Διήγησις του Πωρικoλόγου

Πωρικολόγος
άγνωστος
Ἡ διήγησις τοῦ Πωρικολόγου
Δείτε επίσης: σχετικό λήμμα. Επιμέλεια Wilhelm Wagner, Carmina graeca medii aevi, Teubner, Λειψία 1874, σ. 199—202


ΔΙΗΓΗΣΙΣ ΤΟΥ ΠΩΡΙΚΟΛΟΓΟΥ.

Βασιλεύοντος του πανενδοξοτάτου Κυδωνίου καὶ ἡγεμονεύοντος τοῦ περιβλέπτου Κίτρου, συνεδριάζοντος δὲ Ῥῳδίου τοῦ ἐπικέρνη, Ἀπιδίου του πρωτονοταρίου, Μήλου τοῦ λογοθέτου, Νεραντσίου του πρωτοβεστιαρίου, Ῥοδακίνου τοῦ πρωτοστάτορος, Δαμασκήνου τοῦ πρωτοβελλισίμου, Πιστακίου του καίσαρος, Λεμονίου τοῦ μεγάλου δρογγαρίου, Κουκουναρίου τοῦ ἐπικέρνη, Μοσχοκαρυδίου τοῦ μεγάλου ἄρχοντος, Μουσπούλου, Σούρβου, Σύκου, Βατσίνου, Τζιντζίφου, καὶ Κερασίου, τῶν γραμματικῶν·

αὐτῶν δὲ παρισταμένων παρέστη καὶ ἡ Στάφυλος ἀναγγέλλουσα ταῦτα

„ὦ δέσποτα βασιλεῦ Κυδώνιε, γνωστὸν ἔστω τῆς ἁγίας σου βασιλείας, ὅτι ὁ πρωτοσέβαστος Πιπέριος μετὰ Κυμίνου τοῦ κόμητος καὶ Θρίμπου του πρωτοσπαθαρίου, Καναβουρίου τοῦ μεγάλου ἄρχοντος, Κανίου πρατούκτορος, Δισικαμίνου, Προύνου τε καὶ Βατσίνου, [καὶ τῶν σῶν πραγμάτων καταφρονοῦσι], Τζιντζιφορεβίθου τε καὶ Ἀνακακάβου, Βραβούλου τε καὶ Κουμάρου, Κρανίου τε καὶ Βαλανίου τῶν ἀνυμνητέων, Ἀνήθου τε καὶ Μαράθου, Κολιάνδρου καὶ Δενδρολιβάνου, καὶ τῶν σῶν προσταγμάτων καταφρονοῦσιν καὶ κατὰ τῆς βασιλείας σου ἄτοπα ἐπιτηδεύουσιν, ὦ δέσποτα βασιλεῦ Κυδώνιε.“

ἀκούσας δὲ ταῦτα ὁ βασιλεύ(ς) Κυδώνιος καὶ θυμοῦ πλησθεὶς ἔφη πρὸς αὐτήν

„ἔχεις μάρτυράς τινας;“

ἡ δὲ ἔφη

„ναί, δέσποτα βασιλεῦ Κυδώνιε, ἔχω Ἐλαίαν τὴν κυρὰ ἡγουμένην, Φακῆν τὴν κυρὰ οἰκονόμισσα, Σταφίδα τὴν κυρὰ καλογραῖαν· ἔχω Ῥέβιθον τὸν κουκουβαϊομύτην, Φάσουλον τὸν κοιλιοπρήστην καὶ μαυρόμματον, Κρόκον τὸν αἱματοδόχον καὶ πνευματόμαχον, καὶ Λάθυρον τὸν ἀκέφαλον.“

Εὐθὺς δὲ ἐξεπήδησε καὶ ὁ κύρις Κρομμύδιος μετὰ κόκκινης στολῆς δισέντυτος, τρισέντυτος, τὸ γένειον αὐτοῦ χάμαι συρόμενον, καὶ μετὰ δριμείας χολῆς τοὺς λόγους τούτους πρὸς τὸν βασιλέα ἀπεκρίνατο

„ὦ δέσποτα βασιλεῦ Κυδώνιε, ὀμνύω σε οὕτως· μὰ τὸν ἀδελφόν μου Σκόρδον καὶ τὸν ἐξάδελφόν μου τὸν Σινάπη, καὶ ἀνιψιόν μου τὸν Ῥεπάνην, καὶ συμπέθερόν μου Πράσον τὸν μακρυγένην, καὶ θεῖόν μου τὸν Κάρδαμον τὸν δριμύτατον πάνυ, καὶ υἱόν μου τὸν Ταρκὸν, καὶ Γογγύλην τὸν δεύτερόν μου υἱόν, 40 καὶ μὰ τὰ Ἀνηθομαλαθρόκουκα τοὺς συγγενεῖς μου, εἰς τούτους ὅλους σὲ ὀμνύω, δέσποτα βασιλεῦ Κυδώνιε, ὅτι ψεῦδος ἀνήγγειλε ἡ Στάφυλος πρὸς τὴν βασιλείαν σου, δέσποτα βασιλεῦ Κυδώνιε.“

ὁ δὲ βασιλεύς Κυδώνιος ἔφη πρὸς τοὺς παρεστώτας

„Σεβαστὲ Μαρούλιε, Φρύγιε πρωτοσπαθάριε καὶ Ἀντίδιε πρωτοκαθήμενε τοῦ βισταρίου, καὶ ἔπαρχον Χρυσολάχανον, Σπάνιε κουροπαλάτη, καὶ Σεῦκλε κοντόσταυλε, Γλιστρίδα τε καὶ Κουδούμεντε, καὶ Δαῦκο καὶ Σέλινε, οἱ καὶ τὰς βίβλους κρατεῖτε, κρίνατε πρὸς ἑαυτοὺς καθὼς ὁ Κύριος Κρομμύδιος ἀπεφθέγξατο τὸ κἄτινος ψευδῆ.“

οἱ δὲ εἶπον

„ὦ δέσποτα βασιλεῦ Κυδώνιε, τὴν δικαίαν κρίσιν θέλομεν, ἱκετεύομέν σε τοῦ προστάξαι ἐλθεῖν τοὺς ἄρχοντος καὶ ἡγεμόνας.“

προστάξαντος οὖν τοῦ βασιλέως καὶ εἰσελθόντων τῶν ἀρχόντων, παρίστανται καὶ οἱ μετ’ αὐτῶν βάραγγοι, ὁ Καρύδιος τε καὶ ὁ Κάστανος καὶ ὁ Λεπτοκάρυος, ὁ Φοινικός τε καὶ ὁ Πιστάκιος, ὁ Βερίκοκκός τε καὶ ὁ Λουπινάριος καὶ ὁ Κολοκύνθιος καὶ ὁ Σμιλάκιος, Λαγινίδιός τε καὶ ὁ Μανιτάριος, ὥσπερ 60 καὶ ἀληθεῖς μάρτυρες, ὁ δὲ του φουσάτου κριτὴς ἱλαρώτατος ὁ γέρων Πέπων, Τετράγγουρος ὁ σακελλάριος. Ἀγκινάρα καὶ Μελιτσάνα ἡ ἀκανθόῤῥαχος καὶ κακοθεώρητος, καὶ κρίναντες τὸ ἀληθές. ἐκάθισαν γοῦν τοῦτοι οἱ ἄρχοντες ἐπὶ θρόνου καὶ ἐξέτασαν ἀκριβῶς τούτους, ὡς καθὼς τοὺς ὥρισεν αὐτοὺς καὶ ἀπέστειλεν αὐτοὺς νὰ ἐξετάξουν ὁ αὐθέντης ὁ βασιλεὺς Κυδώνιος. λοιπόν οὐδὲν ἐπαρήκουσαν τὸν ὁρισμόν του, ἀμμὴ ἐδιάβησαν καὶ ἔκριναν αὐτοὺς καὶ ἐγύρευσαν τὸ τίνος ἒν τὸ δίκαιον, ὡς φρόνιμοι. λοιπὸν ὡς καθὼς λόγους ἐξέταξαν ἀκριβῶς καὶ εἶδαν τίς ἔναι ψεύστης, ἡ ὁ Κρομμύδιος ὁ κοκκινοφόρος ἢ ἡ Στάφυλος ἡ μαυροφόρος. καὶ ὡς εἶδαν ἀκριβῶς οἱ κριταὶ, εἴδασιν καὶ εὑρήκασι καὶ ἔκριναν τὴν Στάφυλον ὡς ψευδήν, [ὦ βασιλεῦ Κυδώνιε].

ἡ δὲ Στάφυλος ἀναγγέλλουσα πάλιν δεύτερον ψεῦδος ὡς ἀδιάντροπος πρὸς τὸν βασιλέα ἔφη

„ὦ δέσποτα βασιλεῦ Κυδώνιε, ὁ Ῥοδάκινος ὁ περσικώτατος ἔχει τὸ βέλος αὐτοῦ ἠκονημένον ἵνα θέσῃ ἐπὶ τὸν τράχηλόν σου. ὁ δὲ θεῖος Πέπων ἐχλεμπονίασε καὶ ἐπρήστη, καὶ αὐτὸς ἐπαρελύθη καὶ ὑπὸ φλεγμονῆς ἔχασκεν, καὶ τρέχει ἡ γαστέρα αὐτοῦ ἔσω.“

τότε ὁ βασιλεύς Κυδώνιος ἀπεκρίνατο μὲ μανίαν μεγάλην καὶ μὲ θυμὸν ἐκατηράθη μεγάλως τὴν Στάφυλον, ταῦτα λέγων ὁ βασιλεὺς Κυδώνιος

„ἐὰν ψεῦδος ἐλάλησας πρὸς τὴν βασιλείαν μου, ταῦτα σοῦ καταρώμεν, Στάφυλος ψεύτρια, καὶ καταρῶ σε νὰ πάθῃς καὶ δίδω ἀπόφασιν νὰ τὄχῃς πάντοτε· ὑπὸ στραβοῦ ξύλου κρεμασθῇς, ὑπὸ μαχαιρῶν κοπῇς, ὑπὸ ἀνδρῶν πατηθῇς, καὶ τὸ αἷμά σου νὰ πίνουν οἱ ἄνδρες νὰ μεθοῦσιν, νὰ μηδὲν ἠξεύρουν τί ποιοῦσιν, καὶ νὰ λέγουν λόγια κλωθογύριστα, σάταλα πάταλα, ὡς δαιμονιζόμενοι ἀπὸ τὸ αἷμά σου, Στάφυλε, καὶ ἀπὸ τοῖχον εἰς τοῖχον νὰ μηδὲν ἀποβγαίνουν, καὶ ἀπὸ φάτνην εἰς φάτνην νὰ παραδέρνουν, ὡς ὄνος εἰς τὸ λιβάδιν νὰ κυλίωνται, καὶ κωλοθέας νὰ κροῦσιν εἰς τὰ πάλματα, καὶ νὰ κοιμῶνται εἰς τὰς ῥύμνας καὶ νὰ ἐμπηλόνωνται, χοιρίδια νὰ τοὺς ἀναμυτίζουν καὶ κάταις νὰ τοὺς γλύφουν, καὶ τὰ γένειά των νὰ ξεράσουν, καὶ ᾑ ὄρνιθες νὰ τοὺς τσιμποῦσιν, καὶ τοῦτοι νὰ μηδὲν γνώθουν ἐκ τὸ αἷμά σου, Στάφυλε ψεύτρια.“

ἐτοῦτα γοῦν ἐκατηράθην ὁ βασιλεὺς Κυδώνιος τοῦ Στάφυλος διατί ἐλάλησε ψεῦδος ἔμπροσθεν τῆς βασιλείας του. εὐθὺς οὖν εἶπον οἱ ἄρχοντες

„εἰς πολλὰ ἔτη, δέσποτα βασιλεῦ Κυδώνιε, εἰς πολλὰ ἔτη, ὅτι ἐσὲ πρέπει τὸ βασίλειον, ὡς εὐγενικὸς ὄντως ὅλων. ἀμήν.“