Δειπνοσοφισταί (Σύνοψις)/ια
←Βιβλίον ι΄ | Βιβλίον ια΄ Συγγραφέας: Δειπνοσοφισταί (Σύνοψις) |
Βιβλίον ιβ΄→ |
Athenaeus. The Deipnosophists. Cambridge, MA. Harvard University Press. London. William Heinemann Ltd. 1927. 1. |
1. ἀγε δή, τίς ἀρχὴ τῶν λόγων γενήσεται κατὰ τὸν κωμῳδιοποιὸν Κηφισόδωρον, ἑταῖρε Τιμόκρατες; συναχθέντων γὰρ ἡμῶν καθ᾽ ὥραν μετὰ σπουδῆς διὰ τὰ ἐκπώματα ὁ Οὐλπιανός, ἔτι καθημένων ἁπάντων, πρὶν καί τι διαλεχθῆναι ἔφη: “ παρὰ μὲν τῷ Ἀδράστῳ, ἄνδρες φίλοι, καθίσαντες οἱ ἀριστεῖς δειπνοῦσιν, ὁ δὲ Πολύιδος ἱερὰ θύων ἐν ὁδῷ παραπορευόμενον τὸν Πετεὼ κατέσχεν καὶ κατακλίνας ἐν τῇ πόᾳ θαλλίαν τε κατακλάσας ἀντὶ τραπέζης παρέθηκε τῶν τυθέντων. καὶ τῷ Αὐτολύκῳ ἐλθόντι ' Ἰθάκης ἐς πίονα δῆμον ' ἡ τροφὸς καθημένῳ δηλονότι—οὕτως γὰρ ἐδείπνουν οἱ τότε τὸν Ὀδυσσέα, φησὶν ὁ ποιητής,
παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς,
τὸν ῥὰ οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
παυομένῳ δόρποιο:2 [p. 4]
ἐκάθισεν ἐπὶ τῶν γονάτων καὶ οὐχὶ παρὰ τοῖς γόνασιν ἔστησεν. ἡμεῖς δ᾽ οὖν μὴ διατρίβωμεν, ἀλλ᾽ ἤδη κατακλινώμεθα, ἵν᾽ ἡμῖν ὁ Πλούταρχος περὶ ὧν ἐπαγγέλλεται ποτηρίων ἀποδοὺς τὸν λόγον καὶ τὰς κύλικας πλήρεις ἅπασι προπίῃ.
2. ποτήρια δὲ πρῶτον οἶδα ὀνομάσαντα τὸν Ἀμόργιον ποιητὴν Σιμωνίδην ἐν Ἰάμβοις οὕτως:
ἀπὸ τράπεζαν εἷλεν ᾗ ποτήρια ...
καὶ ὁ τὴν Ἀλκμαιωνίδα δὲ ποιήσας φησίν
νέκυς δὲ χαμαιστρώτου ἐπὶ τείνας
εὐρείης στιβάδος παρέθηκ᾽ αὐτοῖσι θάλειαν
δαῖτα ποτήριά τε, στεφάνους δ᾽ ἐπὶ κρασὶν ἔθηκεν.
ἅπερ ὠνομάσθη ἀπὸ τῆς πόσεως, ὡς τὸ ἔκπωμα οἱ ,Ἀττικοί ἐπεὶ ὑδροποτεῖν καὶ οἰνοποτεῖν λέγουσιν. Ἀριστοφάνης ἐν Ἱππεῦσιν
γαμφηλαῖσι δράκοντα κοάλεμον αἱματοπώτην.
κἀν τῷ αὐτῷ δὲ ἔφη:
πολλῷ γ᾽ ὁ Βάκις διεχρῆτο τῷ ποτηρίῳ.
καὶ Φερεκράτης ἐν Τυραννίδι:
ἡ δὲ κρείττων ἡ μί᾽ ἐστὶ χιλίων ποτηρίων,
ὁ δὲ Ἀνακρέων ἔφη: [p. 6]
οἰνοπότης δὲ πεποίημαι.
ἔστι δὲ τὸ ῥῆμα καὶ παρὰ τῷ ποιητῇ: οἰνοποτάζων γὰρ εἴρηκε. καὶ Σαπφὼ δ᾽ ἐν τῷ β ἔφη:
πολλὰ δ᾽ ἀνάριθμα ποτήρια
κἀλέφαις.
καὶ Ἀλκαῖος:
ἐκ δὲ ποτήριον
πώνης Διννομένῃ παρίσδων.
τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δημήτηρ ποτηριοφόρος κατὰ τὴν Ἀνθέων χῶραν, ὡς Αὐτοκράτης ἱστορεῖ ἐν β Ἀχαϊκῶν. 3. ἄξιον δὲ εἶναι νομίζω ζητῆσαι ὑμᾶς πρὸ τοῦ καταλόγου τῶν ποτηρίων, ὧν πλῆρές ἐστι τὸ κυλικεῖον τοδὶ εἴρηται γὰρ οὕτως ἡ τῶν ποτηρίων σκευοθήκη παρἈριστοφάνει μὲν ἐν Γεωργοῖς :
ὥσπερ κυλικείου τοὐθόνιον προπέπταται.
ἔστι καὶ παρὰ Ἀναξανδρίδῃ ἐν Μελιλώτῳ. Εὔβουλος δ᾽ ἐν Λήδᾳ:
ὡσπερεὶ σπονδὴν διδοὺς
ἐν τῷ κυλικείῳ συντέτριφε τὰ ποτήρια.
κἀν Ψαλτρίᾳ δ᾽ ἔφη:
τὰ κυλικεῖα δὲ
ἐξεῦρεν ἡμῖν.
ἐν δὲ Σεμέλῃ ἢ Διονύσῳ:
Ἑρμῆς ὁ Μαίας λίθινος, ὃν προσεύγμασιν
ἐν τῷ κυλικείῳ λαμπρὸν ἐκτετριμμένον ... [p. 8]
Κρατῖνος δ᾽ ὁ νεώτερος ἐν Χείρωνι:
πολλοστῷ δ᾽ ἔτει
ἐκ τῶν πολεμίων οἴκαδ᾽ ἥκω, συγγενεῖς
καὶ φράτερας καὶ δημότας εὑρὼν μόλις
εἰς τὸ κυλικεῖον ἐνεγράφην, Ζεὺς ἔστι μοι
ἑρκεῖος, ἔστι φρατέριος, τὰ τέλη τελῶ.
ἄξιον
4. δ᾽ ἐστὶ ζητῆσαι εἰ οἱ ἀρχαῖοι μεγάλοις ἔπινον ποτηρίοις. Δικαίαρχος μὲν γὰρ ὁ Μεσσήνιος, ὁ Ἀριστοτέλους μαθητής, ἐν τῷ περὶ Ἀλκαίου μικροῖς φησιν αὐτοὺς ἐκπώμασι κεχρῆσθαι καὶ ὑδαρέστερον πεπωκέναι. χαμαιλέων δ᾽ ὁ Ἡρακλεώτης ἐν τῷ περὶ Μέθης, εἴ γε τῆς φωνῆς μνημονεύω, φησὶν ' εἰ δὲ οἱ ταῖς ἐξουσίαις χρώμενοι καὶ τῷ πλουτεῖν προτιμῶσι τὴν μέθην ταύτην: οὐδὲν θαυμαστόν, οὐκ ἔχοντες γὰρ ἑτέραν ἡδονὴν ταύτης καλλίω οὐδὲ μᾶλλον εὐχερῆ καταφεύγουσιν εἰκότως ἐπὶ τὸν οἶνον. ὅθεν δὴ καὶ τὰ μεγάλα τῶν ἐκπωμάτων ἐπιχώρια γέγονε τοῖς δυνάσταις. οὐ γὰρ παλαιὸν οὐδὲ τοῦτὸ γέ ἐστι παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ νεωστὶ εὑρέθη, πεμφθὲν ἐκ τῶν βαρβάρων, ἐκεῖνοι γάρ ἀπεστερημένοι τῆς παιδείας ὁρμῶσιν ἐπὶ τὸν πολὺν οἶνον καὶ πορίζονται τροφὰς περιέργους καὶ παντοίας, ἐν δὲ τοῖς περὶ τὴν Ἑλλάδα τόποις οὔτ᾽ ἐν γραφαῖς οὔτ᾽ ... ἐπὶ τῶν πρότερον εὑρήσομεν ποτήριον [p. 10] εὐμέγεθες εἰργασμένον πλὴν τῶν ἐπὶ τοῖς ἡρωικοῖς. τὸ γὰρ ῥυτὸν ὀνομαζόμενον μόνοις τοῖς ἥρωσιν ἀπεδίδοσαν. ὃ καὶ δόξει τισὶν ἔχειν ἀπορίαν, εἰ μή τις ἄρα φήσειε διὰ τὴν ὀξύτητα τῆς ἐπιφανείας τῶν δαιμόνων καταδειχθῆναι τοῦτο. χαλεποὺς γὰρ καὶ πλήκτας τοὺς ἥρωας νομίζουσι καὶ μᾶλλον νύκτωρ ἢ μεθ᾽ ἡμέραν. ὅπως οὖν μὴ διὰ τὸν τρόπον, ἀλλὰ διὰ τὴν μέθην φαίνωνται τοιοῦτοι, δημιουργοῦσιν αὐτοὺς πίνοντας ἐκπώμασι μεγάλοις. καί μοι δοκοῦσι λέγειν οὐ κακῶς οἱ φάσκοντες τὸ μέγα ποτήριον φρέαρ ἀργυροῦν εἶναι.' ἐν τούτοις ἀγνοεῖν ἔοικεν ὁ Χαμαιλέων ὅτι οὔκ ἐστι μικρὸν τὸ παρ᾽ Ὁμήρῳ διδόμενον τῷ Κύκλωπι ὑπ᾽ ' Ὀδυσσέως κισσύβιον. οὐ γὰρ ἂν τρὶς πιὼν οὕτως κατηνέχθη ὑπὸ μέθης τηλικοῦτος ὤν. ἦν οὖν καὶ τότε μεγάλα ποτήρια, εἰ μὴ αἰτιάσεταί τις τὴν δύναμιν τοῦ οἴνου, ἣν αὐτὸς Ὅμηρος ἐξηγήσατο, ἢ τὸ ἄηθες τῆς πόσεως τοῦ Κύκλωπος, ἐπεὶ τὰ πολλὰ ἐγαλακτοπότει. ἢ τάχα καὶ βαρβαρικὸν ἦν τὸ ἔκπωμα, εἴπερ μέγα ἦν, ἐκ τῆς τῶν Κικόνων εἰλημμένον λείας, τί οὖν ἔχομεν λέγειν περὶ τοῦ Νέστορος ποτηρίου, ὃ μόλις ἂν νέος βαστάσαι ἴσχυσεν, Νέστωρ δ᾽ ὁ γέρων ἀμογητὶ ἄειρε; περὶ οὗ καὶ αὐτοῦ διδάξει τι ἡμᾶς ὁ Πλούταρχος. ὥρα οὖν κατακλίνεσθαι.
”
5. [p. 12] καὶ κατακλιθέντων “ ἀλλὰ μήν,” ὁ Πλούταρχος ἔφη, “ κατὰ τὸν Φλιάσιον ποιητὴν Πρατίναν,
οὐ γᾶν αὐλακισμέναν ἀρῶν,1 ἀλλ᾽ ἄσκαφον ματεύων,
κυλικηγορήσων ἔρχομαι, οὐ τῶν Κυλικράνων εἷς ὑπάρχων, οὓς χλευάζων Ἕρμιππος ὁ κωμῳδιοποιὸς ἐν τοῖς Ἰάμβοις φησὶν
εἰς τὸ Κυλικράνων βαδίζων σπληνόπεδον ἀφικόμην:
εἶδον οὖν τὴν Ἡράκλειαν καὶ μάλ᾽ ὡραίαν πόλιν.
Ἡρακλεῶται δ᾽ εἰσὶν οὗτοι οἱ ὑπὸ τῇ Οἴτῃ κατοικοῦντες, ὥς φησι Νίκανδρος ὁ Θυατειρηνός, ὀνομασθῆναι φάσκων αὐτοὺς ἀπό τινος Κύλικος γένος Λυδοῦ, ἑνὸς τῶν Ἡρακλεῖ συστρατευσαμένων. μνημονεύει δ᾽ αὐτῶν καὶ Σκυθῖνος ὁ Τήιος ἐν τῇ ἐπιγραφομένῃ Ἱστορίῃ λέγων οὕτως: ' Ἡρακλῆς λαβὼν Εὔρυτον καὶ τὸν υἱὸν ἔκτεινε φόρους πρήσσοντας παρ᾽ Εὐβοέων. καὶ Κυλικρῆνας ὁ ἐξεπόρθησε λῃζομένους καὶ αὐτόθι πόλιν ἐδείματο ῾ Ἡράκλειαν τὴν Τρηχινίαν καλεομένην., Πολέμων δ᾽ ἐν τῷ πρώτῳ τῶν πρὸς Ἀδαῖον καὶ Ἀντίγονόν φησιν οὕτως: ' τῆς δ᾽ Ἡρακλείας τῆς ὑπὸ τὴν Οἴτην καὶ Τραχῖνος τῶν οἰκητόρων μεθ᾽ Ἡρακλέους τινὲς ἀφικόμενοι ἐκ Λυδίας Κυλικρᾶνες, οἱ δ᾽ Ἀθαμᾶνες, ἀφ᾽ ὧν οἱ τόποι [p. 14] διαμένουσιν: οἷς οὐδὲ τῆς πολιτείας μετέδοσαν οἱ Ἡρακλεῶται συνοικοῦσιν, ἀλλοφύλους ὑπολαβόντες. Κυλικρᾶνες δὲ λέγονται ὅτι τοὺς ὤμους κεχαραγμένοι κύλικας ἦσαν.'6.
οἶδα δὲ καὶ Ἑλλάνικον ἐν Ἐθνῶν Ὀνομασίαις λέγοντα ὅτι Λιβύων τῶν Νομάδων τινὲς οὐδὲν ἄλλο κέκτηνται ἢ κύλικα καὶ μάχαιραν καὶ ὑδρίαν, καὶ ὅτι οἰκίας ἔχουσιν ἐξ ἀνθερίκου πεποιημένας μικρὰς ὅσον σκιᾶς ἕνεκα, ἃς καὶ περιφέρουσιν ὅπου ἂν πορεύωνται, πολλοῖς δὲ καὶ ὁ ἐν Ἰλλυριοῖς τόπος διαβόητός ἐστιν ὁ καλούμενος Κύλικες, παρ᾽ ᾧ ἐστι τὸ Κάδμου καὶ Ἁρμονίας μνημεῖον, ὡς ἱστορεῖ Φύλαρχος ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν. καὶ Πολέμων δ᾽ ἐν τῷ περὶ τοῦ Μορύχου ἐν Συρακούσαις φησὶν ἐπ᾽ ἄκρᾳ τῇ νήσῳ πρὸς τῷ Γῆς ι Ὀλυμπίας ἱερῷ ἐκτὸς τοῦ τείχους ἐσχάραν τινὰ εἶναι, ἀφ᾽ ἧς, φησί, τὴν κύλικα ναυστολοῦσιν ἀναπλέοντες μέχρι τοῦ γενέσθαι τὴν ἐπὶ τοῦ νεὼ τῆς Ἀθηνᾶς ἀόρατον ἀσπίδα: καὶ οὕτως ἀφιᾶσιν εἰς τὴν θάλασσαν κεραμέαν κύλικα, καθέντες εἰς αὐτὴν ἄνθεα καὶ κηρία καὶ λιβανωτὸν ἄτμητον καὶ ἄλλα ἄττα μετὰ τούτων ἀρώματα.
ὁρῶν7. οὖν ὑμῶν καὶ αὐτὸς τὸ συμπόσιον κατὰ τὸν Κολοφώνιον Ξενοφάνη πλῆρες ὂν πάσης θυμηδίας [p. 16]
νῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων
καὶ κύλικες: πλεκτοὺς δ᾽ ἀμφιτιθεῖ στεφάνους,
ἄλλος δ᾽ εὐῶδες μύρον ἐν φιάλῃ παρατείνει:
κρατὴρ δ᾽ ἕστηκεν μεστὸς ἐυφροσύνης:
ἄλλος δ᾽ οἶνος ἕτοιμος, ὃς οὔποτέ φησι προδώσειν,
μείλιχος ἐν κεράμοις, ἄνθεος ὀζόμενος::
ἐν δὲ μέσοις ἁγνὴν ὀδμὴν λιβανωτὸς ἵησι:
ψυχρὸν δ᾽ ἐστὶν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν.
πάρκεινται δ᾽ ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα
τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη :
βωμὸς δ᾽ ἄνθεσιν ἀν τὸ μέσον πάντῃ πεπύκασται,
μολπὴ δ᾽ ἀμφὶς ἔχει δώματα καὶ θαλίη.
χρὴ δὲ πρῶτον μὲν θεὸν ὑμνεῖν εὔφρονας ἄνδρας
εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις:
σπείσαντας τε καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι
πρήσσειν ταῦτα γὰρ ὦν ὁ ἐστι προχειρότερον :
οὐχ ὕβρις πίνειν δ᾽ ὁπόσον κεν ἔχων ἀφίκοιο
οἴκαδ᾽ ἄνευ προπόλου, μὴ πάνυ γηραλέος.
ἀνδρῶν δ᾽ αἰνεῖν τοῦτον ὃς ἐσθλὰ πιὼν ἀναφαίνῃ
ὡς οἱ μνημοσύνη, καὶ τόνος ἀμφ᾽ ἀρετῆς.
οὔτι μάχας διέπειν Τιτήνων οὐδὲ Γιγάντων
οὐδέ τι Κενταύρων, πλάσματα τῶν προτέρων,
ἢ στάσιας σφεδανάς,16 τοῖς οὐδὲν χρηστὸν ἔνεστι,
θεῶν δὲ προμηθείην αἰὲν ἔχειν ἀγαθόν:
8.
καὶ ὁ χαρίεις δ᾽ Ἀνακρέων φησίν: [p. 18]
ου᾽ φιλέω ὃς κρητῆρι παρὰ πλέῳ οἰνοποτάζων
νείκεα καὶ πόλεμον δακρυόεντα λέγει,
ἀλλ᾽ ὅστις Μουσέων τε καὶ ἀγλαὰ δῶρ᾽ Ἀφροδίτης
συμμίσγων ἐρατῆς μνῄσκεται εὐφροσύνης.
καὶ Ἴων δὲ ὁ Χῖός φησιν:
χαιρέτω ἡμέτερος βασιλεύς, σωτήρ τε πατήρ τε:
ἡμῖν δὲ κρητῆρ᾽ οἰνοχόοι θέραπες
κιρνάντων προχύταισιν ἐν ἀργυρέοις, ὁ δὲ χρυσοῦ
δεῖνον ἔχων χειροῖν ἱζέτω εἰς ἔδαφος.
σπένδοντες δ᾽ ἁγνῶς Ἡρακλέι τ᾽ Ἀλκμήνῃ τε,
Προκλέι Περσείδαις τ᾽, ἐκ Διὸς ἀρχόμενοι,
πίνωμεν, παίζωμεν, ἴτω διὰ νυκτὸς ἀοιδή,
ὀρχείσθω τις, ἑκὼν δ᾽ ἄρχε φιλοφροσύνης.
ὅντινα δ᾽ εὐειδὴς μίμνει θήλεια πάρευνος,
κεῖνος τῶν ἄλλων κυδρότερον πίεται.
ἐποιοῦντο
δὲ καὶ οἱ ἑπτὰ καλούμενοι σοφοὶ συμποτικὰς ὁμιλίας. ‘παραμυθεῖται γὰρ ὁ οἶνος καὶ τὴν τοῦ γήρως δυσθυμίαν’ φησὶ Θεόφραστος ἐν τῷ περὶ Μέθης.
9. διόπερ συνιοῦσι καὶ ἡμῖν ἐπὶ τὰς Διονυσιακὰς ταύτας λαλιὰς οὐδεὶς ἂν εὐλόγως φθονήσαι νοῦν ἔχων, κατὰ τοὺς Ἀλέξιδος Ταραντίνους, [p. 20]
οἳ τῶν πέλας
οὐδέν᾽ ἀδικοῦμεν οὐδέν. ἆρ᾽ οὐκ οἶσθ᾽ ὅτι
τὸ καλούμενον ζῆν τοῦτο διατριβῆς χάριν
ὄνομ᾽ ἐστίν, ὑποκόρισμα τῆς ἀνθρωπίνης
μοίρας; ἐγὼ γάρ, εἰ μὲν εὖ τις ἢ κακῶς
φήσει με κρίνειν, οὐκ ἔχοιμ᾽ ἄν σοι φράσαι:
ἔγνωκα δ᾽ οὖν 6 οὕτως ἐπισκοπούμενος
εἶναι μανιώδη πάντα τἀνθρώπων ὅλως,
ἀποδημίας δὲ τυγχάνειν ἡμᾶς ἀεὶ
τοὺς ζῶντας, ὥσπερ εἰς πανήγυρίν τινα
ἀφειμένους ἐκ τοῦ θανάτου καὶ τοῦ σκότους
εἰς τὴν διατριβὴν εἰς τὸ φῶς τε τοῦθ᾽ ὃ δὴ
ὁρῶμεν. ὃς δ᾽ ἂν πλεῖστα γελάσῃ καὶ πίῃ
καὶ τῆς Ἀφροδίτης ἀντιλάβηται τὸν χρόνον
τοῦτον ὃν ἀφεῖται, καὶ Τύχης ἐράνου τινός,
πανηγυρίσας ἥδιστ᾽ ἀπῆλθεν οἴκαδε.
καὶ κατὰ τὴν καλὴν οὖν Σαπφὼ :
ἐλθέ, Κύπρι,
χρυσίαισιν ἐν κυλίκεσσιν ἁβρῶς
συμμεμιγμένον θαλίαισι νέκταρ
οἰνοχοοῦσα
τούτοις τοῖς ἑταίροις ἐμοῖς τε καὶ σοῖς.
10. πρὸς οὓς λεκτέον ὅτι τρόποι εἰσὶ πόσεων κατὰ πόλεις ἴδιοι, ὡς Κριτίας παρίστησιν ἐν τῇ [p. 22] Λακεδαιμονίων Πολιτείᾳ διὰ τούτων: ὁ μὲν Χῖος καὶ Θάσιος ἐκ μεγάλων κυλίκων ἐπιδέξια, ὁ δὲ Ἀττικὸς ἐκ μικρῶν ἐπιδέξια, ὁ δὲ Θετταλικὸς ἐκπώματα προπίνει ὅτῳ ἂν βούλωνται μεγάλα. Λακεδαιμόνιοι δὲ τὴν παρ᾽ αὑτῷ ἕκαστος πίνει, ὁ δὲ παῖς ὁ οἰνοχόος ὅσον ἂν ἀποπίῃ. τοῦ δ᾽ ἐπιδέξια πίνειν μνημονεύει καὶ Ἀναξανδρίδης ἐν Ἀγροίκοις οὕτως ι
τίνα δὴ παρεσκευασμένοι
πίνειν τρόπον ἐστὲ νυνί, λέγεθ᾽. β. ὅντινα τρόπον
ἡμεῖς; τοιοῦτον οἷον ἂν καὶ σοὶ δοκῇ.
α. βούλεσθε δήπου τὸν ἐπιδέξι᾽, ὦ πάτερ,
λέγειν ἐπὶ τῷ πίνοντι. β. τὸν ἐπιδέξια
λέγειν; Ἄπολλον, ὡσπερεὶ τεθνηκότι.
11. παραιτητέον δ᾽ ἡμῖν τὰ κεράμεα ποτήρια, καὶ γὰρ Κτησίας ' παρὰ Πέρσαις φησίν, ' ὃν ἂν βασιλεὺς ἀτιμάσῃ, κεραμέοις ποτηρίοις ὁ χρῆται Χοιρίλος δ᾽ ὁ ἐποποιός φησι:
χερσὶν ἔχω κολοβὸν κύλικος τρύφος ἀμφὶς ἐαγός,
ἀνδρῶν δαιτυμόνων ναυάγιον, οἷά τε πολλὰ
πνεῦμα Διωνύσοιο πρὸς Ὕβριος ἔκβαλεν ἀκτάς.
ἐγὼ δ᾽ εὖ οἶδα ὅτι ἥδιστα πολλάκις ἐστὶ τὰ κεράμεα [p. 24] ἐκπώματα, ὡς καὶ τὰ παρ᾽ ἡμῖν ἐκ τῆς Κόπτου καταγόμενα: μετὰ γὰρ ἀρωμάτων συμφυραθείσης τῆς γῆς ὀπτᾶται. καὶ Ἀριστοτέλης δὲ ἐν τῷ περὶ Μέθης ' αἱ Ῥοδιακαί φησί, ' προσαγορευόμεναι χυτρίδες διά τε τὴν ἡδονὴν εἰς τὰς μέθας παρεισφέρονται καὶ διὰ τὸ θερμαινομένας τὸν οἶνον ἧττον ποιεῖν μεθύσκειν. σμύρνης γὰρ καὶ σχοίνου καὶ τῶν τοιούτων ἑτέρων εἰς ὕδωρ ἐμβληθέντων ἕψονται καὶ παραχεόντων εἰς τὸν οἶνον ἧττον μεθύσκουσιν κἀν ἄλλῳ δὲ μέρει φησὶν ' αἱ Ῥοδιακαὶ χυτρίδες γίνονται σμύρνης, σχοίνου, ἀνήθου,1 κρόκου, βαλσάμου, ἀμώμου, κινναμώμου συνεψηθέντων: ἀφ᾽ ὧν τὸ γινόμενον τῷ οἴνῳ παραχυθὲν οὕτω μέθας ἵστησιν ὥστε καὶ τῶν ἀφροδισίων παραλύειν τὰ πνεύματα πέττον.'12. οὐ δεῖ οὖν ἡμᾶς ἐκμανῶς πίνειν ἀποβλέποντας εἰς τὸ πλῆθος τῶν καλῶν τούτων καὶ παντοδαπῶν κατὰ τὰς τέχνας ἐκπωμάτων. τὴν δὲ μανίαν τοὺς πολλούς φησιν ὁ Χρύσιππος ἐν τῇ Εἰσαγωγῇ, τῇ περὶ ἀγαθῶν καὶ κακῶν Πραγματείᾳ, τοῖς πλείστοις προσάπτειν. καλεῖσθαι γοῦν τὴν μὲν γυναικομανίαν, τὴν δ᾽ ὀρτυγομανίαν. : τινὲς δὲ καὶ δοξομανεῖς καλοῦσι τοὺς φιλοδόξους, καθάπερ τοὺς φιλογύνας γυναικομανεῖς καὶ τοὺς φιλόρνιθας ὀρνιθομανεῖς, τὸ αὐτὸ σημαινόντων τῶν ὀνομάτων τούτων, ὥστε καὶ τὰ [p. 26] λοιπὰ μὴ ἀλλοτρίως καλεῖσθαι τὸν τρόπον τοῦτον, καὶ γὰρ ὁ φίλοψος καὶ ὁ ὀψοφάγος οἷον ὀψομανής ἐστι καὶ ὁ φίλοινος οἰνομανὴς καὶ ὡσαύτως ἐπὶ τῶν ὁμοίων, οὐκ ἀλλοτρίως τῆς μανίας κειμένης ἐπ᾽ αὐτοῖς ὡς ἁμαρτάνουσι μανικῶς καὶ τῆς ἀληθείας ἐπὶ πλεῖον ἀπαρτωμένοις.13. ἡμεῖς οὖν, ὡς καὶ παρἈθηναίοις ἐγίνετο, ἅμα ἀκροώμενοι τῶν γελωτοποιῶν τούτων καὶ μίμων, ἔτι δὲ τῶν ἄλλων τεχνιτῶν ὑποπίνωμεν. λέγει δὲ περὶ τούτων ὁ Φιλόχορος οὑτωσί: ' Ἀθηναῖοι τοῖς Διονυσιακοῖς ἀγῶσι τὸ μὲν πρῶτον ἠριστηκότες καὶ πεπωκότες ἐβάδιζον ἐπὶ τὴν θέαν καὶ ἐστεφανωμένοι ἐθεώρουν, παρὰ δὲ τὸν ἀγῶνα πάντα οἶνος αὐτοῖς ᾠνοχοεῖτο καὶ τραγήματα παρεφέρετο, καὶ τοῖς χοροῖς εἰσιοῦσιν ἐνέχεον πίνειν καὶ διηγωνισμένοις ὅτ᾽ ἐξεπορεύοντο ἐνέχεον πάλιν μαρτυρεῖν δὲ τούτοις καὶ Φερεκράτη τὸν κωμικόν, ὅτι μέχρι τῆς καθ᾽ ἑαυτὸν ἡλικίας οὐκ ἀσίτους εἶναι τοὺς θεωροῦντας.' Φανόδημος δὲ πρὸς τῷ ἱερῷ φησι τοῦ ἐν Λίμναις Διονύσου τὸ γλεῦκος φέροντας τοὺς Ἀθηναίους ἐκ τῶν πίθων τῷ θεῷ κιρνάναι, εἶτ᾽ αὐτοὺς προσφέρεσθαι: ὅθεν καὶ Λιμναῖον κληθῆναι τὸν Διόνυσον, ὅτι μιχθὲν τὸ γλεῦκος τῷ ὕδατι τότε πρῶτον ἐπόθη κεκραμένον. διόπερ ὀνομασθῆναι τὰς Νύμφας καὶ τιθήνας τοῦ Διονύσου, ὅτι τὸν [p. 28] οἶνον αὐξάνει τὸ ὕδωρ κιρνάμενον. ἡσθέντες οὖν τῇ κράσει ἐν ᾠδαῖς ἔμελπον τὸν Διόνυσον, χορεύοντες καὶ ἀνακαλοῦντες Εὐανθῆ καὶ Διθύραμβον καὶ Βακχευτὰν καὶ Βρόμιον. καὶ [ Θεόφραστος δ᾽ ἐν τῷ περὶ Μέθης φησὶν ὅτι ' τοῦ Διονύσου τροφοὶ αἱ Νύμφαι κατ᾽ ἀλήθειαν. αἱ γὰρ ἄμπελοι πλεῖστον ὑγρὸν χέουσι τεμνόμεναι καὶ κατὰ φύσιν δακρύουσι. διόπερ καὶ Εὐριπίδης ἕνα τῶν τοῦ Ἡλίου ἵππων φησὶν εἶναι
Βακχίου φιλανθέος
αἴθοπα πεπαίνοντ᾽ ὀρχάτους ὀπωρινούς:
ἐξ οὗ βροτοὶ καλοῦσιν οἶνον αἴθοπα.
καὶ Ὀδυσσεὺς ὤπασεν
μελιηδέα οἶνον ἐρυθρόν,
ἓν δέπας ἐμπλήσας, ὕδατος δ᾽ ἀνὰ εἴκοσι μέτρα
χεῦ᾽ : ὀδμὴ δ᾽ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει.
Τιμόθεος δ᾽ ἐν Κύκλωπι:
ἔγχευε δὲ ἓν μὲν δέπας κίσσινον μελαίνας
σταγόνος ἀμβρότας ἀφρῷ βρυάζον
εἴκοσιν δὲ μέτρ᾽ ἐνέχευ᾽,8 ἀνέμισγε
δ᾽ αἷμα Βακχίου νεορρύτοισι δακρύοισι Νυμφᾶν.
14. [p. 30]
οἶδα δέ τινας, ἄνδρες θιασῶται, καὶ μέγα φρονήσαντας οὐχ οὕτως ἐπὶ πλούτῳ ὡς ἐπὶ τῷ κεκτῆσθαι πολλὰ ἐκπώματα ἀργυρᾶ τε καὶ χρυσᾶ. ὧν εἷς ἐστι καὶ Πυθέας ὁ Ἀρκὰς ἐκ Φιγαλείας,2 ὃς καὶ ἀποθνῄσκων οὐκ ὤκνησεν ὑποθέσθαι τοῖς οἰκείοις ἐπιγράψαι αὐτοῦ τῷ μνήματι τάδε: Πυθέα μνῆμα τόδ᾽ ἔστ᾽, ἀγαθοῦ καὶ σώφρονος ἀνδρός,
ὃς κυλίκων ἔσχεν πλῆθος ἀπειρέσιον
ἀργυρέων χρυσοῦ τε καὶ ἠλέκτροιο φαεινοῦ,
τῶν προτέρων πάντων πλείονα πασάμενος.
τοῦτο δ᾽ ἱστορεῖ Ἁρμόδιος ὁ Λεπρεάτης ἐν τῷ περὶ τῶν κατὰ Φιγάλειαν Νομίμων. Ξενοφῶν δ᾽ ἐν ὀγδόῳ Παιδείας περὶ Περσῶν λέγων γράφει καὶ ταῦτα: ' καὶ μὴν ἐκπώματα ἢν μὲν ὡς πλεῖστα ἔχωσιν, τούτῳ καλλωπίζονται: ἢν δ᾽ ἐξ ἀδίκων φανερῶς ᾖ μεμηχανημένα, οὐδὲν τούτῳ αἰσχύνονται. πολὺ γὰρ ηὔξηται ἐν αὐτοῖς ἡ ἀδικία τε καὶ αἰσχροκέρδεια: ὁ δὲ Οἰδίπους δι᾽ ἐκπώματα τοῖς υἱοῖς κατηράσατο, ὡς ὁ τὴν κυκλικὴν Θηβαίδα πεποιηκώς φησιν, ὅτι αὐτῷ παρέθηκαν ἔκπωμα ὃ ἀπηγορεύκει, λέγων οὕτως:
αὐτὰρ ὁ διογενὴς ἥρως ξανθὸς Πολυνείκης
πρῶτα μὲν Οἰδιπόδῃ καλὴν παρέθηκε τράπεζαν
ἀργυρέην Κάδμοιο θεόφρονος αὐτὰρ ἔπειτα
χρύσεον ἔμπλησεν καλὸν δέπας ἡδέος οἴνου,
αὐτὰρ ὅ γ᾽ ὡς φράσθη παρακείμενα πατρὸς ἑοῖο [p. 32]
τιμήεντα γέρα, μέγα οἱ κακὸν ἔμπεσε θυμῷ,
αἶψα δὲ παισὶν ἑοῖσι μετ᾽ ἀμφοτέροισιν ἐπαρὰς
ἀργαλέας ἠρᾶτο θεῶν δ᾽ οὐ λάνθαν᾽ Ἐρινύν,
ὡς οὒ οἱ πατρώι᾽ ἐνηέι ἐν φιλότητι
δάσσαιντ᾽,4 ἀμφοτέροισι δ᾽ αἰεὶ πόλεμοί τε μάχαι τε ...
Καικίλιος
15.
δὲ ὁ ῥήτωρ ὁ ἀπὸ Καλῆς ἀκτῆς ἐν τῷ
περὶ Ἱστορίας Ἀγαθοκλέα φησὶ τὸν τύραννον ἐκπώματα χρυσᾶ ἐπιδεικνύντα τοῖς ἑταίροις φάσκειν, ἐξ ὧν ἐκεράμευσε κατεσκευακέναι ταῦτα. ὁ δὲ παρὰ Σοφοκλεῖ ἐν τοῖς Λαρισαίοις Ἀκρίσιος καὶ αὐτὸς ἐκπώματα ὅσα πλεῖστα εἶχεν, ὥς φησιν ὁ τραγικός
πολὺν δ᾽ ἀγῶνα πάγξενον κηρύσσεται,
χαλκηλάτους λέβητας ἐκτιθεὶς φέρειν
καὶ κοῖλα χρυσόκολλα καὶ πανάργυρα
ἐκπώματ᾽, εἰς ἀριθμὸν ἑξήκοντα δίς.
Ποσειδώνιος δ᾽ ἐν ις τῶν Ἱστοριῶν Λυσίμαχόν φησι τὸν Βαβυλώνιον, καλέσαντα ἐπὶ δεῖπνον Ἵμερον τὸν τυραννήσαντα οὐ μόνον Βαβυλωνίων ἀλλὰ καὶ Σελευκέων μετὰ τριακοσίων, μετὰ τὸ τὰς τραπέζας ἀρθῆναι τετράμνουν ἑκάστῳ τῶν τριακοσίων ἔκπωμα δοῦναι ἀργυροῦν, καὶ σπονδοποιησάμενον προπιεῖν ἅμα πᾶσιν καὶ ἀποφέρεσθαι ἔδωκε τὰ ποτήρια. Ἀντικλείδης δ᾽ ὁ Ἀθηναῖος ἐν τῷ ς Νόστων περὶ Γρᾶ - [p. 34] διηγούμενος τοῦ τὴν ἀποικίαν εἰς Λέσβον στείλαντος σὺν ἄλλοις βασιλεῦσι, καὶ ὅτι χρησμὸς ἦν αὐτοῖς δηλώσας καθεῖναι διαπλέοντας τῷ Ποσειδῶνι εἰς τὸ πέλαγος παρθένον, γράφει καὶ ταῦτα: ' μυθολογοῦσι, δὲ τῶν ἐν Μηθύμνῃ τινὲς περὶ τῆς ἀφεθείσης εἰς τὴν θάλασσαν παρθένου καὶ φασὶν ἐρασθέντα αὐτῆς τῶν ἡγεμόνων τινά, ᾧ ἦν τοὔνομα Ἔναλος, ἐκκολυμβῆσαι βουλόμενον ἀνασῶσαι τὴν παιδίσκην. τότε μὲν οὖν ὑπὸ κύματος αὐτοὺς ἀμφοτέρους κρυφθέντας ἀφανεῖς γενέσθαι, χρόνῳ δ᾽ ὕστερον ἤδη τῆς Μηθύμνης οἰκουμένης παραγενέσθαι τὸν Ἔναλον καὶ διηγεῖσθαι τὸν τρόπον,3 καὶ ὅτι ἡ μὲν παρθένος παρὰ ταῖς Νηρῇσι διέτριβεν, αὐτὸς δὲ τὰς τοῦ Ποσειδῶνος ἔβοσκεν ἵππους : καὶ ποτε κύματος: ἐπιφερομένου μεγάλου συγκολυμβήσαντα αὐτὸν ἐκβῆναι ἔχοντα κύπελλον χρυσοῦ οὕτω θαυμασίου ὡς τὸν παρ᾽: αὐτοῖς αὐτῷ παραβαλλόμενον οὐδὲν διάφορον εἶναι χαλκοῦ.'
” 16.
τιμιώτατον δ᾽ ἦν πάλαι τὸ τῶν ἐκπωμάτων κτῆμα. Ἀχιλλεύς οὖν ὡς ἐξαίρετόν τι εἶχεν ἀνάθημα δέπας, ‘οὐδέ τις ἄλλος οὔτ᾽ ἀνδρῶν πίνεσκεν ἀπ᾽ αὐτοῦ οὔτε τεῳ σπένδεσκε θεῶν,7 ὅτε μὴ Διί.’ καὶ ὁ Πρίαμος δὲ τόν υἱόν λυτρούμενος τοῖς ἐπισημοτάτοις κειμηλίοις καὶ δέπας δίδωσι περικαλλές. αὐτός γε μήν ὁ Ζεύς τῆς Ἡρακλέους [p. 36] γενέσεως ἄξιον ἡγεῖται δῶρον Ἀλκμήνῃ δοθῆναι ποτήριον, ὅπερ Ἀμφιτρύωνι εἰκασθεὶς δίδωσιν,
ἁ δ᾽ ὑποδεξαμένα θαήσατο χρύσεον αἶψα
ποτήριον. τὸν δὲ Ἥλιον ὁ Στησίχορος ποτηρίῳ διαπλεῖν φησι τὸν ' Ὠκεανόν, ᾧ καὶ τὸν Ἡρακλέα περαιωθῆναι ἐπὶ τὰς Γηρυόνου βόας ὁρμῶντα. οἴδαμεν δὲ καὶ τὸ Βαθυκλέους τοῦ Ἀρκάδος ποτήριον, ὃ σοφίας ἆθλον ὁ Βαθυκλῆς τῷ κριθέντι ἀρίστῳ τῶν καλουμένων ζ1 σοφῶν ἀπέλιπε. τὸ δὲ Νέστορος ποτήριον πολλοὶ κεραμεύουσι: πλεῖστοι γὰρ περὶ αὐτοῦ συνεγράψαντο. καὶ θεοφιλὲς δὲ τὸ ποτήριον ‘ χρυσέοις’ γοῦν ‘ δεπάεσσιν ἀλλήλους’ δεξιοῦνται. ἐλευθέριον δέ, φησί, καὶ ἐμμελῶς ἐν οἴνῳ διάγειν, μὴ κωθωνιζόμενον μηδὲ Θρᾳκίῳ νόμῳ ἄμυστιν οἰνοποτεῖν, ἀλλὰ τῷ πόματι φάρμακον ὑγείας ἐγκιρνάναι τὸν λόγον. 17. ῝ Ὅτι διὰ σπουδῆς εἶχον οἱ ἀρχαῖοι ἐγκόλαπτον ἱστορίαν ἔχειν ἐν ἐκπώμασιν. ἐν ταύτῃ δὲ τῇ τέχνῃ εὐδοκίμησαν Κίμων καὶ Ἀθηνοκλῆς. ἐχρῶντο δὲ καὶ λιθοκολλήτοις ἐκπώμασι. Μένανδρος δὲ πού φησι καὶ ποτήριον τορνευτὸν καὶ τορευτά. Ἀντιφάνης::
ἄλλοι δὲ καὶ δὴ βακχίου παλαιγενοῦς
ἀφρῷ σκιασθὲν χρυσοκόλλητον δέπας [p. 38]
μεστὸν κύκλῳ τορευτὸν ἕλκουσι γνάθοις
ὁλκῆς ἀπαύστοις, παντελῶς ἐστραμμένον
τἄνω κάτω δεικνύντες.
φησὶ πρός τινα Νικόμαχος:
ὦ χαῖρε,3 χρυσόκλυστα καὶ χρυσοῦς ἐμῶν ...
Φιλιππίδης:
τὰ ποτήρι᾽: ἂν ἴδῃς τὰ παρεσκευασμένα,
ἅπαντα χρυσᾶ, Τρόφιμε, νὴ τὸν Οὐρανόν,
ὑπερήφαν᾽ ἔργ᾽. ἐγὼ μὲν ἐξέστην ἰδών.
κρατῆρες ἀργυροῖ, κάδοι μείζους ἐμοῦ ...
ὅτι Παρμενίων συγκεφαλαιούμενος ἐν ταῖς πρὸς
Ἀλέξανδρον Ἐπιστολαῖς τὰ Περσικὰ λάφυρα ‘ποτηρίων,’ φησί, ‘ χρυσῶν σταθμὸς τάλαντα Βαβυλώνια ογ, μναῖ νβ. ποτηρίων λιθοκολλήτων σταθμὸς τάλαντα Βαβυλώνια νς, μναῖ λδ.’ 18. ἔθος δ᾽ ἦν πρότερον ἐν τῷ ποτηρίῳ ὕδωρ ἐμβάλλεσθαι, μεθ᾽ ὃ τὸν οἶνον. Ξενοφάνης:
οὐδέ κεν ἐν κύλικι πρότερον κεράσειέ τις οἶνον
ἐγχέας , ἀλλ᾽ ὕδωρ καὶ καθύπερθε μέθυ.
Ἀνακρέων
φέρ᾽ ὕδωρ, φέρ᾽᾽ οἶνον, ὦ παῖ,
φέρε δ᾽ ἀνθεμεῦντας ἡμῖν
στεφάνους ἔνεικον, ὡς δὴ
πρὸς Ἔρωτα πυκταλίζω. [p. 40]
πρὸ δὲ τούτων Ἡσίοδος:
κρήνης τ᾽ ἀενάου καὶ πορρύτου, ἥτ᾽ ἀθόλωτος,
τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
Θεόφραστος ‘ ἐπεὶ καὶ τὰ περὶ τὴν κρᾶσιν ἐναντίως εἶχε τὸ παλαιὸν τῷ νῦν παρ᾽ Ἕλλησιν ὑπάρχοντι. ου᾽ γὰρ τὸ ὕδωρ ἐπὶ τὸν οἶνον ἐπέχεον, ἀλλ᾽ ἐπὶ τὸ ὕδωρ τὸν οἶνον, ὅπως ἐν τῷ πίνειν ὑδαρεστέρῳ χρῷντο τῷ ποτῷ καὶ τούτου ποιησάμενοι τὴν ἀπόλαυσιν ἧττον ὀρέγοιντο τοῦ λοιποῦ. καὶ τὸ πλεῖστον δὲ εἰς τοὺς κοττάβους κατανήλισκον.’ 19. ἔνδοξοι δὲ τορευταὶ Ἀθηνοκλῆς, Κράτης, Στρατόνικος, Μυρμηκίδης ὁ Μιλήσιος, Καλλικράτης ὁ Λάκων καὶ Μῦς, οὗ εἴδομεν σκύφον Ἡρακλεωτικὸν τεχνικῶς ἔχοντα Ἰλίου ἐντετορευμένην πόρθησιν, ἔχοντα ἐπίγραμμα τόδε:
γραμμὰ Παρρασίοιο,6 τέχνα Μυός. ἐμμὶ δὲ ἔργον
Ἰλίου αἰπεινᾶς, ἃν ἕλον Αἰακίδαι.
20. ὅτι κλεινοὶ λέγονται παρὰ Κρησὶν οἱ ἐρώμενοι, σπουδὴ δὲ αὐτοῖς παῖδας ἁρπάζειν καὶ τοῖς καλοῖς παρ᾽ αὐτοῖς ἄδοξόν ἐστιν ἐραστοῦ μὴ τυχεῖν. καλοῦνται δὲ οἱ ἁρπασθέντες παρασταθέντες. διδόασι δὲ τῷ ἁρπασθέντι στολὴν καὶ βοῦν καὶ [p. 42] ποτήριον ἣν καὶ πρεσβύτεροι γενόμενοι φέρουσιν, ἵνα δῆλοι ὦσι κλεινοὶ γενόμενοι. 21.
ὁρᾷς δ᾽, ὅταν πίνωσιν ἄνθρωποι, τότε
πλουτοῦσι, διαπράττουσι, νικῶσιν δίκας,
εὐδαιμονοῦσιν, ὠφελοῦσι τοὺς φίλους.
αὔξει γὰρ καὶ τρέφει μεγαλύνει τε τὴν ψυχὴν ἡ ἐν τοῖς πότοις διατριβή, ἀναζωπυροῦσα καὶ ἀνεγείρουσα μετὰ φρονήσεως τὸν ἑκάστου νοῦν, ὥς φησιν ὁ Πίνδαρος:
ἁνίκ᾽ ἀνθρώπων καματώδεες οἴχονται μέριμναι
στηθέων ἔξω, πελάγει δ᾽ ἐν πολυχρύσοιο πλούτου
πάντες ἴσᾳ νέομεν ψευδῆ πρὸς ἀκτὰν
ὃς μὲν ἀχρήμων, ἀφνεὸς τότε, τοὶ δ᾽ αὖ πλουτέοντες ...
εἶτ᾽ ἐπάγει
ἀέξονται φρένας ἀμπελίνοις τόξοις δαμέντες.
22. ἀγκύλῃ ποτήριον πρὸς τὴν τῶν κοττάβων παιδιὰν χρήσιμον. Κρατῖνος:
πιεῖν δὲ θάνατος οἶνον ἂν ὕδωρ ἐπῇ.
ἀλλ᾽ ἴσον ἴσῳ μάλιστ᾽ ἀκράτου δύο χοᾶς [p. 44]
πίνουσ᾽ ἀπ᾽ ἀγκύλης ἐπονομάζουσ᾽: ἅμα
ἵησι λάταγας τῷ Κορινθίῳ πέει.
καὶ Βακχυλίδης:
εὖτε τὴν ἀπ᾽: ἀγκύλης ἵησι τοῖς νεανίαις,2
λευκὸν ἀντείνασα πῆχυν.
ἐντεῦθεν ἐννοοῦμεν τοὺς παρ᾽ Αἰσχύλῳ ἀγκυλητοὺς κοττάβους. λέγονται δὲ καὶ δόρατα ἀγκυλητὰ καὶ μεσάγκυλα: ἀλλ᾽ ἀπὸ ἀγκύλης ἤτοι τῆς δεξιᾶς χειρός, καὶ ἡ κύλιξ δὲ ἡ ἀγκύλη διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τῇ προέσει. ἦν γὰρ τοῖς παλαιοῖς πεφροντισμένον καλῶς καὶ εὐσχημόνως κότταβον προίεσθαι. καὶ οἱ πολλοὶ ἐπὶ τούτῳ μᾶλλον ἐφρόνουν μέγα ἢ ἐπὶ τῷ εὖ ἀκοντίζειν. ὠνομάσθη οὖν ἀπὸ τοῦ τῆς χειρὸς σχηματισμοῦ, ὃν ποιούμενοι εὐρύθμως ἐρρίπτουν εἰς τὸ κοττάβιον. καὶ οἴκους δὲ ἐπιτηδείους κατεσκεύαζον εἰς ταύτην τὴν παιδιάν. 23.
ὅτι παρὰ Τιμαχίδᾳ Αἰακίς ἡ κύλιξ καλεῖται.
ἄκατος ποτήριον ἐοικὸς πλοίῳ. Ἐπικράτης:
κατάβαλλε τἀκάτια, τὰ κυμβία
αἴρου τὰ μείζω, κεὐθὺ τοῦ καρχησίου
ἄνελκε τὴν γραῦν, τὴν νέαν δ᾽ ἐπουρίσας [p. 46]
πλήρωσον, εὐτρεπῆ τε τὸν κοντὸν ποοῦ
καὶ τοὺς κάλως ἔκλυε καὶ χάλα πόδα.
ἄωτον παρὰ Κυπρίοις τὸ ἔκπωμα, ὡς Πάμφιλος. Φιλίτας δὲ ποτήριον οὖς οὐκ ἔχον.
ἄροκλον ἡ φιάλη παρὰ τῷ Κολοφωνίῳ Νικάνδρῳ.
24. ἄλεισον καὶ δέπας τὸ αὐτό. Ὅμηρος ἐν Ὀδυσσείᾳ περὶ Πεισιστράτου: ‘ἐν δ᾽ οἶνον ἔχευε χρυσείῳ δέπαι.’ εἶτα παρακατιὼν τὸ αὐτό: ‘ τούνεκα σοὶ δώσω χρύσειον ἄλεισον.’ καὶ ἑξῆς τὸ αὐτὸ πάλιν ‘ δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον.3’ φησὶν οὖν Ἀσκληπιάδης ὁ Μυρλεανός: ‘ δοκεῖ μοι φιαλῶδες εἶναι τὸ δέπας: σπένδουσι γὰρ ἐν αὐτῷ. λέγει γοῦν Ὅμηρος δέπας, δι᾽ οὗ Διὶ μόνῳ σπένδεσκεν Ἀχιλλεύς. καλεῖται δὲ δέπας ἤτοι ὅτι δίδοται πᾶσι τοῖς σπένδειν βουλομένοις εἴτε καὶ τοῖς πίνειν, ἢ ὅτι δύο ὦπας εἶχε: ταῦτα δὲ ἂν εἴη τὰ ὦτα. τὸ δὲ ἄλεισον ἤτοι ἀπὸ τοῦ ἄγαν λεῖον εἶναι ἢ ὅτι ἁλίζεται ἐν αὐτῷ τὸ ὑγρόν. ὅτι δὲ δύο ὦτα εἶχε δῆλον
ἦτοι ὃ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε
χρύσεον ἄμφωτον. [p. 48]
ἀμφικύπελλον δὲ λέγων αὐτὸ οὐδὲν ἄλλο σημαίνει ἢ ὅτι ἦν ἀμφίκυρτον.’ Σιληνὸς δὲ ἀμφικύπελλόν φησι τὸ μὴ ἔχον ὦτα. ἄλλοι δὲ τὴν ἀμφὶ ἀντὶ τῆς περὶ εἶναι, ἵν᾽ ᾖ περίποτον, τὸ πανταχόθεν πίνειν ἐπιτήδειον. Παρθένιος δὲ διὰ τὸ περικεκυρτῶσθαι τὰ ὠτάρια: κυφὸν γὰρ εἶναι τὸ κυρτόν. ἀνίκητος δὲ τὸ μὲν κύπελλὸν φησι φιάλην εἶναι, τὸ δ᾽ ἀμφικύπελλον ὑπερφίαλον, τὸ ὑπερήφανον καὶ καλόν, εἰ μὴ ἄρα τὸ ποικίλον τῇ κατασκευῇ ἄλεισον θέλει τις ἀκούειν, ἔξω λειότητος ὄν. Πείσανδρος δέ φησιν Ἡρακλέα Τελαμῶνι τῆς ἐπὶ Ἴλιον στρατείας ἀριστεῖον ἄλεισον δοῦναι.
25. ὅτι ἐστὶ ποτήριον Ἀμαλθείας κέρας καὶ ἐνιαυτὸς καλούμενον.
ἄμφωξις ξύλινον ποτήριον ᾧ χρῆσθαι τοὺς ἀγροίκους Φιλίτας φησι, ἀμέλγοντας εἰς αὐτὸ καὶ οὕτως πίνοντας.
ἄμυστις. καλεῖται μὲν οὕτω πόσις τις, ἣν ἔστιν ἀπνευστὶ πίνειν μὴ μύσαντα. καλοῦσι δ᾽ οὕτω καὶ τὰ ποτήρια ἀφ᾽: ὧν ἔστι πιεῖν εὐμαρῶς. καὶ τὸ ῥῆμα δὲ ἐξημύστισε φασί, τὸ ὑφ᾽ ἓν πνεῦμα πιεῖν,: ὡς ὁ κωμικὸς Πλάτων: [p. 50]
λύσας διαρκῆ στάμνον εὐώδους ποτοῦ
ἵησιν εὐθὺς κύλικος εἰς κοῖλον κύτος:
ἔπειτ᾽ ἄκρατον κου᾽ τεταργανωμένον
ἔπινε κἀξημύστισεν.
ἔπινον δὲ τὴν ἄμυστιν μετὰ μέλους, μεμετρημένου πρὸς ὠκύτητα χρόνου, ὡς Ἀμειψίας:
αὔλει μοι μέλος:
σὺ δ᾽ ᾆδε πρὸς τήνδ᾽ , ἐκπίομαι δ᾽ ἐγὼ τέως.
αὔλει σύ, καὶ σὺ τὴν ἄμυστιν λάμβανε.
β. οὐ χρὴ πόλλ᾽ ἔχειν θνητὸν ἄνθρωπον,
ἀλλ᾽ ἐρᾶν καὶ κατεσθίειν: σὺ δὲ κάρτα φείδῃ.
26. Ἀντιγονίς ἔκπωμα ἀπὸ τοῦ βασιλέως Ἀντιγόνου, ὡς ἀπὸ Σελεύκου σελευκὶς, καὶ ἀπὸ Προυσίου Προυσίας.
ἀναφαῖα ἡ θερμοποτὶς παρὰ Κρησίν.
ἀρύβαλλος ποτήριον κάτωθεν εὐρύτερον, ἄνω δὲ συνηγμένον, ὡς τὰ συσπαστὰ βαλάντια, ἃ καὶ αὐτὰ διὰ τὴν ὁμοιότητα ἀρυβάλλους τινὲς καλοῦσιν. Ἀριστοφάνης Ἱππεῦσι:
κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
ἀμβροσίαν.
οὐ πόρρω δέ ἐστι τοῦ ἀρυστίχου ὁ ἀρύβαλλος, ἀπὸ [p. 52] τοῦ ἀρύτειν καὶ βάλλειν. λέγουσι δὲ καὶ πρόχουν ἄρυστιν. Σοφοκλῆς:
κακὴ κακῶς σὺ πρὸς θεῶν ὀλουμένη,
ἣ τὰς ἀρύστεις ὧδ᾽ ἔχουσ᾽ ἐκώμασας.
ἐστὶ δὲ καὶ πόλις Ἰώνων Ἄρυστις.
ἀργυρὶς εἶδος ποτηρίου, οὐ μόνον ἐξ ἀργύρου, Ἀναξίλας:
καὶ πίνειν ἐξ ἀργυρίδων χρυσῶν.
27. βατιάκιον, λαβρώνιος, τραγέλαφος, πρίστις, ποτηρίων ὀνόματα. Περσικὴ δὲ φιάλη ἡ βατιάκη. Ἀλεξάνδρου δὲ τοῦ βασιλέως ἐν ταῖς Ἐπιστολαῖς ταῖς πρὸς τοὺς ἐν τῇ Ἀσίᾳ σατράπας φέρεταί τις ἐπιστολὴ ἐν ᾗ ταῦτα γέγραπται: ‘ βατιάκαι ἀργυραῖ κατάχρυσοι τρεῖς. κόνδυα ἀργυρᾶ ρος τούτων ἐπίχρυσα λγ. τισιγίτης ἀργυροῦς εἷς. μύστροι ἀργυροῖ κατάχρυσοι λβ. λαγυνοθήκη ἀργυρᾶ μία. οἰνοφόρον βαρβαρικὸν ἀργυροῦν ποικίλον ἕν. ἄλλα ποτήρια παντοδαπὰ μικρὰ κθ, ῥυτὰ : καὶ βατιάκαι Λυκιουργεῖς ἐπίχρυσοι καὶ θυμιατήρια καὶ τρυβλία.’
Βῆσσα ποτήριον παρ᾽ Ἀλεξανδρεῦσι πλατύτερον ἐκ τῶν κάτω μερῶν, ἐστενωμένον ἄνωθεν. [p. 54]
28. βαύκαλις. ἐν ' Ἀλεξανδρείᾳ καὶ αὕτη, ὡς Σώπατρος ὁ παρῳδός:
βαυκαλὶς ἡ τετρακότυλος.
καὶ πάλιν:
νᾶμα μελισσῶν ἡδὺ μὲν ὄρθρου
καταβαυκαλίσαι τοῖς ὑπὸ πολλῆς
κραιπαλοβόσκου δίψης κατόχοις.
κατασκευάζουσι δέ, φησίν, οἱ ἐν Ἀλεξανδρείᾳ τὴν ὕαλον μεταρρυθαίζοντες πολλαῖς καὶ ποικίλαις ἰδέαις ποτηρίων, παντὸς τοῦ πανταχόθεν κατακομιζομένου κεράμου τὴν ἰδέαν μιμούμενοι. Λύσιππον τὸν ἀνδριαντοποιόν φασι Κασάνδρῳ χαριζόμενον, ὅτε συνῴκισε τὴν Κασάνδρειαν, φιλοδοξοῦντι καὶ βουλομένῳ ἴδιόν τινα εὑρέσθαι κέραμον διὰ τὸ πολὺν ἐξάγεσθαι τὸν Μενδαῖον οἶνον ἐκ τῆς πόλεως, φιλοτιμηθῆναι καὶ πολλὰ καὶ παντοδαπὰ γένη παραθέμενον κεραμίων ἐξ ἑκάστου ἀποπλασάμενον ἴδιον ποιῆσαι πλάσμα.
29. βικὸς;. Ξενοφῶν Ἀναβάσεως πρώτῳ: ‘ Κῦρος ἔπεμπε βίκους οἴνου ἡμιδεεῖς.’ ἐστὶ δὲ φιαλῶδες ποτήριον κατὰ τὸν Παριανὸν Πολυδεύκην. ΒοΜβΤλΙο, θηρίκλειον Ῥοδιακόν, οὗ περὶ τῆς ἰδέας Σωκράτης φησὶν ‘οἱ μὲν ἐκ φιάλης πίνοντες ὅσον θέλουσι τάχιστ᾽ ἀπαλλαγήσονται, οἱ δ᾽ ἐκ [p. 56] βομβυλιοῦ κατὰ μικρὸν στάζοντος ... ’ ἐστὶ δὲ καὶ ζῷόν τι.
βρομιάδες, ἔκπωμα ὅμοιον τοῖς μακροτέροις τῶν σκύφων.
30. γραμματικόν ἔκπωμα τὸ γράμματα ἔχον ἐγκεχαραγμένα. Ἄλεξις:
τὴν ὄψιν εἴπω τοῦ ποτηρίου γέ σοι
πρώτιστον. ἦν γὰρ στρογγύλον,3 μικρὸν πάνυ,
παλαιόν, ὦτα συντεθλασμένον σφόδρα,
ἔχον κύκλῳ τε γράμματ᾽. β. ἆρά γ᾽ ἕνδεκα
χρυσᾶ ‘ Διὸς σωτῆρος’ ; α. οὐκ ἄλλου μὲν οὖν.
τοιοῦτον εἴδομεν ποτήριον γραμματικὸν ἀνακείμενον ἐν Καπύῃ τῆς Καμπανίας τῇ Ἀρτέμιδι, ἀργυροῦν, ἐκ τῶν Ὁμηρικῶν ἐπῶν κατεσκευασμένον, καὶ ἐντετυπωμένα ἔχον τὰ ἔπη χρυσοῖς γράμμασιν, ὡς τὸ Νέστορος ὄν. Ἀχαιὸς δ᾽ ὁ τραγικὸς ἐν Ὀμφάλῃ καὶ αὐτὸς περὶ γραμματικοῦ ποτηρίου ποιεῖ τοὺς Σατύρους τάδε λέγοντας:
ὁ δὲ σκύφος με τοῦ θεοῦ καλεῖ πάλαι
τὸ γράμμα φαίνων,5 δέλτ᾽, ἰῶτα καὶ τρίτον
οὖ,6 νῦ τὸ τ᾽ ὖ πάρεστι, κοὐκ ἀπουσίαν
ἐκ τοὐπέκεινα σὰν τὸ τ᾽ οὖ κηρύσσετον.
ἐν τούτοις λείπει τὸ ὖ στοιχεῖον, ἐπεὶ πάντες οἱ ἀρχαῖοι τῷ οὖ ἀπεχρῶντο οὐ μόνον ἐφ᾽ ἧς νῦν [p. 58] τάττεται δυνάμεως, ἀλλὰ καὶ ὅτε τὴν δίφθογγον διασημαίνει διὰ τοῦ οὖ μόνου γράφουσι. παραπλησίως δὲ καὶ τὸ εἶ γράφουσιν καὶ ὅταν καθ᾽ αὑτὸ μόνον ἐκφωνῆται καὶ ὅταν συζευγνυμένου τοῦ ἰῶτα. κἀν τοῖς προκειμένοις οὖν οἱ σάτυροι τοῦ Διονύσου τὴν τελευταίαν συλλαβὴν διὰ τοῦ οὖ μόνου ὡς βραχέος ἐγκεχαραγμένου ἐδήλωσαν ὅτι συνυπακούεσθαι δεῖ καὶ τὸ ὖ, ἵν᾽ ᾖ Διονύσου, τὸ δὲ σὰν ἀντὶ τοῦ σίγμα Δωρικῶς εἰρήκασιν. οἱ γὰρ μουσικοί, καθάπερ πολλάκις Ἀριστόξενός φησι, τὸ σίγμα λέγειν παρῃτοῦντο διὰ τὸ σκληρόστομον εἶναι καὶ ἀνεπιτήδειον αὐλῷ: τὸ δὲ ρ διὰ τὸ εὔκολον πολλάκις παραλαμβάνουσι. καὶ τοὺς ἵππους τοὺς τὸ ξ ἐγκεχαραγμένον ἔχοντας σαμφόρας καλοῦσιν.Ἀριστοφάνης Νεφέλαις:
οὔτ᾽ αὐτὸς οὔθ᾽ ὁ ζύγιος οὔθ᾽ ὁ σαμφόρας.
καὶ Πίνδαρος δέ φησι:
πρὶν μὲν ἧρπε σχοινοτένειὰ τ᾽ ἀοιδὰ
καὶ τὸ σὰν κίβδηλον ἀπὸ στομάτων.
μνημονεύει δὲ τοῦ γραμματικοῦ ἐκπώματος ὡς οὕτως καλουμένου Εὔβουλος ἐν Νεοττίδι οὕτως ι
μισῶ κάκιστον γραμματικὸν ἔκπωμ᾽ ἀεί.
ἀτὰρ ὡς ὅμοιον οὑμὸς υἱὸς ᾤχετο [p. 60]
ἔχων φιάλιον τῷδε. β. πολλὰ γίνεται
ὅμοια.
31.
γυάλας . Φιλίτας ἐν Ἀτάκτοις Μεγαρέας οὕτω φησὶ καλεῖν τὰ ποτήρια, γυάλας. Παρθένιος δ᾽ ὁ τοῦ Διονυσίου ἐν α περὶ τῶν παρὰ τοῖς ἱστορικοῖς Λέξεων ζητουμένων φησί: ‘ γυάλας ποτηρίου εἶδος, ὡς Μαρσύας γράφει ὁ ἱερεὺς τοῦ ῾ Ἡρακλέους οὕτως ' ὅταν εἰσίῃ ὁ βασιλεὺς εἰς τὴν πόλιν, συναντᾶν οἴνου πλήρη γυάλαν ἔχοντά τινα, τὸν δὲ λαβόντα σπένδειν.'’ 32.
δεῖνος. ὅτι καὶ τοῦτο ποτηρίου ὄνομα: Διονύσιος ὁ Σινωπεὺς ἐν Σῳζούσῃ καταλέγων ὀνόματα ποτηρίων μνημονεύει καὶ τούτου λέγων οὕτως ι
ὅσα δ᾽ ἐστὶν εἴδη θηρικλείων τῶν καλῶν,
γύναι,5 δικότυλοι, τρικότυλοι, δεῖνος μέγας
χωρῶν μετρητήν, κυμβίον, σκύφοι, ῥυτά
β. ποτήρι᾽ ἡ γραῦς, ἄλλο δ᾽ οὐδὲ ἓν βλέπει.
δ᾽ ὁ φιλόσοφος ἐν τῷ περὶ Μεταλήψεως ι ε ἀπὸ τῶν κατασκευασάντων φησὶν ὀνομασθῆναι τήν τε Θηρίκλειον κύλικα καὶ τὴν Δεινιάδα Σέλευκος δ᾽ εἰπὼν ἐκπώματος εἶναι γένος τὸν δεῖνον παρατίθεται Στράττιδος ἐκ Μηδείας:
οἶσθ᾽ ᾧ προσέοικεν, ὦ Κρέων, τὸ βρέγμα σου;
ἐγᾦδα: δείνῳ περὶ κάτω τετραμμένῳ.
[p. 62] Ἀρχέδικος δ᾽ ἐν Διαμαρτάνοντι παράγων οἰκέτην τινὰ περὶ ἑταιρίδων διαλεγόμενόν φησι:
Νικοστράτην τιν᾽ ἤγαγον πρῴην σφόδρα
γρυπήν, Σκοτοδίνην ἐπικαλουμένην ὅτι
δεῖνὸν ποτ᾽ ἦρεν ἀργυροῦν ἐν τῷ σκότῳ.
β. δεῖνον καὶ δεινόν,2 ὦ θεοί.
ἐστὶ καὶ γένος ὀρχήσεως, ὡς Ἀπολλοφάνης ἐν Δαλίδι παρίστησιν
οὑτοσὶ δεῖνος τι δεινος καὶ καλαθίσκος οὑτοσί.
Τελέσιλλα δὲ ἡ Ἀργεία καὶ τὴν ἅλω καλεῖ δῖνον. Κυρηναῖοι δὲ τὸν ποδονιπτῆρα δεῖνον ὀνομάζουσιν, ὡς Φιλίτας φησιν ἐν Ἀτάκτοις.ι33.
δέπαστρον. Σιληνὸς καὶ Κλείταρχος ἐν Γλώσσαις παρὰ Κλειτορίοις τὰ ποτήρια καλεῖσθαι. Ἀντίμαχος δ᾽ ὁ Κολοφώνιος ἐν πέμπτῳ Θηβαίδος φησί:
πάντα μάλ᾽ ὅσσ᾽ Ἄδρηστος ἐποιχομένους ἐκέλευσε
ῥεξέμεν ἐν μὲν ὕδωρ, ἐν δ᾽ ἀσκηθὲς μέλι χεῦαν
ἀργυρέῳ κρητῆρι, περιφραδέως κερόωντες:
νώμησαν δὲ δέπαστρα θοῶς βασιλεῦσιν Ἀχαιῶν [p. 64]
ἐνσχερὼ ἑστηῶσι,2 καὶ ἐς λοιβὴν χέον εἶθαρ
χρυσείῃ προχόῳ.
καὶ πάλιν
ἄλλοι δὲ κρητῆρα πανάργυρον ἠδὲ δέπαστρα
οἰσόντων χρύσεια, τὰ τ᾽ ἐν μεγάροισιν ἐμοῖσι
κείαται.
κἀν τοῖς ἑξῆς δέ φησι:
καὶ χρύσεια δέπαστρα καὶ ἀσκηθέος κελέβειον
ἔμπλειον μέλιτος, τὸ ῥὰ οἱ προφερέστερον εἴη.
34.
δακτυλωτὸν ἔκπωμα οὕτως καλούμενον παρὰ Ἴωνι ἐν Ἀγαμέμνονι:
οἴσῃ δὲ δῶρον ἄξιον δραμήματος
ἔκπωμα δακτυλωτόν, ἄχραντον πυρί,
Πελίου μὲν ἆθλον, Κάστορος δ᾽ ἔργον ποδῶν.
Ἐπιγένης μὲν οὖν ἀκούει τὸ ἄμφωτον ποτήριον, εἰς ὃ οἷόν τε τοὺς δακτύλους διείρειν ἑκατέρωθεν: ἄλλοι δὲ τὸ ἐν κύκλῳ τύπους ἔχον οἷον δακτύλους, ἢ τὸ ἔχον ἐξοχὰς οἷα τὰ Σιδώνια ποτήρια, ἢ τὸ λεῖον. ἄχραντον δὲ πυρὶ παρὰ τὸ Ὁμηρικὸν ‘ ἄπυρον κατέθηκε λέβητα,’ τὸ ἐπιτήδειον εἰς ψυχρῶν ὑδάτων ὑποδοχὴν ἢ τὸ πρὸς ψυχροποσίαν εὔθετον. τινὲς δὲ τὸ κέρας, περὶ δὲ τὴν Μολοσσίδα οἱ βόες ὑπερφυῆ ἱστοροῦνται κέρατα ἔχειν: περὶ ὧν τῆς κατασκευῆς Θεόπομπος ἱστορεῖ. ἐξ [p. 66] ὧν πιθανὸν καὶ αὐτὸν ἐσχηκέναι. πλησίον δὲ τῆς Μολοσσίας ἡ Ἰωλκός, ἐν ᾗ ὁ ἐπὶ Πελίᾳ ἀγὼν ἐτέθη. ‘ βέλτιον δὲ λέγειν,’ φησὶν ὁ Δίδυμος ἐν τῷ τοῦ δράματος ἐξηγητικῷ, ‘ ὅτι παρήκουσεν Ἴων Ὁμήρου λέγοντος:
πέμπτῳ δ᾽ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκεν.
ἔδοξε γὰρ ἔκπωμα εἶναι: ἐστὶ δὲ χαλκίον ἐκπέταλον λεβητῶδες, ἐπιτηδείως ἔχον πρὸς ὑδάτων ψυχρῶν ὑποδοχάς. δακτυλωτὸν δ᾽ οἷον κύκλῳ τὴν φιάλην κοιλότητας: ἔχουσαν ἔνδοθεν οἷον δακτύλων, ἢ ἐπεὶ περιείληπται τοῖς τῶν πινόντων δακτύλοις. τινὲς δὲ ἀπύρωτον φιάλην τὸ κέρας: οὐ γὰρ γίνεται διὰ πυρός. λέγοι δ᾽ ἂν ἴσως κατὰ μεταφορὰν ἔκπωμα τὴν φιάλην.’ Φιλήμων δ᾽ ἐν τοῖς Ἀττικοῖς Ὀνόμασιν ἢ Γλώτταις προθεὶς καλπίς φησι: ‘. δακτυλωτὸν ἔκπωμα καὶ τὸ ἄμφωτον, εἰς ὅ ἐστιν οἷόν τε τοὺς δακτύλους ἑκατέρωθεν διείρειν. οἱ δὲ τὸ ἔχον κύκλῳ δακτυλοειδεῖς τύπους τινάς.’ 35.
Ἐλέφας. οὕτως ἐκαλεῖτο ποτήριόν τι, ὡς Δαμόξενός φησιν ἐν Αὑτὸν πενθοῦντι
εἰ δ᾽ οὐχ ἱκανόν σοι, τὸν ἐλέφανθ᾽ ἥκει φέρων
ὁ παῖς. β. τί δ᾽ ἐστὶ τοῦτο, πρὸς θεῶν; α. ῥυτὸν [p. 68]
δίκρουνον ἡλίκον τι τρεῖς χωρεῖν χοᾶς,
Ἄλκωνος ἔργον. προὔπιεν δὲ μοί ποτε
ἐν Κυψέλοις Ἀδαῖος. -
μνημονεύει τοῦ ποτηρίου τούτου καὶ Ἐπίνικος ἐν Ὑποβαλλομέναις, οὗ τὸ μαρτύριον παρέξομαι ἐν τῷ περὶ τοῦ ῥυτοῦ λόγῳ. 36.
ἔφηβος, τὸ καλούμενον ποτήριον ἐμβασικοίταν οὕτως φησὶ καλεῖσθαι Φιλήμων ὁ Ἀθηναῖος ἐν τῷ περὶ Ἀττικῶν Ὀνομάτων ἢ Γλωσσῶν. στέφανος δ᾽ ὁ κωμικὸς ἐν Φιλολάκωνί φησι:
τούτῳ προέπιεν ὁ βασιλεὺς κώμην τινά.
β. καινόν τι τοῦτο γέγονε νῦν ποτήριον;.
κώμη μὲν οὖν τίς ἐστι περὶ τὴν Θουρίαν.
β. εἰς τὰς Ῥοδιακὰς ὅλος ἀπηνέχθην ἐγὼ
καὶ τοὺς ἐφήβους, Σωσία, τοὺς δυσχερεῖς.
37.
ἡδυποτάδες. ταύτας φησὶν ὁ Σάμιος Λυγκεὺς Ῥοδίους ἀντιδημιουργήσασθαι πρὸς τὰς Ἀθήνησι θηρικλείους, Ἀθηναίων μὲν αὐτὰς τοῖς πλουσίοις διὰ τὰ βάρη χαλκευσαμένων τὸν ῥυθμὸν τοῦτον, Ῥοδίων δὲ διὰ τὴν ἐλαφρότητα τῶν ποτηρίων καὶ τοῖς πένησι τοῦ καλλωπισμοῦ τούτου μεταδιδόντων. μνημονεύει δ᾽ αὐτῶν καὶ Ἐπιγένης ἐν Ἡρωίνῃ διὰ τούτων [p. 70]
ψυκτῆρα,1 κύαθον, κυμβία, ῥυτὰ τέτταρα,
ἡδυποτίδας τρεῖς, ἡθμὸν ἀργυροῦν.
Σῆμος δ᾽ ἐν πέμπτῃ Δηλιάδος ἀνακεῖσθαί φησιν ἐν Δήλῳ χρυσῆν ἡδυποτίδα Ἐχενίκης ἐπιχωρίας γυναικός, ἧς μνημονεύει καὶ ἐν τῇ η. Κρατῖνος δ᾽ ὁ νεώτερός φησι:
παρ᾽ Ἀρχεφῶντος ἡδυποτίδας δώδεκα.
38.
Ἡράκλειον. Πείσανδρος ἐν δευτέρῳ Ἡρακλείας τὸ δέπας ἐν ᾧ διέπλευσεν ὁ Ἡρακλῆς τὸν ' Ὠκεανοῦ εἶναι μέν φησιν Ἡλίου, λαβεῖν δ᾽ αὐτὸ παρ᾽ Ὠκεανοῦ τὸν Ἡρακλέα. μήποτε δὲ ἐπεὶ μεγάλοις ἔχαιρε ποτηρίοις ὁ ἥρως, διὰ τὸ μέγεθος παίζοντες οἱ ποιηταὶ καὶ συγγραφεῖς πλεῖν αὐτὸν ἐν ποτηρίῳ ἐμυθολόγησαν. Πανύασις δ᾽ ἐν πρώτῳ ῾ Ἡρακλείας παρὰ Νηρέως φησὶ τὴν τοῦ ῾ Ἡλίου φιάλην κομίσασθαι τὸν Ἡρακλέα καὶ διαπλεῦσαι εἰς Ἐρύθειαν. ὅτι δὲ εἷς ἦν ὁ Ἡρακλῆς τῶν πλεῖστον πινόντων προείπομεν. ὅτι δὲ καὶ ὁ Ἥλιος ἐπὶ ποτηρίου διεκομίζετο ἐπὶ τὴν δύσιν Στησίχορος μὲν οὕτως φησίν
ἀέλιος δ᾽ Ὑπεριονίδας δέπας ἐσκατέβαινε
χρύσεον, ὄφρα δι᾽ ' Ὠκεανοῖο περάσας
ἀφίκοιθ᾽ ἱερᾶς ποτὶ βένθεα νυκτὸς ἐρεμνᾶς [p. 72]
ποτὶ ματέρα κουριδίαν τ᾽ ἄλοχον πάιδὰς τε φίλους.
ὁ δ᾽ ἐς ἄλσος ἔβα δάφναισι κατάσκιον ποσὶν πάις Διός.
καὶ Ἀντίμαχος δ᾽ οὑτωσὶ λέγει:
τότε δὴ χρυσέῳ ἐν δέπαι
ἠέλιον πόμπευεν ἀγακλυμένη Ἐρύθεια,
καὶ Αἰσχύλος ἐν Ἡλιάσιν
ἔνθ᾽ ἐπὶ δυσμαῖς τεοῦ
πατρὸς Ἡφαιστοτευχὲς
δέπας, ἐν τῷ διαβάλλει
πολὺν οἰδματόεντα περίδρομον πόρον συθείς,5
μελανίππου προφυγὼν
ἱερᾶς νυκτὸς ἀμολγόν.
39. Μίμνερμος δὲ Ναννοῖ ὁ ἐν εὐνῇ φησι χρυσῇ κατεσκευασμένῃ πρὸς τὴν χρείαν ταύτην ὑπὸ Ἡφαίστου τὸν Ἥλιον καθεύδοντα περαιοῦσθαι πρὸς τὰς ἀνατολάς, αἰνισσόμενος τὸ κοῖλον τοῦ ποτηρίου, λέγει δ᾽ οὕτως :
ἠέλιος μὲν γὰρ πόνον ἔλλαχεν ἤματα πάντα,
οὐδὲ ποτ᾽ ἄμπαυσις γίγνεται οὐδεμία
ἵπποισίν τε καὶ αὐτῷ, ἐπὴν ῥοδοδάκτυλος Ἠὼς '
ὠκεανὸν προλιποῦσ᾽ οὐρανὸν εἰσαναβῇ
τὸν μὲν γὰρ διὰ κῦμα φέρει πολυήρατος εὐνή,
κοιίλη Ἡφαίστου χερσὶν ἐληλαμένη
χρυσοῦ τιμήεντος, ὑπόπτερος,9 ἄκρον ἐφ᾽ ὕδωρ
εὕδονθ᾽ ἁρπαλέως χώρου ἀφ᾽ Ἑσπερίδων
γαῖαν ἐς Αἰθιόπων, ἵνα δὴ θοὸν ἅρμα καὶ ἵπποι [p. 74]
ἑστᾶσ᾽ ὄφρ᾽ Ἠὼς ἠριγένεια μόλῃ.
ἔνθ᾽ ἐπεβήσεθ᾽ ἑῶν ὀχέων Ὑπερίονος υἱός.
Θεόλυτος δ᾽ ἐν δευτέρῳ ῝ Ὥρων ἐπὶ λέβητός φησιν αὐτὸν διαπλεῦσαι, τοῦτο πρώτου εἰπόντος τοῦ τὴν Τιτανομαχίαν ποιήσαντος. Φερεκύδης δ᾽ ἐν τῇ τρίτῃ τῶν Ἱστοριῶν προειπὼν περὶ τοῦ ' Ὠκεανοῦ ἐπιφέρει: ‘ὁ δ᾽ Ἡρακλῆς ἕλκεται ἐπ᾽ αὐτὸν τὸ τόξον ὡς βαλῶν,2 καὶ ὁ Ἥλιος παύσασθαι κελεύει, ὁ δὲ δείσας παύεται. ἥλιος δὲ ἀντὶ τούτου δίδωσιν αὐτῷ τὸ δέπας τὸ χρύσεον ὃ αὐτὸν ἐφόρει σὺν ταῖς ἵπποις, ἐπὴν δύνῃ, διὰ τοῦ ' Ὠκεανοῦ τὴν νύκτα πρὸς ἑῴην ἵν᾽ ἀνίσχει ὁ ἥλιος, ἔπειτα πορεύεται ῾ Ἡρακλῆς ἐν τῷ δέπαι τούτῳ ἐς τὴν Ἐρύθειαν. καὶ ὅτε δὲ ἦν ἐν τῷ πελάγει, ' Ὠκεανὸς πειρώμενος αὐτοῦ κυμαίνει τὸ δέπας φανταζόμενος. ὁ δὲ τοξεύειν αὐτὸν μέλλει, καὶ αὐτὸν δείσας ' Ὠκεανὸς παύσασθαι κελεύει.’40.
ἠθάνιον. Ἑλλάνικος ἐν Αἰγυπτιακοῖς οὕτως γράφει: ‘ Αἰγυπτίων ἐν τοῖς οἴκοις κεῖται φιάλη χαλκέη καὶ κύαθος χάλκεος καὶ ἠθάνιον χάλκεον.’
ἡμίτομος ἔκπωμά τι παρ᾽ Ἀττικοῖς ἀπὸ τοῦ σχήματος οὕτως ὀνομασθέν, φησὶν Πάμφιλος ἐν Γλώσσαις, 41.
θηρίκλειος. ἡ κύλιξ αὕτη ἐγκάθηται περὶ τὰς λαγόνας ἱκανῶς βαθυνομένη ὦτά τε ἔχει βραχέα ὡς ἂν κύλιξ οὖσα. καὶ μήποτε Ἄλεξις ἐν Ἡσιόνῃ [p. 76] θηρικλείῳ ποιεῖ τὸν Ἡρακλέα πίνοντα, ὅταν οὑτωσὶ λέγῃ :
γενόμενος δ᾽ ἔννους μόλις
ᾔτησε κύλικα καὶ λαβὼν ἑξῆς πυκνὰς
ἕλκει, καταντλεῖ, κατά τε τὴν παροιμίαν
αἰεὶ ποτ᾽ εὖ μὲν ἀσκός, εὖ δὲ θύλακος
ἅνθρωπός ἐστιν.
ὅτι δὲ κύλιξ ἐστὶν ἡ θηρίκλειος σαφῶς παρίστησιν Θεόφραστος ἐν τῇ περὶ Φυτῶν Ἱστορίᾳ, διηγούμενος γὰρ περὶ τῆς τερμίνθου φησί: ‘ τορνεύεσθαι δὲ ἐξ αὐτῆς καὶ κύλικας θηρικλείους, ὥστε μηδένα ἂν διαγνῶναι πρὸς τὰς κεραμέας.’ κατασκευάσαι δὲ λέγεται τὴν κύλικα ταύτην Θηρικλῆς ὁ Κορίνθιος κεραμεύς, ἀφ᾽ οὗ καὶ τοὔνομα ἔσχε,4 γεγονὼς τοῖς χρόνοις κατὰ τὸν κωμικὸν Ἀριστοφάνη. μνημονεύει δὲ τῆς κύλικος Θεόπομπος μὲν ἐν Νεμέᾳ οὕτως :
σπι. χώρει σὺ δεῦρο, Θηρικλέους πιστὸν τέκνον,
γενναῖον εἶδος, ὄνομά σοι τί θώμεθα;
ἆρ᾽ εἶ κάτοπτρον φύσεος; ἢν πλῆρες δοθῇς,
οὐδὲν ποτ᾽ ἄλλο. δεῦρο δή, γεμίσω σ᾽ ἐγώ.
γραῦ Θεολύτη, γραῦ. θεολ. τί με καλεῖς σύ, φίλτατε;
σπι. ἵν᾽ ἀσπάσωμαι δεῦρο παρ᾽ ἐμέ, Θεολύτη,
παρὰ τὸν νέον ξύνδουλον. οὑτωσὶ καλῶς.
θεολ. Σπινθὴρ τάλας, πειρᾷς με.σπι. ναί,10 τοιοῦτό τι: [p. 78]
φιλοτησίαν δὲ τήνδε σοι προπίομαι.
δέξαι: πιοῦσα δ᾽ ὁπόσον ἄν σοι θυμὸς ᾖ,
παράδος τὸ περιόν.
Κλεάνθης δ᾽ ἐν τῷ περὶ Μεταλήψεως συγγράμματὶ ' τὰ τούτων: εὑρήματα καὶ ὅσα τοιαῦτα εὐκατάληπτά ἐστιν, οἷον Θηρίκλειος, Δεινιάς,6 Ἰφικρατίς, ταῦτα γὰρ πρότερον συνιστορεῖν τοὺς εὑρόντας, φαίνεται δ᾽ ἔτι καὶ νῦν: εἰ δὲ μὴ ποιεῖ τοῦτο, μεταβεβληκὸς ἂν εἴη μικρὸν τοὔνομα. ἀλλά, καθάπερ εἴρηται, οὐκ ἔστιν πιστεῦσαι τῷ τυχόντι ἄλλοι δ᾽ ἱστοροῦσι θηρίκλειον ὀνομασθῆναι τὸ ποτήριον διὰ τὸ δορὰς θηρίων αὐτῷ ἐντετυπῶσθαι. Πάμφιλος δ᾽ ὁ Ἀλεξανδρεὺς ἀπὸ τοῦ τὸν Διόνυσον τοὺς θῆρας κλονεῖν σπένδοντα ταῖς κύλιξι ταύταις κατ᾽ αὐτῶν. 42. μνημονεύει τοῦ ἐκπώματος καὶ Ἀντιφάνης ἐν Ὁμοίοις οὕτως
ὠς δ᾽ ἐδείπνησαν συνάψαι βούλομαι γὰρ τἀν μέσῳ
καὶ Διὸς σωτῆρος ἦλθε Θηρίκλειον ὄργανον,
τῆς τρυφερᾶς ἀπὸ Λέσβου σεμνοπόνου σταγόνος
πλῆρες, ἀφρίζον, ἕκαστος δεξιτερᾷ δ᾽ ἔλαβεν ...
καὶ Εὔβουλος ἐν μὲν Δόλωνι:
διένιψα δ᾽ οὐδὲν σκεῦος οὐδεπώποτε:
καθαρώτερον γὰρ τὸν κέραμον εἰργαζόμην
ἢ Θηρικλῆς τὰς κύλικας, ἡνίκ᾽ ἦν νέος. [p. 80]
ἐν δὲ Κυβευταῖς:
ἄρτι μὲν μάλ᾽ ἀνδρικὴν
τῶν θηρικλείων ὑπεραφρίζουσαν σορόν
κωθωνόχειλον,3 ψηφοπεριβομβήτριαν,
μέλαιναν, εὐκύκλωτον, ὀξυπύνδακα,4
στίλβουσαν, ἀνταυγοῦσαν, ἐκνενιμμένην,
κισσῷ κάρα βρύουσαν,5 ἐπικαλούμενοι
εἷλκον Διὸς σωτῆρος.
Ἀραρὼς δ᾽ ἢ Εὔβουλος ἐν Καμπυλίωνι:
ὦ γαῖα κεραμί, τίς σε Θηρικλῆς ποτε
ἔτευξε κοίλης λαγόνος εὐρύνας βάθος;
ἦ που κατειδὼς τὴν γυναικείαν φύσιν
ὡς οὐχὶ μικροῖς ἥδεται ποτηρίοις.
Ἄλεξις δ᾽ ἐν Ἱππεῖ:
καὶ θηρίκλειός τις κύλιξ, στέφανον κύκλῳ
ἔχουσα χρυσοῦν οὐ γὰρ ἐπίτηκτὸν τινα.
καὶ ἐν Ἱππίσκῳ.
μεστὴν ἀκράτου θηρίκλειον ἔσπασε
κοίλην ὑπερθύουσαν.
43. Τίμαιος δ᾽ ἐν τῇ ὀγδόῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν θηρικλείαν καλεῖ τὴν κύλικα γράφων οὕτως: ‘Πολύξενός τις τῶν ἐκ Ταυρομενίου μεθεστηκότων ταχθεὶς ἐπὶ τὴν πρεσβείαν ἕτερά τε δῶρα παρὰ τοῦ Νικοδήμου καὶ κύλικα θηρικλείαν λαβὼν ἐπανῆκεν.’ Ἀδαῖος δ᾽ ἐν τοῖς περὶ Διαθέσεως τὸ αὐτὸ ὑπολαμβάνει θηρίκλειον εἶναι καὶ καρχήσιον. [p. 82] ὅτι δὲ διαφέρει σαφῶς παρίστησι Καλλίξεινος ἐν τοῖς περὶ Ἀλεξανδρείας φάσκων τινὰς ἔχοντας θηρικλείους πομπεύειν, τοὺς δὲ καρχήσια. ὁποῖον δ᾽ ἐστὶ τὸ καρχήσιον ἐν τοῖς ἑξῆς λεχθήσεται. καλεῖται δέ τις καὶ θηρίκλειος κρατήρ, οὗ μνημονεύει Ἄλεξις ἐν Κύκνῳ:
φαιδρὸς δὲ κρατὴρ θηρίκλειος ἐν μέσῳ
ἕστηκε λευκοῦ νέκταρος παλαιγενοῦς
πλήρης, ἀφρίζων ὃν λαβὼν ἐγὼ κενὸν
τρίψας, ποήσας λαμπρόν, ἀσφαλῆ βάσιν
στήσας, συνάψας καρπίμοις κισσοῦ κλάδοις
ἔστεψα.
θηλυκῶς δὲ τὴν θηρίκλειον εἶπε Μένανδρος ἐν Θεοφορουμέῃ:
μέσως μεθύων τὴν θηρίκλειον ἔσπασε.
καὶ ἐν Μηναγύρτῃ:
προπίνων θηρίκλειον τρικότυλον
μίαν. καὶ Διώξιππος ἐν Φιλαργύρῳ:
τῆς θηρικλείου τῆς μεγάλης χρεία ἐστί μοι.
αἰσχ. εὖ οἶδα. α. καὶ τῶν Ῥοδιακῶν. ἥδιστα γὰρ
ἐκ τῶν τοιούτων, Αἰσχρέα,5 ποτηρίων
εἴωθα πίνειν.
Πολέμων δ᾽ ἐν πρώτῳ περὶ τῆς Ἀθήνησιν ἀκροπόλεως οὐδετέρως ὠνόμασεν εἰπών: ‘τὰ χρυσᾶ θηρίκλεια ὑπόξυλα Νεοπτόλεμος ἀνέθηκεν.’ 44. [p. 84] Ἀπολλόδωρος δ᾽ ὁ Γελῷος ἐν Φιλαδέλφοις ἢ Ἀποκαρτεροῦντί φησιν
ἐφεξῆς στρώματ᾽, ἀργυρώματα,
θηρίκλειοι καὶ τορευτὰ πολυτελῆ ποτήρια
ἕτερα.
Ἀριστοφῶν δ᾽ ἐν Φιλωνίδῃ:
τοιγαροῦν ἐμοὶ μὲν ἀρτίως ὁ δεσπότης
δι᾽ ἀρετὴν τῶν θηρικλείων εὐκύκλωτον ἀσπίδα,
ὑπεραφρίζουσαν, τρυφῶσαν, ἴσον ἴσῳ κεκραμένην,
προσφέρων ἔδωκεν οἶμαι, χρηστότητος οὕνεκα.
εἶτ᾽ ἐλευθέραν ἀφῆκε βαπτίσας ἐρρωμένως.
Θεόφιλος δ᾽ ἐν Βοιωτίᾳ:
τετρακότυλον δὲ κύλικα κεραμέαν τινὰ
τῶν θηρικλείων πῶς δοκεῖς᾿ κεραννύει
καλῶς, ἀφρῷ ζέουσαν. οὐδ᾽ ἂν Αὐτοκλῆς
οὕτως μὰ τὴν Γῆν εὐρύθμως τῇ δεξιᾷ
ἄρας ἐνώμα.
ἐν δὲ Προιτίσι:
καὶ κύλικ᾽ ἀκράτου θηρίκλειον εἰσφέρει
πλέον ἢ κοτύλας χωροῦσαν ἕπτ᾽ Ἀγαθῆς Τύχης.
Ἴσθμιον. Πάμφιλος ἐν τοῖς περὶ Ὀνομάτων Κυπρίους τὸ ποτήριον οὕτως καλεῖν. 45.
κάδος. Σιμμίας ποτήριον, παρατιθέμενος Ἀνακρέοντος: [p. 86]
ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς,
οἴνου δ᾽ ἐξέπιον κάδον.
Ἐπιγένης δ᾽ ἐν Μνηματίῳ φησίν
κρατῆρες, κάδοι,
ὁλκεῖα, κρουνεῖ᾽. β. ἔστι γὰρ κρουνεῖα; α. ναί2
λουτήρι᾽ ἀλλὰ τί καθ᾽ ἕκαστον δεῖ λέγειν;
ὄψει γὰρ αὐτός. β. βασιλέως υἱὸν λέγεις
Καρῶν ἀφῖχθαι; α. δηλαδὴ, Πιξώδαρον.
Ἡδύλος Ἐπιγράμμασι:
πίνωμεν καὶ γάρ τι νέον, καὶ γάρ τι παρ᾽ οἶνον
εὕροιμ᾽ ἂν λεπτὸν καί τι μελιχρὸν ἔπος.
ἀλλὰ κάδοις Χίου με κατάβρεχε καὶ λέγε ‘παῖζε,
Ἡδύλε.’ μισῶ ζῆν ἐς κενόν, οὐ μεθύων.
καὶ ἐν ἄλλῳ:
ἐξ ἠοῦς εἰς νύκτα καὶ ἐκ νυκτῶν πάλι Σωκλῆς
εἰς ἠοῦν πίνει τετραχόοισι κάδοις,
εἶτ᾽ ἐξαίφνης που τυχὸν οἴχεται. ἀλλὰ παρ᾽ οἶνον
Σικελίδεω παίζει πουλὺ μελιχρότερον,
ἐστὶ δὲ καὶ πολὺ δὴ στιβαρώτερος. ὡς δ᾽ ἐπιλάμπει
ἡ χάρις, ὥστε φίλος καὶ γράφε καὶ μέθυε.
Κλείταρχος δ᾽ ἐν ταῖς Γλώσσαις τὸ κεράμιόν φησιν [p. 88] Ἴωνας κάδον καλεῖν. Ἡρόδοτος δ᾽ ἐν τῇ τρίτῃ φοινικηίου, φησίν, οἴνου κάδον. 46.
καδίσκος ;. Φιλήμων ἐν τῷ προειρημένῳ συγγράμματι ποτηρίου εἶδος. ἀγγεῖον δ᾽ ἐστὶν ἐν ᾧ τοὺς κτησίους Δίας ἐγκαθιδρύουσιν, ὡς Αὐτοκλείδης φησὶν ἐν τῷ Ἐξηγητικῷ γράφων οὕτως: ‘ Διὸς κτησίου σημεῖα ἱδρύεσθαι χρὴ ὧδε: καδίσκον καινὸν δίωτον ἐπίθημα ἔχοντα στέψαι τὰ ὦτα ἐρίῳ λευκῷ καὶ ἐκ τοῦ ὤμου τοῦ δεξιοῦ καὶ ἐκ τοῦ μετώπου ... τοῦ κροκίου, καὶ ἐσθεῖναι ὅ τι ἂν εὕρῃς καὶ εἰσχέαι ἀμβροσίαν. ἡ δ᾽ ἀμβροσία ὕδωρ ἀκραιφνές, ἔλαιον, παγκαρπία: ἅπερ ἔμβαλε.’ μνημονεύει τοῦ καδίσκου καὶ Στράττις ὁ κωμικὸς ἐν Λημνομέδᾳ λέγων οὕτως:
Ἑρμῆς, ὃν ἕλκουσ᾽ οἱ μὲν ἐκ προχοιδίου,
οἱ δ᾽ ἐκ καδίσκου σ᾽ ἴσον ἴσῳ κεκραμένον.
47.
κάνθαρος . ὅτι μὲν πλοίου ὄνομα κοινόν, ὅτι δὲ καὶ ποτήριόν τι οὕτω καλεῖται Ἀμειψίας ἐν Ἀποκοτταβίζουσί φησι: [p. 90]
ἡ Μανία,1 φέρ᾽ ὀξύβαφα καὶ κανθάρους.
Ἄλεξις δ᾽ ἐν Κρατείᾳ ὁ δὲ λόγος περί τινος ἐν καπηλείῳ πίνοντος:
εἶθ᾽ ὁρῶ τὸν Ἑρμαίσκον τῶν ἁδρῶν τούτων τινὰ
κάνθαρον: καταστρέφοντα, πλησίον δὲ κείμενον
στρωματέα τε καὶ γύλιον αὐτοῦ.
Εὔβουλος δ᾽ ἐν Παμφίλῳ πολλάκις μεμνημένος τοῦ ὀνόματός φησιν:
ἐγὼ δὲ καὶ γὰρ ἔτυχεν ὂν καταντικρὺ
τῆς οἰκίας καινὸν καπηλεῖον μέγα
ἐνταῦθ᾽ ἐπετήρουν τὴν τροφὸν τῆς παρθένου,
κεράσαι κελεύσας τὸν κάπηλόν μοι χόα
ὀβολοῦ παραθεῖναὶ θ᾽ ὡς μέγιστον κάνθαρον.
καὶ πάλιν
ὁ δὲ κάνθαρος πάλαι κενὸς ξηραίνεται.
καὶ ἔτι:
ἅμα δὲ λαβοῦσ᾽ ἠφάνικε πηλίκον τινὰ
οἴεσθε μέγεθος ἐγκρυφίαν μέγαν πάνυ,
καὶ ξηρὸν ἐπόησ᾽ εὐθέως τὸν κάνθαρον.
Ξέναρχος δ᾽ ἐν Πριάπῳ φησὶ τάδε:
σὺ δὲ μηκέτ᾽ ἔγχει, παιδάριον, εἰς ἀργυροῦν,
εἰς τὸ βαθὺ δ᾽ ἐπανάγωμεν: εἰς τὸν κάνθαρον,
παιδάριον, ἔγχει, νὴ Δί᾽ εἰς τὸν κάνθαρον.
Ἐπιγένης Ἡρωίνῃ:
ἀλλ᾽ οὐδὲ κεραμεύουσι νῦν τοὺς κανθάρους, [p. 92]
ὦ τάλαν, ἐκείνους τοὺς ἁδρούς, ταπεινὰ δὲ
καὶ γλαφυρὰ πάντες ... ὡσπερεὶ
αὐτὰ τὰ ποτήρι᾽, οὐ τὸν οἶνον πιόμενοι.
48.
Σωσικράτης δὲ Φιλαδέλφοις
ἐπὶ πλοίου, λεπτὴ δὲ κυρτοῖς ἐγγελῶσα κύμασιν
αὔρα, κόρη Σκίρωνος,2 ἡσύχῳ ποδὶ
προσῆγε πρᾴως καὶ καλῶς τὸν κάνθαρον.
Φρύνιχος Κωμασταῖς:
εἶτα κεραμεύων ἂν οἴκοι σωφρόνως Χαιρέστρατος
ἑκατὸν ἂν τῆς ἡμέρας ἔκλαιεν οἴνου κανθάρους.
Νικόστρατος Διαβόλῳ:
ἡ ναῦς δὲ πότερον εἰκόσορὸς ἐστ᾽ ἢ κύκνος
ἢ κάνθαρος; τουτὶ γὰρ ἂν πύθωμ᾽ ἔτι,8
αὐτὸς περανῶ τὰ πάντ᾽. β. ἀμέλει κυκνοκάνθαρος. ἐξ
ἀμφοτέρων τούτων κεκεραμευμένος.᾿
Μένανδρος δὲ Ναυκλήρῳ:
ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος
Θεόφιλος ἡμῖν, ὦ Στράτων, ὡς ἐς καλὸν [p. 94]
τὸν υἱὸν εὐτυχοῦντα καὶ σεσωσμένον
πρῶτος λέγω σοι τόν τε χρυσοῦν κάνθαρον. στρ.
ποῖον; τὸ πλοῖον; α. οὐδὲν οἶσθας, ἄθλιε.
καὶ μετ᾽ ὀλίγα:
στρ. τὴν ναῦν σεσῶσθαί μοι λέγεις; α. ἔγωγε μὴν
τὴν ναῦν ἐκείνην ἣν ἐπόησε Καλλικλῆς
ὁ Καλύμνιος,3 Εὐφράνωρ δ᾽ ἐκυβέρνα Θούριος.
Πολέμων δ᾽ ἐν τοῖς πρὸς Ἀντίγονον περὶ Ζωγράφων φησὶν ‘Ἀθήνησιν ἐν τῷ τοῦ Πειρίθου γάμῳ πεποίηκεν Ἱππεύς τὴν μὲν οἰνοχόην καὶ τὸ κύπελλον λίθινα, χρυσῷ τὰ χείλη περιτεραμνίσας, τὰς δὲ κλισίας ἐλατίνας χαμᾶζε ποικίλοις στρώμασι κεκοσμημένας, ἐκπώματα δὲ κεραμέους κανθάρους, καὶ τὸν λύχνον ὁμοίως τὸν ἐκ τῆς ὀροφῆς ἐξηρτημένον, ἀνακεχυμένας ἔχοντα τὰς φλόγας.’ ὅτι δὲ καὶ ἀπὸ Κανθάρου κεραμέως ὠνομάσθη τὸ ἔκπωμα Φιλέταιρός φησιν ἐν Ἀχιλλεῖ:
Πηλεὺς : ὁ Πηλεὺς δ᾽ ἐστὶν ὄνομα κεραμέως,
ξηροῦ λυχνοποιοῦ, Κανθάρου, πενιχροῦ πάνυ,
ἀλλ᾽ οὐ τυράννου, νὴ Δί᾽.
ὅτι δὲ καὶ γυναικεῖον κοσμάριόν ἐστιν κάνθαρος Ἀντιφάνης εἴρηκεν ἐν Βοιωτίδι.49.
καρχήσιον. Καλλίξεινος ὁ Ῥόδιος ἐν τοῖς περὶ Ἀλεξανδρείας φησὶν ὅτι ποτήριόν ἐστιν ἐπίμηκες, [p. 96] συνηγμένον εἰς μέσον ἐπιεικῶς, ὦτα ἔχον μέχρι τοῦ πυθμένος καθήκοντα, ἐστὶ δὲ ἱκανῶς ἐπίμηκες τὸ ποτήριον τὸ καρχήσιον,1 καὶ τάχα διὰ τὸ ἀνατετάσθαι οὕτως ὠνόμασται. ἀρχαιότατον δ᾽ ἐστὶ ποτήριον τὸ καρχήσιον, εἴ γε ὁ Ζεὺς ὁμιλήσας Ἀλκμήνῃ ἔδωκε δῶρον αὐτὸ τῆς μίξεως, ὡς Φερεκύδης ἐν τῇ δευτέρᾳ ἱστορεῖ καὶ Ἡρόδωρος ὁ Ἡρακλεώτης. Ἀσκληπιάδης δ᾽ ὁ Μυρλεανὸς κεκλῆσθαί φησιν αὐτὸ ἀπό τινος τῶν ἐν τῇ νηὶ κατασκευασμάτων. ‘ τοῦ γὰρ ἱστοῦ τὸ μὲν κατωτάτω πτέρνα καλεῖται, ἣ ἐμπίπτει εἰς τὴν ληνόν, τὸ δ᾽ οἷον εἰς μέσον τράχηλος, τὸ δὲ πρὸς τῷ τέλει καρχήσιον. ἔχει δὲ τοῦτο κεραίας ἄνωθεν νευούσας ἐφ᾽ ἑκάτερα τὰ μέρη, καὶ ἐπίκειται τὸ λεγόμενον αὐτῷ θωράκιον, τετράγωνον πάντῃ πλὴν τῆς βάσεως καὶ τῆς κορυφῆς : αὗται δὲ προὔχουσι μικρὸν ἐπ᾽ εὐθείας ἐξωτέρω. ἐπὶ δὲ τοῦ θωρακίου εἰς ὕψος ἀνήκουσα καὶ ὀξεῖα γιγνομένη ἐστὶν ἡ λεγομένη ἠλακάτη.’ μνημονεύει δὲ τῶν καρχησίων καὶ Σαπφὼ ἐν τούτοις :
κῆνοι δ᾽ ἄρα πάντες
καρχησία τ᾽ ἦχον
κἄλειβον ἀράσαντο δὲ πάμπαν ἐσλὰ
τῷ γαμβρῷ.
[p. 98] Κρατῖνος ἐν Διονυσαλεξάνδρῳ :
στολὴν δὲ δὴ τίν᾽ εἶχεν; τοῦτό μοι φράσον.
β. θύρσον, κροκωτόν, ποικίλον, καρχήσιον.
Σοφοκλῆς Τυροῖ:
προσπτῆναι μέσην
τράπεζαν ἀμφὶ σῖτα καὶ καρχήσια,
πρὸς τὴν τράπεζαν φάσκων προσεληλυθέναι τοὺς δράκοντας καὶ γενέσθαι περὶ τὰ σιτία καὶ τὰ καρχήσια. ἔθος γὰρ ἦν τοῖς ἀρχαίοις ἐπὶ τῶν τραπεζῶν κεκραμένα τιθέναι ποτήρια, καθὰ καὶ Ὅμηρος ποιεῖ. ὠνομάσθη δὲ τὸ καρχήσιον διὰ τὸ τραχύσματα ἔχειν κερχνοειδῆ,4 καὶ εἴρηται κατὰ ἐναλλαγὴν τοῦ ει πρὸς τὸ α ἀντὶ τοῦ κερχήσιον διὸ καὶ Ὅμηρος τοὺς ὑπὸ δίψους κρατουμένους καρχαλέους εἶπεν. Χάρων δ᾽ ὁ Λαμψακηνὸς ἐν τοῖς ῝ Ὥροις παρὰ Λακεδαιμονίοις φησὶν ἔτι καὶ εἰς αὐτὸν δείκνυσθαι τὸ δέπας τὸ δοθὲν Ἀλκμήνῃ ὑπὸ Διός, ὅτε Ἀμφιτρύωνι εἰκάσθη.
κάλπιον. ποτηρίου τι γένος Ἐρυθραίου, ὥς φησι Πάμφιλος. εἶναι δ᾽ αὐτὸ οἷόν ἐστι τὸ σκαφίον. 50.
κελέβῃ. τούτου τοῦ ἐκπώματος Ἀνακρέων μνημονεύει:
ἄγε δή, φέρ᾽ ἡμίν,9 ὦ παῖ,
κελέβην, ὅκως ἄμυστιν [p. 100]
προπίω, τὰ μὲν δέκ᾽ ἐγχέας
ὕδατος, τὰ πέντε δ᾽ οἴνου
κυάθους.
ἄδηλον δὲ πότερον εἶδός ἐστι ποτηρίου ἢ πᾶν ποτήριον κελέβη καλεῖται ἀπὸ τοῦ χέειν εἰς αὐτὸ τὴν λοιβὴν ἤτοι λείβειν τοῦτο δὲ ἐπὶ τοῦ ὑγροῦ συνήθως ἔταττον, ἀφ᾽ οὗ λέγεται καὶ ὁ λέβης. Σιληνὸς δὲ καὶ Κλείταρχος τοὺς Αἰολεῖς φασιν οὕτω καλεῖν τὸ ποτήριον. Πάμφιλος δὲ μόνην τὴν θερμοποτίδα καλουμένην: τὴν κελέβην εἶναι. Νίκανδρος δ᾽ ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις ποιμενικὸν ἀγγεῖον μελιτηρὸν τὴν κελέβην εἶναι: καὶ γὰρ Ἀντίμαχος ὁ Κολοφώνιος ἐν πέμπτῳ Θηβαίδος φησί:
κήρυκας θ᾽ ἅμα τοῖσι φέρειν μέλανος οἴνοιο
ἀσκὸν ἐνίπλειον κελέβειὸν θ᾽ ὅττι φέριστον
οἷσιν ἐνὶ μεγάροις κεῖτο μέλιτος πεπληθός.
καὶ πάλιν:
ἀτὰρ ἀμφίθετον κελέβειον ἑλόντες
ἔμπλειον μέλιτος, τὸ ῥὰ οἱ προφερέστερον ἦεν.
ἀλλαχοῦ δέ φησιν:
καὶ χρύσεια δέπαστρα καὶ ἀσκηθέος κελέβειον
ἔμπλειον μέλιτος, τὸ ῥὰ οἱ προφερέστερον εἴη. [p. 102]
σαφῶς γὰρ νῦν κελέβειον ἀντὶ ἀγγείου τινὸς τέθεικε, προειπὼν ποτήρια δέπαστρα. Θεόκριτος δ᾽ ὁ Συρακόσιος ἐν ταῖς Φαρμακευτρίαις φησίν
στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ :
καὶ Εὐφορίων
ἠέ ποθεν ποταμῶν κελέβῃ ἀποήφυσας ὕδωρ.
Ἀνακρέων
ᾠνοχόει δ᾽ ἀμφίπολος μελιχρὸν
οἶνον τρικύαθον κελέβην ἔχουσα.
Διονύσιος δ᾽ ὁ Λεπτὸς ἐξηγούμενος Θεοδωρίδα τὸ εἰς τὸν Ἔρωτα μέλος τὴν κελέβην φησὶ τίθεσθαι ἐπὶ τοῦ ὀρθοῦ ποτηρίου οἷον Προυσιάδος καὶ θηρικλείου. 51.
κέρας. τοὺς πρώτους λέγεται τοῖς κέρασι τῶν βοῶν πίνειν ἀφ᾽ οὗ τὸν Διόνυσον κερατοφυῆ πλάττεσθαι ἔτι τε ταῦρον καλεῖσθαι ὑπὸ πολλῶν ποιητῶν. ἐν δὲ Κυζίκῳ καὶ ταυρόμορφος ἵδρυται. ὅτι δὲ τοῖς κέρασιν ἔπινον δῆλον ἐκ τοῦ καὶ μέχρι : νῦν λέγεσθαι, ὅταν συμμίσγωσι τῷ οἴνῳ τὸ ὕδωρ, κεράσαι φάσκοντες. καὶ τὸ ἀγγεῖον δ᾽ ἐν ᾧ κιρνᾶται ὁ οἶνος κρατὴρ ἀπὸ τοῦ συγκιρνᾶσθαι ἐν αὐτῷ τὸ ὕδωρ, ἀπὸ τοῦ κέρατος, οἱονεὶ κερατήρ, [p. 104] ἀπὸ τοῦ εἰς κέρας ἐγχεῖσθαι τὸ πόμα. διαμένει δὲ ἔτι καὶ νῦν ἡ τῶν κεράτων κατασκευή, καλοῦσι γοῦν ἔνιοι ταῦτα ῥυτά. καὶ τῶν ποιητῶν δὲ πολλοὶ παράγουσι πίνοντας τοὺς ἀρχαίους κέρασι. Πίνδαρος μὲν ἐπὶ τῶν Κενταύρων λέγων
ἀνδροδάμαντα δ᾽ ἐπεὶ Φῆρες δάεν ῥιπὰν μελιαδέ
οἴνου,
ἐσσυμένως ἀπὸ μὲν λευκὸν γάλα χερσὶ τραπεζᾶν
ὤθεον, αὐτόματοι δ᾽ ἐξ ἀργυρέων κεράτων πίνοντες
ἐπλάζοντο.
καὶ Ξενοφῶν δ᾽ ἐν τῇ ζ᾽ τῆς Ἀναβάσεως διηγούμενος τὸ παρὰ τῷ Θρᾳκὶ Σεύθῃ συμπόσιον γράφει οὕτως: ‘ ἐπεὶ δὲ Ξενοφῶν σὺν τοῖς μετ᾽ αὐροῦ εἰσῆλθε πρὸς τὸν Σεύθην, ἠσπάζοντο μὲν πρῶτον ἀλλήλους καὶ κατὰ τὸν Θρᾴκιον νόμον κέρατα οἴνου προὔτεινον.6’ ἐν δὲ τῇ ἕκτῃ περὶ Παφλαγόνων διηγούμενός φησι: ‘ κατακείμενοι δ᾽ ἐν στιβάσιν ἐδείπνουν καὶ ἔπινον κερατίνοις ποτηρίοις.’ Αἰσχύλος δ᾽ ἐν Περραιβίσι τοὺς Περραιβοὺς παρίστησιν ἀντὶ ποτηρίων τοῖς κέρασι χρωμένους διὰ τούτων:
ἀργυρηλάτοις
κέρασι χρυσᾶ στόμια προσβεβλημένοις.
καὶ Σοφοκλῆς Πανδώρᾳ: [p. 106]
καὶ πλῆρες ἐκπιόντι χρύσεον κέρας
τρίψει γέμοντα μαλθακῆς ὑπ᾽ ὠλένης.
Ἕρμιππος Μοίραις
: οἶσθά νυν ὅ μοι ποίησον; τήνδε νῦν μή μοι δίδου,
ἐκ δὲ ταῦ κέρατος αὖ μοι δὸς πιεῖν ἅπαξ μόνον.
Λυκοῦργος δ᾽ ὁ ῥήτωρ ἐν τῷ κατὰ Δημάδου Φίλιππόν φησι τὸν βασιλέα προπίνειν κέρατι τούτοις οἷς ἐφιλοφρονεῖτο. τοὺς δὲ Παιόνων βασιλεῖς φησι Θεόπομπος ἐν δευτέρᾳ Φιλιππικῶν, τῶν βοῶν τῶν παρ᾽ αὐτοῖς γινομένων μεγάλα κέρατα φυόντων, ὡς χωρεῖν τρεῖς καὶ τέτταρας χόας, ἐκπώματα ποιεῖν ἐξ αὐτῶν, τὰ χείλη περιαργυροῦντας καὶ χρυσοῦντας: καὶ Φιλόξενος δ᾽ ὁ Κυθήριος ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ φησίν
πίνετο νεκτάρεον πόμ᾽ ἐν χρυσέαις προτομαῖς
ταύρων κεραστῶν,9
ἐβρέχοντο δὲ κατὰ μικρόν.
Ἀθηναῖοι δὲ καὶ ἀργυρᾶ ποιοῦντες κέρατα ἔπινον ἐξ αὐτῶν. ἔστι γοῦν τοῦτο εὑρεῖν ἐν τοῖς Δημιοπράτοις ἀναγεγραμμένον οὕτως..,11 ἐκ στήλης ἀνακειμένης ἐν ἀκροπόλει ἣ τὰ ἀναθήματα περιέχει: [p. 108] ‘ κέρας ἔκπωμα ἀργυροῦν, καὶ περισκελὶς πρόσεστι ἀργυρᾶ.’ 52.
κέρνος ἀγγεῖον κεραμεοῦν, ἔχον ἐν αὑτῷ πολλοὺς κοτυλίσκους κεκολλημένους, ἐν οἷς, φησίν,4 μήκωνες λευκοί, πυροί,5 κριθαί, πισοί, λάθυροι, ὦχροι, φακοί. ὁ δὲ βαστάσας αὐτὸ οἷον λικνοφορήσας τούτων γεύεται, ὡς ἱστορεῖ Ἀμμώνιος ἐν γ περὶ Βωμῶν καὶ Θυσιῶν. 53.
κισσύβιον τὸ μόνωτον ποτήριον Φιλήμων. Νεοπτόλεμος δ᾽ ὁ Παριανὸς ἐν τρίτῳ Γλωσσῶν τὸ κίσσινον ποτήριον σημαίνειν παρ᾽ Εὐριπίδῃ ἐν Ἀνδρομέδᾳ:
πᾶς δὲ ποιμένων ἔρρει λεώς,7
ὁ μὲν γάλακτος κίσσινον φέρων σκύφος
πόνων ἀναψυκτῆρ᾽,8 ὁ δ᾽ ἀμπέλων γάνος.
τὸ γὰρ κισσύβιον, φησί, λέγεται ἐπὶ συνόδου ἀγροικικῆς, ἔνθα προσήκει μάλιστα τὸ ξύλινον ποτήριον. Κλείταρχος δέ φησιν Αἰολεῖς τὸν σκύφον κισσύβιον καλεῖν Μαρσύας δὲ κύπελλον καὶ τὸ ξύλινον ποτήριον. Εὔμολπος δὲ γένος τι ποτηρίου, [p. 110] ἴσως, φησίν, κατ᾽ ἀρχὰς ἐκ κισσίνου κατασκευασθὲν ξύλου. Νίκανδρος δὲ ὁ Κολοφώνιος ἐν τῷ πρώτῳ τῶν Αἰτωλικῶν γράφει: ‘ἐν τῇ ἱεροποιίῃ τοῦ Διδυμαίου Διὸς κισσοῦ σπονσδοποιέονται πετάλοισιν, ὅθεν τὰ ἀρχαῖα ἐκπώματα κισσύβια φωνέεται.’ Ὅμηρος:
κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο.
Ἀσκληπιάδης δ᾽ ὁ Μυρλεανὸς ἐν τῷ περὶ τῆς Νεστορίδος ‘ σκύφει,’ φησί, ‘καὶ κισσυβίῳ τῶν μὲν ἐν ἄστει καὶ μετρίων οὐδεὶς ἐχρῆτο, συβῶται δὲ καὶ νομεῖς καὶ οἱ ἐν ἀγρῷ Πολύφημος μὲν τῷ κισσυβίῳ, θατέρῳ δὲ Εὔμαιος.’ Καλλίμαχος δ᾽ ἔοικε διαμαρτάνειν ἐν τῇ συγχρήσει τῶν ὀνομάτων, λέγων ἐπὶ τοῦ οἰκείου ξένου τοῦ παρὰ τῷ Ἀθηναίῳ Πόλλιδι συνεστιασθέντος αὐτῷ:
καὶ γὰρ ὁ Θρηικίην μὲν ἀνήνατο χανδὸν ἄμυστιν
ζωροποτεῖν, ὀλίγῳ δ᾽ ἥδετο κισσυβίῳ.
τῷ μὲν ἐγὼ τόδ᾽ ἔλεξα περιστείχοντος ἀλείσου
τὸ τρίτον ...
ὁ γὰρ λέγων ἄλεισον τὸ αὐτὸ καὶ κισσύβιον τὴν ἀκριβῆ θέσιν τῶν ὀνομάτων οὐ διαφυλάττει. εἰκάσειε δ᾽ ἄν τις τὸ κισσύβιον τὸ πρῶτον ὑπὸ ποιμένων ἐργασθῆναι ἐκ κισσίνου ξύλου, ἄλλοι δὲ ἐτυμολογοῦσιν αὐτὸ ἀπὸ τοῦ χεῖσθαι, ὅ ἐστὶ χωρεῖν: [p. 112]
οὐδὸς δ᾽ ἀμφοτέρους ὅδε χείσεται.
καὶ ἡ τοῦ ὄφεως κατάδυσις χειή, ἡ καταδεχομένη τὸ ζῷον. καὶ κήθιον τὸ χήτιον τὸ χωροῦν τοὺς ἀστραγάλους. Διονύσιος δ᾽ ὁ Σάμιος ἐν τοῖς περὶ τοῦ Κύκλου τὸ Ὁμηρικὸν κισσύβιον κυμβίον ἔφη γράφων οὕτως: ‘ καὶ αὐτὸν Ὀδυσσεὺς ὁρῶν ταῦτα ποιοῦντα πληρώσας τοῦ οἴνου κυμβίον δίδωσι πιεῖν.’ 54.
κιβώριον. Ἡγήσανδρος ὁ Δελφὸς Εὐφορίωνά φησι τὸν ποιητὴν παρὰ Πρυτάνιδι δειπνοῦντα καὶ ἐπιδεικνυμένου τοῦ Πρυτάνιδος κιβώριά τινα δοκοῦντα πεποιῆσθαι πολυτελῶς, τοῦ κώθωνος εὖ μάλα προβεβηκότος, λαβὼν ἓν τῶν κιβωρίων ὡς ἐξοινῶν ἐνεούρησε. Δίδυμος δέ φησι ποτηρίου εἶδος εἶναι, καὶ τάχ᾽ ἂν εἴη τὰ λεγόμενα σκυφία διὰ τὸ κάτωθεν εἰς στενὸν συνῆχθαι ὡς τὰ Αἰγύπτια κιβώρια. 55.
κόνδυ ποτήριον Ἀσιατικόν. Μένανδρος Κόλακι:
κοτύλας χωροῦν δέκα
ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία.:
Ἵππαρχος Ἀνασῳζομένοις: [p. 114]
προσέχεις τι τούτῳ τῷ στρατιώτῃ; β. τῷδ᾽;ἔχει
ἀργύριον οὗτος. α. οὐδαμόθεν, εὖ οἶδ᾽ ἐγώ,
ἀλλ᾽ ἢ δαπίδιον ἓν ἀγαπητὸν ποικίλον,
τέρα τ᾽ ἔχον καὶ γρῦπας ἐξώλεις τινὰς
τῶν Περσικῶν Β. εἰς κόρακας, ὦ μαστιγία.
α. καὶ κόνδυ καὶ ψυκτῆρα καὶ τι κυμβίον.
Νικόμαχος δ᾽ ἐν πρώτῳ περὶ Ἑορτῶν Αἰγυπτίων φησί: ‘τὸ δὲ κόνδυ ἐστὶ μὲν Περσικόν, τὴν δὲ ἀρχὴν ἣν Ἕρμιππος ἀστρολογικὸς ὡς ὁ κόσμος ἐξ οὗ τῶν θεῶν τὰ θαύματα καὶ τὰ καρπώσιμα γίνεσθαι ἐπὶ γῆς: διὸ ἐκ τούτου σπένδεσθαι. Παγκράτης δ᾽ ἐν πρώτῳ Βοκχορηίδος:
αὐτὰρ ὅ γε σπείσας ἐκ κόνδυος ἀργυφέοιο
νέκταρ ἐπ᾽ ἀλλοδαπὴν οἶμον ἔβαινε πόδα.
’
Κονωνεῖος. Ἴστρος ὁ Καλλιμάχειος ἐν πρώτῳ Πτολεμαίδος τῆς ἐν Αἰγύπτῳ πόλεως γράφει οὕτως: : ‘ κυλίκων Κονωνείων ζεῦγος καὶ θηρικλείων χρυσοκλύστων ζεῦγος.’ 56.
κότυλος. τὰ μόνωτα ποτήρια κότυλοι, ὧν καὶ Ἀλκαῖος μνημονεύει. Διόδωρος δ᾽ ἐν τῷ πρὸς Λυκόφρονα παρὰ Σικυωνίοις καὶ Ταραντίνοις ἐπιπολάζειν φησὶ τὸ ἔκπωμα, εἶναι δ᾽ αὐτὸ λουτηρίῳ ἐοικὸς βαθεῖ. ἔχει δὲ καὶ οὖς ἐνιαχῇ. μνημονεύει [p. 116] δὲ αὐτοῦ καὶ Ἴων ὁ Χῖος ‘ κότυλον οἴνου πλέων’ λέγων. Ἕρμιππος δὲ ἐν Θεοῖς:
τόν τε κότυλον πρῶτον ἤνεγκ᾽ ἐνέχυρον τῶν γειτόνων.
καὶ Πλάτων ἐν Διὶ κακουμένῳ ‘ τὸν κότυλον φέρει’ φησί, καὶ Ἀριστοφάνης ἐν Βαβυλωνίοις. Εὔβουλος δ᾽ ἐν Ὀδυσσεῖ ἢ Πανόπταις:
ὁ δ᾽ ἱερεὺς Εὐήγορος
ἐν μέσοις αὐτοῖσιν ἑστὼς τὴν καλὴν σκευὴν ἔχων
οἶνον ἐξέσπενδε κοτύλῳ.
Πάμφιλος δὲ ποτηρίου φησὶν εἶναι γένος, ἴδιον δ᾽ εἶναι Διονύσου. πολέμων δ᾽ ἐν τῷ περὶ τοῦ Δίου Κῳδίου φησί: ‘ μετὰ δὲ ταῦτα τὴν τελετὴν ποιεῖ καὶ αἱρεῖ τὰ ἐκ τῆς θαλάμης καὶ νέμει ὅσοι ἂν ὦσι τὸ κέρνος περιενηνοχότες. τοῦτο δ᾽ ἐστὶν ἀγγεῖον κεραμεοῦν ἔχον ἐν αὑτῷ πολλοὺς κοτυλίσκους κεκολλημένους:: ἔνεισι δ᾽ ἐν αὐτοῖς ὅρμινοι, μήκωνες λευκοί, πυροί, κριθαί, πισοί, λάθυροι, ὦχροι, φακοί, κύαμοι, ζειαί, βρόμος, παλάθιον, μέλι, ἔλαιον, οἶνος, γάλα, ὄιον ἔριον ἄπλυτον. ὁ δὲ τοῦτο βαστάσας οἷον λικνοφορήσας τούτων γεύεται.’ 57.
κοτύλη. Ἀριστοφάνης Κωκάλῳ:
ἄλλαι δ᾽ ὑποπρεσβύτεραι γρᾶες Θασίου μέλανος μεστὸν [p. 118]
κεραμευομέναις κοτύλαις μεγάλαις ἔγχεον ἐς σφέτερον δέμας οὐδένα κόσμον,4
ἔρωτι βιαζόμεναι μέλανος οἴνου ἀκράτου.
Σιληνὸς καὶ Κλείταρχος ἔτι τε Ζηνόδοτος τὴν κύλικα:
πάντῃ δ᾽ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.
καί:
πολλὰ μεταξὺ πέλει κοτύλης καὶ χείλεος ἄκρου.
Σιμάριστος δὲ τὸ λεπτὸν ποτήριον οὕτως καλεῖσθαι. Διόδωρος δὲ τὸν παρά τισι κότυλον κοτύλην ὠνομακέναι τὸν ποιητὴν ‘ πύρνον καὶ κοτύλην.’ ὃν κύλικα μὲν οὐκ εἶναι, οὐ γὰρ ἔχειν δύο ὦτα, παραπλήσιον δ᾽ ὑπάρχειν λουτηρίῳ βαθεῖ, ποτηρίου δὲ εἶδος εἶναι, δύνασθαι δὲ καὶ τὸν παρὰ τοῖς Αἰτωλοῖς καί τισι τῶν Ἰώνων λεγόμενον κότυλον, ὃν ὅμοιον ὄντα τῷ προειρημένῳ ἓν οὖς ἔχειν. μνημονεύει δ᾽ αὐτοῦ Κράτης ἐν Παιδιαῖς καὶ Ἕρμιππος ἐν Θεοῖς.Ἀθηναῖοι δὲ μέτρον τι καλοῦσι κοτύλην. Θουκυδίδης: ‘ ἐδίδοσαν μὲν αὐτῶν ἑκάστῳ ἐπὶ ὀκτὼ μῆνας κοτύλην ὕδατος καὶ δύο κοτύλας σίτου.’ Ἀριστοφάνης Προάγωνι:
[p. 120]
ὁ δ᾽ ἀλφίτων μοι πριάμενος τρεῖς χοίνικας
κοτύλης δεούσας εἴκοσ᾽ ἀπολογίζεται.
Ἀπολλόδωρος δὲ ποτηρίου τι γένος ὑψηλὸν καὶ ἔγκοιλον. πᾶν δὲ τὸ κοῖλον κοτύλην, φησίν, ἐκάλουν οἱ παλαιοί, ὡς καὶ τὸ τῶν χειρῶν κοῖλον ὅθεν καὶ κοτυλήρυτον αἷμα τὸ ἀμφοτέραις ταῖς χερσὶν ἀρυσθῆναι δυνάμενον. καὶ ἐγκοτύλη δέ τις παιδιὰ καλεῖται, ἐν ᾗ κοιλάναντες τὰς χεῖρας δέχονται τὰ γόνατα τῶν νενικηκότων οἱ νενικημένοι καὶ βαστάζουσιν αὐτούς. Διόδωρος δ᾽ ἐν Ἰταλικαῖς Γλώσσαις καὶ ῾ Ἡράκλειτος,6 ὥς φησι Πάμφιλος, τὴν κοτύλην καλεῖσθαι καὶ ἡμίναν, παρατιθέμενος Ἐπιχάρμου:
καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο.
καὶ Σώφρων: κατάστρεψον, τέκνον, τὰν ἡμίναν, κοτυλίσκην δ᾽ εἴρηκε Φερεκράτης ἐν Κοριαννοῖ:
τὴν κοτυλίσκην, μηδαμῶς.
Ἀριστοφάνης ἐν Ἀχαρνεῦσι:
κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουμένον. [p. 122]
κοτύλη δὲ καλεῖται καὶ ἡ τοῦ ἰσχίου κοιλότης, καὶ αἱ τοῦ πολύποδος ἐν ταῖς πλεκτάναις ἐπιφύσεις παραγώγως κοτυληδόνες. καὶ τὰ κύμβαλα δ᾽ Αἰσχύλος ἐν Ἠδωνοῖς κοτύλας εἴρηκεν
ὁ δὲ χαλκοδέτοις κοτύλαις ὀτοβεῖ.
Μαρσύας δέ φησι τὸ ἐν τῷ ἰσχίῳ ὀστοῦν καλεῖσθαι ἄλεισον καὶ κύλικα. κοτυλίσκος δὲ καλεῖται ὁ ἱερὸς τοῦ Διονύσου κρατηρίσκος ᾧ χρῶνται οἱ μύσται, ὡς Νίκανδρός φησιν ὁ Θυατειρηνὸς παρατιθέμενος τὸ ἐκ Νεφελῶν Ἀριστοφάνους :
μηδὲ στέψω κοτυλίσκον.
Σιμμίας δὲ ἀποδίδωσι τὴν κοτύλην ἄλεισον. 58.
Κοτταβίς . Ἁρμόδιος ὁ Λεπρεάτης ἐν τῷ περὶ τῶν κατὰ Φιγάλειαν Νομίμων διεξιὼν περὶ τῶν ἐπιχωρίων δείπνων γράφει καὶ ταῦτα: ‘ καθαγισάντων ταῦτα ἐν κεραμέᾳ κοτταβίδι πιεῖν ἑκάστῳ μικρόν, καὶ ὁ προσφέρων ἂν εἶπεν ' εὐδειπνίας.6᾽’ Ἡγήσανδρος δ᾽ ὁ Δελφὸς ἐν Ὑπομνήμασιν, ὧν ἀρχὴ ‘ἐν τῇ ἀρίστῃ πολιτείᾳ,’ φησὶν ‘ὁ καλούμενος κότταβος παρῆλθεν εἰς τὰ συμπόσια τῶν περὶ Σικελίαν, ὥς φησιν Δικαίαρχος, πρῶτον εἰσαγαγόντων. τοσαύτη δὲ ἐγένετο σπουδὴ περὶ τὸ ἐπιτήδευμα ὥστε εἰς τὰ συμπόσια παρεισφέρειν [p. 124] ἆθλα κοτταβεῖα καλούμενα, εἶτα κύλικες αἱ πρὸς τὸ πρᾶγμα χρήσιμαι μάλιστ᾽ εἶναι δοκοῦσαι κατεσκευάζοντο, καλούμεναι κοτταβίδες. πρὸς δὲ τούτοις οἶκοι κατεσκευάζοντο κυκλοτερεῖς, ἵνα πάντες εἰς τὸ μέσον τοῦ κοττάβου τεθέντος ἐξ ἀποστήματος ἴσου καὶ τόπων ὁμοίων ἀγωνίζοιντο περὶ τῆς νίκης, οὐ γὰρ μόνον ἐφιλοτιμοῦντο βάλλειν ἐπὶ τὸν σκοπόν, ἀλλὰ καὶ καλῶς ἕκαστα ἀνύτειν. ἔδει γὰρ εἰς τὸν ἀριστερὸν ἀγκῶνα ἐρείσαντα καὶ τῇ δεξιᾷ κυκλώσαντα ὑγρῶς ἀφεῖναι τὴν λάταγα: οὕτω γὰρ ἐκάλουν τὸ πῖπτον ἐκ τῆς κύλικος ὑγρόν: ὥστε ἔνιοι μεῖζον ἐφρόνουν ἐπὶ τῷ καλῶς κοτταβίζειν τῶν ἐπὶ τῷ ἀκοντίζειν μέγα φρονούντων.’ 59.
κρατάνιον. μήποτε τὸ νῦν καλούμενον κρανίον ἔκπωμα οὕτως ὠνόμαζον οἱ ἀρχαῖοι. πολέμων γοῦν ἢ ὅστις ἐστὶν ὁ ποιήσας τὸν ἐπιγραφόμενον Ἑλλαδικὸν περὶ τοῦ ἐν ' Ὀλυμπίᾳ λέγων Μεταποντίνων ναοῦ γράφει καὶ ταῦτα: ‘ ναὸς Μεταποντίνων, ἐν ᾧ φιάλαι ἀργυραῖ ρλβ᾽, οἰνοχόαι ἀργυραῖ β᾽, ἀποθυστάνιον ἀργυροῦν, φιάλαι γ ἐπίχρυσοι. ναὸς Βυζαντίων, ἐν ᾧ Τρίτων κυπαρίσσινος ἔχων κρατάνιον ἀργυροῦν, σειρὴν ἀργυρᾶ, καρχήσια β᾽ ἀργυρᾶ, κύλιξ ἀργυρᾶ, οἰνοχόη χρυσῆ, [p. 126] κέρατα δύο. ἐν δὲ τῷ ναῷ τῆς Ἥρας τῷ παλαιῷ φιάλαι ἀργυραῖ λ᾽, κρατάνια ἀργυρᾶ β᾽, χύτρος ἀργυροῦς, ἀποθυστάνιον χρυσοῦν, κρατὴρ χρυσοῦς, Κυρηναίων ἀνάθημα, βατιάκιον ἀργυροῦν.’
κρουνεῖα. Ἐπιγένης Μνηματίῳ:
κρατῆρες, κάδοι,
ὁλκεῖα, κρουνεῖ᾽. β. ἔστι γὰρ κρουνεῖα; α. ναί.
κυαθίς, κοτυλῶδες ἀγγεῖον. σώφρων ἐν τῷ ἐπιγραφομένῳ μίμῳ Γυναῖκες αἳ τὰν θεὸν φαντὶ ἐξελᾶν: ‘ ὑποκατώρυκται δὲ ἐν κυαθίδι τρικτὺς ἀλεξιφαρμάκων.’ 60.
κύλιξ. Φερεκράτης Δουλοδιδασκάλῳ;
νυνὶ δ᾽ ἀπόνιζε τὴν κύλικα δώσων πιεῖν,
ἔγχει τ᾽ ἐπιθεὶς τὸν ἡθμόν
ταῦτα δ᾽ ἐστὶ κεράμεα ποτήρια καὶ λέγεται ἀπὸ τοῦ κυλίεσθαι τῷ τροχῷ: ἀφ᾽ ὧν καλεῖται τό τε κυλικεῖον, ἐν ᾧ τίθεται τόπῳ τὰ ποτήρια κἂν ἀργυρᾶ τυγχάνῃ ὄντα, καὶ τὸ κυλικηγορεῖν, ὅταν ἐπὶ τῇ κύλικί τις ἀγορεύῃ. Ἀθηναῖοι δὲ καὶ τὴν ἰατρικὴν πυξίδα καλοῦσι κυλιχνίδα διὰ τὸ τῷ τόρνῳ κεκυλίσθαι. ἐγένοντο δ᾽ ἐπίσημοι κύλικες αἵ τε Ἀργεῖαι καὶ αἱ Ἀττικαί. καὶ τῶν μὲν Ἀττικῶν μνημονεύει Πίνδαρος ἐν τοῖσδε:
ὦ Θρασύβουλ᾽, ἐρατᾶν ὄχημ᾽ ἀοιδᾶν
τοῦτό τοι πέμπω μεταδόρπιον. ἐν ξυνῷ κεν εἴη [p. 128]
συμπόταισίν τε γλυκερὸν
καὶ Διωνύσοιο καρπῷ καὶ κυλίκεσσιν Ἀθηναίαισι
κέντρον.
αἱ δ᾽ Ἀργεῖαι δοκοῦσι καὶ τὸν τύπον ἔχειν διάφορον πρὸς τὰς Ἀττικάς. φοξαὶ γοῦν ἦσαν τὸ χεῖλος, ὡς Σιμωνίδης φησὶν ὁ Ἀμόργιος:
αὐτὴ δὲ φοξὴ χεῖλος Ἀργείη κύλιξ,5
ἡ εἰς ὀξὺ ἀνηγμένη, οἷοὶ εἰσιν οἱ ἄμβικες καλούμενοι, τὸ γὰρ φοξὸν ἐπὶ τούτου τάττουσι, καθότι Ὅμηρος ἐπὶ τοῦ Θερσίτου:
φοξὸς ἔην κεφαλήν.
καὶ ἔστιν οἷον φαοξός, ὁ πρὸς τὰ φάη ὀξὺς ὁρώμενος. 61. διάφοροι δὲ κύλικες γίνονται καὶ ἐν τῇ τοῦ συσσίτου ἡμῶν Ἀθηναίου πατρίδι Ναυκράτει. εἰσὶν γὰρ φιαλώδεις μέν, οὐ κατὰ τόρνον, ἀλλ᾽ ὥσπερ δακτύλῳ πεποιημέναι, καὶ ἔχουσιν ὦτα τέσσαρα, πυθμένα εἰς πλάτος ἐκτεταμένον πολλοὶ δ᾽ ἐν τῇ Ναυκράτει κεραμεῖς: ἀφ᾽ ὧν καὶ ἡ πλησίον τῶν κεραμείων πύλη Κεραμικὴ καλεῖται καὶ βάπτονται εἰς τὸ δοκεῖν εἶναι ἀργυραῖ. ἐπαινοῦνται δὲ καὶ αἱ Χῖαι κύλικες, ὧν μνημονεύει Ἕρμιππος ἐν Στρατιώταις:
Χία δὲ κύλιξ ὑψοῦ κρέμαται
περὶ πασσαλόφιν.
Γλαύκων δ᾽ ἐν ταῖς Γλώσσαις Κυπρίους φησὶ τὴν κοτύλην κύλικα καλεῖν. Ἑρμῶναξ δ᾽ ἐν [p. 130] Συνὠννμοις οὕτως γράφει: ‘ ἄλεισον ποτήριον,1 κύπελλον, ἄμφωτις, σκύφος, κύλιξ, κώθων, καρχήσιον, φιάλη’ Ἀχαιὸς δὲ ὁ Ἐρετριεὺς ἐν Ἀλκμαίωνι ἀντὶ τοῦ κύλικες παραγώγως κυλιχνίδας εἴρηκε διὰ τούτων:
ἀλλ᾽ ὡς τάχιστα μέλανα δεῦρ᾽ ἀμνὸν φέρειν
κοινόν τε χρὴ κρατῆρα καὶ κυλιχνίδας.
καὶ Ἀλκαῖος κυλίχνας ἐν
τῷ ... ,4
πίνωμεν: τί τὰ λύχν᾽ ὀμμένομεν; δάκτυλος ἁμέρα.
κὰδ δ᾽ ἄειρε κυλίχναις μεγάλαις, ἄιτα, ποικίλαις.
οἶνον γὰρ Σεμέλας καὶ Διὸς υἱὸς λαθικαδέα
ἀνθρώποισιν ἔδωκ᾽. ἔγχεε κέρναις ἕνα καὶ δύο
πλέαις κὰκ κεφαλᾶς.
καὶ ἐν τῷ δεκάτῳ:
λάταγες ποτέονται κυλιχνᾶν ἀπὸ Τηιᾶν,17
ὡς διαφόρων γινομένων καὶ ἐν Τέῳ κυλίκων. 62.
Φερεκράτης Κοριαννοῖ:
ἐκ τοῦ βαλανείου γὰρ δίεφθος ἔρχομαι,
ξηρὰν ἔχουσα τὴν φάρυγα. Β. δώσω πιεῖν [p. 132]
α. γλίσχρον γὲ μοὐστὶ τὸ σίαλον νὴ τὼ θεώ.
β. τί λάβω; κεράσω σοι τὴν κυλίσκην; α. μηδαμῶς
μικράν γε. κινεῖται γὰρ εὐθύς μοι χολή,
ἐξ οὗπερ ἔπιον ἐκ τοιαύτης φάρμακον.
εἰς τὴν ἐμὴν νῦν ἔγχεον τὴν μείζονα.
ὅτι δὲ μεγάλοις ποτηρίοις αἱ γυναῖκες ἐχρῶντο ὁ αὐτὸς εἴρηκε Φερεκράτης ἐν Τυραννίδι διὰ τούτων
εἶτ᾽ ἐκεραμεύσαντο τοῖς μὲν ἀνδράσιν ποτήρια
πλατέα, τοίχους οὐκ ἔχοντ᾽, ἀλλ᾽ αὐτὸ τοὔδαφος μόνον,
κοὐχὶ χωροῦντ᾽ οὐδὲ κόγχην, ἐμφερῆ γευστηρίοις:
σφίσι δὲ γ᾽ αὐταῖσιν βαθείας κύλικας ὥσπερ ὁλκάδας
οἰναγωγούς, περιφερεῖς, λεπτάς, μέσας γαστροιίδας,9
οὐκ ἀβούλως, ἀλλὰ πόρρωθεν κατεσκευασμέναι
αὔθ᾽ ὅπως ἀνεκλογίστως πλεῖστος οἶνος ἐκποθῇ.
εἶθ᾽ ὅταν τὸν οἶνον αὐτὰς αἰτιώμεθ᾽ ἐκπιεῖν,
λοιδοροῦνται κὠμνύουσι μὴ πιεῖν ἀλλ᾽ ἢ μίαν.
ἡ δὲ κρείττων ἡ μί᾽ ἐστὶ χιλίων ποτηρίων.
63.
κυμβία τὰ ποτήρια καὶ πλοῖα μικρὰ Σιμάριστος. Δωρόθεος δέ: ‘ γένος ποτηρίων βαθέων τὰ κυμβία [p. 134] καὶ ὀρθῶν,1 πυθμένα μὴ ἐχόντων μηδὲ ὦτα.’ Πτολεμαῖος δὲ ὁ τοῦ Ἀριστονίκου τὰ κυφά. Νίκανδρος δ᾽ ὁ Θυατειρηνὸς τὸ χωρὶς ὠτίων ποτήριον ὠνομακέναι Θεόπομπον ἐν Μήδῳ. Φιλήμων Φάσματι:
ἔπιεν ἡ Ῥόδη
κυμβίον ἀκράτου: κατασέσειχ᾽ ὑμᾶς ἄφνω.
Διονύσιος δ᾽ ὁ Σάμιος ἐν ἕκτῳ περὶ τοῦ Κύκλου τὸ αὐτὸ οἴεται εἶναι κισσύβιον καὶ κυμβίον. φησὶ γὰρ ὡς Ὀδυσσεὺς πληρώσας κυμβίον ἀκράτου ὤρεξε τῷ Κύκλωπι, οὐκ ἔστι δὲ μικρὸν τὸ διδόμενον αὐτῷ κισσύβιον παρ᾽ Ὁμήρῳ: οὐ γὰρ ἂν τρὶς πιὼν μέγιστος ὢν τὸ σῶμα ταχέως ἂν ὑπὸ τῆς μέθης κατηνέχθη. τοῦ κυμβίου μνημονεύει καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ἀκολουθεῖν αὐτῷ φάσκων ῥυτὰ καὶ κυμβία. καὶ πάλιν ἐν τῷ αὐτῷ: ‘ἐπ᾽ ἀστράβης δὲ ὀχούμενος ἐξ Ἀργούρας τῆς Εὐβοίας,6 χλανίδας δ᾽ ἐπ᾽ ὄχου καὶ κυμβία καὶ κάδους ἔχων, ὧν ἐπελαμβάνοντο οἱ πεντηκοστολόγοι.’ καὶ ἐν τῷ κατὰ Εὐέργου καὶ [p. 136] Μνησιβούλου. φησὶ δὲ Δίδυμος ὁ γραμματικὸς ἐπίμηκες εἶναι τὸ ποτήριον καὶ στενὸν τῷ σχήματι, παρόμοιον πλοίῳ ὃ καλεῖται κύμβη. καὶ ' Ἀναξανδρίδης ἐν Ἀγροίκοις:
μεγάλ᾽ ἴσως ποτήρια
προπινόμενα καὶ μέστ᾽ ἀκράτου κυμβία
ἐκάρωσεν ὑμᾶς. β. ἀνακεχαίτικεν μὲν οὖν.
Ἄλεξις Ἱππεῖ:
τά τε κυμβία
ἆρ᾽ ἦν πρόσωπ᾽ ἔχοντα χρυσᾶ παρθένων;
β. νὴ τὸν Δί᾽, ἦν γάρ. α. ὦ τάλαιν᾽ ἐγὼ κακῶν.
64. Ἐρατοσθένης δ᾽ ἐν τῇ πρὸς Ἀγήτορα τὸν Λάκωνα Ἐπιστολῇ ὡς κυαθῶδες ἀγγεῖον τὸ κυμβίον παραδίδωσι γράφων οὕτως: ‘ θαυμάζουσι δὲ οἱ αὐτοὶ καὶ πῶς κύαθον μὴ κεκτημένος, ἀλλὰ κυμβίον μόνον, φιάλην προσεκέκτητο. δοκεῖ δὴ μοι τὸ μὲν τῆς τῶν ἀνθρώπων χρείας ἕνεκα, τὸ δὲ τῆς τῶν θεῶν τιμῆς εἰς τὴν κτῆσιν παρειληφέναι. κυάθῳ μὲν οὖν οὐδὲν ἐχρῶντο τότε οὐδὲ κοτύλῃ. κρατῆρα γὰρ ἵστασαν τοῖς θεοῖς, οὐκ ἀργυροῦν οὐδὲ λιθοκόλλητον, ἀλλὰ γῆς Κωλιάδος. τοῦτον δ᾽ ὁσάκις ἐπιπληρώσαιεν,10 ἀποσπείσαντες τοῖς θεοῖς ἐκ τῆς φιάλης ᾠνοχόουν ἐφεξῆς, τὸν νεοκρᾶτα [p. 138] βάπτοντες τῷ κυμβίῳ, καθὰ καὶ νῦν παρ᾽ ὑμῖν ποιοῦσιν ἐν τοῖς φιδιτίοις. εἰ δέ ποτε πλεῖον πιεῖν βουληθεῖεν, προσπαρετίθεσαν τοὺς καλουμένους κοτύλους, κάλλιστα καὶ εὐποτώτατα ἐκπωμάτων. ἦσαν δὲ καὶ οὗτοι τῆς αὐτῆς κεραμείας.’ ὅταν δ᾽ Ἔφιππος ἐν Ἐφήβοις λέγῃ
οὐ κύλικας ἐπὶ τὰ δεῖπνα Χαιρήμων φέρει,
οὐ κυμβίοισι πεπολέμηκ᾽ Εὐριπίδης;
οὐ τὸν τραγικὸν λέγει ποιητήν, ἀλλά τινα ὁμώνυμον αὐτῷ, ἤτοι φίλοινόν τινα ἢ αἰτίαν ἔχοντα οὐ χρηστήν, ὥς φησιν Ἀντίοχος ὁ Ἀλεξανδρεὺς ἐν τῷ περὶ τῶν ἐν τῇ μέσῃ κωμῳδίᾳ κωμῳδουμένων Ποιητῶν. τὸ γὰρ ἐπάγεσθαι κατὰ τὰς ἑστιάσεις κυμβία καὶ δοκεῖν τούτοις διαμάχεσθαι εἰς ἑκάτερα τείνει, μνημονεύει δ᾽ αὐτοῦ καὶ Ἀναξανδρίδης ἐν Νηρηίσιν:
δὸς δὴ τὸν χόα
αὐτῷ σύ, Κῶμε,2 καὶ τὸ κυμβίον φέρων:
Εὐριπίδης τις σήμερον γενήσεται.
καὶ Ἔφιππος ἐν Ὁμοίοις ἢ Ὀβελιαφόροις:
Διονυσίου δὲ δράματ᾽ ἐκμαθεῖν δέοι
καὶ Δημοφῶντος ἅττ᾽ ἐποίησεν εἰς Κότυν,4
ῥήσεις τε κατὰ δεῖπνον Θεόδωρός μοι λέγοι,
Λάχητὶ τ᾽6 οἰκήσαιμι τὴν ἑξῆς θύραν,
κυμβία τε παρέχοιμ᾽ ἑστιῶν Εὐριπίδῃ,7
[p. 140] ὅτι δὲ καὶ πλοῖον ἡ κύμβη Σοφοκλῆς ἐν Ἀνδρομέδᾳ φησίν:
ἵπποισιν ἢ κύμβαισι ναυστολεῖς χθόνα;
κύββα ποτήριον Ἀπολλόδωρος Παφίους.65.
κύπελλον. τοῦτο πότερόν ἐστιν ταὐτὸν τῷ ἀλείσῳ καὶ τῷ δέπαι καὶ μόνον ὀνόματι διαλλάσσει—
τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν
δειδέχατ᾽ ἄλλοθεν ἄλλος ἀνασταδὸν
ἢ διάφορος ἦν ὁ τύπος καὶ οὐχ ὥσπερ τὸ δέπας καὶ τὸ ἄλεισον ἀμφικύπελλον, οὕτω καὶ τοῦτο, κυφὸν δὲ μόνον; ἀπὸ γὰρ τῆς κυφότητος τὸ κύπελλον, ὥσπερ καὶ τὸ ἀμφικύπελλον ἢ ὅτι παραπλήσιον ἦν ταῖς πέλλαις, συνηγμένον μᾶλλον εἰς τὴν κυφότητα: ἢ ἀμφικύπελλα οἷον ἀμφίκυρτα ἀπὸ τῶν ὤτων, διὰ τὸ τοιαῦτα εἶναι τῇ κατασκευῇ, φησὶ γὰρ καὶ ὁ ποιητής:
ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλεν
χρύσεον ἄμφωτον.
Ἀντίμαχος δ᾽ ἐν ε Θηβαίδος:
πᾶσιν δ᾽ ἡγεμόνεσσιν ἐποιχόμενοι κήρυκες
χρύσεα καλὰ κύπελλα τετυγμένα νωμήσαντο. [p. 142]
Σιληνὸς δέ φησι: ‘ κύπελλα ἐκπώματα σκύφοις ὅμοια, ὡς καὶ Νίκανδρος ὁ Κολοφώνιος ... κύπελλα δ᾽ ἔνειμε συβώτης.'’ Εὔμολπος δὲ ποτηρίου γένος, ἀπὸ τοῦ κυφὸν εἶναι. Σιμάριστος δὲ τὸ δίωτον ποτήριον Κυπρίους, τὸ δὲ δίωτον καὶ τετράωτον Κρῆτας. Φιλίτας δὲ Συρακοσίους κύπελλα καλεῖν τὰ τῆς μάζης καὶ τῶν ἄρτων ἐπὶ τῆς τραπέζης καταλείμματα.
κύμβη. Φιλήμων ἐν ταῖς Ἀττικαῖς Φωναῖς κύλικος εἶδος. Ἀπολλόδωρος δ᾽ ἐν τῷ περὶ Ἐτυμολογιῶν Παφίους τὸ ποτήριον καλεῖν κύββα.66.
κώθων Λακωνικὸν ποτήριον, οὗ μνημονεύει Ξενοφῶν ἐν α Κύρου Παιδείας. Κριτίας δ᾽ ἐν Λακεδαιμονίων Πολιτείᾳ γράφει οὕτως: “χωρὶς δὲ τούτων τὰ σμικρότατα ἐς τὴν δίαιταν: ὑποδήματα ἄριστα Λακωνικά: ἱμάτια φορεῖν ἥδιστα καὶ χρησιμώτατα: κώθων Λακωνικός, ἔκπωμα ἐπιτηδειότατον εἰς στρατείαν καὶ εὐφορώτατον ἐν γυλιῷ. οὗ δὲ ἕνεκα στρατιωτικόν, πολλάκις ἀνάγκη ὕδωρ πίνειν οὐ καθαρόν. πρῶτον μὲν οὖν [p. 144] τὸ μὴ λίαν κατάδηλον εἶναι τὸ πόμα: εἶτα ἄμβωνας ὁ κώθων ἔχων ὑπολείπει τὸ οὐ καθαρὸν ἐν αὑτῷ. καὶ Πολέμων δ᾽ ἐν τῇ ... ... ” τῶν πρὸς Ἀδαῖον καὶ Ἀντίγονον, ὅτι κεραμέοις ἀγγείοις ἐχρῶντο οἱ Λακεδαιμόνιοι γράφει οὕτως: : ‘ ἀλλὰ μὴν ὅτι ἀρχαικὸν ἦν τὸ τοιόνδε τῆς ἀγωγῆς γένος ... ὃ καὶ νῦν ὁρᾶται παρά τισι τῶν ῾ Ἑλλήνων: ἐν Ἄργει μὲν ἐν ταῖς δημοσίαις θοίναις, ἐν Λακεδαίμονι δὲ κατὰ τὰς ἑορτάς, ἔν τε τοῖς ἐπινικίοις καὶ τοῖς γάμοις τῶν παρθένων, πίνουσιν ἐκ κεραμέων ποτηρίων ἐν δὲ τοῖς ἄλλοις συμποσίοις καὶ φιδιτίοις ἐν πιθάκναις ... ’ μνημονεύει αὐτοῦ καὶ Ἀρχίλοχος ἐν Ἐλεγείοις ὡς ποτηρίου οὕτως:
ἀλλ᾽ ἄγε σὺν κώθωνι θοῆς διὰ σέλματα νηὸς
φοίτα καὶ κοίλων πώματ᾽ ἄφελκε κάδων,
ἄγρει δ᾽ οἶνον ἐρυθρὸν ἀπὸ τρυγός:: οὐδὲ γὰρ ἡμεῖς
νήφειν ἐν φυλακῇ τῇδε δυνησόμεθα,
ὡς τῆς κύλικος λεγομένης κώθωνος. Ἀριστοφάνης Ἱππεῦσιν
εἰς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς
πριάμενοι κώθωνας, οἱ δὲ σκόροδα καὶ κρόμμυα.
῾ Ἡνίοχος Γοργόσι: [p. 146]
πιεῖν πιεῖν τις ἐγχείτω λαβὼν
πυριγενῆ κυκλοτερῆ βραχύωτον παχύστομον
κώθωνα, παῖδα φάρυγος.
Θεόπομπος Στρατιώτισιν
ἐγὼ γὰρ ἂν κώθωνος ἐκ στρεψαύχενος
πίοιμι τὸν τράχηλον ἀνακεκλασμένη;
Ἄλεξις Ἐρίθοις:
εἶτα τετρακότυλον ἐπεσόβει κώθωνά μοι,
παλαιὸν οἴκων κτῆμα.
ἀπὸ δὲ τοῦ ποτηρίου τούτου καὶ ἀκρατοκώθωνας καλοῦσι τοὺς πλέονα ἄκρατον σπῶντας, ὡς Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους. Καλλίξεινος δ᾽ ἐν τετάρτῳ περὶ Ἀλεξανδρείας ἀναγράφων τὴν τοῦ Φιλαδέλφου πομπὴν καὶ καταλέγων πολλὰ ἐκπώματα γράφει καὶ τάδε: ‘ κώθωνες διμέτρητοι β᾽.’ 67. περὶ δὲ τοῦ κωθωνίζεσθαι καὶ ὅτι χρήσιμός ἐστι διὰ χρόνου ὁ κωθωνισμὸς Μνησίθεος ὁ Ἀθηναῖος ἰατρὸς ἐν τῇ περὶ Κωθωνισμοῦ ἐπιστολῇ φησιν οὕτως : ‘ συμβαίνει τοὺς μὲν πολὺν ἄκρατον ἐν ταῖς συνουσίαις πίνοντας μεγάλα βλάπτεσθαι καὶ τὸ σῶμα καὶ τὴν ψυχήν. τὸ μέντοι κωθωνίζεσθαι διά τινων ἡμερῶν δοκεῖ μοι ποιεῖν τινα καὶ τοῦ σώματος κάθαρσιν καὶ τῆς ψυχῆς ἄνεσιν. γίγνονται γάρ τινες ἡμῖν ἐκ τῶν καθ᾽ ἡμέραν [p. 148] συμποσίων ἐπιπόλαιοι δριμύτητες: ταύταις οὖν ἐστι τῶν μὲν πόρων οἰκειότατος ὁ διὰ τῆς οὐρήσεως, τῶν δὲ καθάρσεων ἡ διὰ τῶν κωθωνισμῶν πρέπει μάλιστα, κατανίζεται γὰρ τὸ σῶμα τοῖς οἴνοις: ὑγρὸν γὰρ καὶ θερμὸν ὁ οἶνος: τὸ δὲ ἀφ᾽ ἡμῶν διηθούμενον οὖρόν ἐστιν δριμύ, τὰ γοῦν ἱμάτια τούτῳ χρώμενοι ῥύμματι πλύνουσιν οἱ γναφεῖς. τρία δὲ παραφύλαττε ὅταν κωθωνίζῃ: μὴ πονηρὸν οἶνον πίνειν μηδὲ ἄκρατον μηδὲ τραγηματίζεσθαι ἐν τοῖς κωθωνισμοῖς. ὅταν δ᾽ ἱκανῶς ἔχῃς ἤδη, μὴ κοιμῶ πρὶν ἂν ἐμέσῃς πλέον ἢ ἔλαττον. εἶτα ἐὰν μὲν ἐμέσῃς ἱκανῶς, ἀναπαύου μικρόν: περιχεάμενος: ἐὰν δὲ μὴ δυνηθῇς ἱκανῶς κενῶσαι σαυτόν, πλείονι χρῆσαι τῷ λουτρῷ καὶ : εἰς τὴν πύελον κατακλίθητι σφόδρα εἰς θερμὸν ὕδωρ.’ ῾ Πολέμων δ᾽ ἐν πέμπτῳ τῶν πρὸς Ἀδαῖον καὶ Ἀντίγονόν φησι: ‘ Διόνυσος τέλειος καθήμενος ἐπὶ πέτρας: ἐξ εὐωνύμων δ᾽ αὐτοῦ Σάτυρος φαλακρός, ἐν τῇ δεξιᾷ κώθωνα μόνωτον ῥαβδωτὸν κρατῶν.’ 68.
λαβρωνία ἐκπώματος Περσικοῦ εἶδος ἀπὸ τῆς ἐν τῷ πίνειν λαβρότητος ὠνομασμένον. πλατὺ δ᾽ ἐστὶ τῇ κατασκευῇ καὶ μέγα: ἔχει δὲ καὶ ὦτα [p. 150] μεγάλα: εἴρηται δὲ καὶ ἀρσενικῶς ὁ λαβρώνιος, Μένανδρος Ἁλιεῖ:
εὐποροῦμεν,2 οὐδὲ μετρίως;: ἐκ Κυίνδων χρυσίον,
Περσικαὶ στολαὶ δὲ κεῖνται: πορφυρᾶ , τορεύματα
ἔνδον ἔστ᾽, ἄνδρες, ποτήρἰ: ἄλλα τ᾽ ἀργυρώματα,6 κἀκτυπωμάτων πρόσωπα, τραγέλαφοι, λαβρώνιοι.
ἐν δὲ Φιλαδέλφοις:
ἤδη δ᾽ ἐπιχύσεις διάλιθοι, λαβρώνιοι,
Πέρσαι δ᾽ ἔχοντες μυιοσόβας ἑστήκεσαν.
Ἵππαρχος δ᾽ ἐν Θαίδι:
ὁ λαβρώνιος δ᾽ ἔσθ᾽ 10 οὗτος ὄρνις; β. Ἡράκλεις,
ποτήριον χρυσοῦς διακοσίους ἄγον.
α. ὢ περιβοήτου, φιλτάτη, λαβρωνίου.
Δίφιλος Τιθραύστῃ καὶ ἄλλα γένη καταλέγων ποτηρίων φησί:
πρίστις, τραγέλαφος,12 βατιάκη, λαβρώνιος.
ἀνδραπόδι᾽ ἤδη ταῦθ᾽, ὁρᾷς, ἥκιστά γε,
ἐκπωμάτων δ᾽ ὀνόματα. β. πρὸς τῆς Ἑστίας.
α. ὁ λαβρώνιος χρυσῶν δέ, παῖδες, εἴκοσι. [p. 152]
Δίδυμος δ᾽ ὅμοιον εἶναί φησιν αὐτὸ βομβυλιῷ ἢ βατιακίῳ. 69.
Λάκαιναι κυλίκων εἶδος οὕτως λεγόμενον ἢ ἀπὸ τοῦ κεράμου, ὡς τὰ Ἀττικὰ σκεύη, ἢ ἀπὸ τοῦ σχήματος ἐπιχωριάσαντος ἐκεῖ, ὥσπερ ... αἱ Θηρίκλειαι λέγονται. Ἀριστοφάνης Δαιταλεῦσι:
Συβαρίτιδὰς τ᾽ εὐωχίας, καὶ Χῖον ἐκ Λακαινᾶν
κυλίκων μεθ᾽ ἡδέων σπάσαι φίλων:
70.
λεπαστή. οἱ μὲν ὀξύνουσι τὴν τελευταίαν, ὡς καλή, οἱ δὲ παροξύνουσιν, ὡς μεγάλη, τοῦτο δὲ τὸ ποτήριον ὠνομάσθη ἀπὸ τῶν εἰς τὰς μέθας καὶ τὰς ἀσωτίας πολλὰ ἀναλισκόντων, οὓς λαφύκτας καλοῦμεν. κύλικες δ᾽ ἦσαν μεγάλαι. ι Ἀριστοφάνης Εἰρήνῃ:
τί δῆτ᾽ ἂν εἰ πίοις οἴνου κύλικα λεπαστήν;
ἀφ᾽ ἧς ἔστι λάψαι, τουτέστιν ἁθρόως πιεῖν, κατεναντίον τῷ λεγομένῳ βομβυλιῷ, φησὶν γάρ που ὁ αὐτός [p. 154]
τὸ δ᾽ αἷμα λέλαφας τοὐμόν, ὦναξ δέσποτα,
οἷον ἅθρουν μ᾽ ἐξέπιες. ἐν δὲ Γηρυτάδῃ:
ἦν δὲ
τὸ πρᾶγμ᾽ ἑορτή, περιέφερε δὲ κύκλῳ λεπαστὴν
ἡμῖν ταχὺ προσφέρων παῖς οἰνοχόος σφόδρα κυανοβενθῆ,
τὸ βάθος παρίστησιν ὁ κωμικὸς τοῦ ποτηρίου. Ἀντιφάνης δὲ ἐν Ἀσκληπιῷ:
τὴν δὲ γραῦν τὴν ἀσθενοῦσαν πάνυ πάλαι, τὴν βρυτικήν,
ῥίζιον τρίψας τι μικρὸν δελεάσας τε γεννικῇ
τὸ μέγεθος κοίλῃ λεπαστῇ, τοῦτ᾽ ἐποίησεν ἐκπιεῖν.
Φιλύλλιος Αὔγῃ:
πάντα γὰρ ἦν
μέστ᾽ ἀνδρῶν καὶ μειρακίων
πινόντων ὁμοῦ δ᾽ ἄλλων
γρᾴδι᾽ ἦν μεγάλαισιν οἴνου χαίροντα λεπασταῖς.
Θεόπομπος Παμφίλῃ:
σπόγγος, λεκάνη, πτερόν, λεπαστὴ πάνυ πυκνή,
ἣν ἐκπιοῦσ᾽ ἄκρατον Ἀγαθοῦ Δαίμονος
τέττιξ κελαδεῖ.
καὶ ἐν Μήδῳ: [p. 156]
ὣς ποτ᾽ ἐκήλησεν Καλλίστρατος υἷας Ἀχαιῶν,
κέρμα φίλον διαδοὺς ὅτε συμμαχίαν ἐρέεινεν
οἶον δ᾽ οὐ κήλησε δέμας λεπτὸν Ῥαδάμανθυν
Λύσανδρον κώθωνι, πρὶν αὐτῷ δῶκε λεπαστήν.
Ἀμερίας δέ φησι τὴν οἰνοχόην λεπαστὴν καλεῖσθαι. Ἀριστοφάνης δὲ καὶ Ἀπολλόδωρος γένος εἶναι κύλικος. Φερεκράτης Κραπατάλλοις:
τῶν θεατῶν δ᾽ ὅστις ἂν
διψῇ, λεπαστὴν ἐγχεάμενον ἔστιν ἐκχαρυβδίσαι.
Νίκανδρος δ᾽ ὁ Κολοφώνιός φησιν Δόλοπας οὕτω καλεῖν τὴν κύλικα. Λυκόφρων δ᾽ ἐν τῷ θ περὶ Κωμῳδίας παραθέμενος τὰ Φερεκράτους καὶ αὐτὸς εἶναί φησι γένος κύλικος τὴν λεπαστήν. μόσχος δ᾽ ἐν ἐξηγήσει Ῥοδιακῶν Λέξεων κεραμεοῦν ἀγγεῖόν φησιν αὐτὸ εἶναι, ἐοικὸς ταῖς λεγομέναις πτωματίσιν,4 ἐκπεταλώτερον δέ. Ἀρτεμίδωρος δ᾽ ὁ Ἀριστοφάνειος ποτήριον ποιόν. Ἀπολλοφάνης δὲ Κρησί:
καὶ λεπαστὰ μ᾽ ἁδύοινος εὐφρανεῖ δι᾽ ἁμέρας. [p. 158]
Θεόπομπος Παμφίλῃ:
λεπαστὴ μάλα συχνή,
ἣν ἐκπιοῦσ᾽ ἄκρατον Ἀγαθοῦ Δαίμονος
περίστατον βοῶσα τὴν κώμην ποεῖ.
Νίκανδρος δ᾽ ὁ Θυατειρηνὸς ‘ κύλιξ,’ φησί, ‘ μείζων,’ παρατιθέμενος Τηλεκλείδου ἐκ Πρυτάνεων
καὶ μελιχρὸν οἶνον ἕλκειν
ἐξ ἡδύπνου λεπαστῆς.
Ἕρμιππος Μοίραις:
ἂν ἐγὼ πάθω τι τήνδε τὴν λεπαστὴν ἐκπιών,
τῷ Διονύσῳ πάντα τἀμαυτοῦ δίδωμι χρήματα.
71.
λοιβάσιον κύλιξ, ὥς φησι Κλείταρχος καὶ Νίκανδρος ὁ Θυατειρηνός..,4 ᾧ τὸ ἔλαιον ἐπισπένδουσι τοῖς ἱεροῖς, σπονδεῖον δὲ ᾧ τὸν οἶνον, καλεῖσθαι λέγων λοιβίδας καὶ τὰ σπονδεῖα ὑπὸ Ἀντιμάχου τοῦ Κολοφωνίου.
Λέσβιόν ὅτι ποτηρίου εἶδος, Ἡδύλος παρίστησιν ἐν Ἐπιγράμμασιν οὑτωσὶ λέγων
ἡ διαπινομένη Καλλίστιον ἀνδράσι, θαῦμα
κου᾽ ψευδές, νῆστις τρεῖς χόας ἐξέπιεν
ἧς τόδε σοί, Παφίη, ζωραῖς μύρρῃσι θυωθὲν
κεῖται πορφυρέης Λέσβιον ἐξ ὑέλου. [p. 160]
ἣν σὺ σάου πάντως, ὡς καὶ πάλι τῶν ἀπ᾽ ἐκείνης
σοὶ τοῖχοι γλυκερῶν σῦλα φέρωσι πόθων.
λουτήριον. Ἐπιγένης Μνηματίῳ ἐν τῷ τῶν ποτηρίων καταλόγῳ φησί:
κρατῆρες, κάδοι,
ὁλκεῖα, κρουνεῖ᾽. β. ἔστι γὰρ κρουνεῖα; α. ναί.
λουτήρι᾽ ἀλλὰ τί καθ᾽ ἕκαστα δεῖ λέγειν;
ὄψει γὰρ αὐτός.
72.
Λυκιουργεῖς. φιάλαι τινὲς οὕτως καλοῦνται ἀπὸ Λύκωνος τοῦ κατασκευασαμένου,6 ὡς καὶ Κονώνειοι αἱ ὑπὸ Κόνωνος ποιηθεῖσαι. μνημονεύει τοῦ Λύκωνος Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου κἀν τῷ πρὸς Τιμόθεον ὑπὲρ χρέως λέγων οὕτως: ‘ φιάλας Λυκιουργεῖς δύο.’ ἐν δὲ τῷ πρὸς Τιμόθεον γράφει: ‘ δίδωσιν ἀποθεῖναι τῷ Φορμίωνι μετὰ τῶν χρημάτων καὶ ἄλλας φιάλας Λυκιουργεῖς δύο.’ Ἡρόδοτος δ᾽ ἐν ζ ‘ προβόλους δύο Λυκιουργίδας ἢ λυκοεργέας,’ ὅτι ἀκόντιά ἐστι πρὸς λύκων θήραν ἐπιτήδεια ἢ ἐν Λυκίᾳ [p. 162] εἰργασμένα. ὅπερ ἐξηγούμενος Δίδυμος ὁ γραμματικὸς τὰς ὑπὸ Λυκίου φησὶ κατεσκευασμένας. ἦν δὲ οὗτος τὸ γένος Βοιώτιος ἐξ Ἐλευθερῶν,1 υἱὸς Μύρωνος τοῦ ἀνδριαντοποιοῦ, ὡς Πολέμων φησὶν ἐν α περὶ Ἀκροπόλεως, ἀγνοεῖ δ᾽ ὁ γραμματικὸς ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, ἀλλ᾽ ἀπὸ πόλεων ἢ ἐθνῶν. ι Ἀριστοφάνης τε γὰρ ἐν Εἰρήνῃ φησί:
τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος:
Κριτίας τε ἐν τῇ Λακεδαιμονίων Πολιτείᾳ: ‘ κλίνη Μιλησιουργὴς καὶ δίφρος Μιλησιουργής,5 κλίνη Χιουργὴς καὶ κρούπεζα Ῥηναιουργής.’ ῾ Ἡρόδοτός τε ἐν τῇ ἑβδόμῃ φησί: ‘ προβόλους δύο Λυκοεργέας.’ μήποτ᾽ οὖν καὶ παρὰ τῷ Ἡροδότῳ ὡς καὶ παρὰ τῷ Δημοσθένει γραπτέον Λυκιοεργέας, ἵν᾽ ἀκούηται τὰ ἐν Λυκίᾳ εἰργασμένα. 73.
μέλη. οὕτω καλεῖταί τινα ποτήρια ὧν μνημονεύει Ἀνάξιππος ἐν Φρέατι λέγων οὕτως
σὺ δὲ τὴν μέλην, Συρίσκε, ταυτηνὶ λαβὼν
ἔνεγκον ἐπὶ τὸ μνῆμ᾽ ἐκείνῃ, μανθάνεις ;
καὶ κατάχεον.
[p. 164]
μετάνιπτρον ἡ μετὰ τὸ δεῖπνον ἐπὴν ἀπονίψωνται διδομένη κύλιξ. ι Ἀντιφάνης Λαμπάδι:
δαίμονος
ἀγαθοῦ μετάνιπτρον, ἐντραγεῖν, σπονδή, κρότος.
Δίφιλος Σαπφοῖ:
Ἀρχίλοχε, δέξαι τήνδε τὴν μετανιπτρίδα
μεστὴν Διὸς σωτῆρος, Ἀγαθοῦ δαίμονος ...
ἔνιοι δὲ τὴν μετὰ τὸ νίψασθαι πόσιν, ὡς Σέλευκος ἐν Γλώσσαις. Καλλίας δ᾽ ἐν Κύκλωψι:
καὶ δέξαι τηνδὶ μετανιπτρίδα τῆς Ὑγιείας.
Φιλέταιρος Ἀσκληπιῷ:
ἐνέσεισε μεστὴν ἴσον ἴσῳ μετανιπτρίδα
μεγάλην, ἐπειπὼν τῆς Ὑγιείας τοὔνομα.
Φιλόξενος δ᾽ ὁ διθυραμβοποιὸς ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ μετὰ τὸ ἀπονίψασθαι τὰς χεῖρας προπίνων τινί φησι:
σὺ δὲ τάνδε Βακχίαν
εὔδροσον πλήρη μετανιπτρίδα δέξαι.
πραΰ τί τοι Βρόμιος γάνος τόδε δοὺς ἐπὶ τέρψιν
πάντας ἄγει.
Ἀντιφάνης Λαμπάδι:
τράπεζα φυστημινεις, ἅμα δ᾽ ἦν Δαίμονος
ἀγαθοῦ μετάνιπτρον. [p. 166]
Νικόστρατος Ἀντερώσῃ:
μετανιπτρίδ᾽ αὐτῷ τῆς Ὑγιείας ἔγχεον.
74.
μαστὸς. Ἀπολλόδωρος ὁ Κυρηναῖος, ὡς Πάμφιλός φησι, Παφίους τὸ ποτήριον οὕτως καλεῖν.
μαθαλίδας Βλαῖσος ἐν Σατούρνῳ φησὶν
ἑπτὰ μαθαλίδας
ἐπίχεον ἁμὶν τῶ γλυκυτάτω.
Πάμφιλος δέ φησι: ‘ μήποτε ἐκπώματός ἐστιν εἶδος, ἢ μέτρον οἷον κύαθος.’ Διόδωρος δὲ κύλικα ἀποδίδωσι. 75.
Μάνης ποτηρίου εἶδος. Νίκων Κιθαρῳδῷ:
καὶ πάνυ τις εὐκαίρως ‘ προπίνω,’ φησί, ‘σοί,3
πατριῶτα.’ μάνην δ᾽ ἔλαβε κεραμεοῦν ἁδρόν,
χωροῦντα κοτύλας πέντ᾽ ἴσως. ἐδεξάμην.
παρέθετο τὰ ἰαμβεῖα καὶ Δίδυμος καὶ Πάμφιλος. καλεῖται δὲ μάνης καὶ τὸ ἐπὶ τοῦ κοττάβου ἐφεστηκός, ἐφ᾽ οὗ τὰς λάταγας ἐν παιδιᾷ ἔπεμπον ὅπερ ὁ Σοφοκλῆς ἐν Σαλμωνεῖ ὁ χάλκειον ἔφη κάρα, λέγων οὕτως:
τάδ᾽ ἐστὶ κνισμὸς καὶ φιλημάτων ψόφος:
τῷ καλλικοτταβοῦντι νικητήρια
τίθημι καὶ βαλόντι χάλκειον κάρα, [p. 168]
Ἀντιφάνης Ἀφροδίτης Γοναῖς:
ἐγὼ ' πιδείξω καθ᾽ ἓν ὃς ἂν τὸν κότταβον
ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν Β.
πλάστιγγα; ποίαν; τοῦτο τοὐπικείμενον
ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις;
α. τοῦτ᾽ ἐστὶ πλάστιγξ—οὖτος ὁ κρατῶν γίνεται.
β. πῶς δ᾽ εἴσεταί τις τοῦτ᾽; α. ἐὰν τύχῃ μόνον
αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος
ἔσται πάνυ πολύς. β. πρὸς θεῶν, τῷ κοττάβῳ
πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης;
Ἕρμιππος Μοίραις:
ῥάβδον δ᾽ ὄψει φησί τὴν κοτταβικὴν
ἐν τοῖς ἀχύροισι κυλινδομένην,
μάνης δ᾽ οὐδὲν λατάγων ἀίει:
τὴν δὲ τάλαιναν πλάστιγγ᾽ ἂν ἴδοις
παρὰ τὸν στροφέα τῆς κηπαίας
ἐν τοῖσι κορήμασιν οὖσαν.
76.
Νεστορίς. περὶ τῆς ἰδέας τοῦ Νέστορος ποτηρίου φησὶν ὁ ποιητής:
πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγ᾽ ὁ γεραιός,
χρυσείοις ἥλοισι πεπαρμένον οὔατα δ᾽ αὐτοῦ
τέσσαρ᾽ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
χρύσειαι νεμέθοντο δύω δ᾽ ὑπὸ πυθμένες ἦσαν.
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
πλεῖον ἐὸν Νέστωρ δ᾽ ὁ γέρων ἀμογητὶ ἄειρεν. [p. 170]
ἐν τούτοις ζητεῖται πρῶτον μὲν τί ποτ᾽ ἐστὶ τὸ χρυσείοις ἥλοισι πεπαρμένον, ἔπειτα τί τὸ οὔατα δ᾽ αὐτοῦ τέσσαρ᾽ ἔσαν. τὰ γὰρ ἄλλα ποτήριά φησιν ὁ Μυρλεανὸς Ἀσκληπιάδης ἐν τῷ περὶ τῆς Νεστορίδος δύο ὦτα ἔχειν. πελειάδας δὲ πῶς ἄν τις ὑπόθοιτο νεμομένας περὶ ἕκαστον τῶν ὤτων; πῶς δὲ καὶ λέγει δύο πυθμένας εἶναι τοῦ ποτηρίου; ἰδίως δὲ καὶ τοῦτο λέγεται ὅτι οἱ μὲν ἄλλοι μογοῦντες ἐβάσταζον τὸ ποτήριον, Νέστωρ δ᾽ ὁ γέρων ἀμογητὶ ἄειρεν. ταῦτα προθέμενος ὁ Ἀσκληπιάδης ζητεῖ περὶ τῶν ἥλων, πῶς πεπαρμένους αὐτοὺς δεῖ δέχεσθαι. οἱ μὲν οὖν λέγουσιν ἔξωθεν δεῖν ἐμπείρεσθαι τοὺς χρυσοῦς ἥλους τῷ ἀργυρῷ ἐκπώματι κατὰ τὸν τῆς ἐμπαιστικῆς τέχνης λόγον, ὡς καὶ ἐπὶ τοῦ Ἀχιλλέως σκήπτρου:
ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
χρυσείοις ἥλοισι πεπαρμένον.
ἐμφαίνεται γὰρ ὡς τῶν ἥλων ἐμπεπερονημένων καθάπερ ἐπὶ τῶν ῥοπάλων. καὶ ἐπὶ τοῦ ξίφους τοῦ Ἀγαμέμνονος:
ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετο ξίφος: ἐν δὲ οἱ ἧλοι
χρύσειοι πάμφαινον ἀτὰρ περὶ κουλεὸν ἦεν
ἀργύρεον.
Ἀπελλῆς μὲν οὖν ὁ τορευτὴς ἐπεδείκνυεν, φησίν, ἡμῖν ἔν τισι Κορινθιακοῖς ἔργοις τὴν τῶν ἥλων θέσιν. ἐξοχὴ δ᾽ ἦν ὀλίγη τοῖς κολαπτῆρσιν [p. 172] ἐπηρμένη καὶ οἱονεὶ κεφαλίδας ἥλων ἀποτελοῦσα. πεπάρθαι δὲ λέγεται τοὺς ἥλους ὑπὸ τοῦ ποιητοῦ οὐχ ὅτι ἔξωθεν πρόσκεινται καὶ πεπαρμένοι εἰσίν, ἀλλ᾽ ὅτι ἐμπεπαρμένοις ἐοίκασιν ἔξω τε ὀλίγῳ προὔχουσι, μετέωροι τῆς ἄλλης ἐπιφανείας ὄντες. 77. καὶ περὶ τῶν ὤτων οὕτως διορίζονται, ὅτι εἶχεν μὲν δύο ὦτα ἄνω καθότι καὶ τἄλλα ποτήρια, ἄλλα δὲ δύο κατὰ τὸ κύρτωμα μέσον ἐξ ἀμφοῖν τοῖν μεροῖν μικρά, παρόμοια ταῖς Κορινθιακαῖς ὑδρίαις. ὁ δὲ Ἀπελλῆς ἐντέχνως ἄγαν ὑπέδειξε τὴν τῶν τεσσάρων ὤτων σχέσιν ἔχουσαν ὧδε. ἐκ μιᾶς οἱονεὶ ῥίζης, ἥτις τῷ πυθμένι προσκυρεῖ ,2 καθ᾽ ἑκάτερον τὸ οὖς διασχιδεῖς εἰσι ῥάβδοι ἐπ᾽ ἀμφοῖν, οὐ πολὺ ἀπ᾽ ἀλλήλων διεστῶσαι διάστημα, αὗται μέχρι τοῦ χείλους διήκουσαι τοῦ ποτηρίου καὶ μικρὸν ἔτι μετεωριζόμεναι κατὰ μὲν τὴν ἀπόστασιν τοῦ ἀγγείου φυλάττουσι τὴν διάσχισιν, κατὰ δὲ τὸ ἀπολῆγον πρὸς τὴν τοῦ χείλους ἔρεισιν πάλιν συμφυεῖς εἰσιν. καὶ γίνεται τὸν τρόπον τοῦτον τέτταρα ὦτα. τοῦτο δὲ οὐκ ἐπὶ πάντων, ἀλλ᾽ ἐπ᾽ ἐνίων ποτηρίων τὸ εἶδος τῆς κατασκευῆς θεωρεῖται, μάλιστα δὲ τῶν λεγομένων Σελευκίδων. τὸ δ᾽ ἐπὶ τῶν δυεῖν πυθμένων ζητούμενον, πῶς λέγεται τὸ δύο δ᾽ ὑπὸ πυθμένες ἦσαν, διαλύουσιν οὕτως τινές, τῶν ποτηρίων τινὰ μὲν ἕνα πυθμένα ἔχειν [p. 174] τὸν φυσικὸν καὶ συγκεχαλκευμένον τῷ ὅλῳ ποτηρίῳ, καθότι τὰ λεγόμενα κυμβία καὶ τὰς φιάλας καὶ εἴ τι φιαλῶδές ἐστι τὴν ἰδέαν τινὰ δὲ δύο, ὥσπερ τὰ ᾠοσκύφια καὶ τὰ κανθάρια καὶ τὰς Σελευκίδας καὶ τὰ καρχήσια καὶ τὰ τούτοις ὅμοια: ἕνα μὲν γὰρ εἶναι πυθμένα τὸν κατὰ τὸ κύτος συγκεχαλκευμένον ὅλῳ τῷ ἀγγείῳ, ἕτερον δὲ τὸν πρόσθετον, ἀπὸ ὀξέος ἀρχόμενον, καταλήγοντα δ᾽ εἰς πλατύτερον, ἐφ᾽ οὗ ἵσταται τὸ ποτήριον. καὶ τὸ τοῦ Νέστορος οὖν δέπας φασὶν εἶναι τοιοῦτον. δύναται δὲ καὶ δύο πυθμένας ὑποτίθεσθαι, τὸν μὲν οἷον τοῦ ποτηρίου φέροντα τὸν ὅλον ὄγκον καὶ κατὰ μείζονα κυκλοειδῆ περιγραφὴν ἔξαρσιν ἔχοντα τοῦ ὕψους σύμμετρον, τὸν δὲ κατ᾽ ἐλάττω κύκλον συνεχόμενον ἐν τῷ μείζονι,3 καθ᾽ ὅσον συννεύειν συμβέβηκεν εἰς ὀξὺ τὸν φυσικὸν τοῦ ποτηρίου πυθμένα, ὥστε ὑπὸ δυοῖν πυθμένοιν φέρεσθαι τὸ ἔκπωμα. Διονύσιος δὲ ὁ Θρᾲξ ἐν Ῥόδῳ λέγεται τὴν Νεστορίδα κατασκευάσαι τῶν μαθητῶν αὐτῷ συνενεγκάντων τἀργύριον ὅπερ Προμαθίδας ὁ Ἡρακλεώτης ἐξηγούμενος τὴν κατὰ τὸν Διονύσιον διάταξίν φησιν σκύφον εἶναι παρακειμένως ἔχοντα τὰ ὦτα, καθάπερ αἱ δίπρῳροι τῶν νεῶν, περὶ δὲ τὰ ὦτα τὰς περιστεράς: ὡσπερεὶ δέ τινα ῥοπάλια [p. 176] δύο ὑποκεῖσθαι τῷ ποτηρίῳ πλάγια διὰ μήκους: ταῦτα δ᾽ εἶναι τοὺς δύο πυθμένας, ὁποῖόν τι καὶ νῦν ἔστιν ἰδεῖν ἐν Καπύῃ πόλει τῆς Καμπανίας ἀνακείμενον τῇ Ἀρτέμιδι ποτήριον, ὅπερ λέγουσιν ἐκεῖνοι Νέστορος γεγονέναι ἐστὶ δὲ ἀργύρεον, χρυσοῖς γράμμασιν ἐντετυπωμένα ἔχον τὰ Ὁμηρικὰ ἔπη.
“ἐγὼ78. δέ,” φησὶν ὁ Μυρλεανός, “ τάδε λέγω περὶ τοῦ ποτηρίου, οἱ παλαιοὶ καὶ τὰ περὶ τὴν ἥμερον τροφὴν πρῶτοι διαταξάμενοι τοῖς ἀνθρώποις, πειθόμενοι τὸν κόσμον εἶναι σφαιροειδῆ, λαμβάνοντες ἔκ τε τοῦ ἡλίου καὶ τῆς σελήνης σχήματος ἐναργεῖς τὰς φαντασίας,3 καὶ τὰ περὶ τὴν ἰδίαν τροφὴν τῷ περιέχοντι κατὰ τὴν ἰδέαν τοῦ σχήματος ἀφομοιοῦν εἶναι δίκαιον ἐνόμιζον. διὸ τὴν τράπεζαν κυκλοειδῆ κατεσκευάσαντο καὶ τοὺς τρίποδας τοὺς τοῖς θεοῖς καθαγιζομένους κυκλοτερεῖς καὶ ἀστέρας ἔχοντας,7 καὶ φθόεις, οὓς καὶ καλοῦσι σελήνας. καὶ τὸν ἄρτον δ᾽ ἐκάλεσαν ὅτι τῶν σχημάτων ὁ κύκλος ἀπήρτισται καὶ ἔστι τέλειος, καὶ τὸ ποτήριον οὖν τὸ δεχόμενον τὴν ὑγρὰν τροφὴν κυκλοτερὲς ἐποίησαν κατὰ μίμημα τοῦ κόσμου, τὸ δὲ τοῦ Νέστορος καὶ ἰδιαίτερόν ἐστιν, ἔχει γὰρ καὶ ἀστέρας, οὓς ἥλοις ὁ ποιητὴς ἀπεικάζει διὰ τὸ τοὺς [p. 178] ἀστέρας περιφερεῖς εἶναι τοῖς ἥλοις ὁμοίως καὶ ἐμπεπηγέναι τῷ οὐρανῷ, καθὼς καὶ Ἄρατός φησιν ἐπ᾽ αὐτῶν
οὐρανῷ αἰὲν ἄρηρεν ἀγάλματα νυκτὸς ἰούσης.
περιττῶς δὲ καὶ τοῦτ᾽ ἔφρασεν ὁ ποιητής, τοὺς χρυσοῦς ἥλους παρατιθεὶς τῇ τοῦ ἀργυροῦ ἐκπώματος φύσει, τὴν τῶν ἀστέρων καὶ τοῦ οὐρανοῦ ἐκτυπῶν κατὰ τὴν ἰδέαν τῆς χρόας οὐσίαν, ὁ μὲν γὰρ οὐρανὸς ἀργύρῳ προσέοικεν, οἱ δὲ ἀστέρες χρυσῷ διὰ τὸ πυρῶδες.
ὑποθέμενος79. οὖν κατηστερισμένον τὸ τοῦ Νέστορος ποτήριον μεταβαίνει καὶ ἐπὶ τὰ κράτιστα τῶν ἀπλανῶν ἀστέρων, οἷς δὴ τεκμαίρονται τὰ περὶ τὴν ζωὴν οἱ ἄνθρωποι: λέγω δὲ τὰς πελειάδας. ὅταν γὰρ εἴπῃ:
δύω δὲ πελειάδες ἀμφὶς ἕκαστον
χρύσειαι νεμέθοντο,
πελειάδας οὐ σημαίνει τὰς ὄρνιθας, ἅς τινες ὑπονοοῦσι περιστερὰς εἶναι, ἁμαρτάνοντες. ἕτερον γὰρ εἶναὶ φησιν Ἀριστοτέλης πελειάδα καὶ ἕτερον περιστεράν. πελειάδας δ᾽ ὁ ποιητὴς καλεῖ νῦν τὰς Πλειάδας, πρὸς ἃς σπόρος τε καὶ ἀμητός,8 καὶ τῶν καρπῶν ἀρχὴ γενέσεως καὶ συναιρέσεως,9 καθά φησι καὶ Ἡσίοδος: [p. 180]
πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων
ἄρχεσθ᾽ ἀμητοῖ᾽,3 ἀρότοιο δὲ δυσομενάων.
καὶ Ἄρατος:
αἱ μὲν ὁμῶς ὀλίγαι καὶ ἀφεγγέες, ἀλλ᾽ ὀνομαστοὶ
ἦρι καὶ ἑσπέριαι, Ζεὺς δ᾽ αἴτιος, εἱλίσσονται
ὅς σφισι καὶ θέρεος καὶ χείματος ἀρχομένοιο
σημαίνειν ἐπένευσεν ἐπερχομένου τ᾽ ἀρότοιο.
τὰς οὖν τῆς τῶν καρπῶν γενέσεως καὶ τελειώσεως προσημαντικὰς Πλειάδας οἰκείως ἐνετόρευσε τῷ τοῦ σοφωτάτου Νέστορος ὁ ποιητὴς ποτηρίῳ: καὶ γὰρ τοῦτο τῆς ἑτέρας τροφῆς δεκτικὸν ἀγγεῖον. διὸ καὶ τῷ Διὶ τὴν ἀμβροσίαν τὰς Πελειάδας φέρειν φησί
: τῇ μὲν τ᾽ οὐδὲ ποτητὰ, παρέρχεται οὐδὲ Πέλειαι
τρήρωνες, ταὶ τ᾽ ἀμβροσίην Διὶ πατρὶ φέρουσι.
οὐ γὰρ τὰς πελειάδας τὰς ὄρνεις φέρειν νομιστέον, τῷ Διὶ τὴν ἀμβροσίαν, ὡς οἱ πολλοὶ δοξάζουσιν ἄσεμνον γάρ, ἀλλὰ τὰς Πλειάδας, οἰκεῖον γὰρ τὰς προσημαινούσας τῷ τῶν ἀνθρώπων γένει τὰς ὥρας, ταύτας καὶ τῷ Διὶ φέρειν τὴν ἀμβροσίαν. διόπερ ἀπὸ τῶν πτηνῶν αὐτὰς χωρίζει λέγων
τῇ μὲν τ᾽ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ Πέλειαι.
ὅτι δὲ τὰς Πλειάδας τὸ ἐνδοξότατον τῶν ἀπλανῶν [p. 182] ἄστρων ὑπείληφε, δῆλον ἐκ τοῦ προτάττειν αὐτὰς κατὰ τὴν τῶν ἄλλων συναρίθμησιν
ἐν δὲ τὰ τείρεα πάντα τὰ τ᾽ οὐρανὸς ἐστεφάνωται,
Πληιάδας θ᾽ Ὑάδας τε τό τε σθένος Ὠρίωνος
ἄρκτον θ᾽, ἣν καὶ Ἅμαξαν ἐπίκλησιν καλέουσιν.
ἐπλανήθησαν δ᾽ οἱ πολλοὶ νομίζοντες τὰς πελειάδας ὄρνεις εἶναι πρῶτον μὲν ἐκ τοῦ ποιητικοῦ σχηματισμοῦ τοῦ κατὰ τὴν πρόσθεσιν τοῦ γράμματος: ἔπειτα δ᾽ ὅτι τὸ τρήρωνες μόνων ἐδέξαντο εἶναι ἐπίθετον πελειάδων, ἐπεὶ διὰ τὴν ἀσθένειαν εὐλαβὴς ἡ ὄρνις αὕτη τρεῖν δ᾽ ἐστὶ τὸ εὐλαβεῖσθαι. πιθανὸν δ᾽ ἐστὶ τὸ ἐπίθετον καὶ ἐπὶ τῶν Πλειάδων τιθέμενον μυθεύονται γὰρ καὶ αὗται τὸν ' Ὠρίωνα φεύγειν, διωκομένης τῆς μητρὸς αὐτῶν Πληιόνης ὑπὸ τοῦ ' Ὠρίωνος. 80. ἡ δὲ τοῦ ὀνόματος ἐκτροπή, καθ᾽ ἣν αἱ Πλειάδες λέγονται Πέλειαι καὶ Πελειάδες, παρὰ πολλοῖς ἐστι τῶν ποιητῶν, πρώτη δὲ Μοιρὼ ἡ Βυζαντία καλῶς ἐδέξατο τὸν νοῦν τῶν Ὁμήρου ποιημάτων ἐν τῇ Μνημοσύνῃ ἐπιγραφομένῃ φάσκουσα τὴν ἀμβροσίαν τῷ Διὶ τὰς Πλειάδας κομίζειν. Κράτης δ᾽ ὁ κριτικὸς σφετερισάμενος αὐτῆς τὴν δόξαν ὡς 'ἴδιον ἐκφέρει τὸν λόγον. καὶ Σιμωνίδης δὲ τὰς Πλειάδας Πελειάδας εἴρηκεν ἐν τούτοις ι
δίδωτι δ᾽ εὖχος Ἑρμᾶς ἐναγώνιος,
Μαίας εὐπλοκάμοιο παῖς, ἔτικτε δ᾽ Ἄτλας [p. 184]
ἑπτὰ ἰοπλοκάμων φιλᾶν θυγατρῶν τὰν γ᾽ ἔξοχον εἶδος,
ταὶ καλέονται Πελειάδες οὐράνιαι.
σαφῶς γὰρ τὰς Πλειάδας οὔσας Ἄτλαντος θυγατέρας Πελειάδας καλεῖ, καθάπερ καὶ Πίνδαρος
ἐστὶ δ᾽ ἐοικὸς
ὀρειᾶν γε Πελειάδων
μὴ τηλόθεν Ὀαρίωνα νεῖσθαι.
σύνεγγυς γάρ ἐστιν ὁ ' Ὠρίων τῇ ἀστροθεσίᾳ τῶν Πλειάδων: διὸ καὶ ὁ περὶ ταύτας μῦθος, ὅτι φεύγουσι μετὰ τῆς μητρὸς τῆς Πληιόνης τὸν Ὠρίωνα, ὀρείας δὲ λέγει τὰς Πλειάδας ἐν ἴσῳ τῷ οὐρείας κατὰ παράλειψιν τοῦ υ, ἐπειδὴ κεῖνται ἐπὶ τῆς οὐρᾶς τοῦ ταύρου. καὶ Αἰσχύλος δ᾽ ἐκφανέστερον προσπαίζων τῷ ὀνόματι κατὰ τὴν ὁμοφωνίαν
φησὶ, αἱ δ᾽ ἕπτ᾽ Ἄτλαντος παῖδες ὠνομασμέναι
πατρὸς μέγιστον ἆθλον οὐρανοστεγῆ κλαίεσκον, ἔνθα νυκτέρων φαντασμάτων
ἔχουσι μορφὰς ἄπτεροι Πελειάδες.
ἀπτέρους γὰρ αὐτὰς εἴρηκε διὰ τὴν πρὸς τὰς ὄρνεις ὁμωνυμίαν. ἡ δὲ Μοιρὼ καὶ αὐτὴ τὸν τρόπον τοῦτόν φησι:
Ζεὺς δ᾽ ἄρ᾽ ἐνὶ Κρήτῃ τρέφετο μέγας, οὐδ᾽ ἄρα τίς νιν
ἠείδει μακάρων ὁ δ᾽ ἀέξετο πᾶσι μέλεσσι,
τὸν μὲν ἄρα τρήρωνες ὑπὸ ζαθέῳ τράφον ἄντρῳ [p. 186]
ἀμβροσίην φορέουσαι ἀπ᾽ ' Ὠκεανοῖο ῥοάων
νέκταρ δ᾽ ἐκ πέτρης μέγας αἰετὸς αἰὲν ἀφύσσων
γαμφηλῇς φορέεσκε ποτὸν Διὶ μητιόεντι.
τὸν καὶ νικήσας πατέρα Κρόνον εὐρύοπα Ζεὺς
ἀθάνατον ποίησε καὶ οὐρανῷ ἐγκατένασσεν.
ὣς δ᾽ αὕτως τρήρωσι πελειάσιν ὤπασε τιμήν,
αἳ δή τοι θέρεος καὶ χείματος ἄγγελοί εἰσι.
καὶ Σιμμίας δ᾽ ἐν τῇ Γοργοῖ φησιν
αἰθέρος ὠκεῖαι πρόπολοι πίλναντο Πέλειαι.
Ποσείδιππὸς τ᾽ ἐν τῇ Αἰσωπίᾳ:
οὐδέ τοι ἀκρόνυχοι ψυχραὶ δύνουσι Πέλειαι.
Λαμπροκλῆς δ᾽ ὁ διθυραμβοποιὸς καὶ ῥητῶς αὐτὰς εἶπεν ὁμωνυμεῖν ταῖς περιστεραῖς ἐν τούτοις:
αἵ τε ποταναῖς
ὁμώνυμοι πελειάσιν αἰθέρι κεῖσθε.
καὶ ὁ τὴν εἰς Ἡσίοδον δὲ ἀναφερομένην ποιήσας Ἀστρονομίαν αἰεὶ Πελειάδας αὐτὰς λέγει:
τὰς δὲ βροτοὶ καλέουσι Πελειάδας.
καὶ πάλιν
χειμέριαι δύνουσι Πελειάδες.
καὶ πάλιν
τῆμος ἀποκρύπτουσι Πελειάδες.
οὐδὲν οὖν ἄπιστον καὶ Ὅμηρον τὰς Πλειάδας κατὰ ποιητικὸν νόμον Πελειάδας ὠνομακέναι. [p. 188]81.
ἀποδεδειγμένου οὖν τοῦ ὅτι Πλειάδες ἦσαν ἐντετορευμέναι τῷ ποτηρίῳ, καθ᾽ ἕκαστον τῶν ὤτων δύο ὑποθετέον εἴτε βούλεταί τις ὀρνιθοφυεῖς κόρας εἴτ᾽ αὖ καὶ ἀνθρωποειδεῖς , ἄστροις δὲ πεποικιλμένας. τὸ μέντοι ' ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο οὐχ ὡς περὶ ἓν ἕκαστον ἀκουστέον γενήσονται γὰρ οὕτως η τὸν ἀριθμὸν ἀλλ᾽ ἐπείπερ ἔσχισται μὲν ἑκάτερον τῶν ὤτων εἰς δύο σχίσεις, τούτων δ᾽ αὖ συνάφεια κατὰ τὴν τελευταίαν ὑπόληξιν,2 ἕκαστον μὲν ἂν λέγοιτο καθὸ τέτταρες αἱ πᾶσαι σχίσεις τῶν ὤτων, ἑκάτερον δὲ καθὸ συμφυῆ πάλιν ἐπὶ τέλει γίνεται τῆς ἀνατάσεως αὐτῶν. ὅταν οὖν εἴπῃ:
δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
χρύσειαι νεμέθοντο, δύω δ᾽ ὑπὸ πυθμένες ἦσαν,
καθ᾽ ἑκατέραν τὴν σχίσιν τῶν ὤτων ἀκουσόμεθα μίαν πελειάδα: ἃς δοιὰς εἶπεν καθὸ συμφυεῖς εἰσιν ἀλλήλαις καὶ συνεζευγμέναι. τὸ γὰρ δοιοὶ καὶ δοιαὶ σημαίνει καὶ τὸ κατ᾽ ἀριθμὸν εἶδος, τὸ δύο, οἷον
δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
καὶ δοιὼ θεράποντε.7᾽ σημαίνει δὲ καὶ τὸ συμφυὲς καὶ τὸ συνεζευγμένον κατ᾽ ἀριθμόν, ὡς ἐν τούτοις:
δοιοὺς δ᾽ ἄρ᾽ ὑπήλυθε θάμνους
ἐξ ὁμόθεν πεφυῶτας, ὁ μὲν φυλίης, ὁ δ᾽ ἐλαίης.
γενήσονται οὖν ἐπὶ τῶν ὤτων τέσσαρες πελειάδες. [p. 190]82.
ἔπειθ᾽ ὅταν ἐπενέγκῃ τὸ
δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
χρύσειαι νεμέθοντο, δύω δ᾽ ὑπὸ πυθμένες ἦσαν,
ἀκουστέον οὐ πυθμένας δύο, ἀλλ᾽ οὐδὲ κατὰ διαίρεσιν ἀναγνωστέον, ὡς ὁ Θρᾲξ, Διονύσιος, ἀλλὰ κατὰ σύνθετον ὑποπυθμένες, ὅπως ἐπὶ τῶν πελειάδων ἀκούωμεν,1 ὅτι τέσσαρες μὲν ἦσαν ἐπὶ τῶν ὤτων, δύο δὲ ὑποπυθμένες, τουτέστιν ὑπὸ τῷ πυθμένι οἷον ὑποπυθμένιοι: ὥστε διακρατεῖσθαι τὸ δέπας ὑπὸ δυεῖν Πελειάδων ὑποκειμένων τῷ πυθμένι, ἓξ δὲ τὰς πάσας γενέσθαι Πλειάδας, ἐπείπερ ὁρῶνται τοσαῦται, λέγονται δὲ ἑπτά, καθότι καὶ Ἄρατός φησιν
ἑπτάποροι δὴ ταί γε μετ᾽ ἀνθρώποις καλέονται,
ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν.
οὐ μέν πως ἀπόλωλεν ἀπευθὴς ἐκ Διὸς ἀστήρ,
ἐξ οὗ καὶ γενεῆθεν ἀκούομεν ἀλλὰ μάλ᾽ αὕτως
εἴρεται,3 ἑπτὰ δ᾽ ἐκεῖναι ἐπιρρήδην καλέονται ...
ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν. τὸ ὁρώμενον οὖν ἐν τοῖς ἄστροις καὶ ἐν τῇ φαινομένῃ κατασκευῇ προσηκόντως ἐτόρευσεν. τοῦτο μέντοι καὶ ἐπὶ τοῦ Διὸς σημαίνειν πείθονται τὸν ποιητὴν ὅταν λέγῃ:
τῇ μὲν τ᾽ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι
τρήρωνες ταὶ τ᾽ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν. [p. 192]
ἀλλά τε καὶ τῶν αἰεὶ ἀφαιρεῖται λὶς πέτρη.
ἀλλ᾽ ἄλλην ἐνίησι πατήρ ἐναρίθμιον εἶναι
ὑπὸ τῆς ὀξύτητος τῶν πλαγκτῶν πετρῶν καὶ τῆς λειότητος ἀφαιρεῖσθαι λέγων μίαν τῶν Πλειάδων, ἄλλην δὲ πρὸς τοῦ Διὸς ἐνίεσθαι χάριν τοῦ σῴζειν τὸν ἀριθμὸν αὐτῶν, ποιητικῶς αἰνιττόμενος ὅτι τῶν Πλειάδων ἓξ ὁρωμένων ὅμως ὁ ἀριθμὸς αὐτῶν οὐκ ἀπόλλυται, λέγονται δὲ καὶ τῷ ἀριθμῷ καὶ τοῖς ὀνόμασιν ἑπτά.
83. πρὸς δὲ τοὺς λέγοντας οὐκ οἰκείως τῷ ποτηρίῳ ἐντετυπῶσθαι τὰς Πλειάδας, ξηρῶν τροφῶν οὔσας σημαντικάς, λεκτέον ὅτι τὸ δέπας ἀμφοτέρων τῶν τροφῶν ἐστιν δεκτικόν, κυκεὼν γὰρ ἐν αὐτῷ γίνεται: τοῦτο δ᾽ ἐστὶ πόσις ἐν τῷ κράματι τυρὸν ἔχουσα καὶ ἄλφιτον: ἄμφω δὲ ταῦτα κυκώμενα καὶ οὕτω πινόμενα λέγει ὁ ποιητής:
τοῖσι δὲ τεῦχε κυκεῶ ἐυπλόκαμος Ἑκαμήδη ...
ἣ σφῶιν πρῶτον μὲν ἐπιπροίηλε τράπεζαν
καλὴν κυανόπεζαν ἐύξοον, αὐτὰρ ἐπ᾽ αὐτῆς
χάλκειον κάνεον ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον
ἠδὲ μέλι χλωρόν, παρὰ δ᾽ ἀλφίτου ἱεροῦ ἀκτήν,
πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγ᾽ ὁ γεραιός ...
ἐν τῷ ῥά σφι κύκησε γυνὴ εἰκυῖα θεῇσιν
οἴνῳ Πραμνείῳ, ἐπὶ δ᾽ αἴγειον κνῆ τυρὸν [p. 194]
κνήστι χαλκείῃ, ἐπὶ δ᾽ ἄλφιτα λευκὰ πάλυνεν
πινέμεναι δ᾽ ἐκέλευεν, ἐπεὶ ῥ᾽ ὥπλισσε κυκεῶ.
84.
τὸ δὲ
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
πλεῖον ἐόν, Νέστωρ δ᾽ ὁ γέρων ἀμογητὶ ἄειρεν
οὐκ ἀκουστέον ἐπὶ μόνων Μαχάονος καὶ Νέστορος, ὡς οἴονταί τινες, τὸ ὃς ἀντὶ τοῦ ὃ λαμβάνοντες ἐπὶ τοῦ Μαχάονος:
ἀλλ᾽ ὃς μὲν μογέων ἀποκινήσασκε τραπέζης,
ἐκ τοῦ μογέων δηλοῦσθαι νομίζοντες, ἐπειδὴ τέτρωται. ὅτι δὲ καθ᾽ Ὅμηρον ὁ Μαχάων οὐ τέτρωται ἐν ἄλλοις δειχθήσεται. ἀγνοοῦσιν δ᾽ ὅτι τὸ ἄλλος Ὅμηρος οὐκ ἐπὶ μόνων Μαχάονος καὶ Νέστορος ἔθηκε, δύο γὰρ οὗτοι πίνουσιν, ἀλλ᾽ εἶπεν ἂν ἕτερος, τοῦτο γὰρ ἐπὶ δύο τάσσεσθαι πέφυκεν, ὡς καὶ ἐπὶ τούτων ι
οἴσετε δ᾽ ἄρν᾽ ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν.
ἔπειτα δὲ τὸ ὃς ἀντὶ προτακτικοῦ τοῦ ὃ Ὅμηρος οὐδέποτε τίθησι: τοὔμπαλιν δὲ ἀντὶ τοῦ ὃς ὑποτακτικοῦ παραλαμβάνει τὸ προτακτικὸν ὅ, οἷον [p. 196]
ἔνθα δέ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ᾽ ἀνδρῶν.
ἐλλείπει οὖν τό τις μόριον τὸ γὰρ πλῆρές ἐστιν ' ἄλλος μέν τις μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν, Νέστωρ δ᾽ ὁ γέρων ἀμογητὶ ἄειρεν,' ὡς παντὸς ἀνθρώπου μόλις ἂν ἀποκινήσαντος ἀπὸ τῆς τραπέζης τὸ ποτήριον, τοῦ δὲ Νέστορος αὐτὸ ῥᾳδίως βαστάζοντος δίχα πόνου καὶ κακοπαθείας. τὸ γὰρ ποτήριον ὑφίσταται μέγα κατὰ τὸ κύτος καὶ βαρὺ τὴν ὁλκήν, ὅπερ φιλοπότης ὢν ὁ Νέστωρ ἐκ τῆς συνεχοῦς συνηθείας ῥᾳδίως βαστάζειν ἔσθενε.
85. Σωσίβιος δ᾽ ὁ λυτικὸς προθεὶς τὰ ἔπη:
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
πλεῖον ἐόν, Νέστωρ δὲ ὁ γέρων ἀμογητὶ ἄειρεν,
γράφει κατὰ λέξιν ' νῦν τὸ μὲν ἐπιτιμώμενόν ἐστι τῷ ποιητῇ ὅτι τοὺς μὲν λοιποὺς εἶπε μογέοντας ἀείρειν τὸ δέπας, τὸν δὲ Νέστορα μόνον ἀμογητί. ἄλογον δ᾽ ἐδόκει Διομήδους καὶ Αἴαντος, ἔτι δ᾽ Ἀχιλλέως παρόντων εἰσάγεσθαι τὸν Νέστορα γενναιότερον, τῇ ἡλικίᾳ προβεβηκότα. τούτων τοίνυν οὕτως κατηγορουμένων τῇ ἀναστροφῇ χρησάμενοι ἀπολύομεν τὸν ποιητήν. ἀπὸ γὰρ τούτου τοῦ ἑξαμέτρου ‘ πλεῖον ἐόν, Νέστωρ δ᾽ ὁ γέρων ἀμογητὶ ἄειρεν’ ἀπὸ τοῦ μέσου ἐξελόντες τὸ γέρων τάξομεν τοῦ πρώτου στίχου πρὸς τὴν ἀρχὴν ὑπὸ τὸ ἄλλος μέν, εἶτα τὸ ἐξ ἀρχῆς συνερούμεν ‘ ἄλλος μὲν γέρων μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν, ὁ δὲ [p. 198] Νέστωρ ἀπονητὶ ἄειρεν.’ νῦν οὖν οὕτω τεταγμένων ὁ Νέστωρ φαίνεται τῶν μὲν λοιπῶν πρεσβυτῶν μόνος τὸ δέπας ἀμογητὶ ἀείρων ταῦτα καὶ ὁ θαυμάσιος λυτικὸς Σωσίβιος, ὃν οὐκ ἀχαρίτως διέπαιξε διὰ τὰς πολυθρυλήτους ταύτας καὶ τὰς τοιαύτας λύσεις Πτολεμαῖος ὁ Φιλάδελφος βασιλεύς, λαμβάνοντος γὰρ αὐτοῦ σύνταξιν βασιλικήν, μεταπεμψάμενος τοὺς ταμίας ἐκέλευσεν, ἐὰν παραγένηται ὁ Σωσίβιος ἐπὶ τὴν ἀπαίτησιν τῆς συντάξεως, λέγειν αὐτῷ ὅτι ἀπείληφε. καὶ μετ᾽ οὐ πολὺ παραγενομένῳ καὶ αἰτοῦντι εἰπόντες δεδωκέναι αὐτῷ τὰς ἡσυχίας εἶχον,4 ὁ δὲ τῷ βασιλεῖ προσελθὼν κατεμέμφετο τοὺς ταμίας. Πτολεμαῖος δὲ μεταπεμψάμενος αὐτοὺς καὶ ἥκειν κελεύσας μετὰ τῶν βιβλίων, ἐν οἷς αἱ ἀναγραφαί εἰσι τῶν τὰς συντάξεις λαμβανόντων,6 λαβὼν ταύτας εἰς χεῖρας ὁ βασιλεὺς καὶ κατιδὼν ἔφη καὶ αὐτὸς εἰληφέναι αὐτὸν οὕτωσ- ἦν ὀνόματα ἐγγεγραμμένα ταῦτα, Σωτῆρος Σωσιγένους Βίωνος Ἀπολλωνίου: εἰς ἃ ἀποβλέψας ὁ βασιλεὺς εἶπεν ' ὦ θαυμάσιε λυτικέ, ἐὰν ἀφέλῃς τοῦ Σωτῆρος τὸ σω καὶ τοῦ Σωσιγένους τὸ σω καὶ τοῦ Βίωνος τὴν πρώτην συλλαβὴν καὶ τὴν τελευταίαν τοῦ Ἀπολλωνίου,11 εὑρήσεις σαυτὸν ἀπειληφότα κατὰ τὰς σὰς ἐπινοίας. καὶ ‘ταῦτ᾽ οὐχ ὑπ᾽ ἄλλων, ἀλλὰ τοῖς αὑτοῦ πτεροῖς’ κατὰ τὸν [p. 200] θαυμάσιον Αἰσχύλον ἁλίσκῃ, ἀπροσδιονύσους λύσεις πραγματευόμενος.'86.
ὅλμος ποτήριον κερατίου τρόπον εἰργασμένον. Μενεσθένης ἐν δ Πολιτικῶν γράφει οὕτως: ‘ἀλβατάνης δὲ στρεπτὸν καὶ ὅλμον χρυσοῦν. ὁ δὲ ὅλμος ἐστὶ ποτήριον κερατίου τρόπον εἰργασμένον, ὕψος ὡς πυγονιαῖον.’ 87.
ὀξύβαφον. ἡ μὲν κοινὴ συνήθεια οὕτως καλεῖ τὸ ὄξους δεκτικὸν σκεῦος : ἐστὶ δὲ καὶ ὄνομα ποτηρίου, οὗ μνημονεύει Κρατῖνος μὲν ἐν Πυτίνῃ οὕτως:
πῶς τις αὐτόν, πῶς τις ἂν
ἀπὸ τοῦ πότου παύσειε, τοῦ λίαν πότου;
ἐγᾦδα. συντρίψω γὰρ αὐτοῦ τοὺς χόας
καὶ τοὺς καδίσκους συγκεραυνώσω σποδῶν
καὶ τἄλλα πάντ᾽ ἀγγεῖα τὰ περὶ τὸν πότον,
κοὐδ᾽ ὀξύβαφον οἰνηρὸν ἔτι κεκτήσεται.
ὅτι δέ ἐστι τὸ ὀξύβαφον εἶδος κύλικος μικρᾶς κεραμέας σαφῶς παρίστησιν Ἀντιφάνης ἐν Μύστιδι διὰ τούτων γραῦς ἐστι φίλοινος ἐπαινοῦσα κύλικα μεγάλην καὶ ἐξευτελίζουσα τὸ ὀξύβαφον ὡς βραχύ. [p. 202] εἰπόντος οὖν τινος πρὸς αὐτήν, ‘σὺ δ᾽ ἀλλὰ πῖθι,’ λέγει:
τοῦτο μέν σοι πείσομαι.
καὶ γὰρ ἐπαγωγόν, ὦ θεοί, τὸ σχῆμά πως
τῆς κύλικός ἐστιν ἄξιόν τε τοῦ κλέους
τοῦ τῆς ἑορτῆς, οὗ μὲν ἦμεν ἄρτι γὰρ
ἐξ ὀξυβαφίων κεραμέων ἐπίνομεν
τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθ᾽ οἱ θεοὶ
τῷ δημιουργῷ δοῖεν ὃς ἐποίησέ σε,4
τῆς συμμετρίας καὶ τῆς ἀφελείας οὕνεκα.
κἀν τοῖς Βαβυλωνίοις οὖν τοῖς Ἀριστοφάνους ἀκουσόμεθα ποτήριον τὸ ὀξύβαφον, ὅταν ὁ Διόνυσος λέγῃ περὶ τῶν Ἀθήνησι δημαγωγῶν ὡς αὐτὸν ᾔτουν ἐπὶ τὴν δίκην ἀπελθόντα ὀξυβάφω δύο. οὐ γὰρ ἄλλο τι ἡγητέον εἶναι ἢ ὅτι ἐκπώματα ᾔτουν. καὶ τὸ τοῖς ἀποκοτταβίζουσι δὲ ὀξύβαφον τιθέμενον εἰς ὃ τὰς λάταγας ἐγχέουσιν οὐκ ἄλλο τι ἂν εἴη ἢ ἐκπέταλον ποτήριον. μνημονεύει δὲ τοῦ ὀξυβάφου ὡς ποτηρίου καὶ Εὔβουλος ἐν Μυλωθρίδι:
καὶ πιεῖν χωρὶς μέτρω
ὀξύβαφον εἰς τὸ κοινὸν εἶθ᾽ ὑπώμνυτο [p. 204]
ὁ μὲν οἶνος ὄξος αὑτὸν εἶναι γνήσιον,
τὸ δ᾽ ὄξος οἶνον αὑτὸ μᾶλλον θατέρου.
88.
οἰνιστήρια. οἱ μέλλοντες ἀποκείρεσθαι τὸν σκόλλυν ἔφηβοι, φησὶ Πάμφιλος, εἰσφέρουσι τῷ Ἡρακλεῖ μέγα ποτήριον πληρώσαντες οἴνου, ὃ καλοῦσιν οἰνιστηρίαν, καὶ σπείσαντες τοῖς συνελθοῦσι διδόασι πιεῖν.
ὄλλιξ. Πάμφιλος ἐν Ἀττικαῖς Λέξεσι τὸ ξύλινον ποτήριον ἀποδίδωσι. 89.
Παναθηναϊκόν,3 Ποσειδώνιος ὁ φιλόσοφος ἐν ἕκτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν ὡς οὕτω καλουμένων τινῶν ποτηρίων μέμνηται γράφων οὕτως: ` ‘ ἦσαν δὲ καὶ ὀνύχινοι σκύφοι καὶ συνδέσεις τούτων μέχρι δικοτύλων καὶ Παναθηναικὰ μέγιστα, τὰ μὲν δίχοα, τὰ δὲ καὶ μείζονα.’
πρόαρον κρατὴρ ξύλινος, εἰς ὃν τὸν οἶνον κιρνᾶσιν οἱ Ἀττικοί. ‘ κοίλοις ἐν προάροις’ φησὶ Πάμφιλος. 90.
πελίκαι. Καλλίστρατος ἐν Ὑπομνήμασι Θρᾳττῶν Κρατίνου ἀποδίδωσι κύλικα. Κράτης δ᾽ ἐν δευτέρῳ Ἀττικῆς Διαλέκτου γράφει οὕτως: ‘οἱ χόες πελίκαι, καθάπερ εἴπομεν, ὠνομάζοντο. ὁ δὲ [p. 206] τύπος ἦν τοῦ ἀγγείου πρότερον μὲν τοῖς Παναθηναικοῖς ἐοικώς, ἡνίκα ἐκαλεῖτο πελίκη, ὕστερον δὲ ἔσχεν οἰνοχόης σχῆμα, οἷοί εἰσιν οἱ ἐν τῇ ἑορτῇ παρατιθέμενοι, ὁποίους δή ποτε ὄλπας ἐκάλουν, χρώμενοι πρὸς τὴν τοῦ οἴνου ἔγχυσιν, καθάπερ Ἴων ὁ Χῖος ἐν Εὐρυτίδαις φησίν
ἐκ ζαθέων πιθακνῶν ἀφύσσοντες ὄλπαις
οἶνον ὑπερφίαλον κελαρύζετε.
νυνὶ δὲ τὸ μὲν τοιοῦτον ἀγγεῖον καθιερωμένον τινὰ τρόπον ἐν τῇ ἑορτῇ παρατίθεται μόνον, τὸ δ᾽ ἐς τὴν χρείαν πῖπτον μετεσχημάτισται, ἀρυταίνῃ μάλιστα ἐοικός, ὃ δὴ καλοῦμεν χόα.’ τὴν δὲ ὄλπην Κλείταρχος Κορινθίους μέν φησι καὶ Βυζαντίους καὶ Κυπρίους τὴν λήκυθον ἀποδιδόναι, Θεσσαλοὺς δὲ τὴν πρόχοον. Σέλευκος δὲ πελίχναν Βοιωτοὺς μὲν τὴν κύλικα, Εὐφρόνιος δὲ ἐν Ὑπομνήμασι τοὺς χόας. 91.
Πέλλα ἀγγεῖον σκυφοειδές, πυθμένα ἔχον πλατύτερον, εἰς ὃ ἤμελγον τὸ γάλα. Ὅμηρος:
ὡς ὅτε μυῖαι
σταθμῷ ἐνιβρομέωσιν ἐυγλαγέας κατὰ πέλλας.
τοῦτο δὲ Ἱππῶναξ λέγει πελλίδα:
ἐκ πελλίδος πίνοντες: οὐ γὰρ ἦν αὐτῇ
κύλιξ, ὁ παῖς γὰρ ἐμπεσὼν κατήραξε,
δῆλον, οἶμαι, ποιῶν ὅτι ποτήριον μὲν οὐκ ἦν, δι᾽ [p. 208] ἀπορίαν δὲ κύλικος ἐχρῶντο τῇ πελλίδι. καὶ πάλιν
ἐκ δὲ τῆς πέλλης
ἔπινον, ἄλλοτ᾽ αὐτός, ἄλλοτ᾽ Ἀρήτη
προὔπινεν.
Φοῖνιξ δ᾽ ὁ Κολοφώνιος ἐν τοῖς Ἰάμβοις ἐπὶ φιάλης τίθησι τὴν λέξιν λέγων οὕτως:
Θαλῆς γάρ, ὅστις ἀστέρων ὀνήιστος
καὶ τῶν τότ᾽, ὡς λέγουσι, πολλὸν ἀνθρώπων
ἐὼν ἄριστος, ἔλαβε πελλίδα χρυσῆν.
καὶ ἐν ἄλλῳ δὲ μέρει φησίν
ἐκ πελλίδος δὲ τάργανον κατηγυίης
χωλοῖσι δακτύλοισι τἠτέρῃ σπένδει,
τρέμων οἷόνπερ ἐν βορηίῳ νωδός.
Κλείταρχος δὲ ἐν ταῖς Γλώσσαις πελλητῆρα μὲν καλεῖν Θεσσαλοὺς καὶ Αἰολεῖς τὸν ἀμολγέα, πέλλαν δὲ τὸ ποτήριον. Φιλίτας δ᾽ ἐν Ἀτάκτοις τὴν κύλικα Βοιωτούς. 92.
πενταπλόα. μνημονεύει αὐτῆς Φιλόχορος ἐν δευτέρᾳ Ἀτθίδος. Ἀριστόδημος δ᾽ ἐν τρίτῳ περὶ [p. 210] Πινδάρου τοῖς Σκίροις φησὶν Ἀθήναζε ἀγῶνα ἐπιτελεῖσθαι τῶν ἐφήβων δρόμου: τρέχειν δ᾽ αὐτοὺς ἔχοντας ἀμπέλου κλάδον κατάκαρπον τὸν καλούμενον ὦσχον. τρέχουσι δ᾽ ἐκ τοῦ ἱεροῦ τοῦ Διονύσου μέχρι τοῦ τῆς Σκιράδος Ἀθηνᾶς,2 καὶ ὁ νικήσας λαμβάνει κύλικα τὴν λεγομένην πενταπλόαν καὶ κωμάζει μετὰ χοροῦ. πενταπλόα δ᾽ ἡ κύλιξ καλεῖται καθ᾽ ὅσον οἶνον ἔχει καὶ μέλι καὶ τυρὸν καὶ ἀλφίτων καὶ ἐλαίου βραχύ.
πέταχνον] ποτήριον ἐκπέταλον, οὗ μνημονεύει Ἄλεξις ἐν Δρωπίδῃ: πρόκειται δὲ τὸ μαρτύριον. μνημονεύει αὐτοῦ καὶ Ἀριστοφάνης ἐν Δράμασι λέγων:
πάντες δ᾽ ἔνδον πεταχνοῦνται,5
93.
πλημοχόη σκεῦος κεραμεοῦν βεμβικῶδες ἑδραῖον ἡσυχῇ ὃ κοτυλίσκον ἔνιοι προσαγορεύουσιν, ὥς φησι Πάμφιλος. χρῶνται δὲ αὐτῷ ἐν Ἐλευσῖνι τῇ τελευταίᾳ τῶν μυστηρίων ἡμέρᾳ, ἣν καὶ ἀπ᾽ αὐτοῦ προσαγορεύουσι Πλημοχόας: ἐν ᾗ δύο πλημοχόας πληρώσαντες τὴν μὲν πρὸς ἀνατολάς,7 τὴν δὲ πρὸς δύσιν ἀνιστάμενοι ἀνατρέπουσίν,8 ἐπιλέγοντες ῥῆσιν [p. 212] μυστικήν. μνημονεύει αὐτῶν καὶ ὁ τὸν Πειρίθουν γράψας, εἴτε Κριτίας ἐστὶν ὁ τύραννος ἢ Εὐριπίδης, λέγων οὕτως :
ἵνα πλημοχόας τάσδ᾽ εἰς χθόνιον
χάσμ᾽ εὐφήμως προχέωμεν.
πρίστις; ὅτι ποτηρίου εἶδος προείρηται ἐν τῷ περὶ τοῦ βατιακίου λόγῳ. 94.
προχύτης εἶδος ἐκπώματος, ὡς Σιμάριστος ἐν τετάρτῳ Συνωνύμων. Ἴων δ᾽ ὁ Χῖος ἐν Ἐλεγείοις:
ἡμῖν δὲ κρητῆρ᾽ οἰνοχόοι θέραπες
κιρνάντων προχύταισιν ἐν ἀργυρέοις.
Φιλίτας δ᾽ ἐν Ἀτάκτοις ἀγγεῖον ξύλινον, ἀφ᾽ οὗ τοὺς ἀγροίκους πίνειν. μνημονεύει αὐτοῦ καὶ Ἀλέξανδρος ἐνι Ἀντιγόνῃ Ξενοφῶν δ᾽ ἐν ὀγδόῳ Παιδείας προχοίδας τινὰς λέγει,6 γράφων ὧδε ὁ δὲ λόγος ἐστὶν αὐτῷ περὶ Περσῶν: ‘ἦν δὲ αὐτοῖς νόμιμον μὴ προχοίδας εἰσφέρεσθαι εἰς τὰ συμπόσια, δῆλον ὅτι νομίζοντες τὸ μὴ ὑπερπίνειν ἧττον ἂν καὶ σώματα καὶ γνώμας σφάλλειν νῦν δὲ τὸ μὲν μὴ εἰσφέρεσθαι ἔτι αὖ καταμένει: τοσοῦτον δὲ πίνουσιν ὥστε ἀντὶ τοῦ εἰσφέρειν αὐτοὶ ἐκφέρονται, ἐπειδὰν μηκέτι δύνωνται ὀρθούμενοι ἐξιέναι.’
Προυσίας . ὅτι τὸ ποτήριον τοῦτο ἔξορθόν ἐστι [p. 214] προείρηται. καὶ ὅτι τὴν προσηγορίαν ἔσχεν ἀπὸ Προυσίου τοῦ Βιθυνίας βασιλεύσαντος καὶ ἐπὶ τρυφῇ καὶ μαλακίᾳ διαβοήτου γενομένου ἱστορεῖ Νίκανδρος ὁ Καλχηδόνιος ἐν τετάρτῳ Προυσίου Συμπτωμάτων. 95.
ῥέοντα, οὕτως ποτήριά τινα ἐκαλεῖτο. μνημονεύει δ᾽ αὐτῶν Ἀστυδάμας ἐν Ἑρμῇ λέγων οὕτως:
κρατῆρε μὲν πρώτιστον ἀργυρὼ δύο,
φιάλας δὲ πεντήκοντα, δέκα δὲ κυμβία,
ῥέοντα δώδεχ᾽, ὧν τὰ μὲν δέκ᾽ ἀργυρᾶ
ἦν, δύο δὲ χρυσᾶ, γρύψ,1 τὸ δ᾽ ἕτερον Πήγασος.
ῥύσις. φιάλη χρυσῆ, Θεόδωρος. Κρατῖνος ἐν Νόμοις:
ῥυσίδι σπένδων.
96.
Ῥοδιάς. Δίφιλος Αἱρησιτείχει τὸ δὲ δρᾶμα τοῦτο Καλλίμαχος ἐπιγράφει Εὐνοῦχον: λέγει δὲ οὕτως ι
πιεῖν δ᾽ ἔτι
ἁδρότερον ἢ τῶν Ῥοδιάδων ἢ τῶν ῥυτῶν;
μνημονεύει αὐτῶν καὶ Διώξιππος ἐν Φιλαργύρῳ καὶ Ἀριστοτέλης ἐν τῷ περὶ Μέθης Λυγκεύς τε ὁ Σάμιος ἐν ταῖς Ἐπιστολαῖς. [p. 216]97.
ῥυτὸν ἔχει τὸ υ βραχὺ καὶ ὀξύνεται. Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ‘ ῥυτὰ καὶ κυμβία,’ φησί, ‘καὶ φιάλας.’ Δίφιλος δ᾽ ἐν Εὐνούχῳ ἢ Στρατιώτῃ ἐστὶ δὲ τὸ δρᾶμα διασκευὴ τοῦ Αἱρησιτείχους
ἔσθ᾽ ὑποχέασθαι πλείονας, πιεῖν δ᾽ ἔτι
ἁδρότερον ἢ τῶν Ῥοδιάδων ἢ τῶν ῥυτῶν;
Ἐπίνικος δ᾽ ἐν Ὑποβαλλομέναις::
α. καὶ τῶν ῥυτῶν τὰ μέγιστα τῶν ὄντων τρία
πίνειν δεήσει τήμερον πρὸς κλεψύδραν
κρουνιζόμενον. β. ἀμφότερα δ᾽ οἰωνίζομαι.
α. ἕν ἐστιν ἐλέφας—β. ἀλλ᾽ ἐλέφαντας περιάγει;
α. χωροῦν δύο χόας. Β. οὐδ᾽ ἂν ἐλέφας ἐκπίοι.
α. ἐγὼ δέ τοῦτὸ γ᾽ ἐκπέπωκα πολλάκις.
β. οὐδὲν ἐλέφαντος γὰρ διαφέρεις. α. οὐδὲ σύ.
ἕτερον τριήρης: τοῦτ᾽ ἴσως χωρεῖ χόα.
περὶ δὲ τοῦ τρίτου λέγων φησίν
ὁ Βελλεροφόντης ἐστὶν ἀπὸ τοῦ Πηγάσου
τὴν πύρπνοον Χίμαιραν εἰσηκοντικώς.
εἶεν, δέχου καὶ τοῦτο.
ἐκαλεῖτο δὲ τὸ ῥυτὸν πρότερον κέρας, δοκεῖ δὲ [p. 218] σκευοποιηθῆναι ὑπὸ πρώτου τοῦ Φιλαδέλφου Πτολεμαίου βασιλέως φόρημα γενέσθαι τῶν Ἀρσινόης εἰκόνων. τῇ γὰρ εὐωνύμῳ χειρὶ ἐκείνη τοιοῦτον φέρει δημιούργημα πάντων τῶν ὡραίων πλῆρες, ἐμφαινόντων τῶν δημιουργῶν ὡς καὶ τοῦ τῆς Ἀμαλθείας ἐστὶν ὀλβιώτερον τὸ κέρας τοῦτο. μνημονεύει αὐτοῦ Θεοκλῆς ἐν Ἰθυφάλλοις οὕτως:
ἐθύσαμεν γὰρ σήμερον Σωτήρια
πάντες οἱ τεχνῖται:
μεθ᾽ ὧν πιὼν τὸ δίκερας ὡς τὸν φίλτατον
βασιλέα πάρειμι.
Διονύσιος δ᾽ ὁ Σινωπεὺς ἐν Σῳζούσῃ καταλέγων τινὰ ποτήρια καὶ τοῦ ῥυτοῦ ἐμνήσθη, ὡς προεῖπον. Ἡδύλος δ᾽ ἐν Ἐπιγράμμασι περὶ τοῦ κατασκευασθέντος ὑπὸ Κτησιβίου τοῦ μηχανοποιοῦ ῥυτοῦ μνημονεύων φησί:
ζωροπόται, καὶ τοῦτο φιλοζεφύρου κατὰ νηὸν
τὸ ῥυτὸν εὐδίης δεῦτ᾽ 'ἴδετ᾽ Ἀρσινόης,
ὀρχηστὴν Βησᾶν Αἰγύπτιον ὃς λιγὺν ἦχον
σαλπίζει κρουνοῦ πρὸς ῥύσιν οἰγομένου,8
ου᾽ πολέμου σύνθημα, διὰ χρυσέου δὲ γέγωνεν [p. 220]
κώδωνος κώμου σύνθεμα καὶ θαλίης,
Νεῖλος ὁκοῖον ἄναξ μύσταις φίλον ἱεραγωγοῖς
εὗρε μέλος θείων πάτριον ἐξ ὑδάτων.
ἀλλ᾽ εἰ Κτησιβίου σοφὸν εὕρεμα τίετε τοῦτο,
δεῦτε, νέοι, νηῷ τῷδε παρ᾽ Ἀρσινόης.
Θεόφραστος δ᾽ ἐν τῷ περὶ Μέθης τὸ ῥυτόν φησιν ὀνομαζόμενον ποτήριον τοῖς ἥρωσι μόνοις ἀποδίδοσθαι. Δωρόθεος δ᾽ ὁ Σιδώνιός φησιν τὰ ῥυτὰ κέρασιν ὅμοια εἶναι, διατετρημένα δ᾽ εἶναι, ἐξ ὧν κρουνιζόντων λεπτῶς κάτωθεν πίνουσιν, ὠνομάσθαι τε ἀπὸ τῆς ῥύσεως. 98.
σαννάκρα . Κράτης ἐν πέμπτῳ Ἀττικῆς Διαλέκτου ἔκπωμά φησιν εἶναι οὕτως καλούμενον. ἐστὶ δὲ Περσικόν. Φιλήμων δ᾽ ἐν τῇ Χήρᾳ βατιακῶν μνησθεὶς καὶ τῇ γελοιότητι τοῦ ὀνόματος προσπαίξας φησί:
σαννάκρα, ἱπποτραγέλαφοι, βατιάκια, σαννάκια.
σελευκὶς. ὅτι ἀπὸ Σελεύκου τοῦ βασιλέως τὴν προσηγορίαν ἔσχεν τὸ ἔκπωμα προείρηται, ἱστοροῦντος τοῦτο καὶ Ἀπολλοδώρου τοῦ Ἀθηναίου. πολέμων δ᾽ ἐν πρώτῳ τῶν πρὸς Ἀδαῖον ‘ ποτήρια,’ φησί, ‘ παραπλήσια Σελευκίς, Ῥοδιάς,6 Ἀντιγονίς.’ [p. 222]
σκάλλιον κυλίκιον μικρὸν ᾧ σπένδουσιν Αἰολεῖς, ὡς Φιλίτας φησιν ἐν Ἀτάκτοις. _99.
σκύφος. τούτου τινὲς τὴν γενικὴν σὺν τῷ ς προφέρονται διὰ παντός, οὐκ εὖ: ὅτε γὰρ ἀρσενικόν ἐστιν ὁ σκύφος, ὡς λύχνος, ἄνευ τοῦ ς προοισόμεθα, ὅτε δὲ οὐδέτερον τὸ σκύφος, σὺν τῷ ς κλινοῦμεν σκύφος σκύφος, ὡς τεῖχος τείχους, οἱ δ᾽ Ἀττικοὶ τὴν εὐθεῖαν καὶ ἀρσενικῶς καὶ οὐδετέρως λέγουσιν. Ἡσίοδος δ᾽ ἐν τῷ δευτέρῳ Μελαμποδίας σὺν τῷ π σκύπφον λέγει:
τῷ δὲ Μάρις θοὸς ἄγγελος ἦλθε δι᾽ οἴκου,
πλήσας δ᾽ ἀργύρεον σκύπφον φέρε, δῶκε δ᾽ ἄνακτι.
καὶ πάλιν:
καὶ τότε Μάντις μὲν δεσμὸν βοὸς αἴνυτο χερσίν,
Ἴφικλος δ᾽ ἐπὶ νῶτ᾽ ἐπεμαίετο. τῷ δ᾽ ἐπόπισθεν
σκύπφον ἔχων ἑτέρῃ, ἑτέρῃ δὲ σκῆπτρον ἀείρας
ἔστειχεν Φύλακος καὶ ἐνὶ δμώεσσιν ἔειπεν.
ὁμοίως δὲ καὶ Ἀναξίμανδρος ἐν τῇ Ἡρωολογίᾳ λέγων ὧδε: ‘Ἀμφιτρύων δὲ τὴν λείην δασάμενος τοῖς συμμάχοις καὶ τὸν σκύπφον ἔχων ὃν εἵλετο αὑτῷ.’ καὶ πάλιν: ‘τὸν δὲ σκύπφον Τηλεβόῃ δίδωσι Ποσειδῶν παιδὶ τῷ ἑαυτοῦ, Τηλεβόης δὲ [p. 224] Πτερέλεῳ: τοῦτον ἑλὼν ἀπέπλεεν.’ ὁμοίως εἴρηκε καὶ Ἀνακρέων
μετὰ τοῦ π: ἐγὼ δ᾽ ἔχων σκύπφον Ἐρξίωνι
τῷ λευκολόφῳ μεστὸν ἐξέπινον,
ἀντὶ τοῦ προέπινον. κυρίως γάρ ἐστι τοῦτο προπίνειν, τὸ ἑτέρῳ πρὸ ἑαυτοῦ δοῦναι πιεῖν. καὶ ὁ Ὀδυσσεὺς δὲ παρὰ τῷ Ὁμήρῳ τῇ
Ἀρήτῃ δ᾽ ἐν χερσὶ τίθει δέπας ἀμφικύπελλον.
καὶ ἐν Ἰλιάδι
Ὀδυσσεύς: πλησάμενος δ᾽ οἴνοιο δέπας δείδεκτ᾽ Ἀχιλῆα.
πληροῦντες γὰρ προέπινον ἀλλήλοις μετὰ προσαγορεύσεως. Πανύασσις τρίτῳ Ἡρακλείας φησίν
τοῦ κεράσας κρητῆρα μέγαν χρυσοῖο φαεινὸν
σκύπφους αἰνύμενος θαμέας ποτὸν ἡδὺν ἔπινεν.
Εὐριπίδης δ᾽ ἐν Εὐρυσθεῖ ἀρσενικῶς ἔφη:
σκύφος τε μακρός.
καὶ Ἀχαιὸς δ᾽ ἐν Ὀμφάλῃ:
ὁ δὲ σκύφος με τοῦ θεοῦ καλεῖ.
Σιμωνίδης δὲ οὐατόεντα σκύφον ἔφη. Ἴων δ᾽ ἐν Ὀμφάλῃ::
οἶνος οὐκ ἔνι
ἐν τῷ σκύφει,
τὸ σκύφει ἰδίως ἀπὸ τοῦ σκύφος σχηματίσας [p. 226] οὐδετέρως ἔφη. ὁμοίως καὶ Ἐπίχαρμος ἐν Κύκλωπι:
φέρ᾽ ἐγχέας εἰς τὸ σκύφος.
καὶ Ἄλεξις ἐν Λευκαδίᾳ:
οἴνου γεραιοῖς χείλεσιν μέγα σκύφος.
καὶ ' Ἐπιγένης ἐν Βακχίδι,
τὸ σκύφος ἔχαιρον δεχόμενος.
Φαίδιμός τε ἐν πρώτῳ Ἡρακλείας:
δουράτεον σκύφος εὐρὺ μελιζώροιο ποτοῖο.
καὶ παρ᾽ Ὁμήρῳ δ᾽ Ἀριστοφάνης ὁ Βυζάντιος γράφει:
πλησάμενος δ᾽ ἄρα οἱ δῶκε σκύφος ᾧπερ ἔπινεν.
Ἀρίσταρχος δέ:
πλησάμενος δ᾽ ἄρα οἱ δῶκε σκύφον ᾧπερ ἔπινεν.
Ἀσκληπιάδης δ᾽ ὁ Μυρλεανὸς ἐν τῷ περὶ τῆς Νεστορίδος φησὶν ὅτι τῷ σκύφει καὶ τῷ κισσυβίῳ τῶν μὲν ἐν ἄστει καὶ μετρίων οὐδεὶς ἐχρῆτο, συβῶται δὲ καὶ νομεῖς καὶ οἱ ἐν ἀγρῷ, ὡς ὁ Εὔμαιος
πλησάμενος δῶκε σκύφος ᾧπερ ἔπινεν,
οἴνου ἐνίπλειον.
καὶ Ἀλκμὰν δέ φησι:
πολλάκι δ᾽ ἐν κορυφαῖς ὀρέων, ὅκα
θεοῖσιν ἅδῃ πολύφανος ἑορτά, [p. 228]
χρύσεον ἄγγος ἔχοισα μέγαν σκύφον,
οἷά τε ποιμένες ἄνδρες ἔχουσιν,
χερσὶ λεόντεον ἐγγάλα θεῖσα
τυρὸν ἐτύρησας μέγαν ἄτρυφον
ἀργιφόνταν.
Αἰσχύλος δ᾽ ἐν Περραιβίσι φησί:
ποῦ μοι τὰ πολλὰ δῶρα κἀκροθίνια;
ποῦ χρυσότευκτα κἀργυρᾶ σκυφώματα;
Στησίχορος δὲ τὸ παρὰ Φόλῳ τῷ Κενταύρῳ ποτήριον σκύφιον δέπας καλεῖ ἐν ἴσῳ τῷ σκυφοειδές:: λέγει δ᾽ ἐπὶ τοῦ Ἡρακλέους:
σκύφιον δὲ λαβὼν δέπας ἔμμετρον ὡς τριλάγυνον
πί ἐπισχόμενος, τὸ ῥὰ οἱ παρέθηκε Φόλος κεράσας.
καὶ Ἄρχιππος δὲ ἐν Ἀμφιτρύωνι οὐδετέρως εἴρηκε. 100. λάγυνον δὲ μέτρου λέγουσιν εἶναι ὄνομα παρὰ τοῖς Ἕλλησιν, ὡς χοὸς καὶ κοτύλης, χωρεῖν δ᾽ αὐτὸ κοτύλας Ἀττικὰς δώδεκα, καὶ ἐν Πάτραις δέ φασι τοῦτ᾽ εἶναι τὸ μέτρον τὴν λάγυνον. ἀρσενικῶς δὲ εἴρηκε τὸν λάγυνον Νικόστρατος μὲν ἐν Ἑκάτῃ:
τῶν κατεσταμνισμένων
ἡμῖν λαγύνων πηλίκοι τινές; Β. τρίχους.
καὶ πάλιν
τὸν μεστὸν ἡμῖν φέρε λάγυνον. [p. 230]
καὶ ἐν τῇ ἐπιγραφομένῃ Κλίνῃ:
καὶ δυσχερὴς λάγυνος οὗτος πλησίον
ὄξους.
καὶ Δίφιλος ἐν Ἀνασῳζομένοις:
λάγυνον ἔχω κενόν, ὦ γραῦ, θύλακον δὲ μεστόν.
Λυγκεὺς δ᾽ ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν Ἐπιστολῇ γράφει: ‘ καθ᾽ ὃν χρόνον ἐπεδήμησας ἐν Σάμῳ, Διαγόρα, πολλάκις οἶδά σε παραγινόμενον εἰς τοὺς παρ᾽ ἐμοὶ πότους, ἐν οἷς λάγυνος κατ᾽ ἄνδρα κείμενος οἰνοχοεῖτο, πρὸς ἡδονὴν διδοὺς ἑκάστῳ ποτήριον.’ Ἀριστοτέλης δ᾽ ἐν τῇ Θετταλῶν Πολιτείᾳ θηλυκῶς λέγεσθαί φησιν ὑπὸ Θετταλῶν τὴν λάγυνον. καὶ Ῥιανὸς ὁ ἐποποιὸς ἐν Ἐπιγράμμασιν
ἥμισυ μὲν πίσσης κωνίτιδος,4 ἥμισυ δ᾽ οἴνου,
Ἀρχῖν᾽, ἀτρεκέως ἥδε λάγυνος ἔχει.
λεπτοτέρης δ᾽ οὐκ οἶδ᾽ ἐρίφου κρέα, πλὴν ὅ γε πέμψας
αἰνεῖσθαι πάντων ἄξιος Ἱπποκράτης.
οὐδετέρως δὲ Δίφιλος ἐν Ἀδελφοῖς εἴρηκεν
ὦ τοιχωρύχων
ἐκεῖνο καὶ τῶν δυνομένων λαγύνιον
ἔχον βαδίζειν εἰς τὰ γεύμαθ᾽ ὑπὸ μάλης,
καὶ τοῦτο πωλεῖν, μέχρι ἂν ὥσπερ ἐν ἐράνῳ [p. 232]
εἷς λοιπὸς ᾖ, κάπηλος ἠδικημένος
ὑπ᾽ οἰνοπώλου.
τὸ δ᾽ ἐν Γηρυονηίδι Στησιχόρου ‘ ἔμμετρον ὡς τριλάγυνον’ τὴν τῶν τριῶν γενῶν ἀμφιβολίαν ἔχει. Ἐρατοσθένης δέ φησι λέγεσθαι τὴν πέτασον καὶ τὴν στάμνον ὑπό τινων. 101. τὸ δὲ σκύφος ὠνομάσθη ἀπὸ τῆς σκαφίδος. καὶ τοῦτο δ᾽ ἐστὶν ὁμοίως ἀγγεῖον ξύλινον στρογγύλον γάλα καὶ ὀρὸν δεχόμενον, ὡς καὶ παρ᾽ Ὁμήρῳ λέγεται:
ναῖον δ᾽ ὀρῷ ἄγγεα πάντα
γαυλοί τε σκαφίδες τε τετυγμένα τοῖς ἐνάμελγεν.
εἰ μὴ σκύφος οἷον σκύθος τις διὰ τὸ τοὺς Σκύθας περαιτέρω τοῦ δέοντος μεθύσκεσθαι. Ἱερώνυμος δ᾽ ὁ Ῥόδιος ἐν τῷ περὶ Μέθης καὶ τὸ μεθύσαι σκυθίσαι φησί: συγγενὲς γὰρ εἶναι τὸ φ τῷ θ. ὕστερον δὲ κατὰ μίμησιν εἰργάσαντο κεραμέους τε καὶ ἀργυροῦς σκύφους. ὧν πρῶτοι μὲν ἐγένοντο καὶ κλέος ἔλαβον οἱ Βοιώτιοι λεγόμενοι, χρησαμένου κατὰ τὰς στρατείας πρώτου ' Ἡρακλέους τῷ γένει: διὸ καὶ Ἡρακλεωτικοὶ πρός τινων [p. 234] καλοῦνται. ἔχουσι μέντοι πρὸς τοὺς ἄλλους διαφορὰν ἔπεστι γὰρ ἐπὶ τῶν ὤτων αὐτοῖς ὁ λεγόμενος Ἡράκλειος δεσμός, μνημονεύει δὲ τῶν Βοιωτίων σκύφων Βακχυλίδης ἐν τούτοις ποιούμενος τὸν λόγον πρὸς τοὺς Διοσκόρους, καλῶν αὐτοὺς ἐπὶ ξένια:
οὐ βοῶν πάρεστι σώματ᾽ οὔτε χρυσὸς οὔτε πορφύρεοι τάπητες, ἀλλὰ θυμὸς εὐμενὴς
Μοῦσά τε γλυκεῖα καὶ Βοιωτίοισιν ἐν σκύφοισιν
οἶνος ἡδύς.
διήνεγκαν δὲ μετὰ τοὺς Βοιωτίους οἱ Ῥοδιακοὶ λεγόμενοι Δαμοκράτους δημιουργήσαντος. τρίτοι δ᾽ εἰσὶν οἱ Συρακόσιοι. καλεῖται δ᾽ ὁ σκύφος ὑπὸ Ἠπειρωτῶν, ὥς φησι Σέλευκος, γυρτός,2 ὑπὸ δὲ Μηθυμναίων, ὡς Παρμένων φησὶν ἐν τῷ περὶ διαλέκτου, σκύθος. ἐκαλεῖτο δὲ καὶ Δερκυλίδας ὁ Λακεδαιμόνιος Σκύφος,5 ὥς φησιν Ἔφορος ἐν τῇ ὀκτωκαιδεκάτῃ λέγων οὕτως : ‘ Λακεδαιμόνιοι ἀντὶ Θίμβρωνος Δερκυλίδαν ἔπεμψαν εἰς τὴν Ἀσίαν, ἀκούοντες ὅτι πάντα πράττειν εἰώθασιν οἱ περὶ τὴν Ἀσίαν βάρβαροι μετὰ ἀπάτης καὶ δόλου, διόπερ Δερκυλίδαν ἔπεμψαν ἥκιστα νομίζοντες ἐξαπατηθήσεσθαι: ἦν γὰρ οὐδὲν ἐν τῷ τρόπῳ Λακωνικὸν οὐδ᾽ ἁπλοῦν ἔχων, ἀλλὰ πολὺ τὸ [p. 236] πανοῦργον καὶ τὸ θηριῶδες. διὸ καὶ Σκύφον αὐτὸν οἱ Λακεδαιμόνιοι προσηγόρευον.’ 102.
ταβαίτη. Ἀμύντας ἐν τῷ πρώτῳ τῶν τῆς Ἀσίας Σταθμῶν περὶ τοῦ ἀερομέλιτος καλουμένου διαλεγόμενος γράφει οὕτως: ‘ σὺν τοῖς φύλλοις δρέποντες συντιθέασιν εἰς παλάθης Συριακῆς τρόπον πλάττοντες, οἱ δὲ σφαίρας ποιοῦντες. καὶ ἐπειδὰν μέλλωσι προσφέρεσθαι, ἀποκλάσαντες ἀπ᾽ αὐτῶν ἐν τοῖς ξυλίνοις ποτηρίοις οὓς καλοῦσι ταβαίτας, προβρέχουσι καὶ διηθήσαντες πίνουσι. καὶ ἔστιν ὅμοιον ὡς ἂν εἴ τις μέλι πίνοι διεὶς τούτου δὲ καὶ πολὺ ἥδιον.’
τραγάλαφος. οὕτω τινὰ καλεῖται ποτήρια ὧν μνημονεύει Ἄλεξις μὲν ἐν Κονιατῇ
: κυμβία,
φιάλαι, τραγέλαφοι, κύλικες.
Εὔβουλος δ᾽ ἐν Κατακολλωμένῳ
ὁ : ἀλλ᾽ εἰσὶ φιάλαι πέντε, τραγέλαφοι δύο.
Μένανδρος δ᾽ ἐν Ἁλιεῖ φησι:
τραγέλαφοι, λαβρώνιοι.
Ἀντιφάνης Χρυσίδι:
... σαπροπλούτῳ δ᾽, ὡς λέγουσι, νυμφίῳ,
κεκτημένῳ τάλαντα, παῖδας, ἐπιτρόπους,
ζεύγη, καμήλους, στρώματ᾽, ἀργυρώματα,
φιάλας, τριήρεις, τραγελάφους, καρχήσια, [p. 238]
γαυλοὺς ὁλοχρύσους. β. πλοῖα; α. τοὺς κάδους μὲν οὖν
καλοῦσι γαυλοὺς πάντες οἱ προγάστορες.
τριήρης, ὅτι καὶ τριήρης εἶδος ἐκπώματος Ἐπίνικος ἐν Ὑποβαλλομέναις δεδήλωκε. προείρηται δὲ τὸ μαρτύριον.
ὑστιακόν. ποτήριον ποιόν, Ῥίνθων ἐν Ἡρακλεῖ:
ἐν ὑστιακῷ τε καθαρὸν ἐλατῆρα σὺ
καθαρῶν τ᾽ ἀλήτων κἀλφίτων ἀπερρόφεις.
103.
φιάλη. Ὅμηρος μὲν ὅταν λέγῃ :
ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε
καὶ ‘ χρυσῆν φιάλην καὶ δίπλακα δημόν,’ οὐ τὸ ποτήριον λέγει, ἀλλὰ χαλκίον τι ἐκπέταλον λεβητῶδες, ἴσως δύο ὦτα ἔχον ἐξ ἀμφοτέρων τῶν μερῶν. Παρθένιος δ᾽ ὁ τοῦ Διονυσίου ἀμφίθετον ἀκούει τὴν ἀπύθμενον φιάλην. Ἀπολλόδωρος δ᾽ ὁ Ἀθηναῖος ἐν τῷ περὶ τοῦ Κρατῆρος ῥησειδίῳ ὁ τὴν κατὰ τὸν πυθμένα μὴ δυναμένην τίθεσθαι καὶ ἐρείδεσθαι, ἀλλὰ κατὰ τὸ στόμα, τινὲς δέ φασιν, ὃν τρόπον ἀμφιφορεὺς λέγεται ὁ ἀμφοτέρωθεν κατὰ τὰ ὦτα δυνάμενος φέρεσθαι, οὕτως καὶ τὴν [p. 240] ἀμφίθετον φιάλην. Ἀρίσταρχος δὲ τὴν δυναμένην ἐξ ἀμφοτέρων τῶν μερῶν τίθεσθαι, κατὰ τὸν πυθμένα καὶ κατὰ τὸ στόμα. Διονύσιος δ᾽ ὁ Θρᾲξ τὴν στρογγύλην, τὴν ἀμφιθέουσαν κυκλοτερεῖ τῷ σχήματι. Ἀσκληπιάδης δ᾽ ὁ Μυρλεανὸς ‘ἡ μὲν φιάλη,’ φησί, ‘ κατ᾽ ἀντιστοιχίαν ἐστὶ πιάλη, ἡ τὸ πιεῖν ἅλις παρέχουσα, μείζων γὰρ τοῦ ποτηρίου, ἡ δὲ ἀμφίθετος καὶ ἀπύρωτος: ἡ ψυχρήλατος ἢ ἐπὶ πῦρ οὐκ ἐπιτιθεμένη, καθότι καὶ λέβητα καλεῖ ὁ ποιητὴς τὸν μὲν ἐμπυριβήτην, τὸν δὲ ἄπυρον,
κὰδ δὲ λέβητ᾽ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα,
τὸν δεχόμενον ἴσως ὕδωρ ψυχρόν, ὥστε καὶ τὴν φιάλην εἶναι χαλκίῳ προσεοικυῖαν ἐκπετάλῳ, δεχομένην ψυχρὸν ὕδωρ. τὴν δ᾽ ἀμφίθετον πότερα δύο βάσεις ἔχειν δεῖ νομίζειν ἐξ ἑκατέρου μέρους, ἢ τὸ μὲν ἀμφὶ σημαίνει τὸ περί, τοῦτο δ᾽ αὖ τὸ περιττόν; ὥστε λέγεσθαι τὴν περιττῶς πεποιημένην ἀμφίθετον, ἐπεὶ τὸ ποιῆσαι θεῖναι πρὸς τῶν ἀρχαίων ἐλέγετο. δύναται δὲ καὶ ἡ ἐπὶ τὸν πυθμένα καὶ τὸ στόμα τιθεμένη : ἡ δὲ τοιαύτη θέσις τῶν φιαλῶν Ἰωνική ἐστι καὶ ἀρχαία. ἔτι γοῦν καὶ νῦν οὕτως Μασσαλιῆται τιθέασι τὰς φιάλας ἐπὶ πρόσωπον.’ 104. [p. 242] Κρατίνου δ᾽ εἰπόντος ἐν Δραπέτισιν
δέχεσθε φιάλας τάσδε βαλανειομφάλους,1
Ἐρατοσθένης ἐν τῷ ἑνδεκάτῳ περὶ Κωμῳδίας τὴν λέξιν ἀγνοεῖν φησι Λυκόφρονα: τῶν γὰρ φιαλῶν οἱ ὀμφαλοὶ καὶ τῶν βαλανείων οἱ θόλοι παρόμοιοι: εἰς δὲ τὸ εἶδος οὐκ ἀρρύθμως παίζονται. Ἀπίων δὲ καὶ Διόδωρός φησι: ‘ φιάλαι ποιαί, ὧν ὁ ὀμφαλὸς παραπλήσιος ἠθμῷ.’ ὁ δὲ Μυρλεανὸς Ἀσκληπιάδης ἐν τοῖς περὶ τῆς Νεστορίδος:: ‘αἱ φιάλαι ὑπὸ Κρατίνου βαλανειόμφαλοι,’ φησίν, ‘ λέγονται ὅτι οἱ ὀμφαλοὶ αὐτῶν καὶ τῶν βαλανείων οἱ θόλοι ὅμοιοί εἰσιν.’ καὶ Δίδυμος δὲ τὰ αὐτὰ εἰπὼν παρατίθεται τὰ Λυκόφρονος οὕτως ἔχοντα: ‘ ἀπὸ τῶν ὀμφαλῶν τῶν ἐν ταῖς γυναικείαις πυέλοις, ὅθεν τοῖς σκαφίοις ἀρύουσιν.’ Τίμαρχος δ᾽ ἐν τετάρτῳ περὶ τοῦ Ἐρατοσθένους Ἑρμοῦ ‘πεπαῖχθαί τις ἂν οἰηθείη,’ φησί, ‘τὴν λέξιν, διότι τὰ πλεῖστα τῶν Ἀθήνησι βαλανείων κυκλοειδῆ ταῖς κατασκευαῖς ὄντα τοὺς ἐξαγωγοὺς ἔχει κατὰ μέσον, ἐφ᾽ οὗ χαλκοῦς ὀμφαλὸς ἔπεστιν.’ Ἴων δ᾽ ἐν Ὀμφάλῃ: [p. 244]
ἴτ᾽ ἐκφορεῖτε, παρθένοι,
κύπελλα καὶ μεσομφάλους.
οὕτω δ᾽ εἴρηκε τὰς βαλανειομφάλους, ὧν Κρατῖνος μνημονεύει::
δέχεσθε φιάλας τάσδε βαλανειομφάλους.
καὶ Θεόπομπος δ᾽ ἐν Ἀλθαίᾳ ἔφη:
λαβοῦσα πλήρη χρυσέαν μεσόμφαλον
φιάλην. Τελέστης δ᾽ ἄκατον ὠνόμαζέ νιν,4
ὡς τοῦ Τελέστου ἄκατον τὴν φιάλην εἰρηκότος. Φερεκράτης δὲ ἢ ὁ πεποιηκὼς τοὺς εἰς αὐτὸν ἀναφερομένους Πέρσας φησί:
στεφάνους τε πᾶσι κὠμφαλωτὰς χρυσίδας.
105. Ἀθηναῖοι δὲ τὰς μὲν ἀργυρᾶς φιάλας ἀργυρίδας λέγουσι, χρυσίδας δὲ τὰς χρυσᾶς. τῆς δὲ ἀργυρίδος Φερεκράτης μὲν ἐν Πέρσαις οὕτως μνημονεύει:
οὗτος σύ, ποῖ τὴν ἀργυρίδα τηνδὶ φέρεις;
χρυσίδος δὲ Κρατῖνος ἐν Νόμοις:
χρυσίδι σπένδων γέγωνε τοῖς ὄφεσι πιεῖν διδούς:
καὶ Ἕρμιππος ἐν Κέρκωψι:
χρυσίδ᾽ οἴνου πανσέληνον ἐκπιὼν ὑφείλετο. [p. 246]
καὶ ὅ γε ἐ..,1 ἐκαλεῖτο δέ τις καὶ βαλανωτὴ φιάλη, ἧς τῷ πυθμένι χρυσοῖ ὑπέκειντο ἀστράγαλοι. Σῆμος δ᾽ ἐν Δήλῳ ἀνακεῖσθαί φησι χαλκοῦν φοίνικα, Ναξίων ἀνάθημα, καὶ καρυωτὰς φιάλας χρυσᾶς. Ἀναξανδρίδης δὲ φιάλας Ἄρεος καλεῖ τὰ ποτήρια ταῦτα. Αἰολεῖς δὲ τὴν φιάλην ἀράκην καλοῦσι. 106.
Φθίος. πλατεῖαι φιάλαι ὀμφαλωτοί. Εὔπολις: ‘ σὺν φθοῖσι προσπεπτωκώς.3’ ἔδει δὲ ὀξύνεσθαι ὡς Καρσί, παισί, φθειρσί,
Φιλοτησία%10. κύλιξ τις ἣν κατὰ φιλίαν προὔπινον, ὥς φησι Πάμφιλος. Δημοσθένης δέ φησι: ‘ καὶ φιλοτησίας προὔπινεν.’ Ἄλεξις:
φιλοτησίαν σοι τήνδ᾽ ἐγὼ
ἰδίᾳ τε καὶ κοινῇ κύλικα προπίομαι.
ἐκαλεῖτο δὲ καὶ τὸ ἑταιρικὸν συνευωχούμενον φιλοτήσιον. Ἀριστοφάνης: [p. 248]
ἑπτάπους γοῦν ἡ σκιὰ ' στιν
ἡ ' πὶ τὸ δεῖπνον ὡς ἤδη καλεῖ μ᾽
ὁ χορὸς ὁ φιλοτήσιος.
διὰ δὲ τὴν τοιαύτην πρόποσιν ἐκαλεῖτο καὶ κύλιξ φιλοτησία, ὡς ἐν Λυσιστράτῃ :
δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία.
χόννοι. παρὰ Γορτυνίοις ποτηρίου εἶδος, ὅμοιον θηρικλείῳ, χάλκεον ὃ δίδοσθαι τῷ ἁρπασθέντι ὑπὸ τοῦ ἐραστοῦ φησιν Ἑρμῶναξ.
Χαλκιδικὰ ποτήρια ἴσως ἀπὸ τῆς Χαλκίδος τῆς Θρᾳκικῆς εὐδοκιμοῦντα. 107.
χυτρῖδες. Ἄλεξις ἐν Ὑποβολιμαίῳ:
ἐγὼ Πτολεμαίου τοῦ βασιλέως τέτταρα
χυτρίδι᾽ ἀκράτου: τῆς τ᾽ ἀδελφῆς προσλαβὼν
τῆς τοῦ βασιλέως ταὔτ᾽,5 ἀπνευστὶ τ᾽ ἐκπιὼν
ὡς ἄν τις ἥδιστ᾽ ἴσον ἴσῳ κεκραμένον,
καὶ τῆς Ὁμονοίας, διὰ τί νῦν μὴ κωμάσω
ἄνευ λυχνούχου πρὸς τὸ τηλικοῦτο φῶς;
Ἡρόδοτος δ᾽ ἐν τῇ πέμπτῃ τῶν Ἱστοριῶν νόμον [p. 250] φησὶ θέσθαι Ἀργείους καὶ Αἰγινήτας Ἀττικὸν μηδὲν προσφέρειν πρὸς τὰς θυσίας μηδὲ κέραμον,1 ἀλλ᾽ ἐκ χυτρίδων ἐπιχωρίων τὸ λοιπὸν αὐτόθι εἶναι πίνειν. καὶ Μελέαγρος δ᾽ ὁ κυνικὸς ἐν τῷ Συμποσίῳ οὑτωσὶ γράφει: ‘ κἀν τοσούτῳ πρόποσιν αὐτῷ βαρεῖαν διέδωκε, χυτρίδια βαθέα δώδεκα.’ 108.
ψυγεὺς ἢ ψυκτήρ. Πλάτων Συμποσίῳ: ‘ ἀλλὰ φέρε, παῖ, φάναι, τὸν ψυκτῆρα ἐκεῖνον, ἰδόντα αὐτὸν πλέον ἢ ὀκτὼ κοτύλας χωροῦντα. τοῦτον οὖν ἐμπλησάμενον πρῶτον μὲν αὐτὸν ἐκπιεῖν, ἔπειτα τῷ Σωκράτει κελεύειν ἐγχεῖν.’ ... ‘ παραμηκύνειν ἐγχειροῦντος τοῦ Ἀρχεβούλου, εὐκαιρότατα προχέων ὁ παῖς τοῦ οἰναρίου ἀνατρέπει τὸν ψυκτῆρα.’ Ἄλεξις ἐν Εἰσοικιζομένῳ φησὶ ‘ τρικότυλον ψυγέα.’ Διώξιππος Φιλαργύρῳ:
παρ᾽ Ὀλυμπίχου δὲ θηρικλείους ἔλαβεν ἕξ,
ἔπειτα τοὺς δύο ψυγέας.
Μένανδρος δ᾽ ἐν τῷ ἐπιγραφομένῳ δράματι Χαλκεῖά φησιν
τοῦτο δὴ τὸ νῦν ἔθος ‘
ἄκρατον’ ἐβόων, ‘ τὴν μεγάλην.’ ψυκτῆρά τις
προὔπινεν ἂν τοὺς ἀθλίους ἀπολλύων.
[p. 252] Ἐπιγένης δ᾽ ἐν Ἡρωίνῃ καταλέγων πολλὰ ποτήρια καὶ τοῦ ψυγέως οὕτως μνημονεύει:
τὴν θηρίκλειον δεῦρο καὶ τὰ Ῥοδιακὰ
κόμισον λαβὼν τοὺς παῖδας. εἶτ᾽ οἴσεις μόνος
ψυκτῆρα, κύαθον, κυμβία.
Στράττις Ψυχασταῖς:
ὁ δέ τις ψυκτῆρ᾽, ὁ δέ τις κύαθον
χαλκοῦν κλέψας. ἀπορῶν κεῖται,
κοτύλη δ᾽ ἀνὰ χοίνικα μάττει.
Ἄλεξις δ᾽ ἐν Ἱππίσκῳ ψυκτηρίδιον καλεῖ διὰ τούτων
ἀπήντων τῷ ξένῳ
εἰς τὴν κατάλυσιν οὗ συνῆν Ἀγωνίδι.
τοῖς παισὶ τ᾽ εἶπα (δύο γὰρ ἦγον οἴκοθεν)
τἀκπώματ᾽ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα
θεῖναι: κύαθος δ᾽ ἦν ἀργυροῦς (οὗτος μὲν οὖν
ἦγεν δύο δραχμάς), κυμβίον δὲ τέτταρας
ἴσως ἑτέρας,7 ψυκτηρίδιον δὲ δέκ᾽ ὀβολούς, Φιλιππίδου λεπτότερον.
109. Ἡρακλέων δ᾽ ὁ Ἐφέσιος ‘ὃν ἡμεῖς,’ φησί, ‘ ψυγέα καλοῦμεν, ψυκτηρίαν τινὲς ὀνομάζουσιν. τοὺς δ᾽ Ἀττικοὺς καὶ κωμῳδεῖν τὸν ψυγέα ὡς ξενικὸν ὄνομα.’ Εὔφρων ἐν Ἀποδιδούσῃ:
ἐπὰν δὲ καλέσῃ ψυγέα τὸν ψυκτηρίαν, [p. 254]
τὸ τευτλίον δὲ σεῦτλα,1 φακέαν τὴν φακῆν,
τί δεῖ ποιεῖν; σὺ γὰρ εἶπον.β Β. ὥσπερ χρυσίου
φωνῆς ἀπότεισον,3 Πυργόθεμι, καταλλαγήν.
Ἀντιφάνης Ἱππεῦσι:
πῶς οὖν διαιτώμεσθα; β. τὸ μὲν ἐφίππιον
στρῶμ᾽ ἐστὶν ἡμῖν, ὁ δὲ καλὸς πῖλος κάδος,5
ψυκτήρ—τί βούλει; πάντ᾽. Ἀμαλθείας κέρας.
ἐν δὲ τῇ Καρίνῃ σαφῶς δηλοῦται ὅτι τούτῳ ἐχρῶντο οἰνοχοοῦντες κυάθῳ. εἰπὼν γάρ:
τρίποδα καὶ κάδον
παραθέμενος ψυκτῆρὰ τ᾽ οἴνου ...
μεθύσκεται,
ἐν τοῖς ἑξῆς ποιεῖ αὐτὸν λέγοντα:
ἔσται πότος
σφοδρότερος. οὐκοῦν μὴ κεράσῃ τις, οὐκ ἔτι
ἔξεστι κυαθίζειν παρ᾽
ἡμῖν. παῖ, τρέχε,11 τὸν δὲ κάδον ἔξω καὶ τὸ ποτήριον λαβὼν
ἀπόφερε τἄλλα πάντα.
Διονύσιος δὲ ὁ τοῦ Τρύφωνος ἐν τῷ περὶ Ὀνομάτων ‘ τὸν ψυγέα,’ φησίν, ‘ ἐκάλουν οἱ ἀρχαῖοι δῖνον.’ Νίκανδρος δ᾽ ὁ Θυατειρηνὸς καλεῖσθαί φησι ψυκτῆρας καὶ τοὺς ἀλσώδεις καὶ συσκίους [p. 256] τόπους τοὺς τοῖς θεοῖς ἀνειμένους, ἐν οἷς ἔστιν ἀναψῦξαι. Αἰσχύλος Νεανίσκοις:
σαύρας ὑποσκίοισιν ἐν ψυκτηρίοις.
Εὐριπίδης Φαέθοντι:
ψυκτήρια
δένδρεα φίλαισιν ὠλέναισι δέξεται.
καὶ ὁ τὸν Αἰγίμιον δὲ ποιήσας εἴθ᾽ Ἡσίοδός ἐστιν ἢ Κέρκωψ ὁ Μιλήσιος:
ἔνθα ποτ᾽ ἔσται ἐμὸν ψυκτήριον, ὄρχαμε λαῶν.
110.
ᾠδός. οὕτως ἐκαλεῖτο τὸ ποτήριον, φησὶ Τρύφων ἐν τοῖς Ὀνοματικοῖς, τὸ ἐπὶ τῷ σκολίῳ διδόμενον, ὡς Ἀντιφάνης παρίστησιν ἐν Διπλασίοις:
τί οὖν ἐνέσται τοῖς θεοῖσιν; β. οὐδὲ ἕν,
ἂν μὴ κεράσῃ τις. α. ἴσχε, τὸν ᾠδὸν λάμβανε,
ἔπειτα μηδὲν τῶν ἀπηρχαιωμένων
τούτων περάνῃς, τὸν Τελαμῶνα μηδὲ τὸν
παιῶνα μηδ᾽ Ἁρμόδιον.
ᾠοσκυφία. περὶ τῆς ἰδέας τῶν ποτηρίων Ἀσκληπιάδης ὁ Μυρλεανὸς ἐν τῷ περὶ τῆς Νεστορίδος φησὶν ὅτι δύο πυθμένας ἔχει, ἕνα μὲν τὸν κατὰ τὸ κύτος αὐτῷ συγκεχαλκευμένον, ἕτερον δὲ τὸν πρόσθετον ἀπ᾽ ὀξέος ἀρχόμενον, καταλήγοντα δὲ εἰς πλατύτερον, ἐφ᾽ οὗ ἵσταται τὸ ποτήριον. [p. 258]
Ὠιόν. Δίνων ἐν γ Περσικῶν φησιν οὕτως : ‘ἐστὶ δὲ ποτίβαζις ἄρτος κρίθινος καὶ πύρινος ὀπτὸς καὶ κυπαρίσσου στέφανος καὶ οἶνος κεκραμένος ἐν ᾠῷ χρυσῷ, οὗ αὐτὸς βασιλεὺς πίνει.’ 111.
”
τοσαῦτα εἰπὼν ὁ Πλούταρχος καὶ ὑπὸ πάντων κροταλισθεὶς ᾔτησε φιάλην, ἀφ᾽ ἧς σπείσας ταῖς Μούσαις καὶ τῇ τούτων Μνημοσύνῃ μητρὶ προὔπιε πᾶσι φιλοτησίαν. ἐπειπὼν δὲ: “
φιάλαν ὡς εἴ τις ἀφνεᾶς ἀπὸ χειρὸς ἑλὼν
ἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ:
δωρήσεται,
οὐ μόνον ‘ νεανίᾳ γαμβρῷ προπίνων,’ ἀλλὰ καὶ πᾶσι τοῖς φιλτάτοις ἔδωκε τῷ παιδὶ περισοβεῖν ἐν κύκλῳ κελεύσας, τὸ κύκλῳ πίνειν τοῦτ᾽ εἶναι λέγων, παρατιθέμενος Μενάνδρου ἐκ Περινθίας:
οὐδεμίαν ἡ γραῦς ὅλως
κύλικα παρῆκεν, ἀλλὰ πίνει τὴν κύκλῳ.
καὶ πάλιν ἐκ Θεοφορουμένης:
καὶ ταχὺ πάλιν τὸ πρῶτον περισόβει ποτήριον
αὐτοῖς ἀκράτου. [p. 260]
καὶ Εὐριπίδης δ᾽ ἐν Κρήσσαις:
τὰ δ᾽ ἄλλα χαῖρε κύλικος ἑρπούσης κύκλῳ.
”
αἰτοῦντος δὲ τοῦ γραμματικοῦ Λεωνίδου μεῖζον ποτήριον καὶ εἰπόντος “ κρατηρίζωμεν, ἄνδρες φίλοι ... ,1 οὕτως δὲ τοὺς πότους Λυσανίας φησὶν ὁ Κυρηναῖος Ἡρόδωρον εἰρηκέναι ἐν τούτοις; ῾ ἐπεὶ δὲ θύσαντες πρὸς δεῖπνον καὶ κρατῆρα: καὶ εὐχὰς καὶ παιῶνας ἐτράποντο.' καὶ ὁ τοὺς μίμους δὲ πεποιηκὼς οὓς αἰεὶ διὰ χειρὸς ἔχειν Δοῦρίς φησι τὸν σοφὸν Πλάτωνα, λέγει που ' κἠκρατηρίχημες ἀντὶ τοῦ ' ἐπεπώκειμεν.6
” “ ἀλλὰ μήν, πρὸς θεῶν,” ὁ Ποντιανὸς ἔφη, “οὐ δεόντως ἐκ μεγάλων πίνετε ποτηρίων, τὸν ἥδιστον καὶ χαριέστατον Ξενοφῶντα πρὸ ὀφθαλμῶν ἔχοντες, ὃς ἐν τῷ Συμποσίῳ φησίν ' ὁ δ᾽ αὖ Σωκράτης εἶπεν ἀλλὰ πίνειν μέν, ὦ ἄνδρες, καὶ ἐμοὶ πάνυ δοκεῖ. τῷ γὰρ ὄντι ὁ οἶνος ἄρδων τὰς ψυχὰς τὰς μὲν λύπας, ὥσπερ ὁ μανδραγόρας ἀνθρώπους, κοιμίζει, τὰς δὲ φιλοφροσύνας, ὥσπερ ἔλαιον φλόγας,8 ἐγείρει. δοκεῖ μέντοι μοι καὶ τὰ τῶν ἀνδρῶν σώματα τὰ αὐτὰ πάσχειν ἅπερ καὶ τὰ τῶν ἐν γῇ φυομένων. [p. 262] καὶ γὰρ ἐκεῖνα, ὅταν μὲν ὁ θεὸς αὐτὰ ἄγαν ἀθρόως ποτίζῃ, οὐ δύναται ὀρθοῦσθαι οὐδὲ ταῖς ὥραις διαπλοῦσθαι: ὅταν δὲ ὅσῳ ἥδεται τοσοῦτο πίνῃ, καὶ μάλα ὀρθά τε αὔξεται καὶ θάλλοντα ἀφικνεῖται εἰς τὴν καρπογονίαν. οὕτω δὴ καὶ ἡμεῖς, ἢν μὲν ἀθρόον τὸ ποτὸν ἐγχεώμεθα, ταχὺ ἡμῶν καὶ τὰ σώματα καὶ αἱ γνῶμαι σφαλοῦνται, καὶ οὐδ᾽ ἀναπνεῖν μὴ ὅτι λέγειν δυνησόμεθα: ἢν δὲ ἡμῖν οἱ παῖδες μικραῖς κύλιξι μικρά: ἐπιψακάζωσιν, ἵνα καὶ ἐγὼ Γοργιείοις ῥήμασιν εἴπω, οὕτως οὐ βιαζόμενοι μεθύειν ὑπὸ τοῦ οἴνου, ἀλλ᾽ ἀναπειθόμενοι πρὸς τὸ παιγνιωδέστερον ἀφιξόμεθα 112.
εἰς ταῦτά τις ἀποβλέπων τὰ τοῦ καλοῦ Ξενοφῶντος ἐπιγινώσκειν δυνήσεται ἣν εἶχε πρὸς αὐτὸν ὁ λαμπρότατος Πλάτων ζηλοτυπίαν, ἢ τάχα φιλονίκως εἶχον ἀρχῆθεν πρὸς ἑαυτοὺς οἱ ἄνδρες οὗτοι, αἰσθόμενοι τῆς ἰδίας ἑκάτερος ἀρετῆς, καὶ ἴσως καὶ περὶ πρωτείων διεφέροντο, οὐ μόνον ἐξ ὧν περὶ Κύρου εἰρήκασι τεκμαιρομένοις ἡμῖν, ἀλλὰ κἀκ τῶν αὐτῶν ὑποθέσεων. συμπόσια μὲν γὰρ [p. 264] γεγράφασιν ἀμφότεροι, καὶ ἐν αὐτοῖς ὁ μὲν τὰς αὐλητρίδας ἐκβάλλει, ὁ δὲ εἰσάγει: καὶ ὁ μέν, ὡς πρόκειται, παραιτεῖται πίνειν μεγάλοις ποτηρίοις, ὁ δὲ τὸν Σωκράτην παράγει τῷ ψυκτῆρι πίνοντα μέχρι τῆς ἕω. κἀν τῷ περὶ Ψυχῆς δὲ ὁ Πλάτων καταλεγόμενος ἕκαστον τῶν παρατυχόντων οὐδὲ κατὰ μικρὸν τοῦ Ξενοφῶντος μέμνηται. καὶ περὶ τοῦ Κύρου οὖν ὁ μὲν λέγει ὡς ἐκ πρώτης ἡλικίας ἐπεπαίδευτο πάντα τὰ πάτρια, ὁ δὲ Πλάτων ὥσπερ ἐναντιούμενος ἐν τρίτῳ Νόμων φησί ' μαντεύομαι δὲ περὶ Κύρου τὰ μὲν ἄλλα στρατηγὸν αὐτὸν ἀγαθὸν εἶναι καὶ φιλόπονον,2 παιδείας δ᾽ ὀρθῆς οὐδὲ ἧφθαι τὸ παράπαν, οἰκονομίᾳ δ᾽ οὐδ᾽ ᾑτινιοῦν προσεσχηκέναι. ἔοικε δ᾽ ἐκ νέου στρατεύεσθαι, παραδούς τε τοὺς παῖδας ταῖς γυναιξὶ τρέφειν.' πάλιν ὁ μὲν Ξενοφῶν συναναβὰς Κύρῳ εἰς Πέρσας μετὰ τῶν μυρίων Ἑλλήνων καὶ ἀκριβῶς εἰδὼς τὴν προδοσίαν τοῦ Θεσσαλοῦ Μένωνος, ὅτι αὐτὸς αἴτιος ἐγένετο τοῖς περὶ Κλέαρχον τῆς ἀπωλείας τῆς ὑπὸ Τισσαφέρνου γενομένης, καὶ οἷός τις ἦν τὸν τρόπον, ὡς χαλεπός, ὡς ἀσελγής, [p. 266] διηγησάμενος φαίνεται. ὁ δὲ καλὸς Πλάτων μονονουχὶ εἰπών ' οὐκ ἔστ᾽ ἔτυμος λόγος οὗτος ' ἐγκώμια αὐτοῦ διεξέρχεται, ὁ τοὺς ἄλλους ἁπαξαπλῶς κακολογήσας, ἐν μὲν τῇ Πολιτείᾳ Ὅμηρον ἐκβάλλων καὶ τὴν μιμητικὴν ποίησιν, αὐτὸς δὲ τοὺς διαλόγους μιμητικῶς γράψας, ὧν τῆς ἰδέας οὐδ᾽ αὐτὸς εὑρετής ἐστιν. πρὸ γὰρ αὐτοῦ τοῦθ᾽ εὗρε τὸ εἶδος τῶν λόγων ὁ Τήιος Ἀλεξαμενός,4 ὡς Νικίας ὁ Νικαεὺς ἱστορεῖ καὶ Σωτίων. Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ Ποιητῶν οὕτως γράφει οὐκοῦν οὐδὲ ἐμμέτρους ὄντας τοὺς καλουμένους Σώφρονος μίμους μὴ φῶμεν εἶναι λόγους, ἢ μὴ μιμήσεις τοὺς Ἀλεξαμενοῦ τοῦ Τηίου τοὺς πρώτους γραφέντας τῶν Σωκρατικῶν λόγους ἄντικρυς φάσκων ὁ πολυμαθέστατος Ἀριστοτέλης πρὸ Πλάτωνος διαλόγους γεγραφέναι τὸν Ἀλεξαμενόν. διαβάλλει δὲ ὁ Πλάτων καὶ Θρασύμαχον τὸν [p. 268] Χαλκηδόνιον σοφιστὴν ὅμοιον εἶναι λέγων τῷ ὀνόματι, ἔτι δ᾽ Ἱππίαν καὶ Γοργίαν καὶ Παρμενίδην καὶ ἑνὶ διαλόγῳ τῷ Πρωταγόρᾳ πολλούς, ὁ τοιαῦτα ἐν τῇ Πολιτείᾳ εἰπών ' ὅταν, οἶμαι, δημοκρατουμένη πόλις ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων τύχῃ καὶ ἀκράτου αὐτῆς μεθυσθῇ.'113.
‘ λέγεται δὲ ὡς καὶ ὁ Γοργίας αὐτὸς ἀναγνοὺς τὸν ὁμώνυμον αὑτῷ διάλογον πρὸς τοὺς συνήθεις ἔφη ' ὡς καλῶς οἶδε Πλάτων ἰαμβίζειν.’ Ἕρμιππος δὲ ἐν τῷ περὶ Γοργίου ' ὡς ἐπεδήμησε,' φησί, : ταῖς Ἀθήναις Γοργίας μετὰ τὸ ποιήσασθαι τὴν ἀνάθεσιν τῆς ἐν Δελφοῖς ἑαυτοῦ χρυσῆς εἰκόνος, εἰπόντος τοῦ Πλάτωνος, ὅτε εἶδεν αὐτόν, ‘ ἥκει ἡμῖν ὁ καλός τε καὶ χρυσοῦς ὁ Γοργίας’ ἔφη ὁ Γοργίας: ‘ἦ καλόν γε αἱ Ἀθῆναι καὶ νέον τοῦτον Ἀρχίλοχον ἐνηνόχασιν.’ ἄλλοι δέ φασιν ὡς ἀναγνοὺς ὁ Γοργίας τὸν Πλάτωνος διάλογον πρὸς τοὺς παρόντας εἶπεν ὅτι οὐδὲν τούτων οὔτ᾽ εἶπεν οὔτ᾽ ἤκουσε παρὰ Πλάτωνος,2᾽ ταὐτά φασι καὶ [p. 270] Φαίδωνα εἰπεῖν ἀναγνόντα τὸν περὶ Ψυχῆς. διὸ καλῶς ὁ Τίμων περὶ αὐτοῦ ἔφη :
ὡς ἀνέπλαττε Πλάτων ὁ πεπλασμένα θαύματα εἰδώς.
Παρμενίδῃ μὲν γὰρ καὶ ἐλθεῖν εἰς λόγους τὸν τοῦ Πλάτωνος Σωκράτην μόλις ἡ ἡλικία συγχωρεῖ, οὐχ ὡς καὶ τοιούτους εἰπεῖν ἢ ἀκοῦσαι λόγους. τὸ δὲ πάντων σχετλιώτατον καὶ τὸ εἰπεῖν οὐδεμιᾶς κατεπειγούσης χρείας ὅτι παιδικὰ γεγόνοι τοῦ Παρμενίδου Ζήνων ὁ πολίτης αὐτοῦ. ἀδύνατον δὲ καὶ Φαῖδρον οὐ μόνον κατὰ Σωκράτην εἶναι, ἦ πού γε καὶ ἐρώμενον αὐτοῦ γεγονέναι. ἀλλὰ μὴν οὐ δύνανται οὐδὲ Πάραλος καὶ Ξάνθιππος οἱ Περικλέους υἱοὶ τελευτήσαντος τῷ λοιμῷ Πρωταγόρᾳ διαλέγεσθαι ὅτε δεύτερον ἐπεδήμησε ταῖς Ἀθήναις, οἱ ἔτι πρότερον τελευτήσαντες. πολλὰ δ᾽ ἔστι καὶ ἄλλα λέγειν περὶ αὐτοῦ καὶ δεικνύναι ὡς ἔπλαττε τοὺς διαλόγους.
ὅτι114. δὲ καὶ δυσμενὴς ἦν πρὸς ἅπαντας, δῆλον καὶ ἐκ τῶν ἐν τῷ Ἴωνι ἐπιγραφομένῳ,8 ἐν ᾧ πρῶτον μὲν κακολογεῖ πάντας τοὺς ποιητάς, ἔπειτα καὶ τοὺς ὑπὸ τοῦ δήμου προαγομένους, Φανοσθένη τὸν [p. 272] Ἄνδριον κἀπολλόδωρον τὸν Κυζικηνόν, ἔτι δὲ τὸν Κλαζομένιον Ἡρακλείδην. ἐν δὲ τῷ Μένωνι καὶ τοὺς μεγίστους παρ᾽ Ἀθηναίοις γενομένους ' Ἀριστείδην καὶ Θεμιστοκλέα, Μένωνα δὲ ἐπαινεῖ τὸν τοὺς Ἕλληνας προδόντα. ἐν δὲ τῷ Εὐθυδήμῳ Εὐθύδημον καὶ τὸν ἀδελφὸν αὐτοῦ Διονυσόδωρον προπηλακίζων καὶ καλῶν ὀψιμαθεῖς ἔτι τε ἐριστὰς ὀνομάζων ὀνειδίζει αὐτοῖς καὶ τὴν ἐκ Χίου τῆς πατρίδος φυγήν, ἀφ᾽ ἧς ἐν Θουρίοις κατῳκίσθησαν. ἐν δὲ τῷ περὶ Ἀνδρείας Μελησίαν τὸν Θουκυδίδου τοῦ ἀντιπολιτευσαμένου Περικλεῖ καὶ Λυσίμαχον τὸν Ἀριστείδου τοῦ δικαίου, τῆς τῶν πατέρων ἀρετῆς ἀναξίους εἶναι φάσκων. ἃ δὲ περὶ Ἀλκιβιάδου εἴρηκεν ἐν τῷ Συμποσίῳ οὐδ᾽ εἰς φῶς λέγεσθαί ἐστιν ἄξιον, ἔν τε τῷ προτέρῳ τῶν εἰς αὐτὸν διαλόγων ὁ γὰρ δεύτερος ὑπό τινων Ξενοφῶντος εἶναι λέγεται, ὡς καὶ ἡ Ἀλκυὼν Λέοντος τοῦ Ἀκαδημαικοῦ, ὥς φησι Νικίας ὁ Νικαεύς. τὰ μὲν οὖν κατὰ Ἀλκιβιάδου λεχθέντα σιωπῶ: ὅτι δὲ τὸν Ἀθηναίων δῆμον εἰκαῖον εἴρηκε κριτὴν ἔτι τε πρόκωπον,5 Λακεδαιμονίους δὲ ἐπαινῶν ἐπαινεῖ καὶ τοὺς πάντων Ἑλλήνων ἐχθροὺς Πέρσας, καὶ τὸν ἀδελφὸν δὲ τοῦ Ἀλκιβιάδου Κλεινίαν [p. 274] μαινόμενόν τε ἀποκαλεῖ καὶ τοὺς υἱοὺς αὐτοῦ ἠλιθίους Μειδίαν τε ὀρτυγοκόπον,2 καὶ τὸν τῶν Ἀθηναίων δῆμον εὐπρόσωπον μὲν εἶναι, δεῖν δ᾽ αὐτὸν ἀποδύσαντας θεωρεῖν ὀφθήσεται γάρ, φησί, περίβλεπτον ἀξίωμα περικείμενος κάλλους οὐκ ἀληθινοῦ.
ἐν115. δὲ τῷ Κίμωνι οὐδὲ τῆς Θεμιστοκλέους φείδεται κατηγορίας οὐδὲ τῆς Ἀλκιβιάδου καὶ Μυρωνίδου,5 ἀλλ᾽ οὐδ᾽ αὐτοῦ τοῦ Κίμωνος, καὶ ὁ Κρίτων δ᾽ αὐτοῦ Κρίτωνος, ἡ δὲ Πολιτεία καὶ Σοφοκλέους περιέχει καταδρομήν, ὁ δὲ Γοργίας οὐ μόνον ἀφ᾽ οὗ τὸ ἐπίγραμμα, ἀλλὰ καὶ Ἀρχελάου τοῦ Μακεδονίας βασιλέως, ὃν οὐ μόνον ἐπονείδιστον γένος ἔχειν, ἀλλ᾽ ὅτι καὶ ἀπέκτεινε τὸν δεσπότην. οὗτος δ᾽ ἐστὶ Πλάτων, ὃν Σπεύσιππός φησι φίλτατον ὄντα Φιλίππῳ τῆς βασιλείας αἴτιον γενέσθαι. γράφει γοῦν Καρύστιος ὁ Περγαμηνὸς ἐν τοῖς Ἱστορικοῖς Ὑπομνήμασιν οὕτως Σπεύσιππος πυνθανόμενος Φίλιππον βλασφημεῖν περὶ Πλάτωνος εἰς ἐπιστολὴν ἔγραψέ τι τοιοῦτον ‘ ὥσπερ [p. 276] ἀγνοοῦντας τοὺς ἀνθρώπους ὅτι καὶ τὴν ἀρχὴν τῆς βασιλείας Φίλιππος διὰ Πλάτωνος ἔσχεν. Εὐφραῖον γὰρ ἀπέστειλε τὸν ' Ὠρείτην πρὸς Περδίκκαν Πλάτων, ὃς ἔπεισεν ἀπομερίσαι τινὰ χώραν Φιλίππῳ. διατρέφων δ᾽ ἐνταῦθα δύναμιν, ὡς ἀπέθανε Περδίκκας, ἐξ ἑτοίμου δυνάμεως ὑπαρχούσης ἐπέπεσε τοῖς πράγμασι.’ ' τοῦτο δ᾽ εἴπερ οὕτως ἀληθείας ἔχει, θεὸς ἂν εἰδείη. ὁ δὲ καλὸς αὐτοῦ Πρωταγόρας πρὸς τῷ καταδρομὴν ἔχειν πολλῶν ποιητῶν καὶ σοφῶν ἀνδρῶν ἐκθεατριζόμενον ἔχει καὶ τὸν Καλλίου βίον μᾶλλον τῶν Εὐπόλιδος Κολάκων, ἐν δὲ τῷ Μενεξένῳ οὐ μόνον Ἱππίας ὁ Ἡλεῖος χλευάζεται, ἀλλὰ καὶ ὁ Ῥαμνούσιος Ἀντιφῶν καὶ ὁ μουσικὸς Λάμπρος, ἐπιλίποι δ᾽ ἄν με ἡ ἡμέρα εἰ πάντας ἐθελήσαιμι ἐπελθεῖν τοὺς κακῶς ἀκούσαντας ὑπὸ τοῦ σοφοῦ. ἀλλὰ μὴν οὐδ᾽ Ἀντισθένη ἐπαινῶ : καὶ γὰρ καὶ οὗτος πολλοὺς εἰπὼν κακῶς οὐδ᾽ αὐτοῦ τοῦ Πλάτωνος ἀπέσχετο, ἀλλὰ καλέσας αὐτὸν φορτικῶς Σάθωνα τὸν ταύτην ἔχοντα τὴν ἐπιγραφὴν διάλογον ἐξέδωκεν.
Ἡγήσανδρος116. δὲ ὁ Δελφὸς ἐν τοῖς Ὑπομνήμασι περὶ τῆς πρὸς πάντας τοῦ Πλάτωνος κακοηθείας λέγων γράφει καὶ ταῦτα μετὰ τὴν Σωκράτους τελευτὴν ἐπὶ πλεῖον τῶν συνήθων ἀθυμούντων ἒν τινι συνουσίᾳ Πλάτων συμπαρὼν λαβὼν τὸ ποτήριον παρεκάλει μὴ ἀθυμεῖν αὐτούς, ὡς ἱκανὸς αὐτὸς [p. 278] εἴη ἡγεῖσθαι τῆς σχολῆς, καὶ προέπιεν Ἀπολλοδώρῳ. καὶ ὃς εἶπεν ‘ἥδιον ἂν παρὰ Σωκράτους τὴν τοῦ φαρμάκου κύλικα εἰλήφειν ἢ παρὰ σοῦ τὴν τοῦ οἴνου πρόποσιν.’ ἐδόκει γὰρ Πλάτων φθονερὸς εἶναι καὶ κατὰ τὸ ἦθος οὐδαμῶς εὐδοκιμεῖν. καὶ γὰρ Ἀρίστιππον πρὸς Διονύσιον ἀποδημήσαντα ἔσκωπτεν, αὐτὸς τρὶς εἰς Σικελίαν ἐκπλεύσας: ἅπαξ μὲν τῶν ῥυάκων χάριν, ὅτε καὶ τῷ πρεσβυτέρῳ Διονυσίῳ συγγενόμενος ἐκινδύνευσεν, δὶς δὲ πρὸς τὸν νεώτερον Διονύσιον: Αἰσχίνου τε πένητος ὄντος καὶ μαθητὴν ἕνα ἔχοντος Ξενοκράτην, τοῦτον περιέσπασεν. καὶ Φαίδωνι δὲ τὴν τῆς δουλείας ἐφιστὰς δίκην ἐφωράθη: καὶ τὸ καθόλου πᾶσι τοῖς Σωκράτους μαθηταῖς ἐπεφύκει μητρυιᾶς ἔχων διάθεσιν. διόπερ Σωκράτης οὐκ ἀηδῶς περὶ αὐτοῦ στοχαζόμενος ἐνύπνιον ἔφησεν ἑωρακέναι πλειόνων παρόντων. δοκεῖν γὰρ ἔφη ‘ τὸν Πλάτωνα κορώνην γενόμενον ἐπὶ τὴν κεφαλήν μου ἀναπηδήσαντα τὸ φαλακρόν μου κατασκαριφᾶν καὶ κρώζειν περιβλέπουσαν. δοκῶ οὖν σε, ὦ Πλάτων, πολλὰ κατὰ τῆς ἐμῆς. ψεύσεσθαι κεφαλῆς.’ ἦν δὲ ὁ Πλάτων πρὸς τῇ κακοηθείᾳ καὶ φιλόδοξος, ὅστις ἔφησεν: ‘ἔσχατον τὸν τῆς [p. 280] δόξης χιτῶνα ἐν τῷ θανάτῳ αὐτῷ ἀποδυόμεθα, ἐν διαθήκαις, ἐν ἐκκομιδαῖς, ἐν τάφοις,’ ὥς φησι Διοσκουρίδης ἐν τοῖς Ἀπομνημονεύμασιν. καὶ τὸ πόλιν δὲ θελῆσαι κτίσαι καὶ τὸ νομοθετῆσαι τίς οὐ φήσει πάθος εἶναι φιλοδοξίας; δῆλον δ᾽ ἐστὶ τοῦτο ἐξ ὧν ἐν τῷ Τιμαίῳ λέγει: ‘πέπονθά τι πάθος πρὸς τὴν πολιτείαν, ὥσπερ ἂν εἰ ζωγράφος ἐβούλετο τὰ ἑαυτοῦ ἔργα κινούμενα καὶ ἐνεργὰ ἰδεῖν οὕτω κἀγὼ τοὺς πολίτας οὓς διαγράφω.’ 117. '
περὶ δὲ τῶν ἐν τοῖς διαλόγοις αὐτοῦ λελεγμένων τί ἂν καὶ λέγοι τις; ἡ μὲν γὰρ ψυχὴ ἡ διαπλαττομένη ἀθάνατος ὑπ᾽ αὐτοῦ καὶ κατὰ τὴν ἀπόλυσιν χωριζομένη τοῦ σώματος παρὰ πρώτῳ εἴρηται Ὁμήρῳ. οὗτος γὰρ εἶπεν ὡς ἡ τοῦ Πατρόκλου ψυχὴ
Ἄιδόσδε κατῆλθεν
ὃν πότμον γοόωσα, λιποῦσ᾽ ἀνδροτῆτα καὶ ἥβην.
εἰ δ᾽ οὖν καὶ Πλάτωνος φήσειέν τις εἶναι τὸν λόγον, οὐχ ὁρῶ τίν᾽ ἐσχήκαμεν ἀπ᾽ αὐτοῦ ὠφέλειαν. ἐὰν γὰρ καὶ συγχωρήσῃ τις μεθίστασθαι τὰς τῶν τετελευτηκότων ψυχὰς εἰς ἄλλας φύσεις καὶ πρὸς τὸν μετεωρότερον καὶ καθαρώτερον ἀνέρχεσθαι τόπον, ἅτε κουφότητος μετεχούσας, τί πλέον ἡμῖν; ὧν γὰρ μήτ᾽ ἀνάμνησίς ἐστιν οὗ ποτε ἦμεν μήτ᾽ αἴσθησις εἰ καὶ τὸ σύνολον ἦμεν, τίς χάρις ταύτης [p. 282] τῆς ἀθανασίας; οἱ δὲ συντεθέντες ὑπ᾽ αὐτοῦ Νόμοι καὶ τούτων ἔτι πρότερον ἡ Πολιτεία τί πεποιήκασιν; καίτοι γε ἔδει καθάπερ τὸν Λυκοῦργον τοὺς Λακεδαιμονίους καὶ τὸν Σόλωνα τοὺς Ἀθηναίους καὶ τὸν Ζάλευκον τοὺς Θουρίους, καὶ αὐτόν, εἴπερ ἦσαν χρήσιμοι, πεῖσαί τινας τῶν Ἑλλήνων αὐτοῖς χρήσασθαι. ' νόμος γάρ ἐστιν,' ὥς φησιν Ἀριστοτέλης, ' λόγος ὡρισμένος καθ᾽ ὁμολογίαν κοινὴν πόλεως, μηνύων πῶς δεῖ πράττειν ἕκαστα ὁ δὲ Πλάτων πῶς οὐκ ἄτοπος,1 τριῶν Ἀθηναίων γενομένων νομοθετῶν τῶν γε δὴ γνωριζομένων, Δράκοντος καὶ αὐτοῦ τοῦ Πλάτωνος καὶ Σόλωνος, τῶν μὲν τοῖς νόμοις ἐμμένειν τοὺς πολίτας, τῶν δὲ τοῦ Πλάτωνος καὶ προσκαταγελᾶν; ὁ δ᾽ αὐτὸς λόγος καὶ περὶ τῆς Πολιτείας: εἰ καὶ πασῶν ἐστιν αὕτη βελτίων, μὴ πείθοι δ᾽ ἡμᾶς, τί πλέον; ἔοικεν οὖν ὁ Πλάτων οὐ τοῖς οὖσιν ἀνθρώποις γράψαι τοὺς νόμους, ἀλλὰ τοῖς ὑπ᾽ αὐτοῦ διαπλαττομένοις, ὥστε καὶ ζητεῖσθαι τοὺς χρησομένους. ἐχρῆν οὖν ἃ πείσει: λέγων ταῦτα καὶ γράφειν καὶ μὴ ταὐτὰ ποιεῖν τοῖς εὐχομένοις, ἀλλὰ τοῖς τῶν ἐνδεχομένων ἀντεχομένοις.
118. χωρὶς τοίνυν τούτων εἴ τις διεξίοι τοὺς Τιμαίους αὐτοῦ καὶ τοὺς Γοργίας καὶ τοὺς ἄλλους δὲ τοὺς [p. 284] τοιούτους διαλόγους, ἐν οἷς καὶ περὶ τῶν ἐν τοῖς μαθήμασι διεξέρχεται καὶ περὶ τῶν κατὰ φύσιν καὶ περὶ πλειόνων ἄλλων, οὐδὲ διὰ ταῦτα θαυμαστέος ἐστίν. ἔχει γάρ τις καὶ παρ᾽ ἑτέρων ταῦτα λαβεῖν ἢ βέλτιον λεχθέντα ἢ μὴ χεῖρον. καὶ γὰρ Θεόπομπος ὁ Χῖος ἐν τῷ κατὰ τῆς Πλάτωνος διατριβῆς ' τοὺς πολλούς,' φησί, ' τῶν διαλόγων αὐτοῦ ἀχρείους καὶ ψευδεῖς ἄν τις εὕροι: ἀλλοτρίους δὲ τοὺς πλείους, ὄντας ἐκ τῶν Ἀριστίππου διατριβῶν, ἐνίους δὲ κἀκ τῶν Ἀντισθένους, πολλοὺς δὲ κἀκ τῶν Βρύσωνος τοῦ Ἡρακλεώτου ἀλλὰ τὰ κατὰ τὸν ἄνθρωπον ἅπερ ἐπαγγέλλεται καὶ ἡμεῖς ζητοῦμεν ἐκ τῶν ἐκείνου λόγων,8 οὐχ εὑρίσκομεν, ἀλλὰ συμπόσια μὲν καὶ λόγους ὑπὲρ ἔρωτος εἰρημένους καὶ μάλα ἀπρεπεῖς, οὓς καταφρονῶν τῶν ἀναγνωσομένων συνέθηκεν, ὥσπερ καὶ οἱ πολλοὶ τῶν μαθητῶν αὐτοῦ τυραννικοί τινες καὶ διάβολοι γεγόνασιν.119. Εὐφραῖος μὲν γὰρ παρὰ Περδίκκᾳ τῷ βασιλεῖ διατρίβων ἐν Μακεδονίᾳ οὐχ ἧττον αὐτοῦ ἐβασίλευε φαῦλος ὢν καὶ διάβολος: ὃς οὕτω ψυχρῶς συνέταξε τὴν ἑταιρίαν τοῦ βασιλέως ὥστε οὐκ ἐξῆν τοῦ συσσιτίου μετασχεῖν εἰ μή τις ἐπίσταιτο γεωμετρεῖν ἢ φιλοσοφεῖν, ὅθεν, Φιλίππου τὴν ἀρχὴν παραλαβόντος, Παρμενίων αὐτὸν ἐν ' Ὠρεῷ λαβὼν ἀπέκτεινεν, ὥς φησι Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασι. καὶ Κάλλιππος δ᾽ ὁ [p. 286] Ἀθηναῖος, μαθητὴς καὶ αὐτὸς Πλάτωνος, ἑταῖρος Δίωνος καὶ συμμαθητὴς γενόμενος καὶ συναποδημήσας αὐτῷ εἰς Συρακούσας, ὁρῶν ἤδη τὸν Δίωνα ἐξιδιοποιούμενον τὴν μοναρχίαν ἀποκτείνας αὐτὸν καὶ αὐτὸς τυραννεῖν ἐπιχειρήσας ἀπεσφάγη,1 Εὐαίων δ᾽ ὁ Λαμψακηνός, ὥς φησιν Εὐρύπυλος καὶ Δικαιοκλῆς ὁ Κνίδιος ἐνενηκοστῷ καὶ πρώτῳ Διατριβῶν, ἔτι δὲ Δημοχάρης ὁ ῥήτωρ ἐν τῷ ὑπὲρ Σοφοκλέους πρὸς Φίλωνα, δανείσας τῇ πατρίδι ἀργύριον ἐπὶ ἐνεχύρῳ τῇ ἀκροπόλει ἀφυστερήσας τυραννεῖν ἐβουλεύετο, ἕως συνδραμόντες ἐπ᾽ αὐτὸν οἱ Λαμψακηνοὶ καὶ τὰ χρήματα ἀποδόντες ἐξέβαλον. Τίμαιος δ᾽ ὁ Κυζικηνός, ὡς ὁ αὐτὸς Δημοχάρης φησίν, χρήματα καὶ σῖτον ἐπιδοὺς τοῖς πολίταις καὶ διὰ ταῦτα πιστευθεὶς εἶναι χρηστὸς παρὰ τοῖς Κυζικηνοῖς, μικρὸν ἐπισχὼν χρόνον ἐπέθετο τῇ πολιτείᾳ δι᾽ Ἀριδαίου. κριθεὶς δὲ καὶ ἁλοὺς καὶ ἀδοξήσας ἐν μὲν τῇ πόλει ἐπέμενε παλαιὸς καὶ γεγηρακώς,6 ἀτίμως δὲ διαζῶν. τοιοῦτοι δ᾽ εἰσὶ καὶ νῦν τῶν Ἀκαδημαικῶν τινες, ἀνοσίως καὶ ἀδόξως βιοῦντες. χρημάτων γὰρ ἐξ ἀσεβείας καὶ παρὰ φύσιν κυριεύσαντες διὰ γοητείαν [p. 288] νῦν εἰσιν περίβλεπτοι: ὥσπερ καὶ Χαίρων ὁ Πελληνεύς, ὃς οὐ μόνῳ Πλάτωνι ἐσχόλακεν, ἀλλὰ καὶ Ξενοκράτει. καὶ οὗτος οὖν τῆς πατρίδος, πικρῶς τυραννήσας οὐ μόνον τοὺς ἀρίστους τῶν πολιτῶν ἐξήλασεν, ἀλλὰ καὶ τοῖς τούτων δούλοις τὰ χρήματα τῶν δεσποτῶν χαρισάμενος καὶ τὰς ἐκείνων γυναῖκας συνῴκισεν πρὸς γάμου κοινωνίαν, ταῦτ᾽ ὠφεληθεὶς ἐκ τῆς καλῆς Πολιτείας καὶ τῶν παρανόμων Νόμων.
120. διὸ καὶ Ἔφιππος ὁ κωμῳδιοποιὸς ἐν Ναυάγῳ Πλάτωνά τε αὐτὸν καὶ τῶν γνωρίμων τινὰς κεκωμῴδηκεν ὡς καὶ ἐπ᾽ ἀργυρίῳ συκοφαντοῦντας, ἐμφαίνων ὅτι καὶ πολυτελῶς ἠσκοῦντο καὶ ὅτι τῆς εὐμορφίας τῶν καθ᾽ ἡμᾶς ἀσελγῶν πλείονα πρόνοιαν ἐποιοῦντο: λέγει δ᾽ οὕτως:
ἔπειτ᾽ ἀναστὰς εὔστοχος νεανίας
τῶν ἐξ Ἀκαδημίας τις ὑποπλατωνικὸς
Βρυσωνοθρασυμαχειοληψικερμάτων, πληγεὶς ἀνάγκῃ ληψιλογομίσθῳ τέχνῃ
συνών τις, οὐκ ἄσκεπτα δυνάμενος λέγειν,
εὖ μὲν μαχαίρᾳ ξύστ᾽ ἔχων τριχώματα,
εὖ δ᾽ ὑποκαθιεὶς ἄτομα πώγωνος βάθη, [p. 290]
εὖ δ᾽ ἐν πεδίλῳ πόδα τιθεὶς ἐπισφύρων κνήμης ἱμάντων ἰσομέτροις ἑλίγμασιν,
ὄγκῳ τε χλανίδος εὖ τεθωρακισμένος,
σχῆμ᾽ ἀξιόχρεων ἐπικαθεὶς βακτηρίᾳ,
ἀλλότριον, οὐκ οἰκεῖον, ὡς ἐμοὶ δοκεῖ,
ἔλεξεν ἄνδρες τῆς Ἀθηναίων χθονός.'
”
μέχρι τούτων ἡμῖν πεπεραιώσθω καὶ ἥδε ἡ συναγωγή, φίλτατε Τιμόκρατες. ἑξῆς δὲ ἐροῦμεν περὶ τῶν ἐπὶ τρυφῇ διαβοήτων γενομένων.