι δὲ Ἰωσὴφ ἦν ἐν Αἰγύπτῳ, ἐπεθύμουν ἰδεῖν τὴν εἰδέαν αὐτοῦ καὶ τὴν μορφὴν τῆς ὄψεως αὐτοῦ· καὶ δι' εὐχῶν Ἰακὼβ τοῦ πατρός μου εἶδον αὐτόν, ἐν ἡμέρᾳ γρηγορῶν, καθ' ὃ ἦν πᾶσα ἡ εἰδέα αὐτοῦ.

2. Γινώσκετε οὖν, τέκνα μου, ὅτι ἀποθνήσκω.

3. Ποιήσατε οὖν ἀλήθειαν καὶ δικαιοσύνην ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, καὶ κρῖμα εἰς πιστοποίησιν, καὶ τὸν νόμον κυρίου καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξατε·

4. ταῦτα γὰρ ὑμᾶς ἀντὶ πάσης κληρονομίας διδάσκω. Καὶ ὑμεῖς οὖν δότε αὐτὰ τοῖς τέκνοις ὑμῶν εἰς κατάσχεσιν αἰώνιον. Τοῦτο γὰρ ἐποίησαν καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.

5. Πάντα ταῦτα ἡμᾶς κατεκληρονόμησαν, εἰπόντες· Φυλάξατε τὰς ἐντολὰς τοῦ θεοῦ, ἕως ὅτε ὁ κύριος ἀποκαλύψῃ τὸ σωτήριον αὐτοῦ πᾶσι τοῖς ἔθνεσι.

6. Τότε ὄψεσθε Ἐνὼχ Νῶε καὶ Σὴμ καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἀνισταμένους ἐκ δεξιῶν ἐν ἀγαλλιάσει.

7. Τότε καὶ ἡμεῖς ἀναστησόμεθα, ἕκαστος ἐπὶ σκῆπτρον ἡμῶν, προσκυνοῦντες τὸν βασιλέα τῶν οὐρανῶν, τὸν ἐπὶ γῆς φανέντα μορφῇ ἀνθρώπου ταπεινώσεως. Καὶ ὅσοι ἐπίστευσαν αὐτῷ ἐπὶ γῆς, συγχαρίσονται αὐτῷ·

8. τότε καὶ πάντες ἀναστήσονται, οἱ μὲν εἰς δόξαν, οἱ δὲ εἰς ἀτιμίαν. Καὶ κρινεῖ κύριος ἐν πρώτοις τὸν Ἰσραήλ, περὶ τῆς εἰς αὐτὸν ἀδικίας, ὅτι παραγενάμενον θεὸν ἐν σαρκὶ ἐλευθερωτὴν οὐκ ἐπίστευσαν.

9. Καὶ τότε κρινεῖ πάντα τὰ ἔθνη, ὅσα οὐκ ἐπίστευσαν αὐτῷ ἐπὶ γῆς φανέντι·

10. καὶ ἐλέγξει ἐν τοῖς ἐκλεκτοῖς τῶν ἐθνῶν τὸν Ἰσραήλ, ὥσπερ ἤλεγξε τὸν Ἡσαῦ ἐν τοῖς Μαδιναίοις, τοῖς ἀπατήσασιν ἀδελφοὺς αὐτῶν γενέσθαι διὰ τῆς πορνείας, καὶ τῆς εἰδωλολατρείας· καὶ ἀπηλλοτριώθησαν θεοῦ, γενόμενοι οὐ τέκνα ἐν μερίδι φοβουμένων κύριον·

11. ὑμεῖς δὲ ἐὰν πορεύεσθε ἐν ἁγιασμῷ κατὰ πρόσωπον κυρίου, πάλιν κατοικήσετε ἐπ' ἐλπίδι ἐν ἐμοί· καὶ συναχθήσεται πᾶς Ἰσραὴλ πρὸς κύριον.

ΚΕΦΑΛΑΙΟ 11

Επεξεργασία

1. Καὶ οὐκέτι κληθήσομαι λύκος ἅρπαξ διὰ τὰς ἁρπαγὰς ὑμῶν, ἀλλ' ἐργάτης κυρίου, διαδιδὼν τροφὴν τοῖς ἐργαζομένοις τὸ ἀγαθόν·

2. Καὶ ἀναστήσεται ἐκ τοῦ σπέρματός μου ἐν ὑστέροις καιροῖς ἀγαπητὸς κυρίου, ἀκούων ἐπὶ γῆς φωνὴν αὐτοῦ, γνῶσιν καινὴν φωτίζων πάντα τὰ ἔθνη, φῶς γνώσεως ἐπεμβαίνων τῷ Ἰσραὴλ ἐν σωτηρίᾳ. καὶ ἁρπάζων ὡς λύκος ἀπ' αὐτοῦ, καὶ διδοὺς τῇ συναγωγῇ τῶν ἐθνῶν.

3. Καὶ ἕως συντελείας τῶν αἰώνων ἔσται ἐν συναγωγαῖς ἐθνῶν καὶ ἐν τοῖς ἄρχουσιν αὐτῶν, ὡς μουσικὸν μέλος ἐν στόματι πάντων·

4. καὶ ἐν βίβλοις ἁγίαις ἔσται ἀναγραφόμενος, καὶ τὸ ἔργον καὶ ὁ λόγος αὐτοῦ· καὶ ἔσται ἐκλεκτὸς θεοῦ ἕως τοῦ αἰῶνος·

5. καὶ δι' αὐτὸν συνέτισέ με Ἰακὼβ ὁ πατήρ μου, λέγων· Αὐτὸς ἀναπληρώσει τὰ ὑστερήματα τῆς φυλῆς σου.

ΚΕΦΑΛΑΙΟ 12

Επεξεργασία

1. Καὶ ὡς ἐπλήρωσε τοὺς λόγους αὐτοῦ, εἶπεν· Ἐντέλλομαι ὑμῖν, τέκνα μου, ἀνενέγκατε τὰ ὀστᾶ μου ἐξ Αἰγύπτου, καὶ θάψατέ με εἰς Χεβρών, ἐγγὺς τῶν πατέρων μου.

2. Καὶ ἀπέθανε Βενιαμὶν ἑκατὸν εἰκοσιπέντε ἐτῶν, ἐν γήρι καλῷ· καὶ ἔθηκαν αὐτὸν ἐν παραθήκῃ.

3. Καὶ ἐνενηκοστῷ πρώτῳ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου, αὐτοὶ καὶ οἱ ἀδελφοὶ αὐτῶν, ἀνήγαγον τὰ ὀστᾶ τῶν πατέρων αὐτῶν ἐν κρυφῇ, ἐν τόπῳ λεγομένῳ Χαναάν· καὶ ἔθαψαν αὐτοὺς ἐν Χεβρών, παρὰ τοὺς πόδας τῶν πατέρων αὐτῶν.

4. Καὶ αὐτοὶ ἐπέστρεψαν ἐκ γῆς Χαναάν, καὶ ᾤκησαν ἐν Αἰγύπτῳ, ἕως ἡμέρας ἐξόδου αὐτῶν ἐκ γῆς Αἰγύπτου.