Διάλογος προς Ησίοδον

(Ανακατεύθυνση από Διάλογος πρὸς Ἡσίοδον)
Διάλογος πρὸς Ἡσίοδον (Hesiodus)
Συγγραφέας:
Διάλογος μέσω του οποίου ο Λουκιανός κατηγορεί και όλους τους άλλους ποιητές που υποστηρίζουν πως μπορούν να προβλέπουν τα μέλλοντα.


Λυκῖνος
1 ἀλλὰ ποιητὴν μὲν ἄριστον εἶναί σε, ὦ Ἡσίοδε, καὶ τοῦτο παρὰ Μουσῶν λαβεῖν μετὰ τῆς δάφνης αὐτός τε δεικνύεις ἐν οἷς ποιεῖς — ἔνθεα γὰρ καὶ σεμνὰ πάντα — καὶ ἡμεῖς πιστεύομεν οὕτως ἔχειν: ἐκεῖνο δὲ ἀπορῆσαι ἄξιον, τί δήποτε προειπὼν ὑπὲρ σαυτοῦ, ὡς διὰ τοῦτο λάβοις τὴν θεσπέσιον ἐκείνην ᾠδὴν παρὰ τῶν θεῶν, ὅπως κλείοις καὶ ὑμνοίης τὰ παρεληλυθότα καὶ θεσπίζοις τὰ ἐσόμενα, θάτερον μὲν καὶ πάνυ ἐντελῶς ἐξενήνοχας θεῶν τε γενέσεις διηγούμενος ἄχρι καὶ τῶν πρώτων ἐκείνων, χάους καὶ γῆς καὶ οὐρανοῦ καὶ ἔρωτος, ἔτι δὲ γυναικῶν ἀρετὰς καὶ παραινέσεις γεωργικάς, καὶ ὅσα περὶ Πλειάδων καὶ ὅσα περὶ καιρῶν ἀρότου καὶ ἀμήτου καὶ πλοῦ καὶ ὅλως τῶν ἄλλων ἁπάντων: θάτερον δὲ καὶ ὃ χρησιμώτερον ἦν τῷ βίῳ παρὰ πολὺ καὶ θεῶν δωρεαῖς μᾶλλον ἐοικός, λέγω δὲ τὴν τῶν μελλόντων προαγόρευσιν, οὐδὲ τὴν ἀρχὴν ἐξαπέφηνας, ἀλλὰ τὸ μέρος τοῦτο πᾶν λήθῃ παραδέδωκας οὐδαμοῦ τῆς ποιήσεως ἢ τὸν Κάλχαντα ἢ τὸν Τήλεμον ἢ τὸν Πολύειδον ἢ καὶ Φινέα μιμησάμενος, οἳ μηδὲ παρὰ Μουσῶν τούτου τυχόντες ὅμως προεθέσπιζον καὶ οὐκ ὤκνουν χρᾶν τοῖς δεομένοις
2 ὥστε ἀνάγκη σοι τῶν τριῶν τούτων αἰτιῶν μιᾷ γε πάντως ἐνέχεσθαι: ἢ γὰρ ἐψεύσω, εἰ καὶ πικρὸν εἰπεῖν, ὡς ὑποσχομένων σοι τῶν Μουσῶν καὶ τὰ μέλλοντα προλέγειν δύνασθαι: ἢ αἱ μὲν ἔδοσαν ὥσπερ ὑπέσχοντο, σὺ δὲ ὑπὸ φθόνου ἀποκρύπτεις καὶ ὑπὸ κόλπου φυλάττεις τὴν δωρεὰν οὐ μεταδιδοὺς αὐτῆς τοῖς δεομένοις· ἢ γέγραπται μέν σοι καὶ τοιαῦτα πολλά, οὐδέπω δὲ αὐτὰ τῷ βίῳ παραδέδωκας οὐκ οἶδα εἰς ὃν καιρόν τινα ἄλλον ταμιευόμενος τὴν χρῆσιν αὐτῶν ἐκεῖνο μὲν γὰρ οὐδὲ τολμήσαιμ᾽ ἂν εἰπεῖν, ὡς αἱ Μοῦσαι δύο σοι παρέξειν ὑποσχόμεναι τὸ μὲν ἔδοσαν, ἐξ ἡμισείας δὲ ἀνεκαλέσαντο τὴν ὑπόσχεσιν, λέγω δὲ τὴν τῶν μελλόντων γνῶσιν, καὶ ταῦτα προτέραν αὐτὴν ἐν τῷ ἔπει ὑπεσχημέναι.
3 Tαῦτα οὖν παρὰ τἰνος ἄλλου, Ἡσίοδε, ἢ παρ᾽ αὐτοῦ σοῦ μάθοι τις ἄν; πρέποι γὰρ ἄν, ὥσπερ οἱ θεοὶ “δωτῆρες ἐάων” εἰσίν, οὕτω δὲ καὶ ὑμῖν τοῖς φίλοις καὶ μαθηταῖς αὐτῶν μετὰ πάσης ἀληθείας ἐξηγεῖσθαι περὶ ὧν ἴστε καὶ λύειν ἡμῖν τὰς ἀπορίας.

Ἡσίοδος
4 ἐνῆν μέν μοι, ὦ βέλτιστε, ῥᾳδίαν ἀπόκρισιν ἀποκρίνασθαί σοι περὶ ἁπάντων, ὅτι μηδέν ἐστι τῶν ἐρραψῳδημένων ὑπ᾽ ἐμοῦ ἴδιον ἐμόν, ἀλλὰ τῶν Μουσῶν, καὶ ἐχρῆν σε παρ᾽ ἐκείνων τοὺς λογισμοὺς τῶν τε εἰρημένων καὶ τῶν παραλελειμμένων ἀπαιτεῖν: ἐγὼ δὲ ὑπὲρ μὲν ὧν ἰδίᾳ ἠπιστάμην, λέγω δὲ τοῦ νέμειν καὶ ποιμαίνειν καὶ ἐξελαύνειν καὶ βδάλλειν καὶ τῶν ἄλλων ὅσα ποιμένων ἔργα καὶ μαθήματα, δίκαιος ἂν εἴην ἀπολογεῖσθαι, αἱ θεαὶ δὲ τὰς αὐτῶν δωρεὰς οἷς τε ἂν ἐθέλωσι καὶ ἐφ᾽ ὅσον ἂν οἴωνται καλῶς ἔχειν, μεταδιδόασιν.
5 ὅμως δὲ οὐκ ἀπορήσω πρὸς σὲ καὶ ποιητικῆς ἀπολογίας: οὐ γάρ, οἶμαι, χρὴ παρὰ τῶν ποιητῶν ἐς τὸ λεπτότατον ἀκριβολογουμένους ἀπαιτεῖν κατὰ συλλαβὴν ἑκάστην ἐντελῆ πάντως τὰ εἰρημένα, κἂν εἴ τι ἐν τῷ τῆς ποιήσεως δρόμῳ παραρρυὲν λάθῃ, πικρῶς τοῦτο ἐξετάζειν, ἀλλ᾽ εἰδέναι ὅτι πολλὰ ἡμεῖς καὶ τῶν μέτρων ἕνεκα καὶ τῆς εὐφωνίας ἐπεμβάλλομεν: τὰ δὲ καὶ τὸ ἔπος αὐτὸ πολλάκις λεῖα ὄντα οὐκ οἶδ᾽ ὅπως παρεδέξατο. σὺ δὲ τὸ μέγιστον ὧν ἔχομεν ἀγαθῶν ἀφαιρῇ ἡμᾶς, λέγω δὲ τὴν ἐλευθερίαν καὶ τὴν ἐν τῷ ποιεῖν ἐξουσίαν, καὶ τὰ μὲν ἄλλα οὐχ ὁρᾷς ὅσα τῆς ποιήσεως καλά, σκινδαλάμους δὲ καὶ ἀκάνθας τινὰς ἐκλέγεις καὶ λαβὰς τῇ συκοφαντίᾳ ζητεῖς. ἀλλ᾽ οὐ μόνος ταῦτα σὺ οὐδὲ κατ᾽ ἐμοῦ μόνου, ἀλλὰ πολλοὶ καὶ ἄλλοι τὰ τοῦ ὁμοτέχνου τοῦ ἐμοῦ Ὁμήρου κατακνίζουσι λεπτὰ οὕτω κομιδῇ καὶ μάλιστα μικρὰ ἄττα διεξιόντες.
6 Eἰ δὲ καὶ χρὴ ὁμόσε χωρήσαντα τῇ αἰτίᾳ τὴν ὀρθοτάτην ἀπολογίαν ἀπολογήσασθαι, ἀνάγνωθι, ὦ οὗτος, τὰ Ἔργα μου καὶ τὰς Ἡμέρας· εἴσῃ γὰρ ὅσα ἐν τῷ ποιήματι τούτῳ μαντικῶς ἅμα καὶ προφητικῶς προτεθέσπισταί μοι τὰς ἀποβάσεις προδηλοῦντα τῶν τε ὀρθῶς καὶ κατὰ καιρὸν πραττομένων καὶ τῶν παραλελειμμένων τὰς ζημίας. Kαὶ τὸ

οἴσεις δ᾽ ἐν φορμῷ, παῦροι δέ σε θηήσονται ,[1]

καὶ πάλιν ὅσα ἀγαθὰ περιέσται τοῖς ὀρθῶς γεωργοῦσι, χρησιμωτάτη ἂν τῷ βίῳ μαντικὴ νομίζοιτο.
Λυκῖνος
7 Τοῦτο μὲν οὖν, ὦ θαυμαστὲ Ἡσίοδε, καὶ πάνυ ποιμενικὸν εἴρηταί σοι καὶ ἐπαληθεύειν ἔοικας τὴν τῶν Μουσῶν ἐπίπνοιαν αὐτὸς οὐδ᾽ ἀπολογεῖσθαι ὑπὲρ τῶν ἐπῶν δυνάμενος, ἡμεῖς δὲ οὐ ταύτην τὴν μαντικὴν παρὰ σοῦ καὶ τῶν Μουσῶν περιεμένομεν: ἐπεὶ τά γε τοιαῦτα πολὺ μαντικώτεροι ὑμῶν οἱ γεωργοί, καὶ ἄριστα μαντεύσαιντ᾽ ἂν ἡμῖν περὶ αὐτῶν, ὅτι ὕσαντος μὲν τοῦ θεοῦ εὐθαλῆ ἔσται τὰ δράγματα, ἢν δὲ αὐχμὸς ἐπιλάβῃ καὶ διψήσωσιν αἱ ἄρουραι, οὐδεμία μηχανὴ μὴ οὐχὶ λιμὸν ἐπακολουθῆσαι τῷ δίψει αὐτῶν, καὶ ὅτι οὐ μεσοῦντος θέρους χρὴ ἀροῦν, ἢ οὐκ ἄν τι ὄφελος γένοιτο εἰκῆ ἐκχυθέντων τῶν σπερμάτων, οὐδὲ ἀμᾶν ἔτι χλωρὸν τὸν στάχυν, ἢ κενὸν εὑρεθήσεσθαι τὸν καρπόν. οὐ μὴν οὐδ᾽ ἐκεῖνο μαντείας δεῖται, ὡς ἢν μὴ καλύψαις τὰ σπέρματα καὶ θεράπων μακέλλην ἔχων ἐπιφοροίη τῆς γῆς αὐτοῖς, καταπτήσεται τὰ ὄρνεα καὶ προκατεδεῖται τὴν ἅπασαν τοῦ θέρους ἐλπίδα.
8 Τὰ γὰρ τοιαῦτα παραινέσεις μὲν καὶ ὑποθήκας λέγων οὐκ ἄν τις ἁμαρτάνοι, μαντικῆς δὲ πάμπολυ ἀποδεῖν μοι δοκεῖ, ἧς τὸ ἔργον τὰ ἄδηλα καὶ οὐδαμῆ οὐδαμῶς φανερὰ προγιγνώσκειν, ὥσπερ τὸ τῷ Μίνωϊ προειπεῖν ὅτι ἐν τῷ τοῦ μέλιτος πίθῳ ὁ παῖς ἔσται αὐτῷ ἀποπεπνιγμένος, καὶ τὸ τοῖς Ἀχαιοῖς προμηνῦσαι τῆς Ἀπόλλωνος ὀργῆς τὴν αἰτίαν καὶ τῷ δεκάτῳ ἔτει ἁλώσεσθαι τὸ Ἴλιον: ταῦτα γὰρ ἡ μαντική. ἐπεὶ καὶ τὰ τοιαῦτα εἴ τις αὐτῇ ἀνατιθείη, οὐκ ἂν φθάνοι κἀμὲ μάντιν λέγων: προερῶ γὰρ καὶ προθεσπιῶ καὶ ἄνευ Κασταλίας καὶ δάφνης καὶ τρίποδος Δελφικοῦ, ὅτι ἂν γυμνὸς τοῦ κρύους περινοστῇ τις ὕοντος προσέτι ἢ χαλαζῶντος τοῦ θεοῦ, ἠπίαλος οὐ μικρὸς ἐπιπεσεῖται τῷ τοιούτῳ, καὶ τὸ ἔτι γε τούτου μαντικώτερον, ὅτι καὶ θέρμη μετὰ ταῦτα, ὡς τὸ εἰκός, ἐπιγενήσεται, καὶ ἄλλα πολλὰ τοιαῦτα, ὧν γελοῖον ἂν εἴη μεμνῆσθαι. br> 9 ὥστε τὰς μὲν τοιαύτας ἀπολογίας καὶ μαντείας ἄφες· ἐκεῖνο δὲ ὃ εἴρηκας ἐν ἀρχῇ, ἴσως παραδέξασθαι ἄξιον, ὡς οὐδὲν ᾔδεισθα τῶν λεγομένων, ἀλλά τις ἔμπνοια δαιμόνιος ἐνεποίει σοι τὰ μέτρα, οὐ πάνυ οὐδὲ ἐκείνη βέβαιος οὖσα: οὐ γὰρ ἂν τὰ μὲν ἐπετέλει τῶν ὑπεσχημένων, τὰ δ᾽ ἀτελῆ ἀπελίμπανεν.

  1. (θα τα κουβαλάς στο καλάθι και λίγοι θα σε θαυμάζουν, δηλ η σοδειά θα είναι μικρή) Ησίοδος, «Έργα και ημέραι» § 439-482