Βιβλίον ιε΄
Συγγραφέας:
Δειπνοσοφισταί (Σύνοψις)
Athenaeus. The Deipnosophists. Cambridge, MA. Harvard University Press. London. William Heinemann Ltd. 1927. 1.


1.
    εἴ μοι τὸ Νεστόρειον εὔγλωσσον μέλος
    Ἀντήνορός τε τοῦ Φρυγὸς δοίη θεός,

κατὰ τὸν πάνσοφον Εὐριπίδην, ἑταῖρε Τιμόκρατες, οὐκ ἂν δυναίμην ἀπομνημονεύειν ἔτι σοι τῶν πολλάκις λεχθέντων ἐν τοῖς περισπουδάστοις τούτοις συμποσίοις διά τε τὴν ποικιλίαν καὶ τὴν ὁμοιότητα τῶν ἀεὶ καινῶς προσευρισκομένων. καὶ γὰρ καὶ περὶ τάξεως τῶν περιφορῶν πολλάκις ἐλέχθη καὶ περὶ τῶν μετὰ τὸ δεῖπνον ἐπιτελουμένων, ἅπερ καὶ μόλις ἀναπεμπάζομαι, εἰπόντος τινὸς τῶν ἑταίρων τὰ ἐκ τῶν Λακώνων Πλάτωνος ἰαμβεῖα:


    ἅνδρες δεδειπνήκασιν ἤδη; β. σχεδὸν ἅπαντες. α. εὖ γε:
    τί οὐ τρέχων σὺ τὰς τραπέζας ἐκφέρεις; ἐγὼ δὲ
    λίτρον παραχέων ἔρχομαι. Β. κἀγὼ δὲ παρακορήσων.
    σπονδὰς δ᾽ ἔπειτα παραχέας τὸν κότταβον παροίσω:
    τῇ παιδὶ τοὺς αὐλοὺς ἐχρῆν ἤδη πρὸ χειρὸς εἶναι [p. 64]
    καὶ προαναφυσᾶν. τὸ μύρον ἤδη παράχεον βαδίζων
    Αἰγύπτιον κᾆτ᾽ ἴρινον στέφανον δ᾽ ἔπειθ᾽ ἑκάστῳ
    δώσω φέρων τῶν ξυμποτῶν. νεοκρᾶτά τις ποιείτω,
    α. καὶ δὴ κέκραται. β. τὸν λιβανωτὸν ἐπιτίθει σὺ ... εἶτ᾽ ἐπάγει :
    σπονδὴ μὲν ἤδη γέγονε καὶ πίνοντές εἰσι πόρρω :
    καὶ σκόλιον ᾖσται, κότταβος δ᾽ ἐξοίχεται θύραζε.
    αὐλοὺς δ᾽ ἔχουσά τις κορίσκη Καρικὸν μέλος τι
    μελίζεται τοῖς συμπόταις: κἄλλην τρίγωνον εἶδον
    ἔχουσαν, εἶτ᾽ ᾖδεν πρὸς αὐτὸ μέλος Ἰωνικόν τι.

2. μετὰ ταῦτ᾽, οἶμαι, καὶ περὶ κοττάβων ζήτησις ἦν καὶ τῶν ἀποκοτταβιζόντων. οὓς οἰηθείς τις τῶν παρόντων ἰατρῶν εἶναι τούτων οἳ ἀπὸ βαλανείου καθάρσεως ἕνεκα τοῦ στομάχου πίνοντες ἄμυστιν ἀποβλύζουσιν, ἔφη οὐκ εἶναι παλαιὰν ταύτην παράδοσιν οὐδ᾽ εἰδέναι τινὰ τῶν ἀρχαίων ταύτῃ τῇ καθάρσει χρησάμενον. δι᾽ ὃ καὶ Ἐρασίστρατον τὸν Ἰουλιήτην ἐν τῇ περὶ τῶν Καθόλου πραγματείᾳ ἐπιτιμᾶν τοῖς τοῦτο ποιοῦσιν, βλαπτικὸν ὀφθαλμῶν τὸ ἐπιχείρημα δεικνύων καὶ τῆς [p. 66] κάτω κοιλίας ἐπισχετικόν. πρὸς ὃν Οὐλπιανὸς ἔφη:


    ὄρσ᾽ Ἀσκληπιάδη, καλέει κρείων σε Χαρωνεύς.

οὐ γὰρ κακῶς τινι τῶν ἑταίρων ἡμῶν ἐλέχθη τὸ ‘εἰ μὴ ἰατροὶ ἦσαν, οὐδὲν ἂν ἦν τῶν γραμματικῶν μωρότερον.’ τίς γὰρ ἡμῶν οὐκ οἶδεν ὅτι οὐκ ἦν οὗτος ὁ ἀποκοτταβισμὸς ἀρχαῖος; εἰ μή τι σὺ καὶ τοὺς Ἀμειψίου Ἀποκοτταβίζοντας ἀποβλύζειν ὑπολαμβάνεις. ἐπεὶ οὖν ἄπειρος εἶ τῆς τοιαύτης θεωρίας, μάθε παρ᾽ ἐμοῦ ὅτι πρῶτον μὲν ἡ τῶν κοττάβων εὕρεσις Σικελική ἐστιν παιδιά, ταύτην πρώτων εὑρόντων Σικελῶν, ὡς Κριτίας φησὶν ὁ Καλλαίσχρου ἐν τοῖς Ἐλεγείοις διὰ τούτων


    κότταβος ἐκ Σικελῆς ἐστι χθονὸς ἐκπρεπὲς ἔργον,
    ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα.

Δικαίαρχος δ᾽ ὁ Μεσσήνιος, Ἀριστοτέλους μαθητής, ἐν τῷ περὶ Ἀλκαίου καὶ τὴν λατάγην φησὶν εἶναι Σικελικὸν ὄνομα, λατάγη δ᾽ ἐστὶν τὸ ὑπολειπόμενον ἀπὸ τοῦ ἐκποθέντος ποτηρίου ὑγρόν, ὃ συνεστραμμένῃ τῇ χειρὶ ἄνωθεν ἐρρίπτουν οἱ [p. 68] παίζοντες εἰς τὸ κοττάβιον. Κλείταρχος δ᾽ ἐν τῇ περὶ Γλωττῶν πραγματείᾳ λατάγην Θεσσαλοὺς καὶ Ῥοδίους τὸν ἀπὸ τῶν ποτηρίων κότταβον λέγειν. 3. κότταβος δ᾽ ἐκαλεῖτο καὶ τὸ τιθέμενον ἆθλον τοῖς νικῶσιν ἐν τῷ πότῳ, ὡς Εὐριπίδης παρίστησιν ἐν Οἰνεῖ λέγων οὕτως::


    πυκνοῖς δ᾽ ἔβαλλον Βακχίου τοξεύμασιν
    κάρα γέροντος: τὸν βαλόντα δὲ στέφειν
    ἐγὼ ' τετάγμην, ἆθλα κοττάβων διδούς.

ἐκαλεῖτο δὲ κότταβος καὶ τὸ ἄγγος εἰς ὃ ἔβαλλον τὰς λάταγας, ὡς Κρατῖνος ἐν Νεμέσει δείκνυσιν: ὅτι δὲ καὶ χαλκοῦν ἦν, Εὔπολις ἐν Βάπταις λέγει : ‘ χαλκῷ περὶ κοττάβῳ.’ Πλάτων δὲ ἐν Διὶ Κακουμένῳ παιδιᾶς εἶδος παροίνιον τὸν κότταβον εἶναι ἀποδίδωσιν, ἐν ᾗ ἐξίσταντο καὶ τῶν σκευαρίων οἱ δυσκυβοῦντες. λέγει δ᾽ οὕτως::


    πορν. πρὸς κότταβον παίζειν, ἕως ἂν σφῷν ἐγὼ [p. 70]
    τὸ δεῖπνον ἔνδον σκευάσω. ηρ. πάνυ βούλομαι:
    ἀλλ᾽ ἄγγος ἐστ᾽; π. ἀλλ᾽ εἰς θυίαν παιστέον.
    ηρ. φέρε τὴν θυίαν, αἶρ᾽ ὕδωρ, τὰ ποτήρια
    παράθετε, παίζωμεν δὲ περὶ φιλημάτων.
    π. ποίων φιλημάτων; ἀγεννῶς οὐκ ἐῶ
    παίζειν. τίθημι κοττάβεια σφῷν ἐγὼ
    τασδί τε τὰς κρηπῖδας ἃς αὕτη φορεῖ,
    καὶ τὸν κότυλον τὸν σόν. ηρ. βαβαιάξ: οὑτοσὶ
    μείζων ἀγὼν τῆς Ἰσθμιάδος ἐπέρχεται.

4. ἐκάλουν δὲ καὶ κατακτούς τινας κοττάβους. ἐστὶν δὲ λυχνία ἀναγόμενα πάλιν τε συμπίπτοντα.


    Εὔβουλος Βελλεροφόντῃ::
    τίς ἂν λάβοιτο τοῦ σκέλους κάτωθέ μοι;
    ἄνω γὰρ ὥσπερ κοττάβειον αἴρομαι.

Ἀντιφάνης δ᾽ ἐν Ἀφροδίτης Γοναῖς:


    τονδὶ λέγω, σὺ δ᾽ οὐ συνιεῖς; κότταβος
    τὸ λυχνίον ἐστί. πρόσεχε τὸν νοῦν ᾠὰ μὲν [p. 72]
    ... πέντε νικητήριον.
    β. περὶ τοῦ; γελοῖον. κοτταβιεῖ δὲ τίνα τρόπον;
    α. ἐγὼ διδάξω καθ᾽ ἕν ὃς ἂν τὸν κότταβον
    ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν
    β. πλάστιγγα ποίαν; τοῦτο τοὐπικείμενον
    ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις;
    α. τοῦτ᾽ ἐστὶ πλάστιγξ οὗτος ὁ κρατῶν γίγνεται.
    β. πῶς δ᾽ εἴσεταί τις τοῦτ᾽; α. ἐὰν τύχῃ μόνον
    αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος
    ἔσται πάνυ πολύς. β. πρὸς θεῶν, τῷ κοττάβῳ
    πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης;

καὶ μετ᾽ ὀλίγα :


    ᾧ δεῖ λαβὼν τὸ ποτήριον δεῖξον νόμῳ.
    α. αὐλητικῶς δεῖ καρκινοῦν τοὺς δακτύλους
    οἶνόν τε μικρὸν ἐγχέαι καὶ μὴ πολὺν
    ἔπειτ᾽ ἀφήσεις. Β. τίνα τρόπον; α. δεῦρο βλέπε:
    τοιουτονί. Β. Πόσειδον, ὡς ὑψοῦ σφόδρα.
    α. οὕτω ποιήσεις. β. ἀλλ᾽ ἐγὼ μὲν σφενδόνῃ
    οὐκ ἂν ἐφικοίμην αὐτόσ᾽. α. ἀλλὰ μάνθανε. 'ἀγκυλοῦντα

5. γὰρ δεῖ σφόδρα τὴν χεῖρα εὐρύθμως πέμπειν τὸν κότταβον, ὡς Δικαίαρχός φησιν καὶ Πλάτων δ᾽ ἐν τῷ Διὶ Κακουμένῳ. παρακελεύεται [p. 74] δέ τις τῷ Ἡρακλεῖ μὴ σκληρὰν ἔχειν τὴν χεῖρα μέλλοντα κοτταβίζειν. ἐκάλουν δ᾽ ἀπ᾽ ἀγκύλης τὴν τοῦ κοττάβου πρόεσιν διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τοῖς ἀποκοτταβισμοῖς. οἱ δὲ ποτηρίου εἶδος τὴν ἀγκύλην φασί. Βακχυλίδης ἐν Ἐρωτικοῖς:


    εὖτε τὴν ἀπ᾽ ἀγκύλης ἵησι τοῖσδε τοῖς νεανίαις,
    λευκὸν ἀντείνασα πῆχυν.

καὶ Αἰσχύλος δ᾽ ἐν Ὀστολόγοις ἀγκυλητοὺς λέγει κοττάβους διὰ τούτων


    Εὐρύμαχος, οὔ τις ἄλλος,3 οὐδὲν ἥσσονας
    ὕβριζ᾽ ὑβρισμοὺς οὐκ ἐναισίους ἐμοί.
    ἦν μὲν γὰρ αὐτῷ σκοπὸς
    ἀεὶ τοὐμὸν κάρα, τοῦ δ᾽ ἀγκυλητοὺς κοσσάβους ἐπίσκοπος % ἐκτεμὼν % ἡβῶσα χεὶρ ἐφίετο.

ὅτι δὲ ἆθλον προὔκειτο τῷ εὖ προεμένῳ τὸν κότταβον προείρηκε μὲν καὶ ὁ Ἀντιφάνης: ᾠὰ γάρ ἐστι καὶ πεμμάτια καὶ τραγήματα. ὁμοίως δὲ διεξέρχονται Κηφισόδωρος ἐν Τροφωνίῳ καὶ Καλλίας ἢ Διοκλῆς ἐν Κύκλωψι καὶ Εὔπολις Ἕρμιππὸς [p. 76] τε ἐν τοῖς Ἰάμβοις. τὸ δὲ καλούμενον κατακτὸν κοττάβιον τοιοῦτόν ἐστιν λυχνίον ἐστὶν ὑψηλόν, ἔχον τὸν μάνην καλούμενον, ἐφ᾽ ὃν τὴν καταβαλλομένην ἔδει πεσεῖν πλάστιγγα: ἐντεῦθεν δὲ πίπτειν εἰς λεκάνην ὑποκειμένην πληγεῖσαν τῷ κοττάβῳ ‘καί τις ἦν ἀκριβὴς εὐχέρεια τῆς βολῆς.’ μνημονεύει δὲ τοῦ μάνου Νικοχάρης ἐν Λάκωσιν. 6. ἕτερον δ᾽ ἐστὶν εἶδος παιδιᾶς τῆς ἐν λεκάνῃ, αὕτη δ᾽ ὕδατος πληροῦται, ἐπινεῖ δὲ ἐπ᾽ αὐτῆς ὀξύβαφα κενά, ἐφ᾽ ἃ βάλλοντες τὰς λατάγας ἐκ καρχησίων ἐπειρῶντο καταδύειν ἀνῃρεῖτο δὲ τὰ κοττάβια ὁ πλείω καταδύσας. Ἀμειψίας Ἀποκοτταβίζουσιν:


    ἡ Μανία, φέρ᾽ ὀξύβαφα καὶ κανθάρους
    καὶ τὸν ποδανιπτῆρ᾽, ἐγχέασα θὔδατος.

Κρατῖνος ἐν Νεμέσει: τὸ δὲ κοττάβιον προθέντα συμποτικοῖσι νόμοις τοῖς ἐπινέουσιν ὀξυβάφοισιν ἐμβάλλειν ποτόν, τῷ δὲ βαλόντι πλεῖστανέμειν τύχης τόδ᾽ ἆθλον. Ἀριστοφάνης Δαιταλεῦσιν [p. 78] ‘ἔγνωκ᾽ : ἐγὼ δὲ χαλκίον ῾τοῦτ᾽ ἐστὶν κοττάβειον ἱστάναἰ καὶ μυρρίνας.’ Ἕρμιππος Μοίραις:


    χλανίδες δ᾽ οὖλαι καταβέβληνται,
    θώρακα δ᾽ ἅπας ἐμπερονᾶται,
    κνημὶς δὲ περὶ σφυρὸν ἀρθροῦται,2
    βλαύτης δ᾽ οὐδεὶς ἔτ᾽ ἔρως λευκῆς,
    ῥάβδον δ᾽ ὄψει τὴν κοτταβικὴν
    ἐν τοῖς ἀχύροισι κυλινδομένην,
    μάνης δ᾽ οὐδὲν λατάγων ἀίει:
    τὴν δὲ τάλαιναν πλάστιγγ᾽ ἂν ἴδοις
    παρὰ τὸν στροφέα τῆς κηπαίας
    ἐν τοῖσι κορήμασιν οὖσαν.

Ἀχαιὸς δ᾽ ἐν Λίνῳ περὶ τῶν Σατύρων λέγων φησὶν


    ῥιπτοῦντες, ἐκβάλλοντες, ἀγνύντες, τί μ᾽ οὐ
    λέγοντες; “ὦ κάλλιστον Ἡρακλεῖ λάταξ.”

τοῦτο δὲ ‘λέγοντες’ παρ᾽ ὅσον τῶν ἐρωμένων ἐμέμνηντο ἀφιέντες ἐπ᾽ αὐτοῖς τοὺς λεγομένους κοσσάβους, διὸ καὶ Σοφοκλῆς ἐν Ἰνάχῳ Ἀφροδισίαν εἴρηκε τὴν λάταγα:


    ξανθὴ δ᾽ Ἀφροδισία λάταξ
    πᾶσιν ἐπεκτύπει δόμοις.

καὶ Εὐριπίδης ἐν Πλεισθένει: [p. 80]


    πολὺς δὲ κοσσάβων ἀραγμὸς Κύπριδος
    προσῳδὸν ἀχεῖ μέλος ἐν δόμοισιν.

καὶ Καλλίμαχος δέ φησι:


    πολλοὶ καὶ φιλέοντες Ἀκόντιον ἧκαν ἔραζε
    οἰνοπόται Σικελὰς ἐκ κυλίκων λάταγας,

7. ἦν δέ τι καὶ ἄλλο κοτταβίων εἶδος προτιθέμενον ἐν ταῖς παννυχίσιν, οὗ μνημονεύει Καλλίμαχος ἐν Παννυχίδι διὰ τούτων


    ὁ δ᾽ ἀγρυπνήσας ... μέχρι τῆς κορώνης: τὸν πυραμοῦντα λήψεται
    καὶ τὰ κοττάβεια καὶ τῶν παρουσῶν ἣν θέλει χὂν θέλει φιλήσει.

ἐγίνετο δὲ καὶ πεμμάτιά τινα ἐν ταῖς παννυχίσιν, ἐν αἷς πλεῖστον ὅσον χρόνον διηγρύπνουν χορεύοντες: καὶ διωνομάζετο τὰ πεμμάτια τότε χαρίσιοι ἀπὸ τῆς τῶν ἀναιρουμένων χαρᾶς. μνημονεύει Εὔβουλος ἐν Ἀγκυλίωνι λέγων οὑτωσί:


    καὶ γὰρ πάλαι πέττει τὰ νικητήρια,

εἶθ᾽ ἑξῆς φησιν


    ἐξεπήδησ᾽ ἀρτίως πέττουσα τὸν χαρίσιον. [p. 82]

ὅτι δὲ καὶ φίλημα ἦν ἆθλον ἑξῆς λέγει ὁ Εὔβουλος:


    εἶεν, γυναῖκες: νῦν ὅπως τὴν νύχθ᾽ ὅλην
    ἐν τῇ δεκάτῃ τοῦ παιδίου χορεύσετε:
    θήσω δὲ νικητήριον τρεῖς ταινίας
    καὶ μῆλα πέντε καὶ φιλήματ᾽ ἐννέα.

Ὅτι δὲ ἐσπούδαστο παρὰ τοῖς Σικελιώταις ὁ κότταβος δῆλον ἐκ τοῦ καὶ οἰκήματα ἐπιτήδεια τῇ παιδιᾷ κατασκευάζεσθαι, ὡς ἱστορεῖ Δικαίαρχος ἐν τῷ περὶ ' Ἀλκαίου, οὐκ ἀπεικότως οὖν οὐδ᾽ ὁ Καλλίμαχος Σικελὴν τὴν λάταγα προσηγόρευσεν. μνημονεύει τῶν λατάγων καὶ τῶν κοττάβων καὶ ὁ Χαλκοῦς καλούμενος Διονύσιος ἐν τοῖς Ἐλεγείοις διὰ τούτων


    κότταβον ἐνθάδε σοι τρίτον ἑστάναι οἱ δυσέρωτες
    ἡμεῖς προστίθεμεν γυμνασίῳ Βρομίου,
    κώρυκον. οἱ δὲ παρόντες ἐνείρετε χεῖρας ἅπαντες
    ἐς σφαίρας κυλίκων καὶ πρὶν ἐκεῖνον ἰδεῖν,6
    ὄμματι βηματίσαισθε τὸν αἰθέρα τὸν κατὰ κλίνην,8
    εἰς ὅσον αἱ λάταγες χωρίον ἐκτατέαι.

8. ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ᾔτει πιεῖν μεγάλῃ κύλικι, ἐπιλέγων ἐκ τῶν αὐτῶν ἐλεγείων καὶ τόδε: [p. 84]


    “ ὕμνους οἰνοχοεῖν ἐπιδέξια σοί τε καὶ ἡμῖν
    τόν τε σὸν ἀρχαῖον τηλεδαπόν τε φίλον
    εἰρεσίῃ γλώσσης ἀποπέμψομεν εἰς μέγαν αἶνον
    τοῦδ᾽ ἐπὶ συμποσίου: δεξιότης τε λόγου
    Φαίακος Μουσῶν ἐρέτας ἐπὶ σέλματα πέμπει. ” κατὰ γὰρ τὸν νεώτερον Κρατῖνον, ὃς ἐν Ὀμφάλῃ φησὶν


        πίνειν μένοντα τὸν καλῶς εὐδαίμονα
        κρεῖττον: μάχαι δ᾽ ἄλλοισι καὶ πόνοι μέλοι.

    —

πρὸς ὃν ὁ Κύνουλκος ἀεὶ τῷ Σύρῳ ἀντικορυσσόμενος καὶ οὐδέποτε τῆς φιλονεικίας παυόμενος ἧς εἶχε πρὸς αὐτόν, ἐπεὶ θόρυβος κατεῖχεν τὸ συμπόσιον, ἔφη: ‘τίς οὗτος ὁ τῶν συρβηνέων χορός; καὶ αὐτὸς δὲ τούτων τῶν ἐπῶν μεμνημένος τινῶν ἐρῶ, ἵνα μὴ ὁ Οὐλπιανὸς βρενθύηται ὡς ἐκ τῶν ἀποθέτων τοῖς Ὁμηρίδαις μόνος ἀνασπάσας τὰ κοττάβεια :


    ἀγγελίας ἀγαθῆς δεῦρ᾽ ἴτε πευσόμενοι
    καὶ κυλίκων ἔριδας διαλύσατε καὶ κατάθεσθε
    τὴν ξύνεσιν παρ᾽ ἐμοὶ καὶ τάδε μανθάνετε,

εἰς τὴν παροῦσαν ζήτησιν ἐπιτήδεια ὄντα. ὁρῶ [p. 86] γὰρ καὶ τοὺς παῖδας ἤδη φέροντας ἡμῖν στεφάνους καὶ μύρα. διὰ τί δὲ λέγονται, τῶν ἐστεφανωμένων ἐὰν λύωνται οἱ στέφανοι, ὅτι ἐρῶσιν; τοῦτο γὰρ ἐν παισὶ τὰ Καλλιμάχου ἀναγινώσκων ἐπιγράμματα, ὧν ἐστι καὶ τοῦτο, ἐπεζήτουν μαθεῖν, εἰπόντος τοῦ Κυρηναίου:


    τὰ δὲ ῥόδα φυλλοβολεῦντα
    τὠνδρὸς ἀπὸ στεφάνων πάντ᾽ ἐγένοντο χαμαί.

σὸν οὖν ἐστιν, ὦ μουσικώτατε, τὴν χιλιέτη μου ταύτην ζήτησιν ἀπολύσασθαι, Δημόκριτε, καὶ διά τί οἱ ἐρῶντες στεφανοῦσι τὰς τῶν ἐρωμένων θύρας.’ 9. καὶ ὁ Δημόκριτος “ ἀλλ᾽ ἵνα κἀγώ, φησίν, μνημονεύσω τῶν τοῦ Χαλκοῦ ποιητοῦ καὶ ῥήτορος Διονυσίου Χαλκοῦς δὲ προσηγορεύθη διὰ τὸ συμβουλεῦσαι Ἀθηναίοις χαλκῷ νομίσματι χρήσασθαι, καὶ τὸν λόγον τοῦτον ἀνέγραψε Καλλίμαχος ἐν τῇ τῶν Ῥητορικῶν Ἀναγραφῇ λέξω τι καὶ αὐτὸς ἐκ τῶν Ἐλεγείων σὺ δέ, ὦ Θεόδωρε τοῦτο γάρ σου τὸ κύριον ὄνομα,


    δέχου τήνδε προπινομένην
    τὴν ἀπ᾽ ἐμοῦ ποίησιν. ἐγὼ δ᾽ ἐπιδέξια πέμπω
    σοὶ πρώτῳ Χαρίτων ἐγκεράσας χάριτας.
    καὶ σὺ λαβὼν τόδε δῶρον ἀοιδὰς ἀντιπρόπιθι,
    συμπόσιον κοσμῶν καὶ τὸ σὸν εὖ θέμενος, [p. 88]

φὴς οὖν ‘ διὰ τί, τῶν ἐστεφανωμένων ἐὰν λύηται ὁ στέφανος, ἐρᾶν λέγονται;’ ‘πότερον ὅτι ὁ ἔρως τοῦ τῶν ἐρώντων ἤθους περιαιρεῖται τὸν κόσμον, διὰ τοῦτο τὴν τοῦ ἐπιφανοῦς κόσμου περιαίρεσιν φρυκτόν τινα,’ φησὶ Κλέαρχος ἐν πρώτῳ Ἐρωτικῶν, “ καὶ σημεῖον νομίζουσιν τοῦ καὶ τὸν τοῦ ἤθους κόσμον περιῃρῆσθαι τοὺς τοιούτους, ἢ καθάπερ ἐπὶ τῆς μαντικῆς ἄλλα πολλά, καὶ τοῦτο σημειοῦνταί τινες; ὁ γὰρ ἐκ τοῦ στεφάνου κόσμος οὐδὲν ἔχων μόνιμον σημεῖόν ἐστι πάθους ἀβεβαίου μὲν κεκαλλωπισμένου δέ. τοιοῦτος δ᾽ ἐστὶν ὁ ἔρως: οὐδένες γὰρ μᾶλλον τῶν ἐν τῷ ἐρᾶν ὄντων καλλωπίζονται: εἰ μὴ ἄρα ἡ φύσις οἱονεί τι δαιμόνιον δικαίως βραβεύουσα τῶν πραγμάτων ἕκαστον οἴεται δεῖν τοὺς ἐρῶντας μὴ στεφανοῦσθαι πρὶν κρατήσωσιν τοῦ ἔρωτος: τοῦτο δ᾽ ἔστιν ὅταν κατεργασάμενοι τὸν ἐρώμενον ἀπαλλαγῶσιν τῆς ἐπιθυμίας, τὴν ἀφαίρεσιν οὖν τοῦ στεφάνου σημεῖον τοῦ ἔτι ἐν τῷ διαγωνίζεσθαι εἶναι ποιούμεθα. ἢ ὁ Ἔρως αὐτὸς οὐκ ἐῶν καθ᾽ αὑτοῦ στεφανοῦσθαι καὶ ἀνακηρύττεσθαι τῶν μὲν τὸν στέφανον περιαιρεῖ,2 τοῖς δὲ λοιποῖς ἐνδίδωσιν αἴσθησιν μηνύων ὅτι ἡττῶνται ὑπὸ αὐτοῦ: δι᾽ ὃ ἐρᾶν οἱ λοιποὶ τοὺς τοιούτους φασίν. ἢ ὅτι λύεται μὲν πᾶν τὸ [p. 90] δεδεμένον,1 ὁ δὲ ἔρως στεφανουμένων τινῶν δεσμός ἐστιν οὐθένες γὰρ ἄλλοι τῶν δεδεμένων περὶ τὸ στεφανοῦσθαι σπουδάζουσιν πλὴν οἱ ἐρῶντες᾿, τὴν τοῦ στεφάνου δὴ λύσιν σημεῖον τοῦ περὶ τὸν ἔρωτα δεσμοῦ νομίζοντες ἐρᾶν φασιν τοὺς τοιούτους; ἢ διὰ τὸ πολλάκις τοὺς ἐρῶντας διὰ τὴν πτοίησιν, ὡς ἔοικεν,4 στεφανουμένους περιρρεῖν αὑτῶν τὸν στέφανον, ἀντιστρέφομεν τῇ ὑπονοίᾳ τὸ πάθος, ὡς οὐκ ἄν ποτε τοῦ στεφάνου περιρρέοντος εἰ μὴ ἤρων; ἢ ὅτι ἀναλύσεις περὶ μόνους μάλιστα τοὺς ἐρῶντας καὶ καταδεδεμένους γίνονται, τὴν δὲ τοῦ στεφάνου ἀνάλυσιν καταδεδεμένων τινῶν εἶναι νομίζοντες ἐρᾶν φασι τοὺς τοιούτους; καταδέδενται γὰρ οἱ ἐρῶντες. εἰ μὴ ἄρα διὰ τὸ κατεστέφθαι τῷ ἔρωτι τοὺς ἐρῶντας οὐκ ἐπίμονος αὐτῶν ὁ στέφανος γίνεται: χαλεπὸν γὰρ ἐπὶ μεγάλῳ καὶ θείῳ στεφάνῳ μικρὸν καὶ τὸν τυχόντα μεῖναι. στεφανοῦσιν δὲ τὰς τῶν ἐρωμένων θύρας ἤτοι τιμῆς χάριν, καθαπερεί τινος θεοῦ τὰ πρόθυρα,9 ἢ οὐ τοῖς ἐρωμένοις ἀλλὰ τῷ Ἔρωτι ποιούμενοι τὴν τῶν στεφάνων ἀνάθεσιν, ὡς τοῦ μὲν Ἔρωτος τὸν ἐρώμενον [p. 92] ἄγαλμα, τούτου δὲ ναὸν ὄντα τὴν οἴκησιν στεφανοῦσιν. διὰ ταῦτα δὲ καὶ θύουσιν ἔνιοι ἐπὶ ταῖς τῶν ἐρωμένων θύραις: ἢ μᾶλλον ὑφ᾽ ὧν οἴονταί τε καὶ πρὸς ἀλήθειαν τὸν τῆς ψυχῆς κόσμον ἐσκύλευνται, καὶ τούτοις καὶ τὸν τοῦ σώματος κόσμον ὑπὸ τοῦ πάθους ἐξαγόμενοι, καὶ σκυλεύοντες ἑαυτοὺς, ἀνατιθέασιν. πᾶς δ᾽ ὁ ἐρῶν τοῦτο δρᾷ μὲν παρόντος μὴ παρόντος δὲ τοῦ ἐρωμένου τῷ ἐμποδὼν ποιεῖται τὴν ἀνάθεσιν. ὅθεν Λυκοφρονίδης τὸν ἐρῶντα ἐκεῖνον αἰπόλον ἐποίησε λέγοντα:


    τόδ᾽ ἀνατίθημί σοι ῥόδον,
    καλὸν ἀνάθημα: καὶ πέδιλα καὶ κυνέαν
    καὶ τὰν θηροφόνον λογχίδ᾽, ἐπεί μοι νόος ἄλλᾳ
    κέχυται
    ἐπὶ τὰν Χάρισι φίλαν παῖδα καὶ καλάν.5

”10. ἀλλὰ μὴν καὶ ὁ ἱερώτατος Πλάτων ἐν ἑβδόμῳ Νόμων πρόβλημά τι προβάλλει στεφανωτικόν, ὅπερ ἄξιόν ἐστιν ἐπιλύσασθαι, οὕτως λέγοντος τοῦ φιλοσόφου: ‘ μήλων τέ τινων διανομαὶ καὶ στεφάνων πλείοσιν ἅμα καὶ ἐλάττοσιν ἁρμοττόντων τῶν ἀριθμῶν τῶν αὐτῶν.’ ὁ μὲν Πλάτων οὕτως [p. 94] εἶπεν. ἐστὶν δ᾽ ὃ λέγει τοιοῦτον ἕνα βούλεσθαι ἀριθμὸν εὑρεῖν, ᾧ ἕως τοῦ τελευταίου εἰσελθόντος ἐξ ἴσου πάντες ἕξουσιν ἤτοι μῆλα ἢ στεφάνους, φημὶ οὖν τὸν τῶν ἑξήκοντα ἀριθμὸν εἰς ἓξ συμπότας δύνασθαι τὴν ἰσότητα πληροῦν, οἶδα γὰρ ὅτι κατ᾽ ἀρχὰς ἐλέγομεν μὴ συνδειπνεῖν τῶν πέντε γε πλείους: ὅτι δ᾽ ἡμεῖς ψαμμακόσιοι ἐσμὲν δῆλον. ὁ οὖν τῶν ἑξήκοντα ἀριθμὸς εἰς ἐξ συμπληρωθέντος τοῦ συμποσίου ἀρκέσει οὕτως. εἰσῆλθεν εἰς τὸ συμπόσιον ὁ πρῶτος καὶ ἔλαβεν στεφάνους ἑξήκοντα ἐπεισελθόντι τῷ δευτέρῳ δίδωσιν τοὺς ἡμίσεις καὶ ἑκατέρῳ γίνονται τριάκοντα: καὶ τρίτῳ ἐπεισελθόντι συνδιαιρούμενοι τοὺς πάντας ἐξ εἴκοσιν ἔχουσι, τετάρτῳ πάλιν ὁμοίως κοινωνήσαντες ἐκ δεκαπέντε,7 πέμπτῳ δὲ ἐκ δώδεκα καὶ τῷ ἕκτῳ ἐκ δέκα. καὶ οὕτως ἰσότης ἀναπληροῦται τῶν στεφάνων.” 11.

ταῦτ᾽ εἰπόντος τοῦ Δημοκρίτου ὁ Οὐλπιανὸς ἀποβλέψας πρὸς τὸν Κύνουλκον “οἵῳ


    μ᾽ ὁ δαίμων, ἔφη, φιλοσόφῳ συνῴκισεν:

— κατὰ τὸ Θεογνήτου τοῦ κωμῳδιοποιοῦ Φάσμα—


    ἐπαρίστερ᾽ ἔμαθες, ὦ πόνηρε, γράμματα:
    ἀνέστροφὲν σου τὸν βίον τὰ βιβλία: [p. 96]
    πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν,
    οἷς οὐδέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων.

πόθεν γάρ σοι καὶ ὁ τῶν συρβηνέων ἐπῆλθεν χορός τίς τῶν ἀξίων λόγου μέμνηται τοῦ μουσικοῦ τούτου χοροῦ;” καὶ ὃς “οὐ πρότερον, ἔφη, ὦ οὗτος, διδάξω σε πρὶν ἂν τὸν ἄξιον παρὰ σοῦ λάβω μισθόν. οὐ γὰρ ἐγὼ τὰς ἐκ τῶν βιβλίων ἀκάνθας ὥσπερ σὺ ἀναγινώσκων ἐκλέγω, ἀλλὰ τὰ χρησιμώτατα καὶ ἀκοῆς ἄξια.” ἐπὶ τούτοις ὁ Οὐλπιανὸς δυσχεράνας ἀνεβόησεν τὰ ἐξ Ὕπνου Ἀλέξιδος: “


    οὐδ᾽ ἐν Τριβαλλοῖς ταῦτὰ γ᾽ ἐστὶν ἔννομα:
    οὗ φασι τὸν θύοντα τοῖς κεκλημένοις
    δείξαντ᾽ ἰδεῖν τὸ δεῖπνον εἰς τὴν αὔριον
    πωλεῖν ἀδείπνοις ἃ παρέθηκ᾽ αὐτοῖς ἰδεῖν.

τὰ αὐτὰ ἰαμβεῖα φέρεται καὶ παρὰ Ἀντιφάνει ἐν Ὕπνῳ.” καὶ ὁ Κύνουλκος: “ ἐπεὶ περὶ στεφάνων ζητήσεις ἤδη γεγόνασιν, εἰπὲ ἡμῖν τίς ἐστιν ὁ παρὰ τῷ χαρίεντι Ἀνακρέοντι Ναυκρατίτης στέφανος, ὦ Οὐλπιανέ. φησὶν γὰρ οὕτως ὁ μελιχρὸς ποιητής:


    στεφάνους δ᾽ ἀνὴρ τρεῖς ἕκαστος εἶχεν,
    τοὺς μὲν ῥοδίνους, τὸν δὲ Ναυκρατίτην.

καὶ διὰ τί παρὰ τῷ αὐτῷ ποιητῇ λύγῳ τινὲς [p. 98] στεφανοῦνται; φησὶν γὰρ ἐν τῷ δευτέρῳ τῶν Μελῶν


    ὁ Μεγίστης δ᾽ ὁ φιλόφρων δέκα δὴ μῆνες ἐπείτε

στεφανοῦταί τε λύγῳ καὶ τρύγα πίνει μελιηδέα. ὁ γὰρ τῆς λύγου στέφανος ἄτοπος : πρὸς δεσμοὺς γὰρ καὶ πλέγματα ἡ λύγος ἐπιτήδειος, εἰπὲ οὖν ἡμῖν τι περὶ τούτων, ζητήσεως ἀξίων ὄντων, καὶ μὴ ὀνόματα θήρα, φιλότης.” 12.

σιωπῶντος δ᾽ αὐτοῦ καὶ ἀναζητεῖν προσποιουμένου ὁ Δημόκριτος ἔφη: “Ἀρίσταρχος ὁ γραμματικώτατος, ἑταῖρε, ἐξηγούμενος τὸ χωρίον ἔφη ὅτι καὶ λύγοις ἐστεφανοῦντο οἱ ἀρχαῖοι. Ταίναρος δὲ ἀγροίκων εἶναι λέγει στεφάνωμα τὴν λύγον. καὶ οἱ ἄλλοι δὲ ἐξηγηταὶ ἀπροσδιόνυσά τινα εἰρήκασιν περὶ τοῦ προκειμένου, ἐγὼ δ᾽ ἐντυχὼν τῷ Μηνοδότου τοῦ Σαμίου συγγράμματι, ὅπερ ἐπιγράφεται Τῶν κατὰ τὴν Σάμον ἐνδόξων ἀναγραφή, εὗρον τὸ ζητούμενον. ἀδμήτην γάρ φησιν τὴν Εὐρυσθέως ἐξ Ἄργους φυγοῦσαν ἐλθεῖν εἰς Σάμον, θεασαμένην δὲ τὴν τῆς Ἥρας ἐπιφάνειαν καὶ τῆς οἴκοθεν σωτηρίας χαριστήριον βουλομένην ἀποδοῦναι ἐπιμεληθῆναι τοῦ ἱεροῦ τοῦ καὶ νῦν ὑπάρχοντος, πρότερον δὲ ὑπὸ Λελέγων καὶ Νυμφῶν καθιδρυμένου: τοὺς δ᾽ Ἀργείους πυθομένους καὶ χαλεπαίνοντας πεῖσαι χρημάτων ὑποσχέσει [p. 100] Τυρρηνοὺς λῃστρικῷ τῷ βίῳ χρωμένους ἁρπάσαι τὸ βρέτας, πεπεισμένους αὐτοὺς ὡς, εἰ τοῦτο γένοιτο, πάντως τι κακὸν πρὸς τῶν τὴν Σάμον κατοικούντων ἡ Ἀδμήτη πείσεται. τοὺς δὲ Τυρρηνοὺς ἐλθόντας εἰς τὸν Ἡραίτην ὅρμον καὶ ἀποβάντας εὐθέως ἔχεσθαι τῆς πράξεως, ἀθύρου δὲ ὄντος τότε τοῦ νεὼ ταχέως ἀνελέσθαι τὸ βρέτας καὶ διακομίσαντας ἐπὶ θάλασσαν εἰς τὸ σκάφος ἐμβαλέσθαι: λυσαμένους δ᾽ αὐτοὺς τὰ πρυμνήσια καὶ τὰς ἀγκύρας ἀνελομένους εἰρεσίᾳ τε πάσῃ χρωμένους ἀπαίρειν οὐ δύνασθαι. ἡγησαμένους οὖν θεῖόν τι τοῦτ᾽ εἶναι πάλιν ἐξενεγκαμένους τῆς νεὼς τὸ βρέτας ἀποθέσθαι παρὰ τὸν αἰγιαλόν: καὶ ψαιστὰ αὐτῷ παραθέντας περιδεεῖς ἀπαλλάττεσθαι. τῆς δὲ Ἀδμήτης ἕωθεν δηλωσάσης ὅτι τὸ βρέτας ἠφανίσθη καὶ ζητήσεως γενομένης εὑρεῖν μὲν αὐτὸ τοὺς ζητοῦντας ἐπὶ τῆς ᾐόνος, ὡς δὲ δὴ βαρβάρους Κᾶρας ὑπονοήσαντας αὐτόματον ἀποδεδρακέναι, πρός τι λύγου θωράκιον ἀπερείσασθαι, καὶ τοὺς εὐμηκεστάτους τῶν κλάδων ἑκατέρωθεν ἐπισπασαμένους περιειλῆσαι πάντοθεν. τὴν δὲ Ἀδμήτην λύσασαν αὐτὸ ἁγνίσαι καὶ στῆσαι πάλιν ἐπὶ τοῦ βάθρου, καθάπερ πρότερον ἵδρυτο. διόπερ ἐξ ἐκείνου καθ᾽ ἕκαστον ἔτος ἀποκομίζεσθαι τὸ βρέτας εἰς τὴν ᾐόνα καὶ ἀφαγνίζεσθαι ψαιστά τε αὐτῷ παρατίθεσθαι: καὶ καλεῖσθαι Τόναια τὴν ἑορτήν, ὅτι συντόνως συνέβη περιειληθῆναι τὸ βρέτας ὑπὸ τῶν τὴν πρώτην αὐτοῦ ζήτησιν ποιησαμένων. [p. 102]13. ἱστορεῖται δ᾽ ὑπ᾽ αὐτὸν ἐκεῖνον τὸν χρόνον τῶν Καρῶν δεισιδαιμονίᾳ περισχεθέντων ἐπὶ τὸ μαντεῖον τοῦ θεοῦ παραγενομένων εἰς Ὕβλαν καὶ πυνθανομένων περὶ τῶν ἀπηντημένων, θεσπίσαι τὸν Ἀπόλλωνα ποινὴν αὐτοὺς ἀποδοῦναι τῇ θεῷ δι᾽ ἑαυτῶν ἑκούσιον καὶ χωρὶς δυσχεροῦς συμφορᾶς: ἣν ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀφώρισεν ὁ Ζεὺς τῷ Προμηθεῖ χάριν τῆς κλοπῆς τοῦ πυρός, λύσας αὐτὸν ἐκ τῶν χαλεπωτάτων δεσμῶν καὶ τίσιν ἑκούσιον ἐν ἀλυπίᾳ κειμένην δοῦναι θελήσαντος, ταύτην ἔχειν ἐπιτάξαι τὸν καθηγούμενον τῶν θεῶν. ὅθεν ἀπ᾽ ἐκείνου τὸν δεδηλωμένον στέφανον τῷ Προμηθεῖ περιγενέσθαι καὶ μετ᾽ οὐ πολὺ τοῖς εὐεργετηθεῖσιν ἀνθρώποις ὑπ᾽ αὐτοῦ κατὰ τὴν τοῦ πυρὸς δωρεάν. διόπερ καὶ τοῖς Καρσὶ κατὰ τὸ παραπλήσιον ἔθος παρεκελεύσατο Ἀπόλλων στεφανώματι χρωμένοις τῇ λύγῳ καταδεῖν τὴν ἑαυτῶν κεφαλὴν τοῖς κλάδοις οἷς αὐτοὶ κατέλαβον τὴν θεόν. καταλῦσαι δὲ καὶ τἄλλα γένη τῶν στεφάνων ἐπέταξε χωρὶς τῆς δάφνης: ταύτην δ᾽ αὐτὸς ἔφη τοῖς τὴν Ἥραν θεραπεύουσι μόνοις ἀπονέμειν δῶρον. τοῖς τε χρησθεῖσιν ἐκ τῆς μαντείας κατακολουθήσαντας αὐτοὺς ἀβλαβεῖς ἔσεσθαι, δίκην ἐν εὐωχίαις ἀποδιδόντας τῇ θεῷ τὴν προσήκουσαν. ὅθεν τοὺς [p. 104] Κᾶρας ὑπακοῦσαι βουλομένους τοῖς ἐκ τοῦ χρηστηρίου καταλῦσαι τὰς ἔμπροσθεν εἰθισμένας στεφανώσεις αὐτούς τε κατὰ πλῆθος χρῆσθαι μὲν τῇ λύγῳ, τοῖς δὲ θεραπεύουσιν τὴν θεὸν ἐπιτρέψαι φορεῖν τὸν καὶ νῦν ἔτι διαμένοντα τῆς δάφνης στέφανον. 14. μνημονεύειν δ᾽ ἔοικεν ἐπὶ ποσόν τι τῆς κατὰ τὴν λύγον στεφανώσεως καὶ Νικαίνετος ὁ ἐποποιὸς ἐν τοῖς Ἐπιγράμμασιν, ποιητὴς ὑπάρχων ἐπιχώριος καὶ τὴν ἐπιχώριον ἱστορίαν ἠγαπηκὼς ἐν πλείοσιν. λέγει δ᾽ οὕτως


    οὐκ ἐθέλω, Φιλόθηρε, κατὰ πτόλιν, ἀλλὰ παρ᾽ Ἥρῃ
    δαίνυσθαι ζεφύρου πνεύμασι τερπόμενος.
    ἀρκεῖ μοι λιτὴ μὲν ὑπὸ πλευροῖσι χαμευνάς,4
    ἐγγύθι πὰρ ὁ προμάλου δέμνιον ἐνδαπίης,
    καὶ λύγος, ἀρχαῖον Καρῶν στέφος. ἀλλὰ φερέσθω
    οἶνος καὶ Μουσῶν ἡ χαρίεσσα λύρη,
    θυμῆρες πίνοντες ὅπως Διὸς εὐκλέα νύμφην
    μέλπωμεν, νήσου δεσπότιν ἡμετέρης.

ἐν τούτοις γὰρ ἀμφιβόλως εἰρηκὼς ὁ Νικαίνετος πότερον στρωμνῆς ἕνεκεν ἢ στεφανώσεως ἀρκεῖται τῇ λύγῳ, τῷ λέγειν αὐτὴν τῶν Καρῶν ἀρχαῖον στέφος πρόδηλον καθίστησι τὸ ζητούμενον. συνέβη δὲ τὴν τῆς λύγου στεφάνωσιν καὶ μέχρι τῶν κατὰ Πολυκράτην χρόνων, ὡς ἄν τις εἰκάσειεν, ἐν τῇ [p. 106] νήσῳ συνηθεστέραν ὑπάρχειν. ὁ γοῦν Ἀνακρέων φησίν


    ὁ Μεγίστης ὁ φιλόφρων δέκα δὴ μῆνες ἐπειδὴ
    στεφανοῦταί τε λύγῳ καὶ τρύγα πίνει μελιηδέα.

15. ταῦτα ἴσασιν οἱ θεοὶ ὡς πρῶτος αὐτὸς ἐν τῇ καλῇ ' Ἀλεξανδρείᾳ εὗρον κτησάμενος τὸ τοῦ Μηνοδότου συγγραμμάτιον καὶ ἐπιδείξας πολλοῖς ἐξ αὐτοῦ τὸ παρὰ τῷ Ἀνακρέοντι ζητούμενον. λαβὼν δὲ παρ᾽ ἐμοῦ ὁ πᾶσιν κλοπὴν ὀνειδίζων Ἡφαιστίων ἐξιδιοποιήσατο τὴν λύσιν καὶ σύγγραμμα ἐξέδωκεν ἐπιγράψας Περὶ τοῦ παρ᾽ Ἀνακρέοντι λυγίνου στεφάνου ι ὅπερ νῦν ἐν τῇ Ῥώμῃ εὕρομεν παρὰ τῇ ἀντικοττυραι Δημητρίῳ. τοιοῦτος δέ τις καὶ περὶ τὸν καλὸν ἡμῶν Ἄδραστον ἐγένετο. ἐκδόντος γὰρ τούτου πέντε μὲν βιβλία Περὶ τῶν παρὰ Θεοφράστῳ ἐν τοῖς περὶ Ἠθῶν καθ᾽ ἱστορίαν καὶ λέξιν ζητουμένων, ἕκτον δὲ περὶ τῶν ἐν τοῖς Ἠθικοῖς Νικομαχείοις Ἀριστοτέλους, ἐννοίας ἀμφιλαφῶς παραθεμένου περὶ τοῦ παρὰ Ἀντιφῶντι τῷ τραγῳδιοποιῷ Πληξίππου καὶ πλεῖστα ὅσα καὶ περὶ [p. 108] αὐτοῦ τοῦ Ἀντιφῶντος εἰπόντος, σφετερισάμενος καὶ ταῦτα ἐπέγραψέν τι βιβλίον Περὶ τοῦ παρὰ Ξενοφῶντι ἐν τοῖς Ἀπομνημονεύμασιν Ἀντιφῶντος, οὐδὲν ἴδιον προσεξευρών, ὥσπερ κἀν τῷ Περὶ τοῦ λυγίνου στεφάνου. μόνον γὰρ τοῦτ᾽ ἴδιον εἴρηκεν ὅτι Φύλαρχος ἐν τῇ ἑβδόμῃ τῶν Ἱστοριῶν οἶδεν τὴν κατὰ τὴν λύγον ἱστορίαν καὶ ὅτι οὔτε τὰ Νικαινέτου οἶδεν οὔτε τὰ Ἀνακρέοντος ὁ συγγραφεύς: ἀπέδειξε δὲ καὶ διαφωνοῦντα αὐτὸν κατ᾽ ἔνια τῶν ἱστορηθέντων παρὰ τῷ Μηνοδότῳ. δύναται δέ τις λέγειν περὶ τῆς λύγου ἁπλούστερον, ὅτι ὁ Μεγίστης τῇ λύγῳ ἐστεφανοῦτο,3 ὡς παρακειμένης ἐκ τοῦ δαψιλοῦς ἐν ᾧ εὐωχεῖτο τόπῳ, συνδέσεως ἕνεκα τῶν κροτάφων. καὶ γὰρ καὶ Λακεδαιμόνιοι καλάμῳ στεφανοῦνται ἐν τῇ τῶν Προμαχείων ἑορτῇ, ὥς φησι Σωσίβιος ἐν τοῖς περὶ τῶν ἐν Λακεδαίμονι Θυσιῶν γράφων οὕτως : ‘ἐν ταύτῃ συμβαίνει τοὺς μὲν ἀπὸ τῆς χώρας καλάμοις στεφανοῦσθαι ἢ στλεγγίδι, τοὺς δ᾽ ἐκ τῆς ἀγωγῆς παῖδας ἀστεφανώτους ἀκολουθεῖν.’ 16.

Ἀριστοτέλης δ᾽ ἐν δευτέρῳ Ἐρωτικῶν καὶ Ἀρίστων ὁ περιπατητικός, Κεῖος δὲ τὸ γένος, ἐν β# Ἐρωτικῶν Ὁμοίων φασὶν ὅτι οἱ ἀρχαῖοι διὰ τοὺς περὶ τὸν οἶνον πόνους τῶν κεφαλαλγιῶν δεσμοὺς εὕρισκον τοὺς τυχόντας, τῆς τῶν κροτάφων [p. 110] συνδέσεως ὠφελεῖν δοκούσης: οἱ δ᾽ ὕστερον ἅμα τῷ κροτάφῳ προσέβαλόν τινα καὶ κόσμον οἰκεῖον τῇ παρὰ τὸν οἶνον διαγωγῇ, μηχανησάμενοι τὸν στέφανον. βέλτιον δὲ διὰ τὸ πάσας τὰς αἰσθήσεις ἐν τῇ κεφαλῇ εἶναι ταύτην στεφανοῦσθαι ἢ διὰ τὸ συμφέρειν ἐσκεπάσθαι καὶ συνδεδέσθαι τοὺς κροτάφους πρὸς τὸν οἶνον. ἐστεφανοῦντο δὲ καὶ τὸ μέτωπον, ὡς ὁ καλὸς ι Ἀνακρέων ἔφη:


    δ᾽ ὀφρύσιν σελίνων στεφανίσκους
    θέμενοι θάλειαν ἑορτὴν ἀγάγωμεν Διονύσῳ.

ἐστεφανοῦντο δὲ καὶ τὰ στήθη καὶ ἐμύρουν ταῦτα, ἐπεὶ αὐτόθι ἡ καρδία, ἐκάλουν δὲ καὶ οἷς περιεδέοντο τὸν τράχηλον στεφάνους ὑποθυμίδας,6 ὡς Ἀλκαῖος ἐν τούτοις:


    ἀλλ᾽ ἀνήτω μὲν περὶ ταῖς δέραισι
    περθέτω πλεκτὰς ὑποθυμίδας τίς.

καὶ Σαπφώ:


    καὶ πολλαὶς ὑποθυμίδας
    πλεκταὶς ἀμπ᾽ ἀπαλᾷ δέρᾳ.

καὶ Ἀνακρέων


    πλεκτὰς δ᾽ ὑποθυμίδας περὶ στήθεσι λωτίνας ἔθεντο. [p. 112]

Αἰσχύλος δ᾽ ἐν τῷ Λυομένῳ Προμηθεῖ σαφῶς φησιν ὅτι ἐπὶ τιμῇ τοῦ Προμηθέως τὸν στέφανον περιτίθεμεν τῇ κεφαλῇ, ἀντίποινα τοῦ ἐκείνου δεσμοῦ, καίτοι ἐν τῇ ἐπιγραφομένῃ Σφιγγὶ εἰπών


    τῷ δὲ ξένῳ γε στέφανον,2 ἀρχαῖον στέφος :
    δεσμῶν ἄριστος ἐκ Προμηθέως λόγου.

Σαπφὼ δ᾽ ἁπλούστερον τὴν αἰτίαν ἀποδίδωσιν τοῦ στεφανοῦσθαι ἡμᾶς, λέγουσα τάδε:


    σὺ δὲ στεφάνοις, ὦ Δίκα,4 περθέσθ᾽ ἐραταῖς φόβαισιν
    ὅρπακας ἀνήτοιο συνερραις ἁπαλαῖσι χερσίν.
    εὐανθέα γὰρ πέλεται καὶ Χάριτες μάκαιραι
    μᾶλλον προτόρην,11 ἀστεφανώτοισι δ᾽ ἀπυστρέφονται.

ὡς εὐανθέστερον γὰρ καὶ κεχαρισμένον μᾶλλον τοῖς θεοῖς παραγγέλλει στεφανοῦσθαι τοὺς θύοντας. Ἀριστοτέλης δ᾽ ἐν τῷ Συμποσίῳ φησὶν ὅτι οὐδὲν κολοβὸν προσφέρομεν πρὸς τοὺς θεούς, ἀλλὰ τέλεια καὶ ὅλα. τὸ δὲ πλῆρες τέλειόν ἐστιν, τὸ δὲ στέφειν πλήρωσίν τινα σημαίνει. Ὅμηρος:


    κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.

καί:


    ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει.

‘ τοὺς γὰρ αὖ τὴν ὄψιν ἀμόρφους, φησίν, ἀναπληροῖ ἡ τοῦ λέγειν πιθανότης: ἔοικεν οὖν ὁ [p. 114] στέφανος τοῦτο ποιεῖν βούλεσθαι. διὸ καὶ περὶ τὰ πένθη τοὐναντίον παρασκευάζομεν. ὁμοπαθείᾳ γὰρ τοῦ κεκμηκότος κολοβοῦμεν ἡμᾶς αὐτοὺς τῇ τε κουρᾷ τῶν τριχῶν καὶ τῇ τῶν στεφάνων ἀφαιρέσει’ 17. Φιλωνίδης δ᾽ ὁ ἰατρὸς ἐν τῷ περὶ Μύρων καὶ Στεφάνων ‘ἐκ τῆς Ἐρυθρᾶς, φησίν, θαλάσσης ὑπὸ Διονύσου μετενεχθείσης εἰς τὴν Ἑλλάδα τῆς ἀμπέλου καὶ πρὸς ἄμετρον ἀπόλαυσιν τῶν πολλῶν ἐκτρεπομένων ἄκρατόν τε προσφερομένων αὐτόν,1 οἱ μὲν μανιωδῶς ἐκτρεπόμενοι παρέπαιον,3 οἱ δὲ νεκροῖς ἐῴκεσαν ἀπὸ τῆς καρώσεως. ἐπ᾽ ἀκτῆς δέ τινων πινόντων ἐπιπεσὼν ὄμβρος τὸ μὲν συμπόσιον διέλυσεν, τὸν δὲ κρατῆρα, ὃς εἶχεν ὀλίγον οἶνον ὑπολελειμμένον,4 ἐπλήρωσεν ὕδατος, γενομένης δ᾽ αἰθρίας εἰς τὸν αὐτὸν ὑποστρέψαντες τόπον, γευσάμενοι τοῦ μίγματος προσηνῆ καὶ ἄλυπον ἔσχον ἀπόλαυσιν. καὶ διὰ τοῦθ᾽ οἱ Ἕλληνες τῷ μὲν παρὰ δεῖπνον ἀκράτῳ προσδιδομένῳ τὸν ' Ἀγαθὸν ἐπιφωνοῦσι Δαίμονα, τιμῶντες τὸν εὑρόντα δαίμονα: ἦν δ᾽ οὗτος ὁ Διόνυσος. τῷ δὲ μετὰ δεῖπνον κεκραμένῳ πρώτῳ προσδιδομένῳ ποτηρίῳ Δία Σωτῆρα ἐπιλέγουσι,8 τῆς ἐκ τοῦ μίγματος ἀλύπου κράσεως τὸν καὶ τῶν ὄμβρων ἀρχηγὸν αἴτιον ὑπολαβόντες. ἔδει μὲν οὖν βοηθημάτων τοῖς ἐν τῷ πότῳ κεφαλὴν ἐπιθλιβεῖσιν, ἦν δὲ δεσμὸς ἐξ αὐτῶν προχειρότατος καὶ τῆς φύσεως ἐπὶ τοῦτο [p. 116] ὁδηγούσης. ἀλγήσας γάρ τις κεφαλήν, ὥς φησιν Ἀνδρέας, εἶτα πιέσας καὶ κουφισθεὶς εὗρεν κεφαλαλγίας δεσμὸν φάρμακον. τούτῳ οὖν βοηθήματι πρὸς τοὺς πότους χρώμενοι τοῖς παραπίπτουσι τὴν κεφαλὴν ἐδέσμευον καὶ ἐπὶ τὸν κίσσινον στέφανον ἦλθον αὐτόματόν τε καὶ πολὺν ὄντα καὶ κατὰ πάντα τόπον γεννώμενον ἔχοντα, καὶ πρόσοψιν οὐκ ἀτερπῆ, χλωροῖς πετάλοις καὶ κορύμβοις σκιάζοντα τὸ μέτωπον καὶ τοὺς ἐν τῷ σφίγγειν τόνους ὑπομένοντα, προσέτι δὲ ψύχοντα χωρὶς ὀδμῆς καρούσης. καὶ ταύτῃ μοι δοκεῖ Διονύσῳ ὁ βίος ἀνεῖναι τὸ στέφος, τὸν εὑρετὴν τοῦ πώματος καὶ τῶν δι᾽ αὐτὸ ἐλασσωμάτων ἀλεξητῆρα βουλόμενος εἶναι, ἐντεῦθεν δὲ εἰς ἡδονὴν τραπέντες τὸ μὲν συμφέρον: καὶ τοῖς ἐκ μέθης παραβοηθοῦν ἐλαττώμασιν ἀφῆκαν,6 τοῦ δὲ πρὸς ὄψιν ἢ πρὸς ὀσμὴν ἐπιτερποῦς ἐφρόντισαν, διὸ μυρσίνης μὲν στέφανον στύφοντα καὶ τὴν οἴνων ἀναθυμίασιν ἀποκρουόμενον, ἔτι δὲ ῥόδινον ἔχοντά τι καὶ κεφαλαλγίας παρηγορικὸν σὺν τῷ καὶ κατὰ ποσὸν ψύχειν, πρὸς δὲ τοῖς δάφνινον οὐκ ἀλλότριον πότου ἡγητέον. λευκόινον δὲ κινητικὸν ὄντα κεφαλῆς καὶ ἀμαράκινον καὶ ἅπαντας τοὺς καροῦν δυναμένους ἢ βαρύνειν ἄλλως κεφαλὴν περιστατέον.’ τὰ αὐτὰ εἴρηκεν καὶ [p. 118] Ἀπολλόδωρος ἐν τῷ περὶ Μύρων καὶ Στεφάνων αὐταῖς λέξεσιν. καὶ περὶ μὲν τούτων, ὦ ἑταῖροι, ταῦτα. 18. περὶ δὲ τοῦ Ναυκρατίτου στεφάνου τίς ἐστι τὴν ἄνθην πολλὰ ἀναζητήσας καὶ πολλῶν πυθόμενος, ὡς οὐδὲν ἐμάνθανον, ἐνέτυχον ὀψέ ποτε Πολυχάρμου Ναυκρατίτου ἐπιγραφομένῳ βιβλίῳ Περὶ Ἀφροδίτης, ἐν ᾧ ταυτὶ γέγραπται: ‘ κατὰ δὲ τὴν τρίτην πρὸς ταῖς εἴκοσιν Ὀλυμπιάδα ὁ Ἡρόστρατος, πολίτης ἡμέτερος ἐμπορίᾳ χρώμενος καὶ χώραν πολλὴν περιπλέων, προσσχών ποτε καὶ Πάφῳ τῆς Κύπρου ἀγαλμάτιον Ἀφροδίτης σπιθαμιαῖον, ἀρχαῖον τῇ τέχνῃ, ὠνησάμενος ᾔει φέρων εἰς τὴν Ναύκρατιν. καὶ αὐτῷ πλησίον φερομένῳ τῆς Αἰγύπτου τῇ χειμὼν αἰφνίδιον ἐπέπεσεν καὶ συνιδεῖν οὐκ ἦν ὅπου γῆς ἦσαν, κατέφυγον ἅπαντες ἐπὶ τὸ τῆς Ἀφροδίτης ἄγαλμα σῴζειν αὑτοὺς αὐτὴν δεόμενοι. ἡ δὲ θεὸς προσφιλὴς γὰρ τοῖς Ναυκρατίταις ἦν αἰφνίδιον ἐποίησε πάντα τὰ παρακείμενα αὐτῇ μυρρίνης χλωρᾶς πλήρη ὀδμῆς τε ἡδίστης ἐπλήρωσεν τὴν ναῦν ἤδη ἀπειρηκόσι τοῖς ἐμπλέουσιν τὴν σωτηρίαν διὰ τὴν πολλὴν ναυτίαν γενομένου τε ἐμέτου πολλοῦ: καὶ ἡλίου ἐκλάμψαντος κατιδόντες τοὺς ὅρμους ἧκον εἰς τὴν Ναύκρατιν. καὶ ὁ Ἡρόστρατος ἐξορμήσας τῆς [p. 120] νεὼς μετὰ τοῦ ἀγάλματος, ἔχων καὶ τὰς αἰφνίδιον αὐτῷ ἀναφανείσας χλωρὰς μυρρίνας, ἀνέθηκεν ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ : θύσας δὲ τῇ θεῷ καὶ ἀναθεὶς τῇ Ἀφροδίτῃ τἄγαλμα,3 καλέσας δὲ καὶ ἐφ᾽ ἑστίασιν ἐν αὐτῷ τῷ ἱερῷ τοὺς προσήκοντας καὶ τοὺς οἰκειοτάτους ἔδωκεν ἑκάστῳ καὶ στέφανον ἐκ τῆς μυρρίνης, ὃν καὶ τότε ἐκάλεσε Ναυκρατίτην.’ ὁ μὲν οὖν Πολύχαρμος ταῦτα. οἷς κἀγὼ πείθομαι, ἡγούμενος οὐκ ἄλλον τινὰ εἶναι Ναυκρατίτην στέφανον ἢ τὸν ἐκ τῆς μυρρίνης, τῷ καὶ μετὰ τῶν ῥόδων ὑπὸ τοῦ Ἀνακρέοντος φορεῖσθαι. καὶ ὁ Φιλωνίδης δὲ εἴρηκεν ὡς ὁ τῆς μυρρίνης στέφανος τὴν ἐκ τῶν οἴνων ἀναθυμίασιν ἀποκρούεται καὶ ὁ τῶν ῥόδων ἔχει τι κεφαλαλγίας παρηγορικὸν πρὸς τῷ καὶ ἐμψύχειν. γελοῖοι οὖν εἰσιν οἱ λέγοντες Ναυκρατίτην εἶναι στέφανον τὸν ἐκ τῆς βύβλου τῆς στεφανωτρίδος καλουμένης παρ᾽ Αἰγυπτίοις,8 παρατιθέμενοι Θεοπόμπου ἐκ τῆς τρι σκαιδεκάτης τῶν Φιλιππικῶν καὶ ἑνδεκά>της τῶν Ἑλληνικῶν,9 ὅς φησιν Ἀγησιλάῳ τῷ Λάκωνι παραγενομένῳ εἰς Αἴγυπτον δῶρα πέμψαι τοὺς Αἰγυπτίους ἄλλα τέ τινα καὶ δὴ καὶ τὴν στεφανωτρίδα βύβλον. ἐγὼ δὲ οὐκ οἶδα τίνα ὠφέλειαν ἢ ἡδονὴν ἔχει τὸ βύβλῳ στεφανοῦσθαι μετὰ ῥόδων, πλὴν εἰ μή τι οἱ τούτοις χαίροντες [p. 122] στέψονται ὁμοῦ σκορόδοις καὶ ῥόδοις. παμπόλλους δὲ οἶδα λέγοντας τὸν ἐκ τῆς σαμψούχου στέφανον εἶναι τὸν Ναυκρατίτην πολὺ δὲ τὸ ἄνθος τοῦτο κατὰ τὴν Αἴγυπτον. διάφορος δὲ γίνεται κατὰ τὴν ὀδμὴν ἡ ἐν Αἰγύπτῳ μυρρίνη παρὰ τὰς ἐν ἄλλαις χώραις, ὡς καὶ Θεόφραστος ἱστορεῖ.”

19. ἔτι τούτων λεγομένων ἐπεισῆλθον παῖδες στεφάνους φέροντες τῶν ἀκμαζόντων κατὰ τοὺς καιρούς. καὶ ὁ Μυρτίλος “ λέγε, καλέ, εἶπεν, Οὐλπιανέ, στεφάνων ὀνόματα. οἱ γὰρ παῖδες, κατὰ τὰν Χαιρήμονος Κένταυρον,


    στεφάνους ἑτοιμάζουσιν, οὓς εὐφημίας
    κήρυκας εὐχαῖς προὐβάλοντο: δαιμόνων.

καὶ ἐν τῷ Διονύσῳ δὲ ὁ αὐτὸς ἔφη ποιητής:


    στεφάνους τεμόντες, ἀγγέλους εὐφημίας.

σὺ δὲ μὴ τὰ ἐκ τῶν ἐπιγραφομένων Αἰλίου Ἀσκληπιάδου Στεφάνων φέρε ἡμῖν ὡς ἀνηκόοις αὐτῶν, ἀλλ᾽ ἄλλο τι παρ᾽ ἐκεῖνα λέγε. δεῖξαι γὰρ οὐκ ἔχεις ὅτι διαλελυμένως τις εἴρηκε ῥόδων στέφανον καὶ ἴων στέφανον τὸ γὰρ παρὰ Κρατίνῳ κατὰ παιδιὰν εἴρηται: “ναρκισσίνους ὀλίσβους.” ” καὶ ὃς γελάσας “πρῶτον ἐν τοῖς Ἕλλησι στέφανος ὠνομάσθη, ὥς φησι Σῆμος ὁ Δήλιος ἐν δ [p. 124] Δηλιάδος, τὸ παρά μὲν ἡμῖν στέφος,1 παρὰ δέ τισι στέμμα προσαγορευόμενον, διὸ καὶ τούτῳ πρώτῳ στεφανωσάμενοι δεύτερον περιτιθέμεθα τὸν δάφνινον. κέκληται δὲ στέφανος ἀπὸ τοῦ στέφειν. σὺ δὲ οἴει με, ἔφη, Θετταλὲ ποικιλόμυθε, τῶν κοινῶν τούτων καὶ κατημαξευμένων ἐρεῖν τι; διὰ δὲ τὴν σὴν γλῶσσαν τῆς ὑπογλωττίδος μνησθήσομαι, ἧς Πλάτων ἐμνήσθη ἐν Διὶ Κακουμένῳ:


    καίτοι φορεῖτε γλῶσσαν ἐν ὑποδήμασι,
    στεφανοῦσθ᾽ ὑπογλωττίσιν ὅταν πίνητέ που:
    κἂν καλλιερῆτε γλῶτταν ἀγαθὴν πέμπετε.

Θεόδωρος δ᾽ ἐν ταῖς Ἀττικαῖς Φωναῖς, ὥς φησιν Πάμφιλος ἐν τοῖς περὶ ' Ὀνομάτων, πλοκῆς στεφάνων γένος τι τὴν ὑπογλωττίδα ἀποδίδωσιν. λαβὲ οὖν καὶ παρ᾽ ἐμοῦ κατὰ τὸν Εὐριπίδην:


    ἐκ παντὸς (γὰρ) ἄν τις πράγματος δισσῶν λόγων
    ἀγῶνα θεῖτ᾽ ἄν, εἰ λέγειν εἴη σοφός.

20. Ἰσθμιακόν. οὕτως τοῦτον καλούμενον στέφανον: Ἀριστοφάνης μνήμης ἠξίωσεν ἐν Ταγηνισταῖς λέγων οὕτως:


    τί οὖν ποιῶμεν; χλανίδ᾽ ἐχρῆν λευκὴν λαβεῖν:
    εἶτ᾽ Ἰσθμιακὰ λαβόντες ὥσπερ οἱ χοροὶ
    ᾁδωμεν εἰς τὸν δεσπότην ἐγκώμιον. [p. 126]

Σιληνὸς δ᾽ ἐν ταῖς Γλώσσαις φησὶν ‘Ἴσθμιον στέφανον.’ Φιλίτας δέ φησι: ‘Ἴσθμιος στέφανος ἤγουν ὁμωνυμία ἀμφοτέρωθι οἷον τῆς κεφαλῆς καὶ τοῦ πρώτου κόσμος. λέγω δὲ τὸ ἐπὶ τοῦ φρέατος καὶ τοῦ ἐγχειριδίου ἴσθμιον.’ Τιμαχίδας δὲ καὶ Σιμμίας οἱ Ῥόδιοι ἀποδιδόασιν ἓν ἀνθ᾽ ἑνὸς ‘Ἴσθμιον, στέφανον.’ οὗ μνημονεύει καὶ Καλλίξεινος ὁ Ῥόδιος καὶ αὐτὸς γένος ἐν τοῖς περὶ Ἀλεξανδρείας γράφων οὕτως. ...

21. ἐπεὶ δὲ Ἀλεξανδρείας ἐμνημόνευσα, οἶδά τινα ἐν τῇ καλῇ ταύτῃ πόλει καλούμενον στέφανον Ἀντινόειον γινόμενον ἐκ τοῦ αὐτόθι καλουμένου λωτοῦ. φύεται δ᾽ οὗτος ἐν λίμναις θέρους ὥρᾳ, καὶ εἰσὶν αὐτοῦ χροιαὶ δύο, ἡ μὲν τῷ ῥόδῳ ἐοικυῖα: ἐκ τούτου δὲ ὁ πλεκόμενος στέφανος κυρίως Ἀντινόειος καλεῖται: ὁ δὲ ἕτερος λώτινος ὀνομάζεται. κυανέαν ἔχων τὴν χροιάν. καὶ Παγκράτης τις τῶν ἐπιχωρίων ποιητής ὃν καὶ ἡμεῖς ἔγνωμεν, Ἀδριανῷ τῷ αὐτοκράτορι ἐπιδημήσαντι τῇ Ἀλεξανδρείᾳ μετὰ πολλῆς τερατείας ἐπέδειξεν τὸν ῥοδίζοντα λωτόν, φάσκων αὐτὸν δεῖν καλεῖν Ἀντινόειον, ἀναπεμφθέντα ὑπὸ τῆς γῆς ὅτε τὸ αἷμα ἐδέξατο τοῦ Μαυρουσίου λέοντος, ὃν κατὰ τὴν πλησίον τῇ Ἀλεξανδρείᾳ Λιβύην ἐν κυνηγίῳ καταβεβλήκει ὁ Ἀδριανός, μέγα χρῆμα ὄντα καὶ πολλῷ χρόνῳ κατανεμηθέντα πᾶσαν τὴν Λιβύην, ἧς καὶ πολλὰ [p. 128] ἀοίκητα ἐπεποιήκει οὗτος ὁ λέων. ἡσθεὶς οὖν ἐπὶ τῇ τῆς ἐννοίας εὑρέσει καὶ καινότητι τὴν ἐν Μουσῶν αὐτῷ σίτησιν ἔχειν ἐχαρίσατο. καὶ Κρατῖνος δ᾽ ὁ κωμῳδιοποιὸς ἐν Ὀδυσσεῦσι κέκληκεν τὸν λωτὸν στεφάνωμα διὰ τὸ πάντα τὰ φυλλώδη ὑπὸ τῶν ' Ἀθηναίων στεφανώματα λέγεσθαι. ὁ δὲ Παγκράτης ἐν τῷ ποιήματι οὐκ ἀγλαφύρως εἴρηκεν


    οὔλην ἕρπυλλον, λευκὸν κρίνον ἠδ᾽ ὑάκινθον
    πορφυρέην γλαυκοῦ τε χελιδονίοιο πέτηλα
    καὶ ῥόδον εἰαρινοῖσιν ἀνοιγόμενον ζεφύροισιν
    οὔπω γὰρ φύεν ἄνθος ἐπώνυμον Ἀντινόοιο.

22. πυλέων%10. οὕτως καλεῖται ὁ στέφανος ὃν τῇ Ἥρᾳ περιτιθέασιν Λάκωνες, ὥς φησιν Πάμφιλος. ἀλλὰ μὴν καὶ ἰάκχαν τινὰ καλούμενον οἶδα στέφανον ὑπὸ Σικυωνίων, ὥς φησι Τιμαχίδας ἐν ταῖς Γλώσσαις. Φιλίτας δ᾽ οὕτως γράφει: “Ἰάκχα, ἐν τῇ Σικυωνίᾳ, στεφάνωμα εὐῶδες:


    ἕστηκ᾽ ἀμφὶ κόμας εὐώδεας ἀγχόθι πατρὸς
    καλὸν Ἰακχαῖον θηκαμένη στέφανον.

” Σέλευκος δ᾽ ἐν ταῖς Γλώσσαις Ἑλλωτίδα καλεῖσθαί φησι τὸν ἐκ μυρρίνης πλεκόμενον στέφανον, ὄντα τὴν περίμετρον πηχῶν κ᾽ , πομπεύειν τε ἐν τῇ τῶν Ἑλλωτίων ἑορτῇ, φασὶ δ᾽ ἐν αὐτῷ τὰ τῆς Εὐρώπης ὀστᾶ κομίζεσθαι, ἣν ἐκάλουν Ἑλλωτίδα. ἄγεσθαι δὲ καὶ ἐν Κορίνθῳ τὰ Ἑλλώτια. [p. 130]

Θυρεατικοί. οὕτω καλοῦνταί τινες στέφανοι παρὰ Λακεδαιμονίοις, ὥς φησι Σωσίβιος ἐν τοῖς περὶ Θυσιῶν, ψιλίνους αὐτοὺς φάσκων νῦν ὀνομάζεσθαι, ὄντας ἐκ φοινίκων. φέρειν δ᾽ αὐτοὺς ὑπόμνημα τῆς ἐν Θυρέᾳ γενομένης νίκης τοὺς προστάτας τῶν ἀγομένων χορῶν ἐν τῇ ἑορτῇ ταύτῃ, ὅτε καὶ τὰς Γυμνοπαιδιὰς ἐπιτελοῦσιν. χοροὶ δ᾽ εἰσὶν γ᾽, ὁ μὲν πρόσω παίδων, ὁ δ᾽ ἐκ δεξιοῦ γερόντων, ὁ δ᾽ ἐξ ἀριστεροῦ ἀνδρῶν,2 γυμνῶν ὀρχουμένων καὶ ᾀδόντων Θαλητᾶ καὶ Ἀλκμᾶνος ᾁσματα καὶ τοὺς Διονυσοδότου τοῦ Λάκωνος παιᾶνας.

μελιλωτίνων δὲ στεφάνων μνημονεύει Ἄλεξις ἐν Κρατείᾳ ἢ Φαρμακοπώλῃ οὕτως: στεφάνους


    τε πολλοὺς κρεμαμένους μελιλωτίνους.

ἐπιθυμίς. Σέλευκός φησι “τὰ πάντα, στεφανώματα.” Τιμαχίδας δέ φησιν τὰ παντοδαπὰ στεφανώματα ἃ τὰς γυναῖκας φορεῖν οὕτως καλεῖσθαι

ὑποθυμὶς δὲ καὶ ὑποθυμίδες στέφανοι παρ᾽ Αἰολεῦσιν καὶ Ἴωσιν, οὓς περὶ τοὺς τραχήλους περιετίθεντο, ὡς σαφῶς ἔστιν μαθεῖν ἐκ τῆς Ἀλκαίου καὶ Ἀνακρέοντος ποιήσεως. Φιλίτας δ᾽ ἐν τοῖς Ἀτάκτοις ὑποθυμίδα Λεσβίους φησὶν καλεῖν [p. 132] μυρσίνης κλῶνα, περὶ ὃν πλέκειν ἴα καὶ ἄλλα ἄνθη.

καὶ ὑπογλωττὶς δὲ στεφάνου ἐστὶν εἶδος. Θεόδωρος δ᾽ ἐν Ἀττικαῖς Γλώσσαις στεφάνων πλοκῆς γένος παρὰ Πλάτωνι ἐν Διὶ Κακουμένῳ. 23. εὑρίσκω δὲ καὶ παρὰ τοῖς κωμικοῖς κυλιστὸν τινα καλούμενον στέφανον καὶ μνημονεύοντα αὐτοῦ Ἄρχιππον ἐν Ῥίνωνι διὰ τούτων


    ἀθῷος ἀποδοὺς θοἰμάτιον ἀπέρχεται,
    στέφανον ἔχων τῶν ἐκκυλίστων οἴκαδε

. Ἄλεξις δ᾽ ἐν μὲν Ἀγωνίδι ἢ Ἱππίσκῳ::


    ὁ τρίτος οὗτος δ᾽ ἔχει
    σύκων κυλιστὸν στέφανον. ἀλλ᾽ ἔχαιρε καὶ
    ζῶν τοῖς τοιούτοις.

ἐν δὲ τῷ Σκίρωνί φησι:


    ὥσπερ κυλιστὸς στέφανος αἰωρούμενος.

μνημονεύει δ᾽ αὐτοῦ καὶ Ἀντιφάνης ἐν Ἑαυτοῦ ἐρῶντι, Εὔβουλος δ᾽ ἐν Οἰνομάῳ ἢ Πέλοπι:


    περιφοραῖς κυκλούμενος
    ὥσπερ κυλιστὸς στέφανος.

τίς οὖν οὗτος ὁ κυλιστός; οἶδα γὰρ τὸν Θυατειρηνὸν Νίκανδρον ἐν τοῖς Ἀττικοῖς Ὀνόμασι λέγοντα τάδε: ‘ἐκκύλιστοι : στέφανοι, καὶ μάλιστα οἱ ἐκ ῥόδων.’ καὶ τὸ εἶδος ὁποῖον ζητῶ, ὦ [p. 134] Κύνουλκε, καὶ μή μοι εἴπῃς ὅτι δεῖ τοὺς ἁδροὺς ἀκούειν. σὺ γὰρ εἶ ὁ τὰ ἐν τοῖς βιβλίοις οὐ μόνον ἀπόρρητα ἐκλέγων ἀλλὰ καὶ διορύττων,2 καθάπερ οἱ παρὰ Βάτωνι τῷ κωμῳδιοποιῷ ἐν Συνεξαπατῶντι φιλόσοφοι, περὶ ὧν καὶ Σοφοκλῆς Συνδείπνοις φησίν, οὖσί σοι παραπλησίοις :


    οὔτοι γένειον ὧδε χρὴ διηλιφὲς
    φοροῦντα κἀντίπαιδα καὶ γένει μέγαν
    γαστρὸς καλεῖσθαι παῖδα, τοῦ πατρὸς παρόν.

ἐπειδὴ οὖν ἤδη καὶ σὺ πεπλήρωσαι οὐ μόνον τῶν τοῦ γλαύκου κρανίων ἀλλὰ καὶ τῆς ἀειζώου βοτάνης, ἧς ὁ Ἀνθηδόνιος ἐκεῖνος δαίμων ἐμφορηθεὶς ἀθάνατος πάλιν % ητις % γέγονε, λέγε ἡμῖν περὶ τοῦ προκειμένου, ἵνα μὴ κατὰ τὸν θεῖον Πλάτωνα ὑπολάβωμέν σε ἀποθανόντα μεταμορφωθῆναι, τοὺς μὲν γὰρ τὰς γαστριμαργίας τε καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διευλαβουμένους εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν τοιούτων θηρίων εἰκὸς ἐνδύεσθαι.

” 24. [p. 136] ἀποροῦντος δ᾽ αὐτοῦ ‘ ἐπὶ ἕτερον,’ φησί, ‘ στέφανον μεταβήσομαι,’ ὁ Οὐλπιανός, “τὸν στρούθινον καλούμενον, οὗ μέμνηται μὲν ὁ Ἀσκληπιάδης, παρατιθέμενος τὰ ἐκ τῶν Εὐβούλου Στεφανοπωλίδων ταῦτα:


    ὦ μάκαρ, ἥτις ἔχουσ᾽ ἐνὶ δωματίῳ στρουθίον: ἀεροφόρητον
    λεπτότατον περὶ σῶμα συνίλλεται
    ἡδύπνοον περὶ νυμφίον εὔτριχα,
    κισσὸς ὅπως Καλάμῳ περιφύεται
    αὐξόμενος ἔαρος ὀλολυγόνος
    ἔρωτι κατατετηκώς.

πλέκεται δ᾽ οὗτος ἐκ τοῦ στρουθίου καλουμένου ἄνθους, οὗ μνημονεύει Θεόφραστος ἐν ἕκτῳ Φυτικῆς Ἱστορίας ἐν τούτοις ‘ ἀνθεῖ δὲ καὶ ἡ ἶρις τοῦ θέρους καὶ τὸ στρούθιον καλούμενον, ὃ τῇ μὲν ὄψει καλὸν ἄνθος, ἄοσμον δέ.’ Γαλήνη δ᾽ ἡ Σμυρναία στρουθιον αὐτὸν ὀνομάζει.

πόθος. οὕτως τις στέφανος ὀνομάζεται, ὡς Νίκανδρός φησιν ὁ Κολοφώνιος ἐν Γλώσσαις: καὶ ἴσως ὁ ἀπὸ τοῦ οὕτω καλουμένου ἄνθους πλεκόμενος, οὗ μνημονεύει ὁ αὐτὸς Θεόφραστος ἐν τῷ ἕκτῳ τῶν Φυτικῶν γράφων ὧδε: ‘τὰ δὲ θερινὰ μᾶλλον, ἥ τε λυχνὶς καὶ τὸ Διὸς ἄνθος καὶ τὸ κρίνον καὶ τὸ ἴφυον καὶ ἀμάρακος ὁ Φρύγιος, ἔτι [p. 138] δὲ ὁ πόθος καλούμενος, οὗτος δὲ ἐστι διττός, ὁ μὲν ἔχων τὸ ἄνθος ὅμοιον ὑακίνθῳ, ὁ δ᾽ ἕτερος ἄχρως, ἔκλευκος,1 ᾧ χρῶνται πρὸς τοὺς τάφους.’ καταλέγει δὲ Εὔβουλος καὶ ἄλλους στεφάνους:


    Αἰγίδιον, σὺ δὲ τόνδε φορήσεις
    στέφανον πολυποίκιλον ἀνθέων,
    ὑγρότατον,2 χαριέστατον, ὦ Ζεῦ:
    τί γάρ; αὐτὸν ἔχουσα φιλήσει.

κἀν τοῖς ἑξῆς τάδε φησί:


    στεφάνους ἴσως βούλεσθε: πότερ᾽ ἑρπυλλίνους
    ἢ μυρτίνους ἢ τῶν διηνθεμισμένων;
    β. τῶν μυρτίνων βουλόμεθα τουτωνί: σὺ δὲ
    τὰ γ᾽ ἄλλα πώλει πάντα πλὴν τῶν μυρτίνων.

25. φιλύρινος. Ξέναρχος Στρατιώτῃ:


    φιλύρας εἶχε γάρ
    ὁ παῖς ἀφύλλου στέφανον ἀμφικείμενον.
    καλοῦνται δέ τινες καὶ ἑλικτοὶ στέφανοι, ὥσπερ

παρὰ Ἀλεξανδρεῦσι μέχρι καὶ νῦν. μνημονεύει δ᾽ αὐτῶν Χαιρήμων ὁ τραγῳδιοποιὸς ἐν Διονύσῳ διὰ τούτων


    κισσῷ τε ναρκίσσῳ τε τριέλικας κύκλῳ
    στεφάνων ἑλικτῶν
    ὁρμαθούς ... περὶ δὲ τῶν ἐν Αἰγύπτῳ αἰεὶ ἀνθούντων [p. 140] στεφάνων

Ἑλλάνικος ἐν τοῖς Αἰγυπτιακοῖς οὕτως γράφει: ‘ πόλις ἐπιποταμίη, Τίνδιον ὄνομα: αὐτῇ` θεῶν ὁμήγυρις καὶ ἱερὸν μέγα καὶ ἁγνὸν ἐν μέσῃ τῇ πόλει λίθινον καὶ θύρετρα λίθινα. ἔσω τοῦ ἱεροῦ ἄκανθαι πεφύκασι λευκαὶ καὶ μέλαιναι. ἐπ᾽ αὐτῇσι στέφανοι ἐπιβέβληνται ἄνω, τῆς ἀκάνθου τοῦ ἄνθεος καὶ ῥοιῆς καὶ ἀμπέλου πεπλεγμένοι: καὶ οὗτοι αἰεὶ ἀνθέουσι : τοὺς ἀπέθεντο οἱ θεοὶ ἐν Αἰγύπτῳ πυθόμενοι βασιλεύειν τὸν Βάβυν, ὅς ἐστι Τυφών.’ Δημήτριος δ᾽ ἐν τῷ Περὶ τῶν κατ᾽ Αἴγυπτον περὶ Ἄβυδον πόλιν τὰς ἀκάνθας ταύτας εἶναί φησιν γράφων οὕτως: ‘ ἔχει δὲ ὁ κάτω τόπος καὶ ἄκανθάν τινα δένδρον. ὃ τὸν καρπὸν φέρει στρογγύλον ἐπί τινων κλωνίων περιφερῶν, ἀνθεῖ δ᾽ οὗτος ὅταν ὥρα ᾖ, καὶ ἐστὶ τῷ χρώματι τὸ ἄνθος καὶ καὶ εὐφεγγές. λέγεται δέ τις μῦθος ὑπὸ τῶν Αἰγυπτίων ὅτι οἱ Αἰθίοπες στελλόμενοι εἰς Τροίαν ὑπὸ τοῦ Τιθωνοῦ, ἐπεὶ ἤκουσαν τὸν Μέμνονα τετελευτηκέναι, ἐν τούτῳ τῷ τόπῳ τοὺς στεφάνους ἀνέβαλον ἐπὶ τὰς ἀκάνθας: ἐστὶ δὲ παραπλήσια τὰ κλωνία στεφάνοις, ἐφ᾽ ὧν τὸ ἄνθος φύεται.’ ὁ δὲ προειρημένος Ἑλλάνικος καὶ Ἄμασιν Αἰγύπτου βασιλεῦσαι, ἰδιώτην ὄντα καὶ τῶν τυχόντων κατὰ τὸν πρῶτον βίον, διὰ [p. 142] στεφάνου δωρεὰν ὃν ἔπεμψεν ἀνθέων πλεξάμενος τῇ ὥρᾳ περικαλλεστάτων γενέθλια ἐπιτελοῦντι Πατάρμιδι τῷ τῆς Αἰγύπτου τότε βασιλεύοντι. τοῦτον γὰρ ἡσθέντα τῷ κάλλει τοῦ στεφάνου καὶ ἐπὶ δεῖπνον καλέσαι τὸν Ἄμασιν καὶ μετὰ ταῦτα τῶν φίλων ἕνα αὐτὸν ἔχοντα ἐκπέμψαι ποτὲ καὶ στρατηγόν, Αἰγυπτίων αὐτῷ πολεμούντων ὑφ᾽ ὧν διὰ τὸ τοῦ Πατάρμιδος μῖσος ἀποφανθῆναι βασιλέα. 26. συνθηματιαῖοι στέφανοι, ἠργολαβημένοι καὶ ἐκδόσιμοι. Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις:


    πλέξαι στεφάνους συνθηματιαίους εἴκοσιν.

χορωνόν. Ἀπίων ἐν τῷ περὶ τῆς Ῥωμαικῆς Διαλέκτου φησὶν τὸν στέφανον πάλαι χορωνὸν καλούμενον ἀπὸ τοῦ τοὺς χορευτὰς ἐν τοῖς θεάτροις αὐτῷ χρῆσθαι, αὐτούς τε περικειμένους καὶ ἐπὶ τὸν στέφανον ἀγωνιζομένους, καθὼς ἐν τοῖς Σιμωνίδου Ἐπιγράμμασιν ἰδεῖν ἔστιν οὕτως καλούμενον:


    Φοῖβον, ὃς ἁγεῖται τοῖς Τυνδαρίδῃσιν ἀοιδᾶν
    ἁμέτεροι τέττιγες ἐπεστέψαντο χορωνῷ.



ἀκίνινοι. στέφανοί τινες καλοῦνται οὕτως οἱ τῆς ἀκίνου τοῦ φυτοῦ πλεκόμενοι, ὥς φησιν [p. 144] Ἄνδρων ὁ ἱατρός. παρέθετο δ᾽ αὐτοῦ τὴν λέξιν Παρθένιος ὁ τοῦ Διονυσίου ἐν τῷ πρώτῳ τῶν παρὰ τοῖς ἱστορικοῖς Λέξεων. 27. στεφανωματικὰ δὲ ἄνθη καταλέγει Θεόφραστος τάδε: ‘ ἴον,1 Διὸς ἄνθος, ἴφυον, φλόγα, ἡμεροκαλλές. πρῶτόν τε τῶν ἀνθέων ἐκφαίνεσθαί φησιν τὸ λευκόιον, ἅμα δὲ αὐτῷ καὶ τὸ φλόγινον καλούμενον τὸ ἄγριον, ἔπειτα νάρκισσον καὶ λείριον καὶ τῶν ἀγρίων ἀνεμώνης: γένος τὸ καλούμενον ὄρειον καὶ τὸ τοῦ βολβοῦ κώδυον. συμπλέκουσι γὰρ καὶ τοῦτ᾽ ἔνιοι εἰς τοὺς στεφάνους, ἐπὶ τούτοις ἥ τε οἰνάνθη καὶ τὸ μέλαν ἴον καὶ τῶν ἀγρίων ὅ τε ἑλίχρυσος καὶ τῆς ἀνεμώνης ἡ λειμωνία καλουμένη καὶ ξίφιον καὶ ὑάκινθος. τὸ δὲ ῥόδον ὑστερεῖ τούτων καὶ τελευταῖον μὲν φαίνεται, πρῶτον δὲ παύεται, τὸ δὲ θερινὰ μᾶλλον, ἥ τε λυχνὶς καὶ τὸ Διὸς ἄνθος καὶ τὸ κρίνον καὶ τὸ ἴφυον καὶ ἀμάρακος ὁ Φρύγιος, ἔτι δὲ ὁ πόθος καλούμενος.’ ἐν δὲ τῷ θ# ὁ αὐτὸς Θεόφραστός φησιν ‘ἐάν τις τοῦ ἑλιχρύσου τῷ ἄνθει στεφανῶται,10 εὔκλειαν ἴσχει μύρῳ ῥαίνων.’ μνημονεύει αὐτοῦ Ἀλκμὰν ἐν τούτοις: [p. 146]


    καὶ τὶν εὔχομαι φέροισα
    τόνδ᾽ ἑλιχρύσω πυλεῶνα
    κἠράτω κυπαίρω.

καὶ Ἴβυκος:


    μύρτα τε καὶ ἴα καὶ ἑλίχρυσος,
    μᾶλά τε καὶ ῥόδα καί τέρεινα δάφνα.

Κρατῖνος δὲ ἐν Μαλθακοῖς φησιν


    ἑρπύλλῳ, κρόκοις, ὑακίνθοις, ἑλιχρύσου κλάδοις. .

ἐστὶ δὲ τὸ ἄνθος ὅμοιον λωτῷ. Θεμισταγόρας δ᾽ ὁ Ἐφέσιος ἐν τῇ ἐπιγραφομένῃ Χρυσέῃ Βύβλῳ ἀπὸ τῆς πρώτης δρεψαμένης νύμφης Ἑλιχρύσης ὄνομα τὸ ἄνθος ὀνομασθῆναι. τὰ δὲ κρίνα φησὶν ὁ Θεόφραστος εἶναι καὶ πορφυρανθῆ.

Φιλῖνος δὲ τὸ κρίνον ὑφ᾽ ὧν μὲν λείριον, ὑφ᾽ ὧν δὲ ἴον καλεῖσθαι. Κορίνθιοι δ᾽ αὐτὸ ἀμβροσίαν καλοῦσιν, ὥς φησι Νίκανδρος ἐν Γλώσσαις.

Διοκλῆς δ᾽ ἐν τῷ περὶ Θανασίμων Φαρμάκων “ἀμάρακον, φησίν, ὃν σάμψουχόν τινες καλοῦσιν.”

28. κοσμοσανδάλων δὲ μνημονεύει Κρατῖνος ἐν Μαλθακοῖς διὰ τούτων


    κεφαλὴν ἀνθέμοις ἐρέπτομαι,
    λειρίοις, ῥόδοις, κρίνεσιν,6 κοσμοσανδάλοις.

Κλέαρχος δ᾽ ἐν β᾽ Βίων “ ὅρα, φησίν, τοὺς τὸ [p. 148] κοσμοσανδάλοις ἀνείροντας Λακεδαιμονίους, οἳ τὸν παλαιότατον τῆς πολιτικῆς κόσμον συμπατήσαντες ἐξετραχηλίσθησαν. διόπερ καλῶς περὶ αὐτῶν εἴρηκεν ὁ κωμῳδιοποιὸς Ἀντιφάνης ἐν Κιθαριστῇ:


    οὐκ ἐφύσων οἱ Λάκωνες ὡς ἀπόρθητοί ποτε;
    νῦν δ᾽ ὁμηρεύουσ᾽ ἔχοντες πορφυροῦς κεκρυφάλους;



Ἱκέσιος δ᾽ ἐν δευτέρῳ περὶ Ὕλης τὸ λευκόιον φησι μεσότητά τινα ἔχειν ἐν τῷ στύφειν, πολὺ δ᾽ ἀρίστην εὐωδίαν καὶ δυναμένην τέρπειν, ἀλλὰ πρὸς ὀλίγιστον. ‘τὸ δὲ μέλαν. φησί, τὴν μὲν αὐτὴν θεωρίαν ἔχει, εὐῶδες δ᾽ ἐστὶ πολὺ μᾶλλον.’ Ἀπολλόδωρος δὲ ἐν τῷ περὶ Θηρίων φησί: ‘ χαμαίπιτυν, οἱ δὲ ὁλόκυρον, οἱ δὲ Ἀθήνησιν ἰωνιάν, οἱ δὲ κατ᾽ Εὔβοιαν σιδηρῖτιν.’ Νίκανδρος δ᾽ ἐν δευτέρῳ Γεωργικῶν τὰ δὲ ἔπη ὀλίγον ὕστερον παραθήσομαι, ὅταν περὶ πάντων τῶν στεφανωματικῶν ἀνθῶν διεξέρχωμαι τὸ ἴον, φησίν, Ἰωνιάδες τινὲς νύμφαι Ἴωνι ἐχαρίσαντο πρώτῳ.

τὸν δὲ Νάρκισσον ἐν τῷ σ᾽ περὶ Φυτῶν Ἱστορίας ὁ Θεόφραστος καλεῖσθαί φησι καὶ λείριον. εἶθ᾽ ὑποβὰς ὡς διαλλάσσοντα τίθησιν νάρκισσαν καὶ [p. 150] λείριον. Εὔμαχος δ᾽ ὁ Κορκυραῖος ἐν Ῥιζοτομικῷ καὶ ἀκακαλλίδα φησὶ καλεῖσθαι τὸν νάρκισσον καὶ κρόταλον. τοῦ δὲ ἡμεροκαλλοῦς καλουμένου ἄνθους, ὃ τὴν μὲν νύκτα μαραίνεται, ἅμα δὲ τῷ ἡλίῳ ἀνατέλλοντι θάλλει, μνημονεύει Κρατῖνος ἐν Μαλθακοῖς λέγων οὕτως :


    ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ.

τῆς δ᾽ ἑρπύλλου, φησὶ Θεόφραστος, τὴν ἄγριον κομίζοντες ἐκ τῶν ὀρῶν φυτεύουσιν ἐν Σικυῶνι καὶ Ἀθήνησιν ἐκ τοῦ Ὑμηττοῦ. παρ᾽ ἄλλοις δὲ ὅλα ὄρη πλήρη ἐστὶ τοῦ ἄνθους, καθάπερ ἐν Θρᾴκῃ. Φιλῖνος δέ φησιν αὐτὴν ζυγίδα καλεῖσθαι.

περὶ δὲ τῆς λυχνίδος, λέγων Ἀμερίας ὁ Μακεδὼν ἐν τῷ Ῥιζοτομικῷ φησιν ἀναφῦναι αὐτὴν ἐκ τῶν Ἀφροδίτης λουτρῶν ὅτε Ἡφαίστῳ συγκοιμηθεῖσα ἡ Ἀφροδίτη λούοιτο. εἶναι δ᾽ ἀρίστην ἐν Κύπρῳ καὶ Λήμνῳ, ἔτι δὲ Στρογγύλῃ καὶ Ἔρυκι καὶ Κυθήροις.

ἡ δ᾽ ἶρις, φησὶ Θεόφραστος, ἀνθεῖ τοῦ θέρους μόνη τε τῶν Εὐρωπαίων ἀνθέων εὔοσμος ἐστίν. ἀρίστη δ᾽ ἐστὶν ἐν Ἰλλυριοῖς τοῖς ἀνῳκισμένοις τῆς θαλάσσης. Φιλῖνος δέ φησι τὰ ἄνθη τῆς ἴριδος λέγεσθαι λύκους διὰ τὸ ἐμφερῆ εἶναι λύκου χείλεσι. Νικόλαος δ᾽ ὁ Δαμασκηνὸς ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν πρὸς ταῖς ἑκατὸν περὶ τὰς [p. 152] Ἄλπεις λίμνην τινά φησιν εἶναι πολλῶν σταδίων οὖσαν, ἧς περὶ τὸν κύκλον πεφυκέναι δι᾽ ἔτους ἄνθη ἥδιστα καὶ εὐχρούστατα, ὅμοια ταῖς καλουμέναις κάλχαις. τῶν δὲ καλχῶν μέμνηται καὶ Ἀλκμὰν ἐν τούτοις:


    χρύσιον ὅρμον ἔχων ῥαδινᾶν πετάλοισι καλχᾶν.

μνημονεύει αὐτῶν καὶ Ἐπίχαρμος ἐν Ἀγρωστίνῳ.29.

“τῶν δὲ ῥόδων, φησὶ Θεόφραστος ἐν τῷ ἕκτῳ, πολλαί εἰσι διαφοραί. τὰ μὲν γὰρ πλεῖστα αὐτῶν πεντάφυλλα, τὰ δὲ δωδεκάφυλλα, ἔνια δ᾽ ἐστὶ καὶ ἑκατοντάφυλλα περὶ Φιλίππους, λαμβάνοντες γὰρ ἐκ τοῦ Παγγαίου φυτεύουσιν ἐκεῖ γὰρ γίγνεται πολλά, μικρά, δὲ σφόδρα τὰ ἐντὸς φύλλα: ἡ γὰρ ἔκφυσις αὐτῶν οὕτως ἐστὶν ὥστ᾽ εἶναι τὰ μὲν ἐντός, τὰ δὲ ἐκτός: οὐκ εὔοσμα δὲ οὐδὲ μεγάλα τοῖς μεγέθεσιν. τὰ δὲ πεντάφυλλα εὐώδη μᾶλλον ὧν τραχὺ τὸ κάτω. εὐοσμότατα δὲ τὰ ἐν Κυρήνῃ, διὸ καὶ τὸ μύρον ἥδιστον, καὶ τῶν ἴων δὲ καὶ τῶν ἄλλων ἀνθέων ἄκρατοι μάλιστα καὶ θεῖαι αἱ ὀσμαί: διαφερόντως δὲ ἡ τοῦ κρόκου.” Τιμαχίδας δ᾽ ἐν τοῖς Δείπνοις τὸ ῥόδον φησὶ τοὺς Ἀρκάδας καλεῖν εὔομφον ἀντὶ τοῦ εὔοσμον.

Ἀπολλόδωρος δὲ ἐν [p. 154] δ Παρθικῶν ἄνθος τι ἀναγράφει καλούμενον Φιλάδελφον κατὰ τὴν Παρθικὴν χώραν, περὶ οὗ τάδε φησίν: “ καὶ μυρσίνης γένη ποικίλα μῖλάξ τε καὶ τὸ καλούμενον φιλάδελφον, ὃ τὴν ἐπωνυμίαν ἔλαβε τῇ φύσει πρόσφορον. ἐπειδὰν γὰρ ἐκ διαστήματος αὐτομάτως κράδαι συμπέσωσι, ἐμψύχων περιπλοκῇ ἐν τῷ ... μένουσιν ἡνωμέναι καθάπερ ἀπὸ ῥίζης μιᾶς, καὶ τὸ λοιπὸν ἀνατρέχουσιν καὶ ζωοφυτοῦσιν διὸ καὶ τοῖς ἡμέροις φυλακὴν ἀπ᾽ αὐτῶν κατασκευάζουσιν. ἀφαιροῦντες γὰρ τῶν ῥάβδων τὰς λεπτοτάτας καὶ διαπλέξαντες δικτύου τρόπῳ φυτεύουσιν κύκλῳ τῶν κηπευμάτων ι καὶ ταῦτα συμπλεκόμενα περιβόλου παρέχεται δυσπάροδον ἀσφάλειαν.” 30. ἀνθῶν δὲ στεφανωτικῶν μέμνηται ὁ μὲν τὰ Κύπρια Ἔπη πεποιηκὼς Ἡγησίας ἢ Στασῖνος: Δημοδάμας γὰρ ὁ Ἁλικαρνασσεὺς ἢ Μιλήσιος ἐν τῷ περὶ Ἁλικαρνασσοῦ Κυπρία Ἁλικαρνασσέως αὐτὰ εἶναί φησι ποιήματα, λέγει δ᾽ οὖν ὅστις ἐστὶν ὁ ποιήσας αὐτὰ ἐν τῷ α᾽ οὑτωσί


    εἵματα μὲν χροὶ ἕστο τά οἱ Χάριτές τε καὶ Ὧραι
    ποίησαν καὶ ἔβαψαν ἐν ἄνθεσιν εἰαρινοῖσιν,
    οἷα φοροῦσ᾽Σ321 ὧραι, ἔν τε κρόκῳ ἔν θ᾽ ὑακίνθῳ
    ἔν τε ἴῳ θαλέθοντι ῥόδου τ᾽ ἐνὶ ἄνθει καλῷ, [p. 156]
    ἡδέι νεκταρέῳ, ἒν τ᾽ ἀμβροσίαις καλύκεσσιν
    ναρκίσσου ... καὶ λειρίου ... δἶ Ἀφροδίτη
    ὥραις παντοίαις τεθυωμένα εἵματα ἕστο.

οὗτος ὁ ποιητὴς καὶ τὴν τῶν στεφάνων χρῆσιν εἰδὼς φαίνεται δι᾽ ὧν λέγει:


    ἣ δὲ σὺν ἀμφιπόλοισι φιλομμειδὴς Ἀφροδίτη . . ,
    πλεξάμεναι στεφάνους εὐώδεας ἄνθεα γαίης
    ἂν κεφαλαῖσιν ἔθεντο θεαὶ λιπαροκρήδεμνοι,
    νύμφαι καὶ Χάριτες, ἅμα δὲ χρυσῆ Ἀφροδίτη,
    καλὸν ἀείδουσαι κατ᾽ ὄρος πολυπιδάκου Ἴδης.

31. Νίκανδρος δ᾽ ἐν δευτέρῳ Γεωργικῶν καταλέγων καὶ αὐτὸς στεφανωτικὰ ἄνθη καὶ περὶ Ἰωνιάδων Νυμφῶν καὶ περὶ ῥόδων τάδε λέγει:


    ἀλλὰ τὰ μὲν σπείροις τε καὶ ὅσσ᾽ ὡραῖα φυτεύοις,
    ἄνθε᾽ Ἰαονίηθε: γένη γε μὲν ἰάσι δισσά,
    ὠχρόν τε χρυσῷ τε φυὴν εἰς ὦπα προσειδές,11
    ἅσσα τ᾽ Ἰωνιάδες Νύμφαι στέφος ἁγνὸν Ἴωνι
    Πισαίοις ποθέσασαι ἐνὶ κλήροισιν ὄρεξαν. ἤνυσε γὰρ χλούνηνδε μετεσσύμενος σκυλάκεσσιν, Ἀλφειῷ καὶ λύθρον ἑῶν ἐπλύνατο γυίων ἑσπέριος Νύμφαισιν Ἰαονίδεσσι νυχεύσων. [p. 158] αὐτὰρ ἀκανθοβόλοιο ῥόδου κατατέμνεο βλάστας τάφροις τ᾽ ἐμπήξειας, ὅσον διπάλαιστα τελέσκων, πρῶτα μὲν ' Ὠδονίηθε Μίδης ἅπερ Ἀσίδος ἀρχὴν λείπων ἐν κλήροισιν ἀνέτρεφεν Ἠμαθίοισιν,4 αἰὲν ἐς ἑξήκοντα πέριξ κομόωντα πετήλοις: δεύτερα Νισαίης Μεγαρηίδος, οὐδὲ Φάσηλις οὐδὲ αὐτὴ Λεύκοφρυν ἀγασσαμένη ἐπιμεμφής, Ληθαίου Μάγνητος ἐφ᾽ ὕδασιν εὐθαλέουσα. κισσοῦ δ᾽ ἄλλοτε κλῶν᾽ εὐρυρρίζου καπέτοισιν, πολλάκι δὲ στέφος αὐτὸ κορυμβηλοῖο φυτεύσαις Θρασκίω ἢ ἀργωπὸν ἠὲ κλαδέεσσι πλανήτην βλαστοδρεπῆ δὲ χυτοῖο καεὶς μίαν ὄρσεο κόρσην, σπεῖραν ὑπὸ σπυρίδεσσι νεοπλέκτοιοι καθάπτων, ὄφρα δύο κροκόωντες ἐπιζυγέοντε κορύμβοι μέσφα συνωρίζωσιν ὑπερφιάλοιο μετώπου, χλωροῖς ἀμφοτέρωθεν ἐπηρεφέες πετάλοισιν. [p. 160] σπέρματι μὴν κάλυκες κεφαλήγονοι ἀντελέουσιν, ἀργήεις πετάλοισι, κρόκῳ μέσα χροιισθεῖσαι: ἃ κρίνα, λείρια δ᾽ ἄλλοι ἐπιφθέγγονται ἀοιδῶν, οἱ δὲ καὶ ἀμβροσίην, πολέες δέ τε χάρμ᾽ Ἀφροδίτης: ἤρισε γὰρ χροιῇ. τὸ δέ που ἐπὶ μέσσον ὄνειδος ὅπλον βρωμήταο διεκτέλλον πεφάτισται. ἶρις δ᾽ ἐν ῥίζῃσιν ἀγαλλίας ἥ θ᾽ ὑακίνθῳ αἰαστῇ προσέοικε, χελιδονίοισι δὲ τέλλει ἄνθεσιν, ἰσοδρομεῦσα χελιδόσιν, αἵ τ᾽ ἀνὰ κόλπῳ φυλλάδα νηλείην ἐκχεύετον,9 ἀρτίγονοι δὲ εἴδοντ᾽ ἠμύουσαι ἀεὶ κάλυκες στομίοισιν. σὺν καὶ ἅπερ τ᾽ ὀξεῖα χροιῇ λυχνὶς οὐδὲ θρυαλλίς, οὐδὲ μὲν ἀνθεμίδων κενεὴ γηρύσεται ἀκμή, οὐδὲ βοάνθεμα κεῖνα τὰ τ᾽ αἰπύτατον κάρη ὑψοῖ,14 φλόξ τε θεοῦ αὐγῇσιν ἀνερχομένῃς γανάουσα. [p. 162] ἕρπυλλον δ᾽ ἐφύδροισιν ἐπ᾽ ἀμβώνεσσι φυτεύσεις, ὄφρα κλάδοις μακροῖσιν ἐφερπύζων διάηται ἠὲ κατακρεμάησιν ἐφιμείρων ποτὰ Νυμφέων. καὶ δ᾽ αὐτῆς μήκωνος ἄπο πλαταγώνια βάλλοις, ἄβρωτον κώδειαν ὄφρα κνώπεσσι φυλάξῃ: φυλλάσιν ἦ γὰρ πάντα διοιγομέναισιν ἐφίζει ἑρπετά, τὴν δὲ δρόσοισιν ἐισκομένην βοτέονται κώδειαν, καρποῖο μελιχροτέρου πλήθουσαν. θρίων δ᾽ οἰχομένων ῥέα μὲν φλόγες, ἄλλοτε ῥιπαὶ πῆξαν σάρκα τυπῇσι, τὰ δ᾽ οὐ βάσιν ἐστήριξαν, θρῖα δ᾽ οὐ λέγει τὰ τῆς συκῆς, ἀλλὰ τὰ τῆς μήκωνος


        οὔτε τί παι βρώμην ποτιδέγμενα:: πολλάκι δ᾽ ἴχνη
        στιφροῖς ὠλίσθηναν ἐνιχρίμψαντε καρείοις,12
        ἁδρύνει δὲ βλάστα βαθεῖ᾽ ἐν τεύχεϊ κόπρος
        σαμψύχου λιβάνου τε νέας κλάδασἠδ᾽ ὅσα κῆποι
        ἀνδράσιν ἐργοπόνοις στεφάνους ἔπι πορσαίνουσιν.
        ἦ γὰρ καὶ λεπταὶ πτερίδες καὶ παιδὸς ἔρωτες
        λεύκῃ ἰσαιόμενοι, ἐν καὶ κρόκος εἴαρι μύων,16
        κύπρος τ᾽ ὀσμηρὸν τε σισύμβριον ὅσσα τε κοίλοις
        ἄσπορα ναιομένοισι τόποις ἀνεθρέψατο λειμὼν [p. 164]
        κάλλεα, βουφθαλμόν τε καὶ εὐῶδες Διὸς ἄνθος,
        χάλκας, σὺν δ᾽ ὑάκινθον ἰωνιάδας τε χαμηλὰς
        ὀρφνοτέρας, ἃς στύξε μετ᾽ ἄνθεσι Φερσεφόνεια.
        σὺν δὲ καὶ ὑψῆέν τε πανόσμεον ὅσσα τε τύμβοι
        φάσγανα παρθενικαῖς νεοδουπέσιν ἀμφιχέονται,
        αὐταί τ᾽ ἠιθέας ἀνεμωνίδες ἀστράπτουσαι
        τηλόθεν ὀξυτέρῃσιν ἐφελκόμεναι χροιῇσιν. ῾ἐν ἐνίοις δὲ γράφεται ‘ ἐφελκόμεναι φιλοχροιαῖς.’


            ᾿ πᾶς δέ τις ἢ ἑλένειον ἢ ἀστέρα φωτίζοντα
            δρέψας εἰνοδίοισι θεῶν παρακάββαλε σηκοῖς
            ἢ αὐτοῖς βρετάεσσιν, ὅτε πρώτιστον ἴδωνται:
            πολλάκι θέρμια καλά, τοτὲ χρυσανθὲς ἀμέργων
            λείριά τε στήλαισιν ἐπιφθίνοντα καμόντων
            καὶ γεραὸν πώγωνα καὶ ἐντραπέας κυκλαμίνους
            σαύρην θ᾽, ἣ χθονίου πέφαται στέφος Ἡγεσιλάου.

        32. ἐκ τούτων τῶν ἐπῶν δῆλον γίνεται ὅτι ἕτερόν [p. 166] ἐστιν τὸ χελιδόνιον τῆς ἀνεμώνης: τινὲς γὰρ ταὐτὸ εἶναί φασι. Θεόφραστος δέ φησι: ‘ τὰς δ᾽ ἀνθήσεις λαμβάνειν δεῖ συνακολουθοῦντα τοῖς ἄστροις τὸ ἡλιοτρόπιον καλούμενον καὶ τὸ χελιδόνιον καὶ γὰρ τοῦτο ἅμα τῇ χελιδόνι ἀνθεῖ.’ καὶ ἀμβροσίαν δὲ ἄνθος τι ἀναγράφει ὁ Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασι λέγων οὕτως:: ‘Νίκανδρός φησιν ἐξ ἀνδριάντος τῆς κεφαλῆς Ἀλεξάνδρου τὴν καλουμένην ἀμβροσίαν φύεσθαι ἐν Κῷ.’ προείρηται δ᾽ ἄνω περὶ αὐτῆς ὅτι τὸ κρίνον οὕτω λέγουσι. Τιμαχίδας δ᾽ ἐν τετάρτῳ Δείπνου καὶ θήσειόν τι ἀναγράφει καλούμενον ἄνθος :


            θήσειὸν θ᾽ ἁπαλὸν μήλῳ ἐναλίγκιον ἄνθος,
            Λευκερέης ἱερὸν περικαλλέος, ὃ ῥα μάλιστα
            φίλατο.

        ἀπὸ τούτου δέ φησι τοῦ ἄνθους καὶ τὸν τῆς Ἀριάδνης καλούμενον στέφανον πεπλέχθαι. καὶ ὁ Φερεκράτης δὲ ἢ ὁ πεποιηκὼς τὸ δρᾶμα τοὺς Πέρσας μνημονεύων καὶ αὐτὸς ἀνθῶν τινων στεφανωτικῶν φησιν


            ὦ μαλάχας μὲν ἐξερῶν, ἀναπνέων δ᾽ ὑάκινθον,
            καὶ μελιλώτινον λαλῶν καὶ ῥόδα προσσεσηρώς: [p. 168]
            ὦ φιλῶν μὲν ἀμάρακον, προσκινῶν δὲ σέλινα,
            γελῶν δ᾽ ἱπποσέλινα καὶ κοσμοσάνδαλα βαίνων,
            ἔγχει κἀπιβόα τρίτον παιῶν᾽,3 ὡς νόμος ἐστίν.

        ὁ δὲ πεποιηκὼς τοὺς εἰς αὐτὸν ἀναφερομένους Μεταλλεῖς φησιν


            ὑπ᾽ ἀναδενδράδων ἁπαλὰς ἀσπαλάθους πατοῦντες
            ἐν λειμῶνι λωτοφόρῳ κύπειρόν τε δροσώδη
            κἀνθρύσκου μαλακῶν τ᾽ ἴων λείμακα καὶ τριφύλλου.

        ἐν τούτοις ζητῶ τί τὸ τρίφυλλον. καὶ γὰρ εἰς Δημαρέτην ἀναφέρεταί τι ποιημάτιον ὃ ἐπιγράφεται Τρίφυλλον κἀν τοῖς ἐπιγραφομένοις δὲ Ἀγαθοῖς ὁ Φερεκράτης ἢ Στράττις φησίν


            λουσάμενοι δὲ πρὸ λαμπρᾶς
            ἡμέρας ἐν τοῖς στεφανώμασιν, οἱ δ᾽ ἐν τῷ μύρῳ
            λαλεῖτε περὶ σισυμβρίων κοσμοσανδάλων τε.

        καὶ Κρατῖνος ἐν Μαλθακοῖς:


            παντοίοις γε μὴν κεφαλὴν ἀνθέμοις ἐρέπτομαι,
            λειρίοις ῥόδοις κρίνεσιν κοσμοσανδάλοις ἴοις
            καὶ σισυμβρίοις ἀνεμωνῶν κάλυξὶ τ᾽ ἠριναῖς
            ἑρπύλλῳ κρόκοις ὑακίνθοις ἑλειχρύσου κλάδοις
            οἰνάνθῃσιν ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ,
            ἀνθρύσκου ... ναρκίσσου φόβῃ
            τῷ τ᾽ ἀειφρούρῳ μελιλώτῳ κάρα πυκάζομαι: [p. 170]
            καὶ ... κύτισος αὐτόματος παρὰ Μέδοντος ἔρχεται.

        33. ἡ δὲ τῶν στεφάνων καὶ μύρων πρότερον εἴσοδος εἰς τὰ συμπόσια ἡγεῖτο τῆς δευτέρας τραπέζης, ὡς παρίστησι Νικόστρατος ἐν Ψευδοστιγματίᾳ διὰ τούτων.


            καὶ σὺ μὲν
            τὴν δευτέραν τράπεζαν εὐτρεπῆ ποίει,
            κόσμησον αὐτὴν παντοδαποῖς τραγήμασιν,
            μύρον, στεφάνους, λιβανωτόν, αὐλητρίδα λαβέ.

        Φιλόξενος δ᾽ ὁ διθυραμβοποιὸς ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ ἀρχὴν ποιεῖται τὸν στέφανον τῆς εὐωχίας οὑτωσὶ λέγων


            κατὰ χειρὸς δ᾽
            ἤλυθ᾽ ὕδωρ: ἁπαλὸς παιδίσκος ἐν ἀργυρέᾳ φέρων
            προχόῳ ἐπέχευεν.
            εἶτ᾽ ἔφερεν στέφανον λεπτᾶς ἀπὸ μυρτίδος εὐγνήτων
            κλάδων δισύναπτον.

        Εὔβουλος Τιτθαῖς:


            ὡς γὰρ εἰσῆλθε τὰ γερόντια τότ᾽ εἰς δόμους,
            εὐθὺς ἀνεκλίνετο: παρῆν στέφανος ἐν τάχει,
            ᾔρετο τράπεζα, παρέκειθ᾽ ἅμα τετριμμένη
            μᾶζα χαριτοβλέφαρος.

        τοῦτο δ᾽ ἦν ἔθος καὶ παρ᾽ Αἰγυπτίοις, ὡς Νικόστρατός φησιν ἐν Τοκιστῇ. Αἰγύπτιον γὰρ ὑποστησάμενος τὸν τοκιστήν φησιν


            καταλαμβάνομεν τὸν πορνοβοσκὸν καὶ δύο
            ἑτέρους κατὰ χειρὸς ἀρτίως εἰληφότας [p. 172]
            καὶ στέφανον. β. εἶεν καλὸς ὁ καιρός, Χαιρεφῶν.

        σὺ δὲ γαστρίζου, Κύνουλκε: καὶ μετὰ ταῦτα ἡμῖν εἰπὲ διὰ τί Κρατῖνος εἴρηκε τὸν μελίλωτον ‘τῷ τ᾽ ἀειφρούρῳ μελιλώτῳ.’ ἐπεὶ δέ σε ὁρῶ ἔξοινον ἤδη γεγενημένον—οὕτως δ᾽ εἴρηκε τὸν μεθύσην Ἄλεξις ἐν Εἰσοικιζομένῳ παύσομαί σε ἐρεσχηλῶν καὶ τοῖς παισὶ παρακελεύομαι κατὰ τὸν Σοφοκλέα, ὃς ἐν Συνδείπνοις φησί:


            φορεῖτε, μασσέτω τις, ἐγχείτω βαθὺν
            κρατῆρ᾽, ὅδ᾽ ἁνὴρ οὐ πρὶν ἂν φάγῃ καλῶς
            ὅμοια καὶ βοῦς ἐργάτης ἐργάζεται.

        καὶ κατὰ τὸν Φλιάσιον δὲ Ἀριστίαν καὶ γὰρ οὖτος ταῖς ἐπιγραφομέναις Κηρσὶν ἔφη:


            σύνδειπνος ἢ ' πίκωμος ἢ μαζαγρέτας,
            Ἅιδου τραπεζεύς, ἀκρατέα νηδὺν ἔχων.

        ἐπεὶ δὲ τοσούτων λεχθέντων μηδὲν ἀποκρίνεται, κελεύω αὐτὸν κατὰ τοὺς Ἀλέξιδος Διδύμους χυδαίοις στεφανωθέντα στεφάνοις ἐξάγεσθαι τοῦ συμποσίου, τῶν δὲ χυδαίων στεφάνων μνημονεύων ὁ κωμῳδιοποιός φησιν


            στεφάνων τε τούτων τῶν χύδην πεπλεγμένων.

        κἀγὼ δ᾽ ἐπὶ τούτοις τοῦ λέγειν ἤδη παύσομαι τὸ τήμερον, παραχωρῶν τε τὸν περὶ τῶν μύρων λόγον τοῖς βουλομένοις διεξέρχεσθαι τῷ τε παιδὶ [p. 174] προστάττων ἐπὶ τῇ στεφανηφόρῳ ταύτῃ μου διαλέξει κατὰ τὸν Ἀντιφάνη


            στεφάνους ἐνεγκεῖν δεῦρο τῶν χρηστῶν δύο
            καὶ δᾷδα χρηστὴν ἡμμένην χρηστῷ πυρί.

        οὕτω γὰρ τὴν τῶν λόγων ἔξοδον ὥσπερ δράματος ποιήσομαι.

    καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας ὥσπερ αὐτὸς αὑτοῦ σιωπὴν καταμαντευσάμενος ἀπέθανεν εὐτυχῶς, οὐδένα καιρὸν νόσῳ παραδούς, πολλὰ δὲ λυπήσας ἡμᾶς τοὺς ἑταίρους. 34.


        περιενεγκόντων δὲ τῶν παίδων ἐν ἀλαβάστοις

    καὶ ἄλλοις χρυσοῖς σκεύεσιν μύρα, νυστάζοντα τὸν Κύνουλκον θεασάμενός τις πολλῷ τῷ μύρῳ τὸ πρόσωπον ἐπέχρισεν. ὁ δὲ διεγερθεὶς καὶ μόλις ἑαυτὸν ἀναλαβὼν τί τοῦτ᾽, εἶπεν, Ἡράκλεις; οὐ σπογγιᾷ τίς μου παρελθὼν τὸ πρόσωπον ἐκκαθαρίσει μεμολυσμένον μαγγανείαις πολλαῖς; ἢ οὐκ οἴδατε καὶ τὸν καλὸν Ξενοφῶντα ἐν τῷ Συμποσίῳ ποιοῦντα τὸν Σωκράτην τοιαυτὶ λέγοντα: ‘ νὴ Δί᾽, ὦ Καλλία, τελέως ἡμᾶς ἑστιᾷς: οὐ γὰρ μόνον δεῖπνον ἄμεμπτον παρέθηκας, ἀλλὰ καὶ ἀκροάματα καὶ θεάματα ἥδιστα παρέχεις. τί οὖν εἰ καὶ μύρον [p. 176] ἐνέγκαι τις ἡμῖν, ἵνα καὶ εὐωδίᾳ ἑστιῴμεθα; μηδαμῶς, ἔφη ὁ Σωκράτης: ὥσπερ γάρ τοι ἐσθὴς ἄλλη μὲν γυναικεία, ἄλλη δὲ ἀνδρεία,2 οὕτω καὶ ὀσμὴ ἄλλη μὲν γυναικί, ἄλλη δὲ ἀνδρὶ πρέπει, καὶ γὰρ ἀνδρὸς μὲν δή που ἕνεκα ἀνδρῶν οὐδεὶς μύρῳ χρίεται, αἵ γε μὴν γυναῖκες ἄλλως τε καὶ ἂν νύμφαι τύχωσιν οὖσαι, ὥσπερ ἡ Νικηράτου τε τούτου καὶ ἡ Κριτοβούλου,6 μύρου μὲν τί καὶ προσδέονται; αὐταὶ γὰρ τούτου ὄζουσιν. ἐλαίου δὲ τοῦ ἐν γυμνασίοις ὀσμὴ καὶ παροῦσα ἡδίων ἢ μύρου γυναιξὶ καὶ ἀποῦσα ποθεινοτέρα. καὶ γὰρ δὴ μύρῳ μὲν ἀλειψάμενος δοῦλος καὶ ἐλεύθερος εὐθὺς ἅπας ὅμοιον ὄζει: αἱ δ᾽ ἀπὸ τῶν ἐλευθερίων μόχθων ὀσμαὶ ἐπιτηδευμάτων τε πρῶτον χρηστῶν καὶ χρόνου πολλοῦ δέονται, εἰ μέλλουσιν ἡδεῖαί τε καὶ ἐλευθέριαι ἔσεσθαι.’ καὶ ὁ θαυμασιώτατος δὲ Χρύσιππος τὴν ὀνομασίαν φησὶ λαβεῖν τὰ μύρα ἀπὸ τοῦ μετὰ πολλοῦ μόρου καὶ πόνου ματαίου γίνεσθαι. Λακεδαιμόνιοί τε ἐξελαύνουσι τῆς Σπάρτης τοὺς τὰ μύρα κατασκευάζοντας ὡς διαφθείροντας τοὔλαιον καὶ τοὺς τὰ ἔρια δὲ βάπτοντας ὡς ἀφανίζοντας τὴν λευκότητα τῶν ἐρίων. Σόλων τε ὁ σοφὸς διὰ τῶν Νόμων κεκώλυκε τοὺς [p. 178] ἄνδρας μυροπωλεῖν. ‘νῦν35. δὲ τῶν ἀνθρώπων οὐχ αἱ ὀσμαὶ μόνον, ὥς φησιν Κλέαρχος ἐν γ᾽ περὶ Βίων, ἀλλὰ καὶ αἱ χροιαὶ τρυφερὸν ἔχουσαί τι συνεκθηλύνουσι τοὺς μεταχειριζομένους. ὑμεῖς δὲ οἴεσθε τὴν ἁβρότητα χωρὶς ἀρετῆς ἔχειν τι τρυφερόν; καίτοι Σαπφώ, γυνὴ μὲν πρὸς ἀλήθειαν οὖσα καὶ ποιήτρια, ὅμως ᾐδέσθη τὸ καλὸν τῆς ἁβρότητος ἀφελεῖν λέγουσα ὧδε:


        ἐγὼ δὲ φίλημμ᾽ ἁβροσύναν, ...
        τοῦτο,2 καί μοι τὸ λαμπρὸν ἔρος τὠελίω καὶ τὸ καλὸν λέλογχε:

    φανερὸν ποιοῦσα πᾶσιν ὡς ἡ τοῦ ζῆν ἐπιθυμία τὸ λαμπρὸν καὶ τὸ καλὸν εἶχεν αὐτῇ ταῦτα δ᾽ ἐστὶν οἰκεῖα τῆς ἀρετῆς. Παρράσιος δὲ ὁ ζωγράφος, καίπερ παρὰ μέλος ὑπὲρ τὴν ἑαυτοῦ τέχνην τρυφήσας καὶ τὸ λεγόμενον ἐλευθέριον ἐκ ῥαβδίων ὡς ἔκ τινων ποτηρίων ἑλκύσας, λόγῳ γοῦν ἀντελάβετο τῆς ἀρετῆς, ἐπιγραψάμενος τοῖς ἐν Λίνδῳ πᾶσιν αὑτοῦ ἔργοις


        ἁβροδίαιτος ἀνήρ ἀρετήν τε σέβων τάδ᾽ ἔγραψεν
        Παρράσιος.

    ᾧ κομψός τις, ὡς ἐμοὶ δοκεῖ, ὑπεραλγήσας ῥυπαίνοντι τὸ τῆς ἀρετῆς ἀβρὸν καὶ καλόν, ἅτε [p. 180] φορτικῶς μετακαλεσαμένῳ εἰς τρυφὴν τὴν δοθεῖσαν ὑπὸ τῆς τύχης χορηγίαν, παρέγραψε τὸ ‘ ῥαβδοδίαιτος ἀνήρ.’ ἀλλ᾽ ὅμως διὰ τὸ τὴν ἀρετὴν φῆσαι τιμᾶν ἀνεκτέον.’ ταῦτα μὲν ὁ Κλέαρχος. Σοφοκλῆς δ᾽ ὁ ποιητὴς ἐν Κρίσει τῷ δράματι τὴν μὲν Ἀφροδίτην Ἡδονήν τινα οὖσαν δαίμονα μύρῳ τε ἀλειφομένην παράγει καὶ κατοπτριζομένην, τὴν δὲ Ἀθηνᾶν Φρόνησιν οὖσαν καὶ Νοῦν ἔτι δ᾽ ' Ἀρετήν, ἐλαίῳ χριομένην καὶ γυμναζομένην.

36. τούτοις ἀπαντήσας ὁ Μασσούριος ἔφη: ‘ὦ δαιμόνιε ἀνδρῶν, οὐκ οἶδας ὅτι αἱ ἐν τῷ ἐγκεφάλῳ ἡμῶν αἰσθήσεις ὀδμαῖς ἡδείαις παρηγοροῦνται προσέτι τε θεραπεύονται, καθὰ καὶ Ἄλεξίς φησιν ἐν Πονήρᾳ οὕτως:


    ὑγιείας μέρος
    μέγιστον ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν.

καὶ ὁ ἀνδρειότατος δέ, προσέτι δὲ καὶ πολεμικὸς ποιητὴς Ἀλκαῖος ἔφη: κὰδ


    δὲ χευάτω μύρον ἁδὺ καττῶ
    στήθεος ἄμμι.

καὶ ὁ σοφὸς δὲ Ἀνακρέων λέγει που:


    τί μὴν πέτεαι
    συρίγγων κοιλώτερα
    στήθεα χρισάμενος μύρῳ; [p. 182]

τὰ στήθη παρακελευόμενος μυροῦν, ἐν οἷς ἐστιν ἡ καρδία, ὡς καὶ ταύτης δηλονότι παρηγορουμένης τοῖς εὐώδεσι. τοῦτο δ᾽ ἔπρασσον οὐ μόνον τῆς εὐωδίας ἀπὸ τοῦ στήθους κατὰ φύσιν ἀναφερομένης ἐπὶ τὴν ὄσφρησιν, ἀλλὰ καὶ διὰ τὸ νομίζειν ἐν τῇ καρδίᾳ τὴν ψυχὴν καθιδρῦσθαι, ὡς Πραξαγόρας καὶ Φυλότιμος οἱ ἰατροὶ παραδεδώκασιν.’ καὶ Ὅμηρος δέ φησιν


    στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ.

καί:


    κραδίη δὲ οἱ ἔνδον ὑλάκτει.

καί:


    Ἕκτορι δ᾽ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσε.

ὃ δὴ καὶ σημεῖον φέρουσι τοῦ τὸ κυριώτερον τῆς ψυχῆς ἐνταῦθα κεῖσθαι: κατὰ γὰρ τὰς ἐν τοῖς φόβοις γινομένας ἀγωνίας πάλλεσθαι τὴν καρδίαν ἐπιδηλότατα συμβαίνει. καὶ ὁ Ἀγαμέμνων δέ φησιν ὁ Ὁμηρικός:


    αἰνῶς γὰρ Δαναῶν πέρι δείδια, οὐδέ μοι ἦτορ
    ἔμπεδον, ἀλλ᾽ ἀλαλύκτημαι: κραδίη δέ μοι ἔξω
    στηθέων ἐκθρώσκει, τρομέει δ᾽ ὕπο φαίδιμα γυῖα.

καὶ ὁ Σοφοκλῆς δὲ τὰς ἀπολελυμένας τοῦ φόβου πεποίηκε λεγούσας :


    θυμῷ δ᾽ οὔ τις φαιδρὰ χορεύει
    τάρβους θυγάτηρ. [p. 184]

Ἀναξανδρίδης δὲ τὸν ἀγωνιῶντα παράγει λέγοντα:


    ὦ πονηρὰ καρδία,
    ἐπιχαιρέκακον ὡς εἶ μόνον τοῦ σώματος:
    ὀρχῇ γὰρ εὐθὺς ἂν μ᾽ ἴδῃς δεδοικότα.

Πλάτων δέ φησι τὸν τῶν ὅλων δημιουργὸν καὶ τὴν τοῦ πλευμόνος αὐτῇ φύσιν ‘>περιθεῖναι πρῶτον μὲν μαλακὴν καὶ ἄναιμον, εἶτα σήραγγας ἔχουσαν οἷον σπόγγου κατατετρημένας, ἵν᾽ ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ πολλάκις ἁλλομένη τὸν παλμὸν εἰς ὑπεῖκον καὶ μαλακὸν ποιῆται. ἀλλὰ μὴν καὶ τοὺς στεφάνους τοὺς περικειμένους τῷ στήθει ὑποθυμίδας οἱ ποιηταὶ κεκλήκασιν ἀπὸ τῆς τῶν ἀνθῶν ἀναθυμιάσεως, οὐκ ἀπὸ τοῦ τὴν ψυχὴν θυμὸν καλεῖσθαι, ὥς τινες ἀξιοῦσιν. 37. τῷ δὲ τοῦ μύρου ὀνόματι πρῶτος Ἀρχίλοχος κέχρηται λέγων


    οὐκ ἂν μύροισι γραῦς ἐοῦσ᾽ ἠλείφετο.

καὶ ἀλλαχοῦ δ᾽ ἔφη:


    ἐσμυρισμένας κόμας
    καὶ στῆθος, ὡς ἂν καὶ γέρων ἠράσσατο.

μύρρα γὰρ ἡ σμύρνα παρ᾽ Αἰολεῦσιν, ἐπειδὴ τὰ πολλὰ τῶν μύρων διὰ σμύρνης ἐσκευάζετο καὶ ἥ γε στακτὴ καλουμένη διὰ μόνης ταύτης: ὁ 'δὲ [p. 186] Ὅμηρος τὴν μὲν χρῆσιν οἶδε τῶν μύρων, ἔλαια δ᾽ αὐτὰ καλεῖ μετ᾽ ἐπιθέτου:


    ῥοδόεντι δ᾽ ἔχριεν ἐλαίῳ.

καὶ ἀλλαχοῦ δὲ λέγει τι τεθυωμένον. καὶ ἡ Ἀφροδίτη δὲ παρ᾽ αὐτῷ τὸν Ἕκτορος νεκρὸν ῥοδόεντι ἔχριεν ἐλαίῳ ἀμβροσίῳ. καὶ τοῦτο μὲν ξ ἀνθέων. περὶ δὲ τοῦ ἐκ τῶν ἀρωμάτων σκευαζομένου, ἃ δὴ θυώματα ἐκάλουν, ἐπὶ τῆς Ἥρας λέγει:


    ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος
    λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ χρόα λευκὸν
    ἀμβροσίῃ ἑδανῷ τό,6 τό ῥά οἱ τεθυωμένον ἦεν
    τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ
    ἒμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ᾽ ἀυτμή.

38. γίνεται δὲ μύρα κάλλιστα κατὰ τόπους, ὡς Ἀπολλώνιός φησιν ὁ Ἡροφίλειος ἐν τῷ περὶ Μύρων γράφων οὕτως: ‘ ἶρις μὲν ἐν Ἤλιδι χρηστοτάτη καὶ ἐν Κυζίκῳ: ῥόδινον δὲ κράτιστον Φασήλιδι, καὶ τὸ ἐκ Νέας δὲ πόλεως καὶ Καπύης: κρόκινον δ᾽ ἐν Σόλοις τοῖς Κιλικίοις καὶ ἐν Ῥόδῳ: νάρδινον δὲ τὸ ἐν Τάρσῳ: οἰνάνθη δὲ ἡ ἀρίστη [p. 188] Κυπρία καὶ Ἀδραμυττηνή : ἀμαράκινον δὲ Κῷον καὶ μήλινον. κύπρινον δὲ προκέκριται τὸ ἐν Αἰγύπτῳ, δευτερεῦον δ᾽ ἐστὶ τὸ Κυπριακὸν καὶ τὸ ἐν Φοινίκῃ καὶ ταύτης τὸ ἀπὸ Σιδῶνος. τὸ δὲ παναθηναικὸν λεγόμενον ἐν Ἀθήναις: : τὸ δὲ μετώπιον καὶ Μενδήσιον κάλλιστα ἐν Αἰγύπτῳ σκευάζεται: σκευάζεται δὲ τὸ μετώπιον ἐξ ἐλαίου τοῦ ἀπὸ τῶν πικρῶν καρύων. οἱ δὲ χορηγοῦντες, φησί,3 καὶ ἡ ὕλη καὶ οἱ τεχνῖται τὸ χρηστότατον ποιοῦσι μύρον, ἀλλ᾽ οὐχ οἱ τόποι. Ἔφεσός γέ τοι πρότερον, φησί,4 τοῖς μύροις διέφερεν καὶ μάλιστα ἐν τῷ μεγαλλείῳ,6 νῦν δὲ οὔ. ἤκμαζε δὲ καὶ τὰ ἐν Ἀλεξανδρείᾳ διὰ πλοῦτον καὶ διὰ τὴν Ἀρσινόης καὶ Βερενίκης σπουδήν. ἐγίνετο δὲ καὶ ἐν Κυρήνῃ ῥόδινον χρηστότατον καθ᾽ ὃν χρόνον ἔζη Βερενίκη ἡ μεγάλη : οἰνάνθινον δὲ ἐν Ἀδραμυττίῳ πάλαι μὲν μέτριον, ὕστερον δὲ πρῶτον διὰ Στρατονίκην τὴν Εὐμένους. ἡ δὲ Συρία τὸ παλαιὸν χρηστὰ πάντα παρείχετο, μάλιστα δὲ τὸ τήλινον, νῦν δὲ οὔ. ἐν δὲ Περγάμῳ πρότερον μὲν ἐξόχως,11 νῦν δὲ οὔ, μυρεψοῦ τινος ἐκπονήσαντος, ἐσκευάσθη [p. 190] τὸ παρ᾽ οὐδενί πω γεγονὸς λιβανώτινον μύρον. μύρον δὲ χρηστὸν μύρῳ εὐτελεῖ ἐπιχεόμενον ἐπιπολῆς μένει: μέλι δὲ χρηστὸν χείρονι ἐπιχεόμενον εἰς τὸ κάτω βιάζεται: λαμβάνει γὰρ αὑτοῦ καθύπερθεν τὸ ἧττον.’ 39. τοῦ δὲ Αἰγυπτίου μύρου μνημονεύων Ἀχαιὸς ἐν Ἄθλοις φησιν


    ἰσάργυρόν τ᾽ εἰς χεῖρα Κυπρίου λίθου
    δώσουσι κόσμον χριμάτων τ᾽ Αἰγυπτίων.

μήποτε, φησὶν ὁ Δίδυμος, τὴν καλουμένην στακτὴν λέγει, διὰ τὴν σμύρναν ἣν εἰς Αἴγυπτον καταγομένην κομίζεσθαι πρὸς τοὺς Ἕλληνας. Ἱκέσιος δ᾽ ἐν β᾽ περὶ Ὕλης ‘ τῶν μύρων, φησίν, ἃ μέν ἐστιν χρίματα,4 ἃ δ᾽ ἀλείμματα, καὶ ῥόδινον μὲν πρὸς πότον ἐπιτήδειον, ἔτι δὲ μύρσινον, μήλινον τοῦτο δ᾽ ἐστὶν καὶ εὐστόμαχον καὶ ληθαργικοῖς χρήσιμον. τὸ δ᾽ οἰνάνθινον εὐστόμαχον ὂν καὶ τὴν διάνοιαν ἀπαραπόδιστον φυλάσσει, καὶ τὸ σαμψούχινον δὲ καὶ ἑρπύλλινον ἐπιτήδεια πρὸς πότον καὶ κρόκινον τὸ χωρὶς σμύρνης πολλῆς, καὶ ἡ στακτὴ δὲ ἐπιτήδειος πρὸς πότον, ἔτι δὲ νάρδος. τὸ δὲ τήλινον καὶ γλυκύ ἐστι καὶ ἁπαλόν. τὸ δὲ λευκόινον καὶ εὐῶδες καὶ σφόδρα πεπτικόν.’ Θεόφραστος δὲ ἐν τῷ περὶ Ὀδμῶν συντίθεσθαί φησι μύρα ἀπ᾽ ἀνθέων [p. 192] μὲν ῥόδινον καὶ λευκόινον καὶ σούσινον καὶ γὰρ τοῦτο ἐκ τῶν κρίνων, ἔτι δὲ τὸ σισύμβρινον καὶ ἑρπύλλινον, ἔτι δὲ κύπρινον καὶ κρόκινον βέλτιστον δ᾽ ἐν Αἰγίνῃ καὶ Κιλικίᾳ. ἀπὸ δὲ φύλλων τὸ μύρρινον καὶ τὸ οἰνάνθινον: αὕτη δ᾽ ἐν Κύπρῳ φύεται ὀρεινὴ καὶ πολύοσμος, ἀπὸ δὲ τῆς ἐν τῇ Ἑλλάδι οὐ γίνεται διὰ τὸ ἄοσμον. ἀπὸ δὲ ῥιζῶν τὸ τ᾽ ἴρινον, καὶ τὸ νάρδινον, καὶ τὸ ἀμαράκινον ἐκ τοῦ κόστου.’ 40. ὅτι δὲ διὰ σπουδῆς ἦν τοῖς παλαιοτέροις ἡ τῶν μύρων χρῆσις δῆλον ἐκ τοῦ καὶ ἐπίστασθαι ποῖόν τι ἑκάστῳ τῶν μελῶν ἡμῶν ἐστιν ἐπιτήδειον,ι Ἀντιφάνης γοῦν ἐν Θορικίοις ἢ Διορύττοντί φησιν


    λοῦται δ᾽ ἀληθῶς; ἀλλὰ τί;
    β. ἐκ χρυσοκολλήτου γε κάλπιδος μύρῳ
    Αἰγυπτίῳ μὲν τοὺς πόδας καὶ τὰ σκέλη,
    φοινικίνῳ δὲ τὰς γνάθους καὶ τιτθία,
    σισυμβρίνῳ δὲ τὸν ἕτερον βραχίονα,
    ἀμαρακίνῳ δὲ τὰς ὀφρῦς καὶ τὴν κόμην,
    ἑρπυλλίνῳ δὲ τὸ γόνυ καὶ τὸν αὐχένα. . , ,

καὶ Κηφισόδωρος ἐν Τροφωνίῳ:


    ἔπειτ᾽ ἀλείφεσθαι πρίω τὸ σῶμά μοι
    μύρον ἴρινον καὶ ῥόδινον, ἄγε μοι,11 Ξανθία:
    καὶ τοῖς ποσὶν χωρὶς πρίω μοι βάκκαριν. [p. 194]
    Β. ὦ λακκόπρωκτε, βάκκαριν τοῖς σοῖς ποσὶν
    ἐγὼ πρίωμαι; λαικάσομἄρα βάκκαριν;

Ἀναξανδρίδης Πρωτεσιλάῳ:


    μύρον τε παρὰ Πέρωνος, οὗπερ ἀπέδοτο
    ἐχθὲς Μελανώπῳ, πολυτελοῦς Αἰγυπτίου,
    ᾧ νῦν ἀλείφει τοὺς πόδας Καλλιστράτου.

μνημονεύει τοῦ μυροπώλου τούτου τοῦ Πέρωνος καὶ Θεόπομπος ἐν Ἀδμήτῳ καὶ Ἡδυχάρει. Ἀντιφάνης δ᾽ ἐν Ἀντείᾳ:


    παρὰ τῷ μυροπώλῃ γευόμενον κατελίμπανον
    αὐτὸν Πέρωνι τῶν μύρων μέλλει δέ σοι συνθεὶς φέρειν
    τὰ κινναμώμινα ταῦτα καὶ τὰ νάρδινα.

41. παρὰ πολλοῖς δὲ τῶν κωμῳδιοποιῶν ὀνομάζεταί τι μύρον βάκκαρις:: οὗ μνημονεύει καὶ Ἱππῶναξ διὰ τούτων


    βακκάρι δὲ τὰς ῥῖνας
    ἤλειφον ἐστὶ δ᾽ οἷά περ κρόκος.

Ἀχαιὸς δ᾽ ἐν Αἴθωνι σατυρικῷ:


    βακκάρει χρισθέντα καὶ ψυκτηρίοις
    πτεροῖς ἀναστήσαντα προσθίαν τρίχα:

Ἴων Ὀμφάλῃ:


    βακκάρις δὲ καὶ μύρα
    καὶ Σαρδιανὸν κόσμον εἰδέναι χροὸς
    ἄμεινον ἢ τὸν Πέλοπος ἐν νήσῳ τρόπον. [p. 196]

ἐν τούτοις Σαρδιανὸν κόσμον εἴρηκε τὸ μύρον, ἐπεὶ διαβόητοι ἐπὶ ἡδυπαθείᾳ οἱ Λυδοί: καὶ τὸ παρὰ Ἀνακρέοντι ‘λυδοπαθὴς’ ἀκούουσιν ἀντὶ τοῦ ἡδυπαθής. μνημονεύει τῆς βακκάριδος καὶ Σοφοκλῆς. Μάγνης δ᾽ ἐν Λυδοῖς:


    λούσαντα χρὴ καὶ βακκάριδι κεχριμένον ...

καὶ μήποτε οὔκ ἐστι μύρον ἡ βάκκαρις. Αἰσχύλος γὰρ ἐν Ἀμυμώνῃ ἀντιδιαστέλλων φησὶν


    κἄγωγε τὰς σὰς βακκάρεις τε καὶ μύρα.

καὶ Σιμωνίδης:


    κἠλειφόμην μύροισι καὶ θυώμασι
    καὶ βακκάρι.

Ἀριστοφάνης δ᾽ ἐν Θεσμοφοριαζούσαις:


    ὦ Ζεῦ πολυτίμηθ᾽, οἷον ἐνέπνευσ᾽ ὁ μιαρὸς
    φάσκωλος εὐθὺς λυόμενός μοι τοῦ μύρου
    καὶ βακκάριδος.

42. βρενθείου ὁ δὲ μύρου μνημονεύει Φερεκράτης ἐν Λήροις οὕτως:


    ἔστην δὲ κἀκέλευον, ‘ ἐγχέασθε νῷν
    βρένθειον,7 ἵνα τοῖς εἰσιοῦσιν ἐγχέῃ.’

[p. 198] βασιλείου Τ δὲ μύρου μνημονεύει Κράτης ἐν Γείτοσιν λέγων οὕτως:


    γλυκύτατον δ᾽ ὦζε βασιλείου μύρου.

Σαπφὼ δ᾽ ὁμοῦ μέμνηται τοῦ τε βασιλείου καὶ τοῦ βρενθείου, λέγουσα οὕτως :


    βρενθείω βασιληίῳ.

ψαγδῆς. Ἀριστοφάνης ἐν Δαιταλεῦσιν:


    φέρ᾽ ἴδω, τί σοι δῶ τῶν μύρων; ψάγδαν φιλεῖς;

Εὔπολις δ᾽ ἐν Μαρικᾷ,


    ψάγδαν ἐρυγγάνοντα,

Εὔβουλος δ᾽ ἐν Στεφανοπώλισιν


    Αἰγυπτίῳ ψάγδανι τρὶς λελουμένη.

Πολέμων δ᾽ ἐν τοῖς πρὸς Ἀδαῖον παρὰ Ἠλείοις φησὶ μύρον τι πλαγγόνιον καλεῖσθαι, εὑρεθὲν ὑπό τινος Πλαγγόνος. ὁμοίως ἱστορεῖ καὶ Σωσίβιος ἐν Ὁμοιότησιν.

ὡς καὶ τὸ μεγαλλεῖον, ὠνομάσθη γὰρ καὶ τοῦτο ἀπὸ Μεγάλλου τοῦ Σικελιώτου; οἱ δ᾽ Ἀθηναῖόν φασιν εἶναι τὸν Μέγαλλον. μνημονεύει δ᾽ αὐτοῦ [p. 200] Ἀριστοφάνης ἐν Τελμησσεῦσι καὶ Φερεκράτης ἐν Πετάλῃ, Στράττις δ᾽ ἐν Μηδείᾳ οὕτως:


    λέγ᾽ ὅτι φέρεις αὐτῇ μύρον
    τοιοῦτον οἷον οὐ Μέγαλλος πώποτε
    ἥψησεν οὐδὲ Δεινίας ᾁγύπτιος
    οὔτ᾽ εἶδεν οὔτ᾽ ἐκτήσατο.

τοῦ μεγαλλείου δὲ μύρου μνημονεύει καὶ Ἄμφις ἐν Ὀδυσσεῖ διὰ τούτων


    ἐρίοισι τοὺς τοίχους κύκλῳ Μιλησίοις,
    ἔπειτ᾽ ἀλείφειν τῷ μεγαλλείῳ ὁ μύρῳ
    καὶ τὴν βασιλικὴν θυμιᾶτε μίνδακα.
    β. ἀκήκοας σύ, δέσποτ᾽, ἤδη πώποτε
    τὸ θυμίαμα τοῦτο;

Ἀναξανδρίδης Τηρεῖ:


    ἀλλ᾽ οἷα νύμφη βασιλὶς ὠνομασμένη
    μύροις μεγαλλείοις τὸ σῶμ᾽ ἀλείφεται.

ναρδίνου δὲ μύρου μέμνηται Μένανδρος ἐν Κεκρυφάλῳ οὕτως :


    ἡδὺ τὸ μύρον, παιδάριον. Β. ἡδύ; πῶς γὰρ οὔ;
    νάρδινον.

43. τὸ δὲ χρίσασθαι τῷ τοιούτῳ ἀλείμματι μυρίσασθαι εἴρηκεν Ἀλκαῖος ἐν Παλαίστρᾳ διὰ τούτων


    μυρίσασά συγκατέκλεισεν ἀνθ᾽ αὑτῆς λάθρᾳ. [p. 202]

μυρώμασιν μέντοι, οὐ μυρίσμασιν ἔλεγεν Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις:


    ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν.

τῆς δὲ λεγομένης σάγδας μύρον δ᾽ ἐστὶ καὶ τοῦτο Ἐπίλυκος ἐν Κωραλίσκῳ:


    βάκκαρίς τε καὶ σάγδας ὁμοῦ.

καὶ Ἀριστοφάνης ἐν Δαιταλεῦσιν, καὶ ἐν Μαρικᾷ Εὔπολις ‘ σάγδαν ἐρυγγάνοντα’ λέγων, ὅπερ ὁ Θυατειρηνὸς Νίκανδρος ἐπὶ τοῦ ἄγαν χλιδῶντος εἰρῆσθαι ἀκούει, Θεόδωρος δὲ θυμίαμά τί φησιν αὐτὸ εἶναι. 44. παμπόλλου δ᾽ ἐπιπράσκετο Ἀθήνησιν ἡ τοῦ μύρου κοτύλη, καὶ ὡς μὲν Ἵππαρχός φησιν ἐν Παννυχίδι, ε᾽ μνῶν, ὡς δὲ Μένανδρος ἐν Μισογύνῃ, ι᾽ Ἀντιφάνης δ᾽ ἐν Φρεαρρίῳ στακτῆς τοῦ μύρου μνημονεύων φησίν


    στακτὴ δυοῖν μναῖν οὐκ ἀρέσκει μ᾽ οὐδαμῶς.

οὐ μόνον δὲ τὸ τῶν Σαρδιανῶν γένος φιλόμυρον ἦν, ὡς Ἄλεξίς φησιν ἐν Ἐκπωματοποιῷ:


    ἀεὶ φιλόμυρον πᾶν τὸ Σάρδεων γένος,

ἀλλὰ καὶ αὐτοὶ οἱ Ἀθηναῖοι οἱ πάντων τῶν καλλίστων εἰσηγηταὶ τῷ τῶν ἀνθρώπων βίῳ γενόμενοι, [p. 204] παρ᾽ οἷς ἀνυπερβλήτου τιμῆς, ὡς προείρηται, τῶν μύρων ὑπαρχούσης οὐκ ἀπείχοντο τῆς χρήσεως,1 ὥσπερ οὐδὲ ἡμεῖς νῦν οὕτω πολυτίμων τῶν καλλίστων ὑπαρχόντων ὡς λῆρον εἶναι τὰ ἐν τῷ Εἰσοικιζομένῳ Ἀλέξιδος ταυτί3,


    οὐ γὰρ ἐμυρίζετ᾽ ἐξ ἀλαβάστου, πρᾶγμά τι
    γινόμενον ἀεί, κρονικόν, ἀλλὰ τέτταρας
    περιστερὰς ἀφῆκεν ἀποβεβαμμένας
    εἰς οὐχὶ ταὐτόν, μὰ Δία, τὴν αὐτὴν μύρον,
    ἰδίᾳ ὁ δ᾽ ἑκάστην. πετόμεναι δ᾽ αὗται κύκλῳ
    ἔρραινον ἡμῶν θαἰμάτια καὶ στρώματα.
    μή μοι φθονήσητ᾽, ἄνδρες Ἑλλήνων ἄκροι:
    ἠλειφόμην ὑόμενος ἰρίνῳ μύρῳ.

45. πρὸς θεῶν, φίλοι, ποία ἡδονή, μᾶλλον δ᾽ ὑοσαλακωνία θαἰμάτια μολύνεσθαι, ἐξὸν ταῖς χερσίν, ὥσπερ ἡμεῖς νῦν ποιοῦμεν, ἀρυσαμένους ἀλείφεσθαι πᾶν τὸ σῶμα καὶ μάλιστα τὴν κεφαλήν, φησὶν γὰρ ὁ Φιλωνίδης ἐν τῷ περὶ Μύρων καὶ Στεφάνων τὴν ἀφορμὴν τοῦ τὴν κεφαλὴν ἐν τοῖς πότοις λιπαίνειν ἐντεῦθεν γενέσθαι: τοῖς αὐχμῶσι γὰρ τὰς κεφαλὰς εἰς τὸ μετέωρον ἕλκεσθαι τὸ λαμβανόμενον καὶ διὰ τοῦτο τῶν πυρετῶν διακαιόντων τὰ σώματα τέγγουσι τὴν κεφαλὴν ἐπιβρέγμασιν, ἵνα μὴ πρὸς τὸ ξηρόν, ταύτῃ δὲ καὶ πολύκενον, ὁρμὴν τὰ [p. 206] παρακαιόμενα λαμβάνῃ. τοῦτο δὴ λογισάμενοι καὶ ἐπὶ τῶν πότων τὴν εἰς τὸ μετέωρον τῶν οἴνων φορὰν ὑποπτεύσαντες ἐπεσπάσθησαν κεφαλὴν λιπαίνειν, ὡς ἐλάσσονος τῆς: βίας γενησομένης εἰ ταύτην προτέγξαιεν. προστιθεὶς δ᾽ ὁ βίος ἀεὶ τοῖς χρειώδεσιν καὶ τῶν εἰς ἀπόλαυσιν καὶ τρυφὴν ἀγόντων ἐπὶ τὴν τῶν μύρων χρῆσιν ὥρμησεν. χρηστέον οὖν, ὦ Κύνουλκε Θεόδωρε, μύροις παρὰ πότον τοῖς ἐλάχιστα καροῦν δυναμένοις, τοῖς στύφουσιν δὲ καὶ ψύχουσιν ἐπ᾽ ὀλίγον. ζητεῖ δ᾽ ὁ πολυμαθέστατος Ἀριστοτέλης ἐν τοῖς Φυσικοῖς Προβλήμασι ‘ διὰ τί οἱ μυριζόμενοι πολιώτεροι; ἢ ὅτι τὸ μύρον διὰ τὰ ἀρώματα ξηραντικὸν ἐστι, διὸ καὶ αὐχμηροὶ οἱ μυριζόμενοι: ὁ δὲ αὐχμὸς πολιωτέρους ποιεῖ, εἴτε γὰρ αὔανσις τριχὸς ἡ πολιὰ εἴτ᾽ ἔνδεια θερμοῦ, ἡ ξηρότης μαραίνει, διὸ καὶ τὰ πιλία θᾶττον ποιεῖ πολιούς ἐκπίνεται γὰρ ἡ οἰκεία τῆς τριχὸς ὑγρότης.’ 46. ἥδιστον δέ, ἄνδρες φίλοι, ἀναγινώσκων τὴν ὀγδόην καὶ εἰκοστὴν τῶν Ποσειδωνίου Ἱστοριῶν περὶ μύρων τι λεγόμενον ἐτήρησα, οὐκ ἀλλότριον ἡμῶν τοῦ συμποσίου, φησὶ γὰρ ὁ φιλόσοφος: ‘ἐν Συρίᾳ ἐν τοῖς βασιλικοῖς συμποσίοις ὅταν τοῖς εὐωχουμένοις δοθῶσιν οἱ στέφανοι, εἰσίασίν τινες μύρων Βαβυλωνίων ἔχοντες ἀσκίδια καὶ πόρρωθεν [p. 208] ἐκ τούτων περιπορευόμενοι τοὺς μὲν στεφάνους τῶν κατακειμένων δροσίζουσι τοῖς μύροις, ἄλλο μηδὲν ἔξωθεν παραραίνοντες.’ ἐπεὶ δ᾽ ἐνταῦθα τοῦ λόγου ἐσμέν, ‘συμβαλοῦμαί τι μέλος ὑμῖν εἰς ἔρωτα’ κατὰ τὸν Κυθήριον ποιητήν, ὅτι Ἰανὸς ὁ παρ᾽ ἡμῖν θεός, ὃν καὶ πατέρα προσαγορεύομεν, πρῶτος εὗρεν στέφανον. ἱστορεῖ δὲ τοῦτο Δράκων ὁ Κερκυραῖος ἐν τῷ περὶ Λίθων γράφων οὕτως: ‘Ἰανὸν δὲ λόγος ἔχει διπρόσωπον γεγονέναι, τὸ μὲν ὀπίσω τὸ δ᾽ ἔμπροσθεν ἔχοντα πρόσωπον, ἀπὸ τούτου καὶ τὸν Ἰανὸν ποταμὸν καὶ τὸ ὄρος Ἰανὸν ὀνομάζεσθαι,2 κατοικήσαντος αὐτοῦ ἐπὶ τοῦ ὄρους, τοῦτον δὲ καὶ στέφανον πρῶτον εὑρεῖν καὶ σχεδίας καὶ πλοῖα καὶ νόμισμα χαλκοῦν πρῶτον χαράξαι. διὸ καὶ τῶν κατὰ τὴν Ἑλλάδα πολλὰς πόλεις καὶ τῶν κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν ἐπὶ τοῦ νομίσματος ἐγχαράττειν πρόσωπον δικέφαλον καὶ ἐκ θατέρου μέρους ἢ σχεδίαν ἢ στέφανον ἢ πλοῖον. τοῦτον δὲ τὴν ἀδελφὴν γήμαντα Καμήσην υἱὸν μὲν Αἴθηκα, θυγατέρα δὲ Ὀλιστήνην γεννῆσαι. καὶ αὐτὸν ὡς μειζόνων ὀρεγόμενον πραγμάτων εἰς τὴν Ἰταλίαν διαπλεῦσαι καὶ οἰκῆσαι τὸ πλησίον Ῥώμης ὄρος κείμενον τὸ ἀπ᾽ αὐτοῦ Ἰανοῦκλον ὀνομαζόμενον.’ 47. τοσαῦτα καὶ περὶ μύρων ἐλέχθη. καὶ μετὰ ταῦτα πλείστων τῶν μὲν Ἀγαθοῦ Δαίμονος αἰτούντων ποτήριον, τῶν δὲ Διὸς Σωτῆρος, ἄλλων δὲ [p. 210] Ὑγιείας καὶ ἑτέρων ἑτέρους ἐπιλεγόντων, τοὺς τούτων τῶν κράσεων μεμνημένους τῶν ποιητῶν ἔδοξεν παρατίθεσθαι, ὧν καὶ αὐτῶν μνησθήσομαι, 'ι Ἀντιφάνης μὲν γὰρ ἐν Ἀγροικίσιν ἔφη:


    Ἁρμόδιος ἐπεκαλεῖτο,4 παιὰν ᾔδετο,
    μεγάλην Διὸς Σωτῆρος ἄκατον ἦρέ τις.

Ἄλεξις δ᾽ ἐν Τοκιστῇ ἢ Καταψευδομένῳ:


    ἀλλ᾽ ἔγχεον
    αὐτῷ Διός γε τήνδε Σωτῆρος, θεῶν
    θνητοῖς ἁπάντων χρησιμωτάτου πολύ.
    β. ὁ Ζεὺς ὁ σωτήρ, ἂν ἐγὼ διαρραγῶ,
    οὐδὲν μ᾽ ὀνήσει. α. πῖθι θαρρῶν.

Νικόστρατος Πανδρόσῳ:


    κἀγώ, φιλτάτη
    μετανιπτρίδ᾽ αὐτῷ τῆς Ὑγιείας ἔγχεον.
    β. λαβὲ τῆς Ὑγιείας δὴ σύ. α. φέρε, τύχάγαθῇ. τύχη τὰ θνητῶν πράγμαθ᾽, ἡ πρόνοια δὲ
    τυφλόν τι κἀσύντακτόν ἐστιν, ὦ πάτερ.

ἐν δὲ τῷ αὐτῷ δράματι καὶ τῆς τοῦ Ἀγαθοῦ Δαίμονος κράσεως μνημονεύει, ἧς καὶ σχεδὸν πάντες οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταί. ἀλλ᾽ ὅ γε Νικόστρατος οὕτως φησὶν


    ἄλλ᾽ ἐγχέασα θᾶττον Ἀγαθοῦ Δαίμονος
    ἀπενεγκάτω μοι τὴν τράπεζαν ἐκποδών.
    ἱκανῶς κεχόρτασμαι γάρ. ἀγαθοῦ Δαίμονος [p. 212]
    δέχομαι, λαβοῦσ᾽ ἀπένεγκε ταύτην ἐκποδών

Ξέναρχος ἐν Διδύμοις:


    ὡς ὑπό τι νυστάζειν γε καὐτὸς ἄρχομαι.
    β. ἡ τἀγαθοῦ γὰρ Δαίμονος συνέσεισέ με
    ἄκρατος ἐκποθεῖσα φιάλη παντελῶς.
    α. ἡ τοῦ δὲ Σωτῆρος Διὸς τάχιστά γε
    ἀπώλεσε ναύτην καὶ κατεπόντωσὲν μ᾽,6 ὁρᾷς.

Ἔριφος Μελιβοίᾳ:


    ἐκπεπήδηκας πρὶν Ἀγαθοῦ πρῶτα Δαίμονος λαβεῖν,
    πρὶν Διὸς σωτῆρος.

48. Θεόφραστος δ᾽ ἐν τῷ περὶ Μέθης ‘τὸν ἄκρατον, φησίν, οἶνον τὸν ἐπὶ τῷ δείπνῳ διδόμενον, ὃν δὴ λέγουσιν Ἀγαθοῦ Δαίμονος εἶναι πρόποσιν, ὀλίγον τε προσφέρουσιν, ὥσπερ ἀναμιμνήσκοντες μόνον τῇ γεύσει τὴν ἰσχὺν αὐτοῦ καὶ τὴν τοῦ θεοῦ δωρεάν, καὶ μετὰ τὴν πλήρωσιν διδόασιν, ὅπως ἐλάχιστον ᾖ τὸ πινόμενον καὶ τρίτον προσκυνήσαντες λαμβάνουσιν ἀπὸ τῆς τραπέζης, ὥσπερ ἱκετείαν τινὰ ποιούμενοι τοῦ θεοῦ μηθὲν ἀσχημονεῖν μηδ᾽ ἔχειν ἰσχυρὰν ἐπιθυμίαν τοῦ πότου,12 καὶ λαμβάνειν ἐξ αὐτοῦ τὰ καλὰ καὶ χρήσιμα.’ Φιλόχορος δ᾽ ἐν δευτέρῳ Ἀτθίδος ‘ καὶ θέσμιον, φησίν, ἐτέθη τότε προσφέρεσθαι μετὰ τὰ σιτία πᾶσιν ἀκράτου μὲν ὅσον γεῦμα καὶ δεῖγμα τῆς δυνάμεως τοῦ ἀγαθοῦ [p. 214] θεοῦ, τὸν δὲ λοιπὸν ἤδη κεκραμένον. δι᾽ ὃ καὶ τροφοὺς τοῦ Διονύσου τὰς Νύμφας ὀνομασθῆναι.’ ὅτι δὲ δοθείσης τῆς τοῦ Ἀγαθοῦ Δαίμονος κράσεως ἔθος ἦν βαστάζεσθαι τὰς τραπέζας ἔδειξεν διὰ τῆς αὑτοῦ ἀσεβείας ὁ Σικελιώτης Διονύσιος, τῷ γὰρ Ἀσκληπιῷ ἐν ταῖς Συρακούσαις ἀνακειμένης τραπέζης χρυσῆς προπιὼν αὐτῷ ἄκρατον Ἀγαθοῦ Δαίμονος ἐκέλευσεν βασταχθῆναι τὴν τράπεζαν. παρὰ δὲ τοῖς Ἐμεσηνοῖς θύοντες τῷ Ἡλίῳ, ὣς φησι Φύλαρχος ἐν τῇ ιβ᾽ τῶν Ἱστοριῶν, μέλι σπένδουσιν, οἶνον οὐ φέροντες τοῖς βωμοῖς, δεῖν λέγοντες τὸν τὰ ὅλα συνέχοντα καὶ διακρατοῦντα θεὸν καὶ ἀεὶ περιπολοῦντα τὸν κόσμον ἀλλότριον εἶναι μέθης. 49. ἐμέμνηντο δ᾽ οἱ πολλοὶ καὶ τῶν Ἀττικῶν ἐκείνων σκολίων ἅπερ καὶ αὐτὰ ἄξιὸν ἐστί σοι ἀπομνημονεῦσαι διά τε τὴν ἀρχαιότητα καὶ ἀφέλειαν τῶν ποιησάντων, καὶ τῶν: ἐπαινουμένων ἐπὶ τῇ ἰδέᾳ ταύτῃ τῆς ποιητικῆς Ἀλκαίου τε καὶ Ἀνακρέοντος, ὡς Ἀριστοφάνης παρίστησιν ἐν Δαιταλεῦσιν λέγων οὕτως


    ᾆσον δή μοι σκόλιόν τι λαβὼν Ἀλκαίου κἀνακρέοντος.

καὶ Πράξιλλα δ᾽ ἡ Σικυωνία ἐθαυμάζετο ἐπὶ τῇ [p. 216] τῶν σκολίων ποιήσει. σκόλια δὲ καλοῦνται οὐ κατὰ τὸν τῆς μελοποιίας τρόπον ὅτι σκολιὸς ἦν λέγουσιν γὰρ τὰ ἐν ταῖς ἀνειμέναις εἶναι σκολιὰ ἀλλὰ τριῶν γενῶν ὄντων, ὥς φησιν Ἀρτέμων ὁ Κασσανδρεὺς ἐν δευτέρῳ Βιβλίων Χρήσεως, ἐν οἷς τὰ περί: τὰς συνουσίας ἦν ᾀδόμενα: ὧν τὸ μὲν πρῶτον ἦν ὃ δὴ πάντας ᾁδειν νόμος ἦν, τὸ δὲ δεύτερον ὃ δὴ πάντες μὲν ᾖδον, οὐ μὴν ἀλλά γε: κατά τινα περίοδον ἐξ ὑποδοχῆς, τὸ τρίτον δὲ καὶ τὴν ἐπὶ πᾶσι τάξιν ἔχον, οὗ μετεῖχον οὐκέτι πάντες, ἀλλ᾽ οἱ συνετοὶ δοκοῦντες εἶναι μόνοι, καὶ καθ᾽ ὅντινα τόπον ἀεὶ τύχοιεν ὄντες: διόπερ ὡς ἀταξίαν τινὰ μόνον παρὰ τἄλλα ἔχον τὸ μήθ᾽ ἅμα μήθ᾽ ἑξῆς γινόμενον, ἀλλ᾽ ὅπη ἔτυχον εἶναι σκόλιον ἐκλήθη, τὸ δὲ τοιοῦτον ᾔδετο ὁπότε τὰ κοινὰ καὶ πᾶσιν ἀναγκαῖα τέλος λάβοι ἐνταῦθα γὰρ ἤδη τῶν σοφῶν ἕκαστον ᾠδήν τινα καλὴν εἰς μέσον ἠξίουν προφέρειν. καλὴν δὲ ταύτην ἐνόμιζον τὴν παραίνεσὶν τέ τινα καὶ γνώμην ἔχειν δοκοῦσαν χρησίμην εἰς τὸν βίον. [p. 218]50. τῶν οὖν δειπνοσοφιστῶν ὁ μέν τις ἔλεγε τῶν σκολίων τόδε, ὁ δέ τις τόδε: πάντα δ᾽ ἦν τὰ λεχθέντα ταῦτα: a#


    Παλλὰς Τριτογένει᾽, ἄνασσ᾽ Ἀθηνᾶ,2
    ὄρθου τήνδε πόλιν τε καὶ πολίτας,
    ἄτερ ἀλγέων καὶ στάσεων
    καὶ θανάτων ἀώρων σύ τε καὶ πατήρ.

b'


    πλούτου μητέρ᾽ Ὀλυμπίαν ἀείδω
    Δήμητρα στεφανηφόροις ἐν ὥραις,
    σέ τε, παῖ Διός, Φερσεφόνη :
    χαίρετον, εὖ δὲ τάνδ᾽ ἀμφέπετον πόλιν.

g#


    ἐν Δήλῳ ποτ᾽ ἔτικτε παῖδα Λατώ,
    Φοῖβον χρυσοκόμαν, ἄνακτ᾽ Ἀπόλλω,9
    ἐλαφηβόλον τ᾽ ἀγροτέραν
    Ἄρτεμιν, ἃ γυναικῶν μέγ᾽ ἔχει κράτος.

d#


    ὦ Πάν, Ἀρκαδίας μέδων κλεεννᾶς, [p. 220]
    ὀρχηστὰ Βρομίαις ὀπαδὲ Νύμφαις,
    γελάσειας, ὦ Πάν, ἐπ᾽ ἐμαῖς
    εὔφροσι ταῖσδ᾽ ἀοιδαῖς κεχαρημένος.

e#


    ἐνικήσαμεν ὡς ἐβουλόμεσθα,5
    καὶ νίκην ἔδοσαν θεοὶ φέροντες
    παρὰ Πανδρόσου ... ῾ὡς φίλην Ἀθηνᾶν. ᾿ ὁ

s'


    εἶθ᾽ ἐξῆν ὁποῖός τις ἦν ἕκαστος
    τὸ στῆθος διελόντ᾽, ἔπειτα τὸν νοῦν
    ἐσιδόντα,7 κλείσαντα πάλιν,
    ἄνδρα φίλον νομίζειν ἀδόλῳ φρενί.

z#


    ὑγιαίνειν μὲν ἄριστον ἀνδρὶ θνητῷ,
    δεύτερον δὲ καλὸν φυὰν γενέσθαι,
    τὸ τρίτον δὲ πλουτεῖν ἀδόλως,
    καὶ τὸ τέταρτον ἡβᾶν μετὰ τῶν φίλων. Ἀισθέντος δὲ τούτου καὶ πάντων ἡσθέντων ἐπ᾽ αὐτῷ καὶ μνημονευσάντων ὅτι καὶ ὁ καλὸς Πλάτων αὐτοῦ μέμνηται ὡς ἄριστα εἰρημένου, ὁ [p. 222] Μυρτίλος ἔφη Ἀναξανδρίδην αὐτὸ διακεχλευακέναι τὸν κωμῳδιοποιὸν ἐν Θησαυρῷ λέγοντα οὕτως: ὁ τὸ σκόλιον εὑρὼν ἐκεῖνος, ὅστις ἦν,
    τὸ μὲν ὑγιαίνειν πρῶτον ὡς ἄριστον ὂν
    ὠνόμασεν ὀρθῶς : δεύτερον δ᾽ εἶναι καλόν,
    τρίτον δὲ πλουτεῖν, τοῦθ᾽, ὁρᾷς, ἐμαίνετο:
    μετὰ τὴν ὑγίειαν γὰρ τὸ πλουτεῖν διαφέρει
    καλὸς δὲ πεινῶν ἐστιν αἰσχρὸν θηρίον. ἑξῆς δ᾽ ἐλέχθη καὶ τάδε:

h#


    ... ... 3 ἐκ γῆς χρὴ κατίδην πλόον,
    εἴ τις δύναιτο καὶ παλάμην ἔχοι.
    ἐπεὶ δὲ κ᾽ ἐν πόντῳ γένηται,
    τῷ παρεόντι τρέχειν ἀνάγκη.

q#


    ὁ δὲ καρκίνος ὧδ᾽ ἔφη,
    χαλᾷ τὸν ὄφιν λαβών


εὐθὺν χρὴ τὸν ἑταῖρον ἔμμεν
καὶ μὴ σκολιὰ φρονεῖν.” i#


    ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω, [p. 224]
    ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων,
    ὅτε τὸν τύραννον κτανέτην
    ἰσονόμους τ᾽ ' Ἀθήνας ἐποιησάτην.

ia# φίλταθ᾽ Ἁρμόδι᾽, οὒ τί που τέθνηκας
νήσοις δ᾽ ἐν μακάρων σέ φασιν εἶναι,
ἵνα περ ποδώκης Ἀχιλεύς,4
Τυδείδην τέ φασι τὸν ἐσθλὸν Διομήδεα. ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω,
ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων,
ὅτ᾽ Ἀθηναίης ἐν θυσίαις
ἄνδρα τύραννον Ἵππαρχον ἐκαινέτην.


    ig' αἰεὶ σφῷν κλέος ἔσσεται κατ᾽ αἶαν,
    φίλταθ᾽ Ἁρμόδιος καὶ ι Ἀριστογείτων:
    ὅτι τὸν τύραννον κτανέτην
    ἰσονόμους τ᾽ Ἀθήνας ἐποιησάτην.


        id# Ἀδμήτου λόγον, ὦ ἑταῖρε, μαθὼν τοὺς ἀγαθοὺς φίλει,7 τῶν δειλῶν δ᾽ ἀπέχου, γνοὺς ὅτι δειλοῖς ὀλίγη χάρις. [p. 226]


        ie# παῖ Τελαμῶνος, Αἶαν αἰχμητά, λέγουσί σε
        ἐς Τροίαν ἄριστον ἐλθεῖν Δαναῶν μετ᾽ Ἀχιλλέα.3



        is'
        τὸν Τελαμῶνα πρῶτον, Αἴαντα δὲ δεύτερον
        ἐς Τροίαν λέγουσιν ἐλθεῖν Δαναῶν μετ᾽ Ἀχιλλέα.3


        iz' εἴθε λύρα καλὰ γενοίμαν ἐλεφαντίνα,5
        καί με καλοὶ παῖδες φέροιεν Διονύσιον ἐς χορόν.


        ih# εἴθ᾽ ἄπυρον καλὸν γενοίμην μέγα χρυσίον
        καί με καλὴ γυνὴ φοροίη καθαρὸν θεμένη νόον.

    iq# σύν μοι πῖνε, συνήβα, συνέρα, συστεφανηφόρει,7
    σύν μοι μαινομένῳ μαίνεο,8 σὺν σώφρονι σωφρόνει.9


    k# ὑπὸ παντὶ λίθῳ σκορπίος, ὦ ἑταῖρ᾽, ὑποδύεται.
    φράζευ μή σε βάλῃ: τῷ δ᾽ ἀφανεῖ πᾶς ἕπεται δόλος.

[p. 228]


    ka# ὗς τὰν βάλανον τὰν μὲν ἔχει, τὰν δ᾽ ἔραται λαβεῖν
    κἀγὼ παῖδα καλὴν τὴν μὲν ἔχω,1 τὴν δ᾽ ἔραμαι λαβεῖν.


    kb# πόρνη καὶ βαλανεὺς τωὐτὸν ἔχουσ᾽ ἐμπεδέως ἔθος:
    ἐν ταὐτᾷ πυέλῳ τὸν τ᾽ ἀγαθὸν τόν τε κακὸν λόει.


    kg# ἔγχει καὶ Κήδωνι, διάκονε, μηδ᾽ ἐπιλήθου,
    εἰ χρὴ τοῖς ἀγαθοῖς ἀνδράσιν οἰνοχοεῖν.


    kd# αἰαῖ Λειψύδριον προδωσέταιρον,4
    οἵους ἄνδρας ἀπώλεσας, μάχεσθαι
    ἀγαθούς τε καὶ εὐπατρίδας,
    οἳ τότ᾽ ἔδειξαν οἵων πατέρων κύρησαν.8


    ke# ὅστις ἄνδρα φίλον μὴ προδίδωσιν, μεγάλαν ἔχει
    τιμὰν ἔν τε βροτοῖς ἔν τε θεοῖσιν κατ᾽ ἐμὸν νόον.

σκόλιον δὲ φασί τινες καὶ τὸ ὑπὸ Ὑβρίου τοῦ Κρητὸς ποιηθέν. ἔχει δ᾽ οὕτως: [p. 230]


    ἔστι μοι πλοῦτος μέγας δόρυ καὶ ξίφος
    καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός.
    τούτῳ γὰρ ἀρῶ, τούτῳ θερίζω,
    τούτῳ πατέω τὸν ἁδὺν οἶνον ἀπ᾽: ἀμπέλω,1
    τούτῳ δεσπότας μνοίας κέκλημαι.
    τοὶ δὲ μὴ τολμῶντ᾽ ἔχειν δόρυ καὶ ξίφος
    καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός,
    πάντες γόνυ πεπτηῶτες ἐμὸν κυνέοντι, δεσπόταν
    καὶ μέγαν βασιλῆα φωνέοντες.

51. τούτων λεχθέντων ὁ Δημόκριτος ἔφη: ‘ ἀλλὰ μὴν καὶ τὸ ὑπ᾽ τοῦ πολυμαθεστάτου γραφὲν Ἀριστοτέλους εἰς Ἑρμείαν τὸν Ἀταρνέα οὐ παιάν ἐστιν, ὡς ὁ τὴν τῆς ἀσεβείας κατὰ τοῦ φιλοσόφου γραφὴν ἀπενεγκάμενος Δημόφιλος εἰσέδωκε,7 παρασκευασθεὶς ὑπ᾽ Εὐρυμέδοντος, ὡς ἀσεβοῦντος καὶ ᾁδοντος ἐν τοῖς συσσιτίοις ὁσημέραι εἰς τὸν Ἑρμείαν παιᾶνα, ὅτι δὲ παιᾶνος οὐδεμίαν ἔμφασιν παρέχει τὸ ἆσμα, ἀλλὰ τῶν σκολίων ἕν τι καὶ αὐτὸ εἶδός ἐστιν ἐξ αὐτῆς τῆς λέξεως φανερὸν ὑμῖν ποιήσω:


    ἀρετὰ πολύμοχθε γένει βροτείῳ,
    θήραμα κάλλιστον βίῳ, [p. 232]
    σᾶς πέρι,1 παρθένε, μορφᾶς
    καὶ θανεῖν ζηλωτὸς ἐν Ἑλλάδι πότμος
    καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας,
    τοῖον ἐπὶ φρένα βάλλεις
    καρπὸν ἰσαθάνατον χρυσοῦ τε κρείσσω
    καὶ γονέων μαλακαυγήτοιὸ θ᾽ ὕπνου
    σεῦ δ᾽ ἕνεχ᾽ οἱ Διὸς Ἡρακλέης Λήδας τε κοῦροι
    πόλλ᾽ ἀνέτλασαν ἔργοις σὰν ἀγρεύοντες δύναμιν.
    σοῖς δὲ πόθοις Ἀχιλεὺς Αἴας τ᾽ Ἀίδα δόμον ἦλθον.
    σᾶς δ᾽ ἕνεκεν φιλίου μορφᾶς καὶ Ἀταρνέος ἔντροφος
    ἠελίου χήρωσεν αὐγάς.
    τοιγὰρ ἀοίδιμον ἔργοις ἀθάνατὸν τέ μιν αὐξήσουσι
    Μοῦσαι,
    Μνημοσύνης θύγατρες,21 Διὸς ξενίου σέβας αὔξουσαι
    φιλίας τε γέρας βεβαίου.

52. ἐγὼ μὲν οὐκ οἶδα εἴ τίς τι κατιδεῖν ἐν τούτοις δύναται παιανικὸν ἰδίωμα, σαφῶς ὁμολογοῦντος τοῦ γεγραφότος τετελευτηκέναι τὸν Ἑρμείαν δι᾽ ὧν εἴρηκεν ‘ σᾶς γὰρ φιλίου μορφᾶς Ἀταρνέος ἔντροφος ἠελίου χήρωσεν αὐγάς.’ οὐκ ἔχει δ᾽ οὐδὲ τὸ παιανικὸν ἐπίρρημα, καθάπερ ὁ εἰς Λύσανδρον [p. 234] τὸν Σπαρτιάτην γραφεὶς ὄντως παιάν, ὅν φησι Δοῦρις ἐν τοῖς Σαμίων ἐπιγραφομένοις ῝ Ὥροις ᾁδεσθαι ἐν Σάμῳ. παιὰν δ᾽ ἐστὶν καὶ ὁ εἰς Κρατερὸν τὸν Μακεδόνα γραφείς, ὃν ἐτεκτήνατο Ἀλεξῖνος ὁ διαλεκτικός, φησὶν Ἕρμιππος ὁ Καλλιμάχειος ἐν τῷ πρώτῳ περὶ Ἀριστοτέλους, ᾁδεται δὲ καὶ οὗτος ἐν Δελφοῖς, λυρίζοντὸς γέ τινος παιδός. καὶ ὁ εἰς Ἀγήμονα δὲ τὸν Κορίνθιον Ἀλκυόνης πατέρα, ὃν ᾁδουσιν Κορίνθιοι, ἔχει τὸ παιανικὸν ἐπίφθεγμα. παρέθετο δ᾽ αὐτὸν Πολέμων ὁ περιηγητὴς ἐν τῇ πρὸς Ἀράνθιον Ἐπιστολῇ. καὶ ὁ εἰς Πτολεμαῖον δὲ τὸν πρῶτον Αἰγύπτου βασιλεύσαντα παιάν ἐστιν, ὃν ᾁδουσιν Ῥόδιοι: ἔχει γὰρ τὸ ἰὴ παιὰν ἐπίφθεγμα, ὥς φησιν Γόργων ἐν τῷ Περὶ τῶν ἐν Ῥόδῳ θυσιῶν, ἐπ᾽ Ἀντιγόνῳ δὲ καὶ Δημητρίῳ φησὶν Φιλόχορος Ἀθηναίους ᾁδειν παιᾶνας τοὺς πεποιημένους ὑπὸ Ἑρμοκλέους τοῦ Κυζικηνοῦ, ἐφαμίλλων γενομένων τῶν παιᾶνας ποιησάντων πάντων καὶ τοῦ Ἑρμοκλέους προκριθέντος, ἀλλὰ μὴν καὶ αὐτὸς Ἀριστοτέλης ἐν τῇ Ἀπολογίᾳ τῆς ἀσεβείας, εἰ μὴ κατέψευσται ὁ λόγος, φησίν ‘οὐ γὰρ ἄν ποτε Ἑρμείᾳ θύειν ὡς ἀθανάτῳ προαιρούμενος ὡς θνητῷ μνῆμα κατεσκεύαζον καὶ ἀθανατίζειν τὴν φύσιν βουλόμενος ἐπιταφίοις ἂν τιμαῖς ἐκόσμησα τὸ σῶμα.’53. [p. 236] τοιαῦτα λέγοντος τοῦ Δημοκρίτου ὁ Κύνουλκος ἔφη:


    τί μ᾽ ἀνέμνασας κείνων κυκλικῶν;

κατὰ τὸν σὸν Φίλωνα, δέον μηδένα τῶν σπουδῆς ἀξίων λέγειν τι τοῦ γάστρωνος παρόντος Οὐλπιανοῦ. οὗτος γὰρ τὰς καπυρωτέρας ᾠδὰς ἀσπάζεται μᾶλλον τῶν ἐσπουδασμένων οἷαὶ εἰσιν αἱ Λοκρικαὶ καλούμεναι,4 μοιχικαί τινες τὴν φύσιν ὑπάρχουσαι, ὡς καὶ ἥδε:


    ὦ τί πάσχεις; μὴ προδῷς ἄμμ᾽, ἱκετεύω.
    πρὶν μολεῖν καὶ κεῖνον, ἀνστῶ,6 μὴ κακὸν
    σὲ μέγα ποιήσῃ κἀμὲ τήνδε δειλάκραν,
    ἁμέρα καὶ δή10, τὸ φῶς διὰ τᾶς θυρίδος οὐκ εἰσορῇς;

τοιούτων γὰρ ᾀσμάτων αὐτοῦ πᾶσα πλήρης ἡ Φοινίκη, ἐν ᾗ καὶ αὐτὸς περιῄει καλαμίζων μετὰ τῶν τοὺς κολάβρους καλουμένους συντιθέντων. [p. 238] εἴρηται γάρ, ὦ καλὲ Οὐλπιανέ, τοὔνομα. καὶ ὅ γε Σκήψιος Δημήτριος ἐν τῷ δεκάτῳ τοῦ Τρωικοῦ Διακόσμου φησὶν οὕτως: ‘ Κτησιφῶν ὁ Ἀθηναῖος ποιητὴς τῶν καλουμένων κολάβρων, ὃν καὶ ὁ πρῶτος μετὰ Φιλέταιρον ἄρξας Περγάμου Ἄτταλος δικαστὴν καθεστάκει βασιλικῶν τῶν περὶ τὴν Αἰολίδα.’ ὁ δ᾽ αὐτὸς οὗτος συγγραφεὺς κἀν τῷ ἐννεακαιδεκάτῳ τῆς αὐτῆς πραγματείας Μνησιπτολέμου φησί ποτε τοῦ ἱστοριογράφου τοῦ παρὰ Ἀντιόχῳ τῷ προσαγορευθέντι Μεγάλῳ πλεῖστον ἰσχύσαντος υἱὸν γενέσθαι Σέλευκον τὸν τῶν ἱλαρῶν ᾀσμάτων ποιητήν. οὗπερ συνεχῶς ᾁδειν εἰώθασιν


    κἀγὼ παιδοφιλήσω πολύ μοι κάλλιον ἢ γαμεῖν:
    παῖς μὲν γὰρ παρεὼν κἠν πολέμῳ μᾶλλον ἐπωφελεῖ,

’ 54. καὶ μετὰ ταῦτα ἀποβλέψας εἰς αὐτὸν ἔφη: ‘ ἀλλ᾽ ἐπειδή μοι ὀργίζῃ, ἔρχομαί σοι λέξων τὸν συρβηνέων χορὸν ὅστις ἐστί.’ καὶ ὁ Οὐλπιανὸς ‘οἴει γάρ, ἔφη, κάθαρμα, θυμοῦσθαί με ἐφ᾽ οἷς εἴρηκας ἢ κἀπ᾽ ὀλίγον σου πεφροντικέναι, κύον ἀδδεές; ἀλλ᾽ ἐπεὶ διδάσκειν μέ τι ἐπαγγέλλῃ,5 σπονδάς σοι ποιοῦμαι οὐ τριακοντούτιδας ἀλλ᾽ ἑκατοντούτιδας. σὺ δὲ μόνον δίδασκε τίς ὁ συρβηνέων χορός.’ καὶ ὃς: ‘ Κλέαρχος, ὦ λῷστε, ἐν δευτέρῳ περὶ Παιδείας οὑτωσί φησιν ' λείπεταί ὁ συρβηνέων χορός, ὧν [p. 240] ἕκαστος τὸ δοκοῦν ἑαυτῷ κατᾴδει,1 προσέχων οὐδὲν τῷ προκαθημένῳ καὶ διδάσκοντι τὸν χορὸν ἀλλ᾽ αὐτὸς πολὺ τούτων ἀτακτότερός ἐστιν ὁ θεατής, καὶ κατὰ τὸν παρῳδὸν Μάτρωνα:


    οἱ μὲν γὰρ δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι,
    Εὔβοιός τε καὶ Ἑρμογένης δῖοί τε Φίλιπποι,
    οἱ μὲν δὴ τεθνᾶσι καὶ εἰν Ἀίδαο δόμοισιν.
    ἔστι δέ τις Κλεόνικος, ὃν ἀθάνατον λάχε γῆρας,
    οὔτε ποιητάων ἀδαήμων οὔτε θεάτρων,
    ᾧ καὶ τεθνειῶτι λαλεῖν πόρε Φερσεφόνεια`

σὺ δὲ καὶ ζῶν, καλὲ Οὐλπιανέ, πάντα μὲν ζητεῖς, λέγεις δὲ οὐδὲ ἕν.’ καὶ ὅς: ‘τὶς ἡδέως, ἔφη, ... τῶν ἐπῶν, ὦ καλέ μου ἑταῖρε, ἕως ἔτι ἐμμένομεν ταῖς σπονδαῖς.’ 55. καὶ ὁ Κύνουλκος: “πολλοί τινες παρῳδιῶν ποιηταὶ γεγόνασιν, ὦ ἑταῖρε ἐνδοξότατος δ᾽ ἦν Εὔβοιος ὁ Πάριος, γενόμενος τοῖς χρόνοις κατὰ Φίλιππον. οὗτός ἐστιν ὁ καὶ Ἀθηναίοις λοιδορησάμενος, καὶ σῴζεται αὐτοῦ τῶν παρῳδιῶν βιβλία τέσσαρα, μνημονεύει δ᾽ αὐτοῦ Τίμων ἐν [p. 242] τῷ πρώτῳ τῶν Σίλλων. Πολέμων δ᾽ ἐν τῷ δωδεκάτῳ τῶν πρὸς Τίμαιον περὶ τῶν τὰς παρῳδίας γεγραφότων ἱστορῶν τάδε γράφει: : καὶ τὸν Βοιωτὸν δὲ καὶ τὸν Εὔβοιον τοὺς τὰς παρῳδίας γράψαντας λογίους ἂν φήσαιμι διὰ τὸ παίζειν ἀμφιδεξίως καὶ τῶν προγενεστέρων ποιητῶν ὑπερέχειν ἐπιγεγονότας. εὑρετὴν μὲν οὖν τοῦ γένους Ἱππώνακτα φατέον τὸν ἰαμβοποιόν. λέγει γὰρ οὗτος ἐν τοῖς ἑξαμέτροις:


    Μοῦσά μοι Εὐρυμεδοντιάδεω τὴν ποντοχάρυβδιν,5
    τὴν ἐγγαστριμάχαιραν,6 ὃς ἐσθίει οὐ κατὰ κόσμον,
    ἔννεφ᾽, ὅπως ψηφῖδι κακὸς κακὸν οἶτον ὄληται
    βουλῇ δημοσίῃ παρὰ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο.

κέχρηται δὲ καὶ Ἐπίχαρμος ὁ Συρακόσιος ἔν τισι τῶν δραμάτων ἐπ᾽ ὀλίγον καὶ Κρατῖνος ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητὴς ἐν Εὐνείδαις καὶ τῶν κατ᾽ αὐτὸν Ἡγήμων ὁ Θάσιος, ὃν ἐκάλουν Φακῆν. λέγει γὰρ οὕτως:


    ἐς δὲ Θάσον μ᾽ ἐλθόντα μετεωρίζοντες ἔβαλλον
    πολλοῖσι σπελέθοισι,13 καὶ ὧδέ τις εἶπε παραστάς:
    ‘ὦ πάντων ἀνδρῶν βδελυρώτατε, τίς σ᾽ ἀνέπεισε [p. 244]
    καλὴν ἐς κρηπῖδα ποσὶν τοιοῖσδ᾽ ἀναβῆναι;’
    τοῖσι δ᾽ ἐγὼ πᾶσιν μικρὸν μετὰ τοῦτ᾽ ἔπος εἶπον “μνῆ
    μ᾽ ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ᾽ ἀναβῆναι
    καὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς: ὁλκάδα βάλλει
    εὐκούρων βδελυρῶν, ὀλλύντων τ᾽ ὀλλυμένων τε
    ἀνδρῶν, οἳ νῦν κεῖθι κακῶς κακὰ ῥαψῳδοῦσιν
    οἷς καὶ ἐγὼ σίτοιο μέγα χρῄζων ἐπίθησα.
    αὖθις δ᾽ οὐκ ἐπὶ κέρδος ἀπείσομαι,8 εἰς Θασίους
    δὲ μηδένα πημαίνων κλυτὸν ἄργυρον ἐγγυαλίξω,11
    μὴ τίς μοι κατὰ οἶκον Ἀχαιϊάδων νεμεσήσῃ,
    πεσσομένης ἀλόχου τὸν ἀχάϊνον ἄρτον ἀεικῶς
    καί ποτέ τις εἴπῃ σμικρὸν τυροῦντ᾽ ἐσιδοῦσα,
    ὦ φίλη, ὡνὴρ μὲν παρ᾽ Ἀθηναίοισιν ἀείσας
    πεντήκοντ᾽ ἔλαβε δραχμάς, σὺ δὲ μικρὸν ἐπέψω.,
    ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη, [p. 246]
    χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε φωνῇ:
    ‘ δεινὰ παθοῦσα, Φακῆ βδελυρά, χώρει 'ς τὸν ἀγῶνα.’
    καὶ τότε δὴ θάρσησα καὶ ἤειδον πολὺ μᾶλλον.”

56.


    πεποίηκε δὲ παρῳδίας καὶ Ἕρμιππος ὁ τῆς ἀρχαίας

κωμῳδίας ποιητής, τούτων δὲ πρῶτος εἰσῆλθεν εἰς τοὺς ἀγῶνας τοὺς θυμελικοὺς Ἡγήμων καὶ παρ᾽ Ἀθηναίοις ἐνίκησεν ἄλλαις τε παρῳδίαις καὶ τῇ Γιγαντομαχίᾳ. γέγραφε δὲ καὶ κωμῳδίαν εἰς τὸν ἀρχαῖον τρόπον, ἣν ἐπιγράφουσιν Φιλίννην. ὁ δὲ Εὔβοιος πολλὰ μὲν εἴρηκεν ἐν τοῖς ποιήμασιν χαρίεντα, περὶ μὲν τῆς τῶν βαλανέων μάχης:


    βάλλον δ᾽ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.

περὶ δὲ τοῦ λοιδορουμένου κουρέως τῷ κεραμεῖ τῆς γυναικὸς χάριν


    μήτε σὺ τόνδ᾽ ἀγαθός περ ἐὼν ἀποαίρεο, κουρεῦ,
    μήτε σύ, Πηλείδη.

ὅτι δὲ ἦν τις περὶ αὐτοὺς δόξα παρὰ τοῖς Σικελιώταις Ἀλέξανδρος ὁ Αἰτωλὸς ὁ τραγῳδοδιδάσκαλος ποιήσας ἐλεγεῖον τρόπον τοῦτον δηλοῖ: [p. 248]


    ὡς Ἀγαθοκλεῖος λάσιαι φρένες ἤλασαν ἔξω
    πατρίδος, ἀρχαίων ἦν ὅδ᾽ ἀνὴρ προγόνων,
    εἰδὼς ἐκ νεότητος ἀεὶ ξείνοισιν ὁμιλεῖν
    ξεῖνος, Μιμνέρμου δ᾽ εἰς ἔπος ἄκρον ἰὼν
    παιδομανεῖ σὺν ἔρωτι πότην ἶσον. ἔγραφε δ᾽ ὡνὴρ
    εὖ παρ᾽ Ὁμηρείην ἀγλαίην ἐπέων
    πισσύγγους ἢ φῶρας ἀναιδέας ἤ τινα χλούνην,
    φλύοντ᾽ ἀνθηρῇ σὺν κακοδαιμονίῃ.
    τῷ ῥα Συρηκοσίοις καὶ ἔχον χάριν, ὃς δὲ Βοιωτοῦ
    ἔκλυεν, Εὐβοίῳ τέρψεται οὐδ᾽ ὀλίγον.

”57. πολλῶν οὖν ἑκάστοτε τοιούτων λεγομένων, ἐπεί ποτε ἑσπέρα κατελάμβανεν ἡμᾶς, ὁ μέν τις ἔλεγεν ‘ παῖ, λυχνίον᾽,’ ὁ δὲ λυχνέα, ὁ δὲ λοφνίαν,15 οὕτω καλεῖσθαι φάσκων τὴν ἐκ τοῦ φλοιοῦ λαμπάδα, ὁ δὲ πανόν, ἄλλος δὲ φανόν, ὁ δὲ λυχνοῦχον, ὃ δὲ λύχνον, καὶ δίμυξον δὲ λύχνον ἕτερος,16 ἄλλος δὲ ἑλάνην, ὁ δέ τις ἑλάνας, τὰς λαμπάδας οὕτω φάσκων καλεῖσθαι παρὰ τὴν ἕλην οὕτω δ᾽ εἰπεῖν Νεάνθην ἐν α᾽ τῶν περὶ Σ32Ατταλον Ἱστοριῶν. καὶ [p. 250] ἄλλος ὅ τι δή ποτε, ὡς τάραχον γίνεσθαι οὐ τὸν τυχόντα τῶν ἐπὶ τούτοις πίστεων παρὰ πάντων λεγομένων. Σιληνὸν μὲν γάρ τις τὸν γλωσσογράφον ἔφασκεν Ἀθηναίους λέγειν τὰς λαμπάδας φανούς. Τιμαχίδας δὲ ὁ Ῥόδιος δέλετρον τὸν φανὸν καλεῖσθαι, οἷον, φησίν, οἱ νυκτερευόμενοι τῶν νέων ἔχουσιν ... οὓς οὗτοι ἑλάνας καλοῦσιν. Ἀμερίας δὲ γράβιον τὸν φανόν. Σέλευκος δὲ οὕτως ἐξηγεῖται ταύτην τὴν λέξιν “γράβιόν ἐστιν τα πρίνινον ἢ δρύινον ξύλον ὃ περιεθλασμένον καὶ κατεσχισμένον ἐξάπτεσθαι καὶ φαίνειν τοῖς ὁδοιποροῦσιν. Θεοδωρίδας γοῦν ὁ Συρακόσιος ἐν Κενταύροις διθυράμβῳ φησίν


    πίσσα δὲ ἀπὸ γραβίων ἔσταζεν,

οἷον ἀπὸ ... λαμπάδων. μνημονεύει δὲ γραβίων καὶ Στράττις ἐν Φοινίσσαις.” 58. ὅτι δὲ λυχνοῦχοι οἱ νῦν καλούμενοι φανοὶ ὠνομάζοντο Ἀριστοφάνης ἐν Αἰολοσίκωνι παρίστησιν


    καὶ διαστίλβονθ᾽ ὁρῶμεν
    ὥσπερ, ἐν καινῷ λυχνούχῳ,
    πάντα τῆς ἐξωμίδος, [p. 252]

ἐν δὲ τῷ δευτέρῳ Νιόβῳ προειπὼν λυχνοῦχον οἴμοι κακόδαιμον φησίν, ὁ λύχνος ἡμῖν οἴχεται. εἶτ᾽ ἐπιφέρει:


    καὶ πῶς ὑπερβὰς τὸν λυχνοῦχον οἴχεται
    κἄλαθέ σε;

ἐν δὲ τοῖς ἑξῆς καὶ λυχνίδιον αὐτὸν καλεῖ διὰ τούτων


    ἀλλ᾽ ὥσπερ λύχνος
    ὁμοιότατα κάθευδ᾽ ἐπὶ τοῦ λυχνιδίου.

Πλάτων δ᾽ ἐν Νυκτὶ Μακρᾷ:


    ἕξουσιν οἱ πομπεῖς λυχνούχους δηλαδή.

Φερεκράτης Δουλοδιδασκάλῳ :


    ἄνυσὸν ποτ᾽ ἐξελθών, σκότος γὰρ γίγνεται,
    καὶ τὸν λυχνοῦχον ἔκφερ᾽ ἐνθεὶς τὸν λύχνον.

Ἄλεξις δ᾽ Ἐκκηρυττομένῳ:


    ὥστ᾽ ἐξελὼν ἐκ τοῦ λυχνούχου τὸν λύχνον
    μικροῦ κατακαύσας ἔλαθ᾽ ἑαυτόν,8 ὑπὸ μάλης
    τῇ γαστρὶ μᾶλλον τοῦ δέοντος προσαγαγών.

Εὐμήδης δ᾽ ἐν Σφαττομένῳ προειπών


    ἡγοῦ μὲν ἢν δὲ . υ̣κνον εἰς τὸ πρόσθ᾽ ἰδὼν ...
    ατο ... ϋμένιδι ... ς,

ἐπιφέρει: ...


    λυχνούχῳ ... κο ...

[p. 254] Ἐπικράτης δ᾽ ἐν Τριόδοντι ἢ Ῥωποπώλῃ προειπών


    λαβὲ τριόδοντα καὶ λυχνοῦχον,

ἐπιφέρει:


    ἐγὼ δὲ δεξιᾷ γε τόνδ᾽ ἔχω τινά,1
    σιδηρότευκτον ἐναλίων θηρῶν βέλος,2
    κερατίνου τε φωσφόρου λύχνου σέλας,

Ἄλεξις Μίδωνι:


    ὁ πρῶτος εὑρὼν μετὰ λυχνούχου περιπατεῖν
    τῆς νυκτὸς ἦν τις κηδεμὼν τῶν δακτύλων.

59.


    ἐν δὲ Θεοφορήτῳ ὁ αὐτὸς Ἄλεξις:
    οἶμαὶ γ᾽ ἐπιτιμᾶν τῶν ἀπαντώντων τινὰς
    ἡμῖν ὅτι τηνικαῦτα μεθύων περιπατῶ,
    ποῖος γάρ ἐστιν φανός, ὦ πρὸς τῶν θεῶν,
    τοιοῦτος οἷος ὁ γλυκύτατος ἥλιος;

Ἀναξανδρίδης δὲ ἐν Ὕβρει::


    οὔκουν λαβὼν τὸν φανὸν ἅψεις μοι λύχνον;

ἄλλοι δὲ ἔφασκον φανὸν λέγεσθαι τὴν λαμπάδα, οἱ δὲ τὴν ἔκ τινων ξύλων τετμημένων δέσμην. Μένανδρος ' Ἀνεψιοῖς


    : ὁ φανός ἐστι μεστὸς ὕδατος οὑτοσί:
    δεῖ τ᾽ οὐχὶ σείειν, ἀλλ᾽ ἀποσείειν αὐτόθεν

Νικόστρατος ἐν Πατριώταις:


    ὁ κάπηλος γὰρ οὑκ τῶν γειτόνων
    ἄν τ᾽ οἶνον ἄν τε φανὸν ἀποδῶταί τινι
    ἂν τ᾽ ὄξος, ἀπέπεμψ᾽ ὁ κατάρατος δοὺς ὕδωρ. [p. 256]

Φιλιππίδης Συμπλεούσαις:


    ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδὲ ἕν.
    β. ἔπειτα φυσᾶν δυστυχὴς οὐκ ἠδύνω;

60. Φερεκράτης δὲ ἐν Κραπατάλλοις τὴν νῦν λυχνίαν καλουμένην λύχνειον κέκληκεν διὰ τούτων


    τίς τῶν λυχνείων ἡ ' ργασία; β. Τυρρηνική.

ποικίλαι γὰρ ἦσαν αἱ παρὰ τοῖς Τυρρηνοῖς ἐργασίαι, φιλοτέχνων ὄντων τῶν Τυρρηνῶν. Ἀντιφάνης δ᾽ Ἱππεῦσι::


    τῶν δ᾽ ἀκοντίων
    συνδοῦντες ὀρθὰ τρία λυχνείῳ χρώμεθα.

Δίφιλος δ᾽ ἐν Ἀγνοίᾳ:


    ἅψαντες λύχνον
    λυχνεῖον ἐζητοῦμεν.

Εὐφορίων δ᾽ ἐν Ἱστορικοῖς Ὑπομνήμασιν Διονύσιόν φησι τὸν νεώτερον Σικελίας τύραννον Ταραντίνοις εἰς τὸ πρυτανεῖον ἀναθεῖναι λυχνεῖον δυνάμενον καίειν τοσούτους λύχνους ὅσος ὁ τῶν ἡμερῶν ἐστιν ἀριθμὸς εἰς τὸν ἐνιαυτόν. Ἕρμνππος δὲ ὁ κωμῳδιοποιὸς ἐν Ἰάμβοις τὸ στρατιωτικὸν λυχνεῖον σύνθετον οὕτως ὀνομάζει. ἐν δὲ Φορμοφόροις δράματι: [p. 258]


    τῇδ᾽ ἐξιόντι δεξιᾷ, ὦ λυχνίδιον.

πανὸς δ᾽ ὀνομάζεται τὸ διακεκομμένον ξύλον καὶ συνδεδεμένον τούτῳ δ᾽ ἐχρῶντο λαμπάδι. Μένανδρος Ἀνεψιοῖς:


    οἶσ᾽ εἰσιὼν
    πανόν, λύχνον, λυχνοῦχον, ὅ τι πάρεστι φῶς
    μόνον πολὺ ποίει.

Δίφιλος Στρατιώτῃ:


    ἀλλ᾽ ὁ πανὸς ὕδατός ἐστι μεστός.

πρότερος δὲ τούτων Αἰσχύλος ἐν Ἀγαμέμνονι μέμνηται Σ35 τοῦ πανοῦ καὶ Εὐριπίδης᾿ [ ἐν Ἴωνι. ἔλεγον δὲ τοῦτον οἱ ` πρὸ ἡμῶν καὶ ξυλολυχνοῦχον, οὗ μνημονεύει Ἄλεξις Σ35 ἐν Εἰσοικιζομένῳ οὕτως ὁ δὲ ξυλολυχνοῦχος . : . πυρὸς πνρας ` ν̣ὶ χ ο κ ... μνημο- νεύει δὲ Θεόπομπος ἐν Εἰρήνῃ λέγων οὑτωσί: ἡμᾶς δ᾽ ἀ- παλλαχθέντας ἐπ᾽ ἀγαθαῖς [p. 260] τύχαις ὀβελισκολυχνίου καὶ ξιφομαχαίρας πικρᾶς επακ επις ασελ ωτι πῶς μεν δαίμ γωδ ὀισπ φη εν νειμ απτ Φιλύ λλιος π δι λα φ ξ δ φολ. ὡς ἐβάδιζον δαίδας μετὰ χερσὶν ἔχοντες.᾿ . , , δὲ τῶν ἄλλων έμενον ἔν [p. 262] δέοι κατα ὅπερ ἔτι . ρων κάν ῆι φησὶ λεὶ οδω ι εἰς ωλι δ᾽ ενι λὺ υθέ ντί εν ῆς εκ ου ψη χρυ αφά ει: ον υ διμύξου [p. 264] ει ὰ ς αῖ α

ξομπενδιυμ ιν ξε ξυλολύχνου δὲ μέμνηται Ἄλεξις: καὶ τάχα τούτῳ ὅμοιόν ἐστι τὸ παρὰ Θεοπόμπῳ ὀβελισκολύχνιον. Φιλύλλιος δὲ τὰς λαμπάδας δᾷδας καλεῖ. οὐ παλαιὸν δ᾽ εὕρημα λύχνος: φλογὶ δ᾽ οἱ παλαιοὶ τῆς τε δᾳδὸς καὶ τῶν ἄλλων ξύλων ἐχρῶντο. ‘ κοιμίσαι λύχνον’ Φρύνιχος φησί. καὶ λύχνον δίμυξον οἴσω καὶ θρυαλλίδ᾽, ἢν δέῃ. καὶ Πλάτων ἐν Νυκτὶ μακρᾷ: ἐνταῦθ᾽ ἐπ᾽ αὐτῶν: τῶν κροτάφων ἕξει λύχνον δίμυξον. μνημονεύει τοῦ διμύξου λύχνου καὶ Μεταγένης ἐν Φιλοθύτῃ καὶ Φιλωνίδης ἐν Κοθόρνοις. [p. 266] Κλείταρχος δ᾽ ἐν ταῖς Γλώσσαις λοφνίδα φησὶ καλεῖν Ῥοδίους τὴν ἐκ τοῦ φλοιοῦ τῆς ἀμπέλου λαμπάδα. Ὅμηρος δὲ τὰς λαμπάδας δετὰς ὀνομάζει: καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ. ἑλάνη δὲ ἡ λαμπὰς καλεῖται, ὡς Ἀμερίας φησίν, Νίκανδρος δ᾽ ὁ Κολοφώνιος ἑλάνην τὴν τῶν καλάμων δέσμην. λύχνα δὲ οὐδετέρως εἴρηκεν Ἡρόδοτος ἐν δευτέρᾳ Ἱστοριῶν. λυχνοκαυτίαν δέ, ἣν οἱ πολλοὶ λέγουσιν λυχναψίαν, Κηφισόδωρος ἐν Ὑί καὶ ὁ Κύνουλκος αἰεί ποτε τῷ Οὐλπιανῷ ἀντικορυσσόμενος ἔφη: ‘ ἐμοὶ δέ, παῖ δωρόδειπνε, ἀσσαρίου κανδήλας πρίω, ἵνα κἀγὼ κατὰ τὸν καλὸν Ἀγάθωνα ἀναφωνήσω τάδε τὰ τοῦ ἡδίστου Ἀριστοφάνους: ἐκφέρετε πεύκας κατ᾽ Ἀγάθωνα φωσφόρους.’ καὶ ταῦτ᾽ εἰπὼν


    οὐρὰν ὑπίλας ὑπὸ λεοντόπουν βάσιν,

ὑπεξῆλθεν τοῦ συμποσίου ὑπνηλὸς κάρτα γενόμενος. 62. τῶν δὲ πολλῶν τὸ ἰὴ παιὼν ἐπιφθεγγομένων ὁ Ποντιανὸς ἔφη: ‘τὸ ἰὴ παιών,4 ἄνδρες φίλοι, [p. 268] μαθεῖν βούλομαι εἴτε παροιμία ἐστὶν εἴτε ἐφ>>ἐφύμνιον εἴτε τι ἄλλο.’ πρὸς ὃν ὁ Δημόκριτος ἔφη: ‘ Κλέαρχος ὁ Σολεὺς οὐδενὸς ὢν δεύτερος τῶν τοῦ σοφοῦ Ἀριστοτέλους μαθητῶν ἐν τῷ προτέρῳ περὶ Παροιμιῶν 'τὴν Λητώ,' φησιν, 'ἐκ Χαλκίδος τῆς Εὐβοίας ἀνακομίζουσαν εἰς Δελφοὺς Ἀπόλλωνα καὶ Ἄρτεμιν γενέσθαι περὶ τὸ τοῦ κληθέντος Πύθωνος σπήλαιον. καὶ φερομένου τοῦ Πύθωνος ἐπ᾽ αὐτοὺς ἡ Λητὼ τῶν παίδων τὸν ἕτερον ἐν ταῖς ἀγκάλαις ἔχουσα, προσβᾶσα τῷ λίθῳ τῷ νῦν ἔτι κειμένῳ ὑπὸ τῷ ποδὶ τῆς χαλκῆς εἰργασμένης Λητοῦς, ὃ τῆς τότε πράξεως μίμημα γενόμενον ἀνάκειται παρά: τὴν πλάτανον ἐν Δελφοῖς, εἶπεν ‘ἵε παῖ.’ τυχεῖν δὲ τόξα μετὰ χεῖρας ἔχοντα τὸν Ἀπόλλωνα.᾿ τοῦτο δ᾽ ἐστὶν ὡς ἂν εἴποι τις ‘ἄφιε παῖ’ καὶ ‘ βάλε παῖ.’ διόπερ ἀπὸ τούτου λεχθῆναί φασιν τὸ ἵε παῖ καὶ ἵε παιών.' ἔνιοι δὲ παρεγκλίνοντές τε τὴν λέξιν καὶ ψιλοῦντες ἐπὶ τοῖς δεινοῖς ἀλεξητήριὸν τινα παροιμίαν λέγουσιν ἰὴ παιών ' καὶ οὐχὶ ' ἵε παῖ πολλοὶ δὲ καὶ ἐπὶ τοῖς τέλος ἔχουσιν ἐπιφθεγγόμενοι οἱ μὲν ἐν παροιμίᾳ φασὶν οὕτως τοῦτο δὴ τὸ λεγόμενον ἰὴ παιών,' διὰ δὲ τὸ λίαν ἡμῖν εἶναι σύνηθες λανθάνον ὂν ἐν παροιμίᾳ: οἱ δὲ τὸ τοιοῦτο λέγοντες οὐχ ὡς παροιμίαν. τὸ δὲ ὑφ᾽ Ἡρακλείδου τοῦ Ποντικοῦ λεχθὲν φανερῶς πέπλασται, ἐπὶ σπονδαῖς τοῦτο πρῶτον εἰς τρὶς εἰπεῖν [p. 270] τὸν θεὸν οὕτως ' ἰὴ παιάν, ἰὴ παιάν, ἰὴ παιάν.' ἐκ ταύτης γὰρ τῆς πίστεως τὸ τρίμετρον καλούμενον ἀνατίθησι τῷ θεῷ, φάσκων τοῦ θεοῦ διὰ τοῦθ᾽ ἑκάτερον εἶναι τῶν μέτρων, ὅτι μακρῶν μὲν τῶν πρώτων δύο συλλαβῶν λεγομένων ' ἰὴ παιὰν ' ἡρῷον γίνεται, βραχέως δὲ λεχθεισῶν ἰαμβεῖον, διὰ δὲ τοῦτο δῆλον ὅτι καὶ τὸν χωλίαμβον ἀναθετέον αὐτῷ. βραχειῶν γὰρ γινομένων εἰ δύο τὰς ἁπασῶν τελευταίας συλλαβὰς εἰς μακρὰν ποιήσει τις, ὁ Ἱππώνακτος ἴαμβος ἔσται.’ 63. μετὰ ταῦτ᾽ ἤδη μελλόντων καὶ ἡμῶν ἀνίστασθαι ἐπεισῆλθον παῖδες φέροντες ὁ μέν τις θυμιατήριον, ὁ δὲ ... τοῦ συμποσίου ... δε̣ ι λιβανωτοῦ θυμίας ιν ποιήσας> ... δὴ ...
... ηιθυταυ ι ... τὰ τὸν ι ... αν. τὴν ... ε̣νο̣ρ̣ ... οι ι ... ὸ ... καὶ τόδε ε ι ... ε ... τοῦ θυμιατηρίου ` ... κ̣αὶ̣ ἐ ι τοῦ ῾ λἰβανωτοῦ, ι τοῖς θεοῖς πᾶσι καὶ πάσαις ι εὐξ̣άμενος, ἐπισπείσας ι τοῦ οἴνου καὶ δοὺς κατὰ ι τὸ νόμιμον τὸ ἐπιχώριον τὸ ` λοιπὸν τοῦ ἀκράτου τῷ ι διδόντι ἐκπιεῖν παιδὶ ι τὸν εἰς τὴν Ὑγίειαν παιᾶνα ᾁσας τὸν ποιηθέντα ὑπὸ Ἀρίφρονος τοῦ Σικυωνίου τόνδε: [p. 272]


    Ὑγέεια, πρεσβίστα μακάρων, μετὰ σοῦ ναίοιμι τὸ
    λειπόμενον βιοτᾶς, σὺ δέ μοι πρόφρων σύνοικος
    εἴης:: εἰ γάρ τις ἢ πλούτου χάρις ἢ τεκέων
    ἢ τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς ἢ πόθων,
    οὓς κρυφίοις Ἀφροδίτας ἄρκυσιν θηρεύομεν,
    ἢ εἴ τις ἄλλα θεόθεν ἀνθρώποισι τέρψις ἢ πόνων
    ἀμπνοὰ πέφανται,
    μετὰ σεῖο, μάκαιρ᾽ Ὑγίεια,7
    τέθαλε πάντα καὶ λάμπει Χαρίτων ὀάροις
    σέθεν δὲ χωρὶς οὔτις εὐδαίμων ἔφυ.

καὶ ἀσπασάμενος ἡμᾶς φιλοφρόνως ... ἀπομάττοντας ... ς35 ... οἴδασιν οἱ παλαιοί. Σώπατρος γὰρ ὁ φλυακογράφος ἐν τῷ ἐπιγραφομένῳ δράματι Φακῆ λέγει οὕτως:


    κρεανομοῦμαι καὶ τὸν ἐκ Τυρρηνίας
    οἶνον σὺν ὀκτὼ λαμβάνειν ἐπίσταμαι.

ταῦτα, φίλτατε Τιμόκρατες, κατὰ τὸν Πλάτωνα οὐ Σωκράτους νέου καὶ καλοῦ παίγνια, ἀλλὰ τῶν [p. 274] δειπνοσοφιστῶν σπουδάσματα. κατὰ γὰρ τὸν Χαλκοῦν Διονύσιον


    τί κάλλιον ἀρχομένοισιν
    ἢ καταπαυομένοις ἢ τὸ ποθεινότατον;