Βιβλίον θ΄
Συγγραφέας:
Δειπνοσοφισταί (Σύνοψις)
Athenaeus. The Deipnosophists. Cambridge, MA. Harvard University Press. London. William Heinemann Ltd. 1927. 1.


1.
    Δόρπου δ᾽ ἐξαῦτις μνησώμεθα, χερσὶ δ᾽ ἐφ᾽ ὕδωρ
    χευάντων μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται

ἐμοί τε καὶ σοί, ὦ Τιμόκρατες. περιενεχθέντων γὰρ κωλήνων καί τινος εἰπόντος εἰ τακεραί εἰσι, ‘ παρὰ τίνι κεῖται τὸ τακερόν;’ ὁ Οὐλπιανὸς ἔφη.

“ καὶ σίναπυ δὲ τίς εἴρηκε τὸ νᾶπυ; ὁρῶ γὰρ ἐν παροψίσι περιφερόμενον μετὰ τῶν κωλεῶν. οἶδα γὰρ καὶ οὕτως λεγόμενον κωλεὸν ἀρσενικῶς καὶ οὐχ, ὡς οἱ ἡμεδαποὶ Ἀθηναῖοι, μόνως θηλυκῶς. Ἐπίχαρμος γοῦν ἐν Μεγαρίδι φησὶν ' ὀρύα τυρίδιον, ὁ κωλεοί, σφονδύλοι, τῶν δὲ βρωμάτων οὐδὲ ἕν.' καὶ ἐν Κύκλωπι:


    χορδαί τε ἁδὺ ναὶ μὰ Δία χὠ κωλεός.

μάθετε δὲ καὶ τοῦτο παρ᾽ ἐμοῦ, ὦ σοφώτατοι, ὅτι νῦν ὁ Ἐπίχαρμος καὶ χορδὴν ὠνόμασεν, ἀεί ποτε ὀρύαν καλῶν. καὶ ἅλας δὲ ἡδυσμένους ὁρῶ ἐν ἄλλαις παροψίσιν. ἀνηδύντων δὲ ἁλῶν πλήρεις οἱ κυνικοί, παρ᾽ οἷς κατὰ τὸν Ἀντιφάνην, λέγει δ᾽ ἐν Κωρύκῳ τις ἄλλος κύων [p. 160]


    τῶν θαλαττίων δ᾽ ἀεὶ
    ὄψων ἓν ἔχομεν, διὰ τέλους δὲ τοῦθ᾽, ἅλας.1 ...
    ἐπὶ δὲ τούτοις πίνομεν
    οἰνάριον, εἶδος, νὴ Δί᾽, οἰκίας τρόπον.
    β. πῶς εἶδος; α. οἷον τοῖς παροῦσι συμφέρει
    ἁπαξάπασιν ὀξυβάφῳ ποτηρίῳ. .

ὁρῶ δὲ καὶ μετὰ ὄξους ἀναμεμιγμένον γάρον. οἶδα δὲ ὅτι νῦν τινες τῶν Ποντικῶν ἰδίᾳ καθ᾽ αὑτὸ κατασκευάζονται ὀξύγαρον.



2. πρὸς ταῦτα ἀπαντήσας ὁ Ζωίλος ἔφη: “Ἀριστοφάνης, ὦ οὗτος, ἐν Λημνίαις τὸ τακερὸν ἔταξεν ἐπὶ τοῦ τρυφεροῦ λέγων οὕτως :


    Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ καλούς,

καὶ Φερεκράτης Κραπατάλλοις:


    τακεροὺς ποιῆσαι τοὺς ἐρεβίνθους αὐτόθι.

σίνηπυ δ᾽ ὠνόμασε Νίκανδρος ὁ Κολοφώνιος ἐν μὲν Θηριακοῖς οὕτως :


    ἦ μὴν καὶ σικύην χαλκήρεα ἠὲ σίνηπυ.

ἐν δὲ τοῖς Γεωργικοῖς:


    σπέρματά τ᾽ ἐνδάκνοντα σινήπυος.

καὶ πάλιν


    κάρδαμ᾽ ἀνάρρινὸν τε μελάμφυλλόν τε σίνηπυ.

Κράτης δ᾽ ἐν τοῖς περὶ τῆς Ἀττικῆς λέξεως Ἀριστοφάνη παριστᾷ λέγοντα:


    κἄβλεπε σίναπυ καὶ τὰ πρόσωπ᾽ ἀνέσπασε, [p. 162]

καθά φησι Σέλευκος ἐν τοῖς περὶ Ἑλληνισμοῦ: ἐστὶ δ᾽ ὁ στίχος ἐξ Ἱππέων καὶ ἔχει οὕτως: ' κἄβλεψε νᾶπυ.' οὐδεὶς δ᾽ Ἀττικῶν σίναπυ ἔφη. ἔχει δὲ ἑκάτερον λόγον. νᾶπυ μὲν γὰρ οἷον νᾶφυ, ὅτι ἐστέρηται φύσεως: ἀφυὲς γάρ καὶ μικρόν, ὥσπερ καὶ ἡ ἀφύη. σίναπυ δὲ ὅτι σίνεται τοὺς ὦπας ἐν τῇ ὀδμῇ, ὡς καὶ τὸ κρόμμυον ὅτι τὰς κόρας μύομεν. Ξέναρχος δὲ ὁ κωμῳδιοποιὸς ἐν Σκύθαις ἔφη:


    τουτὶ τὸ κακὸν οὔκ ἐστ᾽ ἔτι
    κακὸν τὸ θυγάτριὸν γέ μου σεσινάπικεν
    διὰ τῆς ξένης.

ἁλῶν δὲ καὶ ὄξους μέμνηται ὁ καλὸς Ἀριστοφάνης ἐν τοῖς περὶ Σθενέλου τοῦ τραγικοῦ λέγων:


    καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμ᾽ ἂν ῥήματα;
    εἰς ὄξος ἐμβαπτόμενος ἢ λευκοὺς ἅλας;

3. ἡμεῖς μὲν οὖν σοι ταῦτα, καλὲ ἄνθρωπε, ζητοῦντι συνεισευπορήσαμεν σὺ δ᾽ ἡμῖν ἀποκρίνασθαι δίκαιος εἶ παρὰ τίνι ἐπὶ τοῦ ἀγγείου ἡ παροψὶς κεῖται, ἐπὶ μὲν γὰρ ὄψου παρεσκευασμένου ποικίλου καὶ εἴδους τινὸς τοιούτου Πλάτωνα οἶδα εἰρηκότα ἐν Ἑορταῖς οὕτως :


    ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες.

ἐν δὲ Εὐρώπῃ πάλιν ἐπὶ παροψήματος διὰ πλειόνων εἴρηκεν, ἐν οἷς ἐστι καὶ τάδε: [p. 164]


    α. γυνὴ καθεύδουσ᾽ ἐστὶν ἀργόν. Ζ. μανθάνω.
    α. ἐγρηγορυίας δ᾽ εἰσὶν αἱ παροψίδες
    αὐταὶ μόνον κρεῖττον πολὺ χρῆμ᾽ εἰς ἡδονὴν
    ἢ τἄλλα. Ζ. βείνου γάρ τινες παροψίδες
    εἰσ᾽, ἀντιβολῶ σ᾽;

κἀν τοῖς δ᾽ ἑξῆς δίεισιν ὥσπερ ἐπὶ παροψήματος λέγων τῶν παροψίδων. ἐν δὲ Φάωνι:


    τὰ δ᾽ ἀλλότρι᾽ ἔσθ᾽ ὅμοια ταῖς παροψίσι:
    βραχὺ γάρ τι τέρψαντ᾽ ἐξανάλωται ταχύ.

Ἀριστοφάνης Δαιδάλῳ:


    πάσαις γυναιξὶν ἐξ ἑνὸς γέ του τρόπου
    ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.

” 4.

σιωπῶντος οὖν τοῦ Οὐλπιανοῦ, “ ἀλλ᾽ ἐγώ,” φησὶν ὁ Λεωνίδης, “ εἰπεῖν εἰμι δίκαιος πολλὰ ἤδη σιωπήσας:


    πολλοῖς δ᾽ ἀντιλέγειν κατὰ

τὸν Πάριον Εὔηνον


    ἔθος περὶ παντὸς ὁμοίως,
    ὀρθῶς δ᾽ ἀντιλέγειν οὐκέτι τοῦτ᾽ ἐν ἔθει:
    καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς ὁ παλαιός; '
    σοὶ μὲν ταῦτα: δοκοῦντ᾽ ἔστω, ἐμοὶ δὲ τάδε
    τοὺς ξυνετοὺς δ᾽ ἄν τις πείσειε τάχιστα λέγων εὖ,
    οἵπερ καὶ ῥᾴστης εἰσὶ διδασκαλίας.

5. ἐπὶ τοῦ σκεύους οὖν εἴρηκεν, ὦ φιλότης Μυρτίλε προήρπασα γάρ σου τὸν λόγον, Ἀντιφάνης Βοιωτίδι:

    [p. 166]
    καλέσας τε παρατίθησιν ἐν παροψίδι.

καὶ Ἄλεξις ἐν Ἡσιόνη ὡς


    εἶδε τὴν τράπεζαν ἀνθρώπους δύο
    φέροντας εἴσω ποικίλων παροψίδων
    κόσμου βρύουσαν, οὐκέτ᾽ εἰς ἔμ᾽ ἔβλεπεν.

καὶ ὁ τὰ εἰς Μάγνητα ἀναφερόμενα ποιήσας ἐν Διονύσῳ πρώτῳ: ι


    καὶ ταῦτα μέν μοι τῶν κακῶν παροψίδες.

Ἀχαιὸς δ᾽ ἐν Αἴθωνι σατυρικῷ:


    κεκερματίσθω δ᾽ ἄλλα μοι παροψίδων
    κάθεφθα καὶ κνισηρὰ παραφλογίσματα.

Σωτάδης δ᾽ ὁ κωμικὸς Παραλυτρουμένῳ:


    παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ:
    τοῦτον μασᾶται, παρακατεσθίει δ᾽ ἐμέ.

ἀμφιβόλως δ᾽ εἴρηται τὸ παρὰ τῷ Ξενοφῶντι ἐν πρώτῳ Παιδείας, φησὶ γὰρ ὁ φιλόσοφος ' προσῆγεν αὐτῷ παροψίδας καὶ παντοδαπὰ ἐμβάμματα καὶ βρώματα καὶ παρὰ τῷ τὸν Χείρωνα δὲ πεποιηκότι τὸν εἰς Φερεκράτην ἀναφερόμενον ἐπὶ ἡδύσματος ἡ παροψὶς κεῖται καὶ οὐχ, ὡς Δίδυμος ἐν τῷ περὶ παρεφθορυίας λέξεως, ἐπὶ τοῦ ἀγγείου. φησὶ γάρ:


    νὴ τὸν Δί᾽ οὗτοί γ᾽ ὥσπερ αἱ παροψίδες
    τὴν αἰτίαν ἔχουσ᾽ ἀπὸ τῶν ἡδυσμάτων,
    αὐτοὺς δ᾽ ὁ καλέσας ἀξιοῖ τοῦ μηδενός. [p. 168]

Νικοφῶν Σειρῆσιν


    ἀλλᾶς μαχέσθω περὶ ἕδρας παροψίδι.

Ἀριστοφάνης Δαιδάλῳ:


    πάσαις γυναιξὶν ἐξ ἑνὸς γέ του τρόπου
    ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.

Πλάτων Ἑορταῖς:


    ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες.

περὶ βολβῶν δ᾽ ἀρτύσεως καὶ σκευασίας τὸν λόγοι ποιεῖται. οἱ δ᾽ Ἀττικοί, ὦ Συραττικὲ Οὐλπιανέ, καὶ ἔμβαμμα λέγουσιν, ὡς Θεόπομπος ἐν Εἰρήνῃ:


    ὁ μὲν ἄρτος ἡδύ, τὸ δὲ φενακίζειν προσὸν
    ἔμβαμμα τοῖς ἄρτοις πονηρὸν γίγνεται.

6. καὶ κωλῆνα δὲ λέγουσι καὶ κωλῆν. Εὔπολις Αὐτολύκῳ :


    σκέλη δὲ καὶ κωλῆνες εὐθὺ τοὐρόφου.

Εὐριπίδης Σκίρωνι:


    οὐδὲ κωλῆνες νεβρῶν.

ἀπὸ δὲ τοῦ κωλέα συνῃρημένον ἐστὶν ὡς συκέα συκῆ, λεοντέα λεοντῆ, κωλέα κωλῆ. Ἀριστοφάνης Πλούτῳ δευτέρῳ :


    οἴμοι δὲ κωλῆς, ἣν ἐγὼ κατήσθιον,

καὶ ἐν Δαιταλεῦσι:


    καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα.

ἐν δὲ Πελαργοῖς:


    κεφαλὰς τ᾽ ἀρνῶν κωλᾶς τ᾽ ἐρίφων. [p. 170]

Πλάτων Γρυψὶν ' ἰχθῦς, κωλᾶς, φύσκας.' Ἀμειψίας Κόννῳ:


    δίδοται μάλισθ᾽ ἱερώσυνα,
    κωλῆ, τὸ πλευρόν, ἡμίκραιρ᾽ ἀριστερά.

Ξενοφῶν Κυνηγετικῷ: ' κωλῆν σαρκώδη, λαγόνας ὑγράς.' καὶ Ξενοφάνης δ᾽ ὁ Κολοφώνιος ἐν τοῖς ἐλεγείοις φησί:


    πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον
    ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν,
    τοῦ κλέος Ἑλλάδα πᾶσαν ἐφίξεται οὐδ᾽ ἀπολήξει
    ἔστ᾽ ἂν ἀοιδάων ᾖ γένος Ἑλλαδικόν.

7. ”

ἑξῆς δὲ τούτων πολλῶν καὶ παντοδαπῶν ἐπιφερομένων ἡμεῖς ἐπισημανούμεθα τὰ μνήμης ἄξια. καὶ γὰρ ὀρνίθων πλῆθος ἦν ἄλλων τε καὶ χηνῶν, ἔτι δὲ τῶν νεοσσῶν ὀρνίθων οὓς πίπους: τινὲς καλοῦσι, καὶ χοίρων καὶ τῶν περισπουδάστων φασιανικῶν ὀρνίθων, περὶ λαχάνων οὖν πρότερον ἐκθέμενός σοι καὶ περὶ τῶν ἄλλων μετὰ ταῦτα διηγήσομαι.

8. γογγυλίδες. ταύτας Ἀπολλᾶς ἐν τῷ περὶ τῶν ἐν Πελοποννήσῳ πόλεων ὑπὸ Λακεδαιμονίων γάστρας φησὶ καλεῖσθαι. Νίκανδρος δ᾽ ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις παρὰ Βοιωτοῖς γάστρας ὀνομάζεσθαι τὰς κράμβας, τὰς δὲ γογγυλίδας ζεκελτίδας, Ἀμερίας δὲ καὶ Τιμαχίδας τὰς κολοκύντας ζεκελτίδας καλεῖσθαι. Σπεύσιππος δ᾽ ἐν [p. 172] δευτέρῳ Ὁμοίων ‘ ῥαφανίς,’ φησί, ‘ γογγυλίς, ῥάφυς, ἀνάρρινον ὅμοια.’ τὴν δὲ ῥάφυν Γλαῦκος ἐν τῷ Ὀψαρτυτικῷ διὰ τοῦ π ψιλῶς καλεῖ ῥάπυν. τούτοις δ᾽ οὐδὲν ἄλλο ἐστὶν ὅμοιον εἰ μὴ ἡ νῦν προσαγορευομένη βουνιάς. Θεόφραστος δέ βουνιάδα μὲν οὐκ ὀνομάζει, ἄρρενα δἐ καλεῖ τινα γογγυλίδα, καὶ ἴσως αὕτη ἐστὶν ἡ βουνιάς. Νίκανδρος δ᾽ ἐν τοῖς Γεωργικοῖς τῆς βουνιάδος μνημονεύει:


    γογγυλίδας σπείροις δὲ κυλινδρωτῆς ἐφ᾽ ἅλωος,
    ὄφρ᾽ ἂν ἴσαι πλαθάνοισι χαμηλότεραι θαλέθωσι.
    βουνιάδες δ᾽ ἶσαι ῥαφάνοις κείσθων ἰδὲ δαῦκοι. γογγυλίδος δισσὴ γὰρ ἰδ᾽ ἐκ ῥαφάνοιο γενέθλη
    μακρή τε στιφρή τε φαείνεται ἐν πρασιῇσι.

Κηφισιακῶν δὲ γογγυλίδων μνημονεύει Κράτης ἐν Ῥήτορσιν οὕτως


    κηφισιακαῖσι γογγυλίσιν ὅμοια πάνυ.

Θεόφραστος δὲ γογγυλίδων φησὶν εἶναι γένη δύο, ἄρρεν καὶ θῆλυ: γίνεσθαι δ᾽ ἄμφω ἐκ τοῦ αὐτοῦ σπέρματος. Ποσειδώνιος δ᾽ ὁ ἀπὸ τῆς στοᾶς ἐν τῇ ἑβδόμῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν περὶ τὴν Δαλματίαν φησὶ γίγνεσθαι γογγυλίδας ἀκηπεύτους καὶ ἀγρίους σταφυλίνους. Δίφιλος δ᾽ ὁ Σίφνιος ἰατρὸς ‘ἡ γογγυλίς,’ φησί, ‘λεπτυντική ἐστι καὶ δριμεῖα καὶ δύσπεπτος, ἔτι δὲ πνευματωτική. κρείττων δέ,’ φησίν, ‘ἡ βουνιὰς καθέστηκεν γλυκυτέρα γάρ ἐστι καὶ πεπτικωτέρα πρὸς τῷ [p. 174] εὐστόμαχος εἶναι καὶ τρόφιμος, ἡ δὲ ὀπτωμένη,’ φησί, ‘ γογγυλὶς μᾶλλον πέττεται, περιττότερον δὲ λεπτύνει.’ ταύτης μνημονεύει Εὔβουλος ἐν Ἀγκυλίωνι οὕτως:


    ὀπτήσιμον γογγυλίδα ταυτηνὶ φέρω.

καὶ Ἄλεξις ἐν Θεοφορήτῳ


    λαλῶ Πτολεμαίῳ γογγυλίδος ὀπτῶν τόμους,

ἡ δὲ ταριχευομένη. γογγυλὶς λεπτυντικωτέρα ἐστὶ τῆς ἑφθῆς καὶ μάλιστα ἡ διὰ νάπυος γινομένη, ὥς φησιν ὁ Δίφιλος.

9. κράμβη. Εὔδημος ὁ Ἀθηναῖος ἐν τῷ περὶ λαχάνων κράμβης φησὶν εἶναι γένη τρία, τῆς τε καλουμένης ἁλμυρίδος καὶ λειοφύλλου καὶ σελινούσσης, τῇ δ᾽ ἡδονῇ πρώτην κεκρίσθαι τὴν ἁλμυρίδα. ‘ φύεται δ᾽ ἐν Ἐρετρίᾳ καὶ Κύμῃ καὶ Ῥόδῳ, ἔτι δὲ Κνίδῳ καὶ Ἐφέσῳ: ἡ δὲ λειόφυλλος ἀνὰ πᾶσαν,’ φησί, ‘ χώραν γίγνεται. ἡ δὲ σελινοῦσσα τὴν ὀνομασίαν ἔχει διὰ τὴν οὐλότητα: ἐμφερὴς γάρ ἐστι σελίνῳ καὶ κατὰ τὴν ἄλλην πύκνωσιν.’ Θεόφραστος δὲ οὕτως γράφει: ‘ τῆς δὲ ῥαφάνου λέγω δὲ τὴν κράμβην ἡ μέν ἐστιν οὐλόφυλλος, ἡ δὲ ἀγρία’ Δίφιλος δ᾽ ὁ Σίφνιός φησι: ‘ κράμβη δὲ καλλίστη γίνεται καὶ γλυκεῖα ἐν Κύμῃ, ἐν δὲ Ἀλεξανδρείᾳ πικρά, τὸ δ᾽ ἐκ Ῥόδου φερόμενον σπέρμα εἰς Ἀλεξάνδρειαν ἐπὶ ἐνιαυτὸν γλυκεῖαν ποιεῖ τὴν κράμβην, μεθ᾽ ὃν χρόνον πάλιν ἐπιχωριάζει.’ Νίκανδρος δ᾽ ἐν Γεωργικοῖς:


    λείη μὲν κράμβη, ὁτὲ δ᾽ ἀγριὰς ἐμπίπτουσα
    σπειρομένῃς πολύφυλλος ἐνήβησε πρασιῇσιν [p. 176]
    ἢ οὔλη καπυροῖσιν ὀραμνῖτις πετάλοισιν
    ἢ ἐπιφοινίσσουσα καὶ αὐχμηρῇσιν ὁμοίη
    βατραχέη κύμη δὲ κακόχροος, ἣ μὲν ἔοικε
    πέλμασιν οἷσι πέδιλα παλίμβολα κασσύουοσιν:
    ἣν μάντιν λαχάνοισι παλαιόγονοι ἐνέπουσιν.

μήποτε δὲ ὁ Νίκανδρος μάντιν κέκληκε τὴν κράμβην ἱερὰν οὖσαν, ἐπεὶ καὶ παρ᾽ Ἱππώνακτι ἐν τοῖς ἰάμβοις ἐστί τι λεγόμενον τοιοῦτον


    ὁ δ᾽ ἐξολισθὼν ἱκέτευε τὴν κράμβην
    τὴν ἑπτάφυλλον ᾗ θύεσκε Πανδώρη
    Θαργηλίοισιν ἔγχυτον πρὸ φαρμάκου.

καὶ Ἀνάνιος δέ φησι:


    καὶ σὲ πολλὸν ἀνθρώπων
    ἐγὼ φιλέω μάλιστα, ναὶ μὰ τὴν κράμβην.

καὶ Τηλεκλείδης Πρυτάνεσιν ‘ ναὶ μὰ τὰς κράμβας’ ἔφη. καὶ Ἐπίχαρμος ἐν Γᾷ καὶ Θαλάσσᾳ ‘ ναὶ μὰ τὰν κράμβαν.’ Εὔπολις Βάπταις ‘ ναὶ μὰ τὴν κράμβην.’ ἐδόκει δὲ Ἰωνικὸς εἶναι ὁ ὅρκος καὶ οὐ παράδοξον εἰ κατὰ τῆς κράμβης τινὲς ὤμνυον, ὁπότε καὶ Ζήνων ὁ Κιτιεὺς ὁ τῆς στοᾶς κτίστωρ μιμούμενος τὸν κατὰ τῆς κυνὸς ὅρκον Σωκράτους καὶ αὐτὸς ὤμνυε τὴν κάππαριν, ὡς Ἔμπεδός φησιν ἐν Ἀπομνημονεύμασιν. 10. Ἀθήνησι δὲ καὶ ταῖς τετοκυίαις κράμβη παρεσκευάζετο ὥς τι ἀντιφάρμακον εἰς τροφήν. ἔφιππος γοῦν ἐν Γηρυόνῃ φησὶν [p. 178]


    ἔπειτα πῶς
    οὐ στέφανος οὐδείς ἐστι πρόσθε τῶν θυρῶν,
    οὐ κνῖσα κρούει ῥινὸς ὑπεροχὰς ἄκρας
    Ἀμφιδρομίων ὄντων; ἐν οἷς νομίζεται
    ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμους
    ἕψειν τ᾽ ἐλαίῳ ῥάφανον ἠγλαισμένην
    πνίγειν τε παχέων ἀρνίων στηθύνια
    τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις
    κοινῇ τε χναύειν τευθίσιν σηπίδια
    πιλεῖν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς
    πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.

Ἀντιφάνης δ᾽ ἐν Παρασίτῳ ὡς εὐτελοῦς βρώματος τῆς κράμβης μέμνηται ἐν τούτοις:


    οἷα δ᾽ ἐστὶν οἶσθα νῦν
    ἄρτοι, σκόροδα, τυρός, πλακοῦντες, πράγματα
    ἐλευθέρἰ, οὐ τάριχος οὐδ᾽ ἡδύσμασιν
    ἄρνεια καταπεπασμέν᾽ οὐδὲ θρυμματὶς
    τεταραγμένη καὶ λοπάδες ἀνθρώπων φθοραί.
    καὶ μὴν ῥαφάνους γ᾽ ἕψουσι λιπαράς, ὦ θεοί,
    ἔτνος θ᾽ ἅμ᾽ αὐταῖς πίσινον.

Δίφιλος δ᾽ ἐν Ἀπλήστῳ:


    ἥκει φερόμεν᾽ αὐτόματα πάντα τἀγαθά,
    ῥάφανος λιπαρά, σπλαγχνίδια πολλά, σαρκία
    ἁπαλώτατ᾽, οὐδὲν μὰ Δία τοῖς ἐμοῖς βλίτοις
    ὅμοια πράγματ᾽ οὐδὲ ταῖς ...
    θλασταῖς ἐλάαις.

Ἀλκαῖος Παλαίστρᾳ:


    ἤδη δ᾽ ἧψε χύτραν ῥαφάνων. [p. 180]

Πολύζηλος δ᾽ ἐν Μουσῶν γοναῖς κράμβας αὐτὰς ὀνομάζων φησί:


    ὑψιπέταλοί τε κράμβαι συχναί.

11. σεῦτλα. τούτων φησὶν ὁ Θεόφραστος εὐχυλότερον εἶναι τὸ λευκὸν τοῦ μέλανος καὶ ὀλιγοσπερμότερον καὶ καλεῖσθαι Σικελικόν. ‘ἡ δὲ σευτλὶς ἕτερον,’ φησί, ‘ τοῦ τεύτλου ἐστί.’ διὸ καὶ Δίφιλος ὁ κωμῳδιοποιὸς ἐν Ἥρωι δράματι ἐπιτιμᾷ τινι ὡς κακῶς λέγοντι καὶ ‘τὰ τεῦτλα σευτλίδας καλῶν.’ Εὔδημος δ᾽ ἐν τῷ περὶ λαχάνων δ# γένη φησὶν εἶναι τεύτλων, σπαστόν, καυλωτόν, λευκόν, πάνδημον τοῦτο δ᾽ εἶναι τῇ χρόᾳ φαιόν. Δίφιλος δ᾽ ὁ Σίφνιος τὸ σευτλίον φησὶν εὐχυλότερον εἶναι τῆς κράμβης καὶ θρεπτικώτερον μετρίως: ἐκζεστὸν δὲ καὶ λαμβανόμενον μετὰ νάπυος λεπτυντικώτερον εἶναι καὶ ἑλμίνθων φθαρτικόν. εὐκοιλιώτερον δὲ τὸ λευκόν, τὸ δὲ μέλαν οὐρητικώτερον. ὑπάρχειν δὲ αὐτῶν καὶ τὰς ῥίζας εὐστομωτέρας καὶ πολυτροφωτέρας.

12. σταφυλῖνος. ‘ οὗτος δριμύς ἐστι,’ φησὶν ὁ Δίφιλος, ‘ ἱκανῶς δὲ θρεπτικὸς καὶ εὐστόμαχος μέσως διαχωρητικός τε καὶ πνευματώδης, δύσπεπτος, οὐρητικὸς ἱκανῶς, διεγερτικὸς πρὸς ἀφροδίσια: διὸ καὶ ὑπ᾽ ἐνίων φίλτρον καλεῖται.’ Νουμήνιος δ᾽ ἐν τῷ Ἁλιευτικῷ φησι:


    φύλλων δ᾽ ὅσσ᾽ ἄσπαρτα τά τ᾽ ἐρρίζωται ἀρούραις
    χείματος ἠδ᾽ ὁπόταν πολυάνθεμον εἶαρ ἵκηται, [p. 182]
    αὐχμηρὴν σκόλυμόν τε καὶ ἀγριάδα σταφυλῖνον,
    καὶ ῥάφυν ἐμπέδιον καὶ καυκαλίδ᾽ ἀγροιῶτιν.

Νίκανδρος δ᾽ ἐν δευτέρῳ Γεωργικῶν φησιν


    ἐν δέ τε καὶ μαράθου καυλὸς βαθύς, ἐν δέ τε ῥίζαι
    πετραίου, ὁ σὺν δ᾽ αὐτὸς ἐπαυχμήεις σταφυλῖνος,
    σμυρνεῖον σόγκος τε κυνόγλωσσός τε σέρις τε:
    σὺν καὶ ἄρου δριμεῖα καταψήχοιο πέτηλα
    ἠδ᾽ ὅπερ ὄρνιθος κλέεται γάλα.

μνημονεύει τοῦ σταφυλίνου καὶ Θεόφραστος. Φαινίας δ᾽ ἐν ε᾽ περὶ φυτῶν γράφει οὕτως: ‘ κατὰ δὲ τὴν αὐτοῦ τοῦ σπέρματος φύσιν ὁ καλούμενος σὴψ καὶ τὸ τοῦ σταφυλίνου σπέρμα’ κἀν τῷ πρώτῳ δέ φησι: ‘ πετασώδη τὴν τῶν σπερμάτων ἀπείληφε φύσιν ἄννησον, μάραθον, σταφυλῖνος, καυκαλίς, κώνειον, κόριον, σκίλλα, ἣν ἔνιοι μυηφόνον.’ ἐπεὶ δὲ ἄρου ἐμνημόνευσεν ὁ Νίκανδρος, προσαποδοτέον ὅτι καὶ Φαινίας ἐν τῷ προειρημένῳ βιβλίῳ γράφει οὕτως : ‘ δρακόντιον, ὃ ἔνιοι ἄρον ἀρωνια.10’ τὸν δὲ σταφυλῖνον Διοκλῆς ἐν πρώτῳ Ὑγιεινῶν ἀσταφυλῖνον καλεῖ. τὸ δὲ καρτὸν καλούμενον μέγας δ᾽ ἐστὶν καὶ εὐαυξὴς σταφυλῖνος εὐχυλότερόν ἐστι τοῦ σταφυλίνου καὶ μᾶλλον θερμαντικώτερον, οὐρητικώτερον, εὐστόμαχον, εὐοικονόμητον, ὡς ὁ Δίφιλος ἱστορεῖ. [p. 184]13. κεφαλωτόν. τοῦτο καὶ πράσιον καλεῖσθαί φησιν ὁ αὐτὸς Δίφιλος. καὶ εὐχυλότερον εἶναι τοῦ καρτοῦ. εἶναι δὲ καὶ αὐτὸ μέσως λεπτυντικόν, θρεπτικόν τε καὶ πνευματῶδες. Ἐπαίνετος δ᾽ ἐν Ὀψαρτυτικῷ τὰ κεφαλωτὰ καλεῖσθαί φησι γηθυλλίδας. τοῦτο δὲ τὸ ὄνομα μνήμης εὑρίσκω τετυχηκὸς παρὰ μὲν Εὐβούλῳ ἐν Πορνοβοσκῷ


    οὕτως οὐκ ἂν δυναίμην ἐμφαγεῖν ἄρτον τινά:
    παρὰ Γναθαινίῳ γὰρ ἄρτι κατέφαγον,
    ἕψουσαν αὐτὴν καταλαβὼν γηθυλλίδας.

οἱ δὲ τὸ γήθυον καλούμενον τοῦτό φασιν εἶναι, οὗ μνημονεύει Φρύνιχος ἐν Κρόνῳ : ὅπερ ἐξηγούμενος δρᾶμα Δίδυμος ὅμοιά φησιν εἶναι τὰ γήθυα τοῖς λεγομένοις ἀμπελοπράσοις, τὰ δ᾽ αὐτὰ καὶ γηθυλλίδας λέγεσθαι. μνημονεύει τῶν γηθυλλίδων καὶ Ἐπίχαρμος ἐν Φιλοκτήτῃ οὕτως: ‘ἐν δὲ σκόροδα δύο καὶ γαθυλλίδες δύο.’ Ἀριστοφάνης Αἰολοσίκωνι δευτέρῳ:


    τῶν δὲ γηθύων
    ῥίζας ἐχούσας σκοροδομίμητον: φύσιν.

Πολέμων δ᾽ ὁ περιηγητὴς ἐν τῷ περὶ Σαμοθρᾴκης καὶ κιττῆσαί φησι τῆς γηθυλλίδος τὴν Λητώ, γράφων οὕτως: ‘ διατέτακται παρὰ Δελφοῖς τῇ θυσίᾳ τῶν Θεοξενίων, ὃς ἂν κομίσῃ γηθυλλίδα μεγίστην τῇ Λητοῖ, λαμβάνειν μοῖραν ἀπὸ τῆς τραπέζης, ἑώρακα δὲ καὶ αὐτὸς οὐκ ἐλάττω γηθυλλίδα γογγυλίδος καὶ τῆς στρογγύλης ῥαφανῖδος. ἱστοροῦσι δὲ τὴν Λητὼ κύουσαν τὸν [p. 186] Ἀπόλλωνα κιττῆσαι γηθυλλίδος: διὸ δὴ τῆς τιμῆς τετυχηκέναι ταύτης.’

14. κολοκύντη. χειμῶνος δὲ ὥρᾳ ποτὲ κολοκυντῶν ἡμῖν περιενεχθεισῶν πάντες ἐθαυμάζομεν νεαρὰς εἶναι νομίζοντες, καὶ ὑπεμιμνησκόμεθα ὧν ἐν ῝ Ὥραις ὁ χαρίεις Ἀριστοφάνης εἶπεν ἐπαινῶν τὰς καλὰς Ἀθήνας ἐν τούτοις:


    ὄψει δὲ χειμῶνος μέσου σικυούς, βότρυς, ὀπώραν,
    στεφάνους ἴων, ῥόδων, κρίνων, κονιορτὸν ἐκτυφλοῦντα.
    αὑτὸς δ᾽ ἀνὴρ πωλεῖ κίχλας, ἀπίους, σχαδόνας, ἐλάας,
    πυόν, χόρια, χελιδόνια, τέττιγας, ἐμβρύεια.
    ὑρίσους δ᾽ ἴδοις ἂν νειφομένους σύκων ὁμοῦ τε μύρτων
    ἔπειτα κολοκύντας ὁμοῦ ταῖς γογγυλίσιν ἀροῦσιν,
    ὥστ᾽ οὐκέτ᾽ οὐδεὶς οἶδ᾽ ὁπηνίκ᾽ ἐστὶ τοὐνιαυτοῦ ...
    μέγιστον ἀγαθόν, εἴπερ ἔστι δι᾽ ἐνιαυτοῦ
    ὅτου τις ἐπιθυμεῖ λαβεῖν. β. κακὸν μὲν οὖν μέγιστον
    εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδ᾽ ἂν ἐδαπανῶντο
    . ἐγὼ δὲ ταῦτ᾽ ὀλίγον χρόνον χρήσας ἀφειλόμην ἄν.
    α. κἄγωγε ταῖς ἄλλαις πόλεσι δρῶ ταῦτα πλὴν Ἀθηνῶν.
    τούτοις δ᾽ ὑπάρχει ταῦτ᾽, ἐπειδὴ τοὺς θεοὺς σέβουσιν. [p. 188]
    β. ἀπέλαυσαν ἄρα σέβοντες ὑμᾶς, ὡς σὺ φής. α. τιὴ τί;
    β. Αἴγυπτον αὐτῶν τὴν πόλιν πεποίηκας ἀντ᾽ Ἀθηνῶν.

ἐθαυμάζομεν οὖν τὰς κολοκύντας μηνὶ Ἰανουαρίῳ ἐσθίοντες: χλωραί τε γὰρ ἦσαν καὶ τὸ ἴδιον ἀπεδίδοσαν τοῦ χυμοῦ, ἐτύγχανον δ᾽ οὖσαι τῶν συντεθειμένων ὑπὸ τῶν τὰ τοιαῦτα μαγγανεύειν εἰδότων ὀψαρτυτῶν. ἐζήτει οὖν ὁ Λαρήνσιος εἰ καὶ τὴν χρῆσιν ταύτην ἠπίσταντο οἱ ἀρχαῖοι, καὶ ὁ Οὐλπιανὸς ἔφη: ‘ Νίκανδρος ὁ Κολοφώνιος ἐν τῷ δευτέρῳ τῶν Γεωργικῶν μνημονεύει ταύτης τῆς χρήσεως σικύας ὀνομάζων τὰς κολοκύντας: οὕτως γὰρ ἐκαλοῦντο, ὡς πρότερον εἰρήκαμεν λέγει δ᾽ οὕτως :


    αὐτὰς μὴν σικύας τμήγων ἀνὰ κλώσμασι πείραις,
    ἠέρι δὲ ξήρανον ἐπεγκρεμάσαιο δὲ καπνῷ,
    χείμασιν ὄφρ᾽ ἂν δμῶες ἅλις περιχανδέα χύτρον
    πλήσαντες ῥοφέωσιν ἀεργέες, ἑφθά τε μάκτρῃ
    ὄσπρια πανσπερμηδὸν ἐπεγχεύῃσιν ἀλετρίς.
    τῇ ἔνι μὲν σικύης ὅρμους βάλον ἐκπλύναντες,
    ἐν δὲ μύκην σειράς τε πάλαι λαχάνοισι πλακείσας
    αὐοτέροις καυλοῖς τε μιγήμεναι ἔστ᾽ ἔαρ ἵξῃ.

15. ’

ὄρνεις. ἐπεὶ δὲ καὶ ὄρνεις ἐπῆσαν ταῖς κολοκύνταις καὶ ἄλλοις κνιστοῖς λαχάνοις οὕτως δ᾽ εἴρηκεν Ἀριστοφάνης ἐν Δηλίᾳ τὰ σύγκοπτα [p. 190] λάχανα, κνιστὰ ἢ στέμφυλα, ὁ Μυρτίλος ἔφη: ‘ ἀλλὰ μὴν καὶ ὄρνιθας καὶ ὀρνίθια νῦν μόνως ἡ συνήθεια καλεῖ τὰς θηλείας, ὧν ὁρῶ περιφερόμενον πλῆθος καὶ Χρύσιππος δ᾽ ὁ φιλόσοφος ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς γράφει οὕτως : ' καθάπερ τινὲς τὰς λευκὰς ὄρνιθας τῶν μελαινῶν ἡδίους εἶναι μᾶλλον̓, ἀλεκτρυόνας δὲ καὶ ἀλεκτοριδέας τοὺς ἄρρενας: τῶν ἀρχαίων δὲ τὸ ὄρνις καὶ ἀρσενικῶς καὶ θηλυκῶς λεγόντων ἐπ᾽ ἄλλων ὀρνέων, οὐ περὶ τούτου τοῦ εἰδικοῦ, περὶ οὗ φησιν ἡ συνήθεια ὄρνιθας ὠνήσασθαι. Ὅμηρος μὲν οὖν φησι:


    ὄρνιθες δέ τε πολλοὶ ὑπ᾽ αὐγὰς ἠελίοιο.

καὶ ἀλλαχόθι θηλυκῶς ‘ὄρνιθι λιγυρῇ.’ καί:


    ὡς δ᾽ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι
    μάστακ᾽ ἐπεί κε λάβῃσι, κακῶς δὲ τὲ οἱ πέλει αὐτῇ.

Μένανδρος δ᾽ ἐν Ἐπικλήρῳ πρώτῃ σαφῶς τὸ ἐπὶ τῆς συνηθείας φησὶν ἐμφανίζων οὕτως: ' ἀλεκτρυών τις ἐκεκράγει μέγα. οὐ σοβήσετ᾽ ἔξω, ' φησί, τὰς ὄρνιθας ἀφ᾽ ἡμῶν; καὶ πάλιν


    αὕτη ποτ᾽ ἐξεσόβησε τὰς ὄρνις μόλις.

ὀρνίθια δ᾽ εἴρηκε Κρατῖνος ἐν Νεμέσει οὕτως : τἄλλα πάντ᾽ ὀρνίθια.' ἐπὶ δὲ τοῦ ἀρσενικοῦ οὐ μόνον ὄρνιν ἀλλὰ καὶ ὄρνιθα, ὁ αὐτὸς Κρατῖνος ἐν τῷ αὐτῷ δράματι: ὄρνιθα φοινικόπτερον.' καὶ πάλιν [p. 192]


    ὄρνιθα τοίνυν δεῖ σε γίγνεσθαι μέγαν.

καὶ Σοφοκλῆς Ἀντηνορίδαις :


    ὄρνιθα καὶ κήρυκα καὶ διάκονον.

Αἰσχύλος Καβείροις:


    ὄρνιθα δ᾽ οὐ ποιῶ σε τῆς ἐμῆς ὁδοῦ.

‘ Ξενοφῶν δ᾽ ἐν δευτέρῳ Παιδείας: ' ἐπὶ μὲν τοὺς ὄρνιθας τῷ ἰσχυροτάτῳ χειμῶνι.' Μένανδρος Διδύμαις, ' ὄρνεις φέρων ἐλήλυθα.' καὶ ἑξῆς ὄρνιθας ἀποστέλλει φησίν. ὅτι δὲ καὶ ἐπὶ τοῦ πληθυντικοῦ ὄρνις λέγουσι πρόκειται τὸ Μενάνδρειον μαρτύριον ἀλλὰ καὶ Ἀλκμάν πού φησι:


    λῦσαν δ᾽ ἄπρακτα νεάνιδες
    ὥστ᾽ ὄρνις ἱέρακος ὑπερπταμένω.

καὶ Εὔπολις ἐν Δήμοις:


    οὐ δεινὸν οὖν κριοὺς ἔμ᾽ ἐκγεννᾶν τέκνα
    ὄρνις θ᾽ ὁμοίους τοὺς νεοττοὺς τῷ πατρί;

16. τὸν δ᾽ ἀλεκτρυόνα ἐκ τῶν ἐναντίων οἱ ἀρχαῖοι καὶ θηλυκῶς εἰρήκασι. Κρατῖνος Νεμέσει:


    Λήδα, σὸν ἔργον δεῖ σ᾽ ὅπως εὐσχήμονος
    ἀλεκτρυόνος μηδὲν διοίσει τοὺς τρόπους,
    ἐπὶ τῷδ᾽ ἐπῴζουσ᾽, ὡς ἂν ἐκλέψῃς καλὸν
    ἡμῖν τι καὶ θαυμαστὸν ἐκτοῦδ᾽ ὄρνεον. [p. 194]

Στράττις Ψυχασταῖς:


    αἱ δ᾽ ἀλεκτρυόνες ἅπασαι
    καὶ τὰ χοιρίδια τέθνηκε
    καὶ τὰ μίκρ᾽ ὀρνίθια.

Ἀναξανδρίδης Τηρεῖ:


    ὀχευομένους δὲ τοὺς κάπρους
    καὶ τὰς ἀλεκτρυόνας θεωροῦσ᾽ ἄσμενοι.

ἐπεὶ δὲ τοῦ κωμικοῦ τούτου ἐμνήσθην καὶ οἶδα τὸ δρᾶμα τὸν Τηρέα αὐτοῦ μὴ κεκριμένον ἐν τοῖς πρώτοις ἐκθήσομαι ὑμῖν, ἄνδρες φίλοι, εἰς κρίσιν ἃ εἴρηκε περὶ αὐτοῦ Χαμαιλέων ὁ Ἡρακλεώτης ἐν ἕκτῳ περὶ κωμῳδίας γράφων ὧδε: ' Ἀναξανδρίδης διδάσκων ποτὲ διθύραμβον Ἀθήνησιν εἰσῆλθεν ἐφ᾽ ἵππου καὶ ἀπήγγειλέν τι τῶν ἐκ τοῦ ᾁσματος, ἦν δὲ τὴν ὄψιν καλὸς καὶ μέγας καὶ κόμην ἔτρεφε καὶ ἐφόρει ἁλουργίδα καὶ κράσπεδα χρυσᾶ, πικρὸς δ᾽ ὢν τὸ ἦθος ἐποίει τι τοιοῦτο περὶ τὰς κωμῳδίας: ὅτε γὰρ μὴ νικῴη, λαμβάνων ἔδωκεν εἰς τὸν λιβανωτὸν κατατεμεῖν καὶ οὐ μετεσκεύαζεν ὥσπερ οἱ πολλοί, καὶ πολλὰ ἔχοντα κομψῶς τῶν δραμάτων ἠφάνιζε, δυσκολαίνων τοῖς θεαταῖς διὰ τὸ γῆρας.' λέγεται δ᾽ εἶναι τὸ γένος Ῥόδιος ἐκ Καμίρου. θαυμάζω οὖν πῶς καὶ ὁ Τηρεὺς περιεσώθη μὴ τυχὼν νίκης καὶ ἄλλα δράματα τῶν ὁμοίων τοῦ αὐτοῦ, καὶ Θεόπομπος δὲ ἐν Εἰρήνῃ ἐπὶ τῆς θηλείας ἔταξε τὸν ἀλεκτρυόνα λέγων οὕτως’ ἄχθομαι


    δ᾽ ἀπολωλεκὼς
    ἀλεκτρυόνα τίκτουσαν ᾠὰ πάγκαλα.

καὶ Ἀριστοφάνης Δαιδάλῳ: [p. 196]


    ᾠὸν μέγιστον τέτοκεν, ὡς ἀλεκτρυών,

καὶ πάλιν


    πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ
    ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις.

ἐν δὲ Νεφέλαις διδάσκων τὸν πρεσβύτην περὶ ὀνόματος διαφορᾶς φησι:


    νῦν δὲ πῶς με χρὴ καλεῖν;.
    ἀλεκτρύαιναν, τὸν δ᾽ ἕτερον ἀλέκτορα.

λέγεται δὲ καὶ ἀλεκτορὶς καὶ ἀλέκτωρ. Σιμωνίδης ' ἱμερόφων᾽ ἀλέκτωρ ' ἔφη. Κρατῖνος ῝ Ὥραις::


    ὥσπερ ὁ Περσικὸς ὥραν πᾶσαν καναχῶν ὁλόφωνος
    ἀλέκτωρ.

εἴρηται δ᾽ οὕτως ἐπειδὴ καὶ ἐκ τοῦ λέκτρου ἡμᾶς διεγείρει. οἱ δὲ Δωριεῖς λέγοντες ὄρνιξ τὴν γενικὴν διὰ τοῦ χ λέγουσιν ὄρνιχος. Ἀλκμὰν δὲ διὰ τοῦ ς τὴν εὐθεῖαν ἐκφέρει: ἁλιπόρφυρος εἴαρος ὄρνις. καὶ τὴν γενικήν οἶδα δ᾽ ὀρνίχων νόμως πάντων’ δέλφαξ.17. Ἐπίχαρμος τὸν ἄρρενα χοῖρον οὕτως καλεῖ ἐν Ὀδυσσεῖ αὐτομόλῳ :


    δέλφακά τε τῶν γειτόνων
    τοῖς Ἐλευσινίοις φυλάσσων δαιμονίως ἀπώλεσα
    οὐχ ἑκών καὶ ταῦτα δή με συμβολατεύειν ἔφα
    τοῖς Ἀχαιοῖσιν προδιδόμειν τ᾽ ὤμνυέ με τὸν δέλφακα.

καὶ Ἀναξίλας δ᾽ ἐν Κίρκῃ καὶ ἀρσενικῶς εἴρηκε τὸν δέλφακα καὶ ἐπὶ τοῦ τελείου τέθεικε τοὔνομα εἰπών [p. 198]


    τοὺς μὲν ὀρεινόμους ὑμῶν ποιήσει δέλφακας ὑλιβάτους.
    τοὺς δὲ πάνθηρας, ἄλλους ἀγρώστας λύκους
    ἢ λέοντας.

ἐπὶ δὲ τῶν θηλειῶν τοὔνομα τάττει Ἀριστοφάνης Ταγηνισταῖς ‘ἢ δέλφακος ὀπωρινῆς ἠτριαῖον.’ καὶ ἐν Ἀχαρνεῦσιν:


    νέα γάρ ἐστιν ἀλλὰ δελφακουμένα
    ἕξει μεγάλην τε καὶ παχεῖαν κἠρυθράν,
    ἀλλ᾽ αἰ τράφεν λῇς, ἅδε τοι χοῖρος καλά.

καὶ Εὔπολις ἐν Χρυσῷ γένει, καὶ Ἱππῶναξ δ᾽ ἔφη ‘ὡς Ἐφεσίη δέλφαξ.’ κυρίως δ᾽ αἱ θήλειαι οὕτως λεχθεῖεν ἂν ἅτε δελφύας ἔχουσαι: οὕτως δὲ αἱ μῆτραι καλοῦνται καὶ οἱ ἀδελφοὶ ἔνθεν ἐτυμολογοῦνται. περὶ δὲ τῆς ἡλικίας τοῦ ζῴου Κρατῖνός φησιν ἐν Ἀρχιλόχοις:


    ἤδη δέλφακες, χοῖροι δὲ τοῖσιν ἄλλοις.

Ἀριστοφάνης δ᾽ ὁ γραμματικὸς ἐν τῷ περὶ ἡλικιῶν φησι: ‘ τῶν δὲ συῶν τὰ μὲν ἤδη συμπεπηγότα δέλφακες, τὰ δ᾽ ἁπαλὰ καὶ ἔνικμα χοῖροι, ἔνθεν τὸ Ὁμηρικὸν σαφὲς γίνεται:


    τά τε δμώεσσι πάρεστι
    χοίρε᾽, ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι.

’ Πλάτων δ᾽ ὁ κωμῳδιοποιὸς ἐν Ποιητῇ ἀρρενικῶς ἔφη ‘ τὸν δέλφακα ἀπῆγε σιγῇ.’ ἦν δὲ καὶ παλαιὸς νόμος, ὥς φησιν Ἀνδροτίων, τῆς [p. 200] ἐπιγονῆς ἕνεκα τῶν θρεμμάτων μὴ σφάττειν πρόβατον ἄπεκτον ἢ ἄτοκον διὸ τὰ ἤδη τέλεια ἤσθιον


    ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι.

καὶ νῦν δὲ τὴν τῆς Ἀθηνᾶς ἱέρειαν οὐ θύειν ἀμνὴν οὐδὲ τυροῦ γεύεσθαι, καὶ κατὰ χρόνον δέ τινα ἐκλιπόντων τῶν βοῶν, φησὶν ὁ Φιλόχορος, νομοθετηθῆναι διὰ τὴν σπάνιν ἀπέχεσθαι αὐτοὺς τῶν ζῴων, συνάγειν βουλομένους καὶ πληθῦσαι τῷ μὴ καταθύεσθαι. χοῖρον δ᾽ οἱ Ἴωνες καλοῦσι τὴν θήλειαν, ὡς Ἱππῶναξ:


    σπονδῇ τε καὶ σπλάγχνοισιν ἀγρίης χοίρου.

καὶ Σοφοκλῆς Ἐπιταιναρίοις:


    τοιγὰρ ϊωδὴ φυλάξαι χοῖρον ὥστε δεσμίαν.

Πτολεμαῖος δ᾽ ὁ τῆς Αἰγύπτου βασιλεὺς ἐν τῷ ἐνάτῳ τῶν ἀπομνημονευμάτων ‘ εἰς Ἄσσον,’ φησίν, ‘ἐπιδημήσαντί μοι οἱ Ἄσσιοι παρέστησαν χοῖρον ἔχοντα τὸ μὲν ὕψος δύο καὶ ἡμίσους πήχεων, ὅλον δ᾽ ἄρτιον πρὸς τὸ μῆκος, τῇ χροιᾷ χιόνινον. ἔφασάν τε τὸν βασιλέα Εὐμένη τὰ τοιαῦτα ἐπιμελῶς ὠνεῖσθαι παρ᾽, ' αὐτῶν, διδόντα τοῦ ἑνὸς δραχμὰς τετρακισχιλίας.’ Αἰσχύλος δέ φησιν


    ἐγὼ δὲ χοῖρον καὶ μάλ᾽ εὐθηλούμενον
    τόνδ᾽ ἐν ῥοθοῦντι κριβάνῳ θήσω. τί γὰρ
    ὄψον γένοιτ᾽ ἂν ἀνδρὶ τοῦδε βέλτερον;

καὶ πάλιν [p. 202]


    λευκός: τί δ᾽ οὐχί; καὶ καλῶς ἠφευμένος
    ὁ χοῖρος. ἕψου, μηδὲ λυπηθῇς πυρί.

καὶ ἔτι:


    θύσας δὲ χοῖρον τόνδε τῆς αὐτῆς ὑὸς
    ἣ πολλά μ᾽ ἐν δόμοισιν εἴργασται κακά,
    δονοῦσα καὶ τρέπουσα τύρβ᾽ ἄνω κάτω.

ταῦτα δὲ παρέθετο Χαμαιλέων ἐν τῷ περὶ Αἰσχύλου. 18. περὶ δὲ ὑῶν ὅτι ἱερόν ἐστι τὸ ζῷον παρὰ Κρησὶν Ἀγαθοκλῆς ὁ Βαβυλώνιος ἐν πρώτῳ περὶ Κυζίκου φησὶν οὕτως: ‘ μυθεύουσιν ἐν Κρήτῃ γενέσθαι τὴν Διὸς τέκνωσιν ἐπὶ τῆς Δίκτης, ἐν ᾗ καὶ ἀπόρρητος γίνεται θυσία, λέγεται γὰρ ὡς ἄρα Διὶ θηλὴν ὑπέσχεν ὗς καὶ τῷ σφετέρῳ γρυσμῷ περιοιχνεῦσα τὸν κνυζηθμὸν τοῦ βρέφεος ἀνεπάιστον τοῖς παριοῦσιν ἐτίθει. διὸ πάντες τὸ ζῷον τοῦτο περίσεπτον ἡγοῦνται καὶ οὐκ ἄν, φησί, τῶν κρεῶν δαίσαιντο. Πραίσιοι δὲ καὶ ἱερὰ ῥέζουσιν ὑί, καὶ αὕτη προτελὴς αὐτοῖς ἡ θυσία νενόμισται.’ τὰ παραπλήσια ἱστορεῖ καὶ Νεάνθης ὁ Κυζικηνὸς ἐν δευτέρῳ περὶ τελετῆς, πεταλίδων συῶν μνημονεύει Ἀχαιὸς ὁ Ἐρετριεὺς ἐν Αἴθωνι σατυρικῷ λέγων οὕτως, ' ‘πεταλίδων δέ τοι συῶν ... μορφαῖς ταῖσδε πόλλ᾽ ἐπάιον.’ πεταλίδας δ᾽ αὐτὰς εἴρηκε μεταφέρων ἀπὸ τῶν μόσχων οὗτοι γὰρ πέτηλοι λέγονται ἀπὸ τῶν κεράτων ὅταν αὐτὰ ἐκπέταλα ἔχωσι. [p. 204] παραπλησίως δὲ τῷ Ἀχαιῷ καὶ Ἐρατοσθένης ἐν Ἀντερινύι τοὺς σύας λαρινοὺς προσηγόρευσε μεταγαγὼν καὶ αὐτὸς ἀπὸ τῶν λαρινῶν βοῶν οἳ οὕτως ἐκλήθησαν ἤτοι ἀπὸ τοῦ λαρινεύεσθαι ῾ὅπερ ἐστὶ σιτίζεσθαι. σώφρων ‘ βόες δὲ λαρινεύονται’ ᾿ ἢ ἀπό τινος κώμης Ἠπειρωτικῆς Λαρίνης ἢ ἀπὸ τοῦ βουκολοῦντος αὐτάς Λαρῖνος δ᾽ οὗτος ἐκαλεῖτο. 19. εἰσαχθέντος δὲ ἡμῖν ποτε καὶ δέλφακος, οὗ τὸ μὲν ἥμισυ κραμβαλέον ἦν ἐπιμελῶς πεποιημένον, τὸ δὲ ἥμισυ ὡς ἂν ἐξ ὕδατος ἡψημένον τακερῶς, καὶ πάντων θαυμαζόντων τοῦ μαγείρου τὴν σοφίαν, μέγα φρονῶν ἐκεῖνος ἐπὶ τῇ τέχνῃ ἔφη: “ ἀλλὰ μὴν οὐδὲ τὴν σφαγὴν ἔχει τις ὑμῶν ἐπιδεῖξαι ὅπου ἐγένετο ἢ πῶς αὐτοῦ ἡ γαστήρ πεπλήρωται παντοίων ἀγαθῶν, καὶ γὰρ κίχλας ἐν ἑαυτῷ ἔχει καὶ ἄλλα ὀρνίθια ὑπογαστρίων τε μέρη χοιρείων καὶ μήτρας τόμους καὶ τῶν ᾠῶν τὰ χρυσᾶ, ἔτι δὲ ὀρνίθων ' γαστέρες αὐταῖσι μήτραις καὶ καλῶν ζωμῶν πλέες καὶ τὰ ἐκ τῶν σαρκῶν εἰς λεπτὰ κατακνιζόμενα καὶ μετὰ πεπερίδων συμπλαττόμενα ἰσίκια γὰρ ' ὀνομάζειν αἰδοῦμαι ' τὸν Οὐλπιανόν, καίπερ αὐτὸν εἰδὼς ἡδέως αὐτοῖς χρώμενον. πλὴν ὁ ἐμός γε συγγραφεὺς Πάξαμος τῶν ἰσικίων μέμνηται, καὶ οὔ μοι φροντὶς Ἀττικῶν χρήσεων, ὑμεῖς οὖν ἐπιδείξατε πῶς τε ὁ χοῖρος ἐσφάγη καὶ πῶς ἐξ ἡμισείας μέν ἐστιν ὀπτός, ἑφθὸς δὲ κατὰ θάτερα.



ἔτ᾽ οὖν ἡμῶν ἀναζητούντων ὁ μάγειρος ἔφη:

“ ἀλλ᾽ ἦ νομίζετέ με ἔλαττον πεπαιδεῦσθαι τῶν ἀρχαίων ἐκείνων [p. 206] μαγείρων περὶ ὧν οἱ κωμῳδιοποιοὶ λέγουσι; Ποσείδιππος μὲν ἐν Χορευούσαις : μάγειρος δ᾽ ἐστὶν ὁ λέγων πρὸς τοὺς μαθητὰς τάδε: 20.


    μαθητὰ Λεύκων οἵ τε συνδιάκονοι
    ὑμεῖς: ἅπας γάρ ἐστιν οἰκεῖος τόπος
    ὑπὲρ τέχνης λαλεῖν τι : τῶν ἡδυσμάτων
    πάντων κράτιστόν ἐστιν ἐν μαγειρικῇ
    ἀλαζονεία: τὸ καθ᾽ ὅλου δὲ τῶν τεχνῶν
    ὄψει σχεδόν τι ... τοῦθ᾽ ἡγούμενον.
    ξεναγὸς οὗτος ὅστις ἂν θώρακ᾽ ἔχῃ
    φολιδωτὸν ἢ δράκοντα σεσιδηρωμένον,
    ἐφάνη Βριάρεως: ἂν τύχῃ δ᾽, ἐστὶν λαγώς.
    ὁ μάγειρος ἂν μὲν ὑποδιακόνους ἔχων
    πρὸς τὸν ἰδιώτην καὶ μαθητὰς εἰσίῃ,
    κυμινοπρίστας πάντας ἢ λιμοὺς καλῶν :
    ἔπτηξ᾽ ἕκαστος εὐθύς, ἂν δ᾽ ἀληθινὸν
    σαυτὸν παραβάλλῃς, καὶ προσεκδαρεὶς ἄπει.
    ὅπερ οὖν ὑπεθέμην, τῷ κενῷ χώραν δίδου,
    καὶ τὰ στόμια γίνωσκε τῶν κεκλημένων,
    ὥσπερ γὰρ εἰς τἀμπόρια, τῆς τέχνης πέρας
    τοῦτ᾽ ἔστιν, ἂν εὖ προσδράμῃς πρὸς τὸ στόμα,
    διακονοῦμεν νῦν γάμους : τὸ θῦμα βοῦς:
    ὁ διδοὺς ἐπιφανὴς, ἐπιφανὴς ὁ λαμβάνων
    τούτων γυναῖκες ἱέρειαι Θεᾷ, Θεῷ,
    ὁ κορύβαντες, αὐλοί, παννυχίδες, ἀναστροφή:
    ἱππόδρομος οὗτός ἐστί σοι μαγειρικῆς,
    μέμνησο καὶ σὺ τοῦτο. [p. 208]

καὶ περὶ ἑτέρου δὲ μαγείρου ὄνομα δ᾽ ἐστὶ Σεύθης ὁ αὐτός φησιν ποιητὴς οὕτως:


    ἰδιώτης μέγας
    αὐτοῖς ὁ Σεύθης; οἶσθας, ὦ βέλτισθ᾽, ὅτι
    ἀγαθοῦ στρατηγοῦ διαφέρειν οὐδὲν δοκεῖ;
    οἱ πολέμιοι πάρεισιν ὁ βαθὺς τῇ φύσει
    στρατηγὸς ἔστη καὶ τὸ πρᾶγμ᾽ ἐδέξατο.
    πολέμιός ἐστι πᾶς ὁ συμπίνων ὄχλος.
    κινεῖ γὰρ ἁθρόος οὗτος : εἰσελήλυθεν
    ἐκ πεντεκαίδεχ᾽ ἡμερῶν προηλπικὼς
    τὸ δεῖπνον, ὁρμῆς μεστός, ἐκκεκαυμένος
    τηρῶν πότ᾽ ἐπὶ τὰς χεῖρας οἴσει τις. νόει
    ὄχλου τοιούτου ῥαχίαν ἠθροισμένην.

    ὁ

21. δ᾽ ἐν τοῖς Εὔφρονος Συνεφήβοις μάγειρος ἀκούσατε οἷα παραινεῖ:


    ὅταν ἐρανισταῖς, Καρίων, διακονῇς,
    οὐκ ἔστι παίζειν οὐδ᾽ ἃ μεμάθηκας ποιεῖν.
    ἐχθὲς κεκινδύνευκας: οὐδεὶς εἶχέ σοι
    κωβιὸς ὅλως γὰρ ἧπαρ, ἀλλ᾽ ἦσαν κενοί:
    ἐγκέφαλος: ἠλλοίωτο. δεῖ δέ, Καρίων,
    ὅταν μὲν ἔλθῃς εἰς τοιοῦτον συρφετόν,
    Δρόμωνα καὶ Κέρδωνα καὶ Σωτηρίδην,
    μισθὸν διδόντας ὅσον ἂν αἰτήσῃς, ἁπλῶς
    εἶναι δίκαιον, οὗ δὲ νῦν βαδίζομεν
    εἰς τοὺς γάμους, ἀνδροφόνον. ἂν τοῦτ᾽ αἰσθάνῃ,
    ἐμὸς εἶ μαθητὴς καὶ μάγειρος οὐ κακός.
    ὁ καιρὸς εὐκτός ὠφελοῦ. φιλάργυρος
    ὁ γέρων, ὁ μισθὸς μικρός: εἴ σε λήψομαι [p. 210]
    νῦν μὴ κατεσθίοντα καὶ τοὺς ἄνθρακας,
    ἀπόλωλας. εἴσω πάραγε: καὶ γὰρ αὐτὸς οὑτοσὶ
    προσέρχεθ᾽ ὁ γέρων, ὡς δὲ καὶ γλίσχρον βλέπει.

22. μέγας δὲ ἐστι σοφιστὴς καὶ οὐδὲν ἥττων τῶν ἰατρῶν εἰς ἀλαζονείαν καὶ ὁ παρὰ Σωσιπάτρῳ μάγειρος ἐν Καταψευδομένῳ λέγων ὧδε:


    οὐ παντελῶς εὐκαταφρόνητος ἡ τέχνη,
    ἂν κατανοήσῃς, ἐστὶν ἡμῶν, Δημύλε,
    ἀλλὰ πέπλυται τὸ πρᾶγμα, καὶ πάντες σχεδὸν
    εἶναι μάγειροί φασιν οὐδὲν εἰδότες:
    ὑπὸ τῶν τοιούτων
    ἡ τέχνη λυμαίνεται,

    ἐπεὶ μάγειρον ἂν λάβῃς ἀληθινόν,
    ἐκ παιδὸς ὀρθῶς εἰς τὸ πρᾶγμ᾽ εἰσηγμένον
    καὶ τὰς δυνάμεις κατέχοντα καὶ τὰ μαθήματα
    ἅπαντ᾽ ἐφεξῆς εἰδόθ᾽, ἕτερόν σοι τυχὸν
    φανήσεται τὸ πρᾶγμα. τρεῖς ἡμεῖς μόνοι:
    ἐσμὲν ἔτι λοιποί, Βοιδίων καὶ Χαριάδης
    ἐγώ τε: τοῖς λοιποῖς δὲ προσπέρδου. δή. τί φής;
    α. ἐγώ5; τὸ διδασκαλεῖον ἡμεῖς σῴζομεν
    τὸ Σίκωνος: οὗτος τῆς τέχνης ἀρχηγὸς ἦν.
    ἐδίδασκεν ἡμᾶς πρῶτον ἀστρολογεῖν ...
    ἔπειτα μετὰ ταῦτ᾽ εὐθὺς ἀρχιτεκτονεῖν.
    περὶ φύσεως κατεῖχε πάντας τοὺς λόγους:
    ἐπὶ πᾶσι τούτοις ἔλεγε τὰ στρατηγικά,
    πρὸ τῆς τέχνης ἔσπευδε ταῦθ᾽ ἡμᾶς μαθεῖν.
    δή. ἆρα σύ με κόπτειν οἷος εἶ γε, φίλτατε;
    α. οὔκ, ἀλλ᾽ ἐν ὅσῳ προσέρχετ᾽ ἐξ ἀγορᾶς ὁ παῖς [p. 212]
    μικρὰ διακινήσω σε περὶ τοῦ πράγματος,
    ἵνα τῷ λαλεῖν λάβωμεν εὔκαιρον χρόνον.
    δή. Ἄπολλον, ἐργῶδὲς γ᾽. Α. ἄκουσον, ὦγαθέ:
    δεῖ τὸν μάγειρον εἰδέναι πρώτιστα μὲν
    περὶ τῶν μετεώρων τάς τε τῶν ἄστρων δύσεις
    καὶ τὰς ἐπιτολὰς καὶ τὸν ἥλιον πότε
    ἐπὶ τὴν μακράν τε καὶ βραχεῖαν ἡμέραν
    ἐπάνεισι κἀν ποίοισίν ἐστι ζῳδίοις.
    τὰ γὰρ ὄψα πάντα καὶ τὰ βρώματα σχεδὸν
    ἐν τῇ περιφορᾷ τῆς ὅλης συντάξεως
    ἑτέραν ἐν ἑτέροις λαμβάνει τὴν ἡδονήν.
    ὁ μὲν οὖν κατέχων τὰ τοιαῦτα τὴν ὥραν ἰδὼν
    τούτων ἑκάστοις ὡς προσήκει χρήσεται,
    ὁ δ᾽ ἀγνοῶν ταῦτ᾽ εἰκότως τυντλάζεται.
    πάλιν τὸ περὶ τῆς ἀρχιτεκτονικῆς ἴσως
    ἐθαύμασας τί τῇ τέχνῃ συμβάλλεται.
    δὴ, ἐγὼ δ᾽ ἐθαύμασ᾽; α. ἀλλ᾽ ὅμως ἐγὼ φράσω
    τοὐπτάνιον ὀρθῶς καταβαλέσθαι καὶ τὸ φῶς
    λαβεῖν: ὅσον δεῖ καὶ τὸ πνεῦμ᾽ ἰδεῖν πόθεν
    ἐστίν, μεγάλην χρείαν τιν᾽ εἰς τὸ πρᾶγμ᾽ ἔχει.
    ὁ καπνὸς φερόμενος δεῦρο κἀκεῖ διαφορὰν
    εἴωθε τοῖς ὄψοισιν ἐμποιεῖν τινα,
    τί οὖν; ἔτι σοι δίειμι τὰ στρατηγικὰ
    ...
    ἔχω γε τὸν μάγειρον. ἡ τάξις σοφὸν
    ἁπανταχοῦ μέν ἐστι κἀν πάσῃ τέχνῃ,
    ἐν τῇ καθ᾽ ἡμᾶς δ᾽ ὥσπερ ἡγεῖται σχεδόν.
    τὸ γὰρ παραθεῖναι κἀφελεῖν τεταγμένως
    ἕκαστα καὶ τὸν καιρὸν ἐπὶ τούτοις ἰδεῖν, [p. 214]

    πότε δεῖ πυκνότερον ἐπαγαγεῖν καὶ πότε βάδην,
    καὶ πῶς ἔχουσι πρὸς τὸ δεῖπνον καὶ πότε
    εὔκαιρον αὐτοῖς ἐστι τῶν ὄψων τὰ μὲν
    θερμὰ παραθεῖναι, τὰ δ᾽ ἐπανέντα, τὰ δὲ μέσως,
    τὰ δ᾽ ὅλως ἀποψύξαντα, ταῦτα πάντα δὴ
    ἐν τοῖς στρατηγικοῖσιν ἐξετάζεται
    μαθήμασιν. δή. πεισθέντι παραδείξας ἐμοὶ
    τὰ δέοντ᾽ ἀπελθὼν αὐτὸς ἡσυχίαν ἄγε.

23. καὶ ὁ παρὰ τῷ Ἀλέξιδι δὲ ἐν Μιλησίοις μάγειρος οὐ μακρὰν τούτου ἐστὶ λέγων τοιάδε:


    οὐκ ἴστε ταῖς πλείσταισι τῶν τεχνῶν ὅτι
    οὐχ ἁρχιτέκτων: κύριος τῆς ἡδονῆς
    μόνος καθέστηκ᾽, ἀλλὰ καὶ τῶν χρωμένων
    συμβάλλεταί τις, ἂν καλῶς χρῶνται, μερίς;
    β. ποῖόν τι; δεῖ γὰρ κἀμὲ τὸν ξένον μαθεῖν.
    α. τὸν ὀψοποιὸν σκευάσαι χρηστῶς μόνον
    δεῖ τοὔψον, ὁ ἄλλο δ᾽ οὐδέν. ἂν μὲν οὖν τύχῃ
    ὁ ταῦτα μέλλων ἐσθίειν τε καὶ κρινεῖν
    εἰς καιρὸν ἐλθών, ὠφέλησε τὴν τέχνην
    ἂν δ᾽ ὑστερίζῃ τῆς τεταγμένης ἀκμῆς,
    ὥστ᾽ ἢ προοπτήσαντα χλιαίνειν πάλιν,
    ἢ μὴ προοπτήσαντα συντελεῖν ταχύ,
    ἀπεστέρησε τῆς τέχνης τὴν ἡδονήν.
    β. εἰς τοὺς σοφιστὰς τὸν μάγειρον ἐγγράφω.
    α. ἑστήκαθ᾽ ὑμεῖς: κάεται δ᾽ ἐμοὶ τὸ πῦρ:
    ἤδη πυκνοὶ δ᾽ ᾁττουσιν Ἡφαίστου κύνες [p. 216]
    κούφως πρὸς αἴθραν, οἷς τό γίνεσθαί θ᾽ ἅμα
    καὶ τὴν τελευτὴν τοῦ βίου συνῆψέ τις
    μόνοις ἀνάγκης θεσμὸς οὐχ ὁρώμενος.

24. εὔφρων δέ, οὗ καὶ πρὸ βραχέος ἐμνήσθην, ἄνδρες δικασταὶ δικαστὰς γὰρ ὑμᾶς οὐκ ὀκνήσαιμ᾽ ἂν καλεῖν ἀναμένων τὴν ὑμετέραν τῶν αἰσθητηρίων κρίσιν ἐν τοῖς Ἀδελφοῖς τῷ δράματι ποιήσας τινὰ μάγειρον πολυμαθῆ καὶ εὐπαίδευτον μνημονεύοντά τε τῶν πρὸ αὑτοῦ τεχνιτῶν καὶ τίνα ἕκαστος εἶχεν ἰδίαν ἀρετὴν καὶ ἐν τίνι ἐπλεονέκτει, ὅμως οὐδενὸς ἐμνήσθη τοιούτου ὧν ἐγὼ ὑμῖν πολλάκις τυγχάνω παρασκευάζων. λέγει δ᾽ οὖν οὕτως::


    πολλῶν μαθητῶν γενομένων ἐμοί, Λύκε,
    διὰ τὸ νοεῖν ἀεί τι καὶ ψυχὴν ἔχειν
    ἄπει γεγονὼς μάγειρος ἐκ τῆς οἰκίας
    ἐν οὐχ ὅλοις δέκα μησί, πολὺ νεώτατος.
    Ἆγις Ῥόδιος ὤπτηκεν ἰχθὺν μόνος ἄκρως,
    Νηρεὺς δ᾽ ὁ Χῖος γόγγρον ἧψε τοῖς θεοῖς,
    θρῖον τὸ λευκὸν οὑξ Ἀθηνῶν Χαριάδης,
    ζωμὸς μέλας ἐγένετο πρώτῳ Λαμπρίᾳ,
    ἀλλᾶντας Ἀφθόνητος, Εὔθυνος φακῆν,
    ἀπὸ συμβολῶν συνάγουσιν Ἀριστίων σπάρους.
    οὗτοι μετ᾽ ἐκείνους τοὺς σοφιστὰς τοὺς πάλαι
    γεγόνασιν ἡμῶν ἑπτὰ δεύτεροι σοφοί.
    ἐγὼ δ᾽ ὁρῶν τὰ πολλὰ προκατειλημμένα
    εὗρον τὸ κλέπτειν πρῶτος ὥστε μηδένα
    μισεῖν με διὰ τοῦτ᾽, ἀλλὰ πάντας λαμβάνειν.
    ὑπ᾽ ἐμοῦ δ᾽ ὁρῶν σὺ τοῦτο προκατειλημμένον [p. 218]
    ἴδιον ἐφεύρηκάς τι καὶ τοῦτ᾽ ἐστὶ σόν.
    πέμπτην ἔθυον ἡμέραν οἱ Τήνιοι
    πολλοὶ παρόντες, πλοῦν πολὺν πεπλευκότες,
    λεπτὸν ἔριφον καὶ μικρόν, οὐκ ἦν ἐκφορὰ
    Λύκῳ κρεῶν τότ᾽ οὐδὲ τῷ διδασκάλῳ.
    ἑτέρους πορίσασθαι δύ᾽ ἐρίφους ἠνάγκασας:
    τὸ γὰρ ἧπαρ αὐτῶν πολλάκις σκοπουμένων:
    καθεὶς κάτω τὴν χεῖρα τὴν μίαν λαθὼν
    ἔρριψας εἰς τὸν λάκκον ἰταμῶς τὸν νεφρόν.
    πολὺν ἐποίησας θόρυβον ‘ οὐκ ἔχει νεφρόν’
    ἔλεγον. ἔκυπτον οἱ παρόντες ἀποβολῇ,
    ἔθυσαν ἕτερον, τοῦ δὲ δευτέρου πάλιν
    τὴν καρδίαν εἶδόν σε καταπίνοντ᾽ ἐγώ.
    πάλαι μέγας εἶ, γίνωσκε: τοῦ γὰρ μὴ χανεῖν
    λύκον διὰ κενῆς σὺ μόνος εὕρηκας τέχνην,
    χορδῆς ὀβελίσκους ἠρέμα ζυγουμένους
    δύ᾽ ἐχθὲς ὠμοὺς εἰς τὸ πῦρ ἀποσβέσας
    καὶ πρὸς τὸ δίχορδον ἐτερέτιζες. ᾐσθόμην
    ἐκεῖνο δρᾶμα, τοῦτο δ᾽ ἐστὶ παίγνιον.

    μὴ

25. τις τούτων τῶν δευτέρων ἑπτὰ σοφῶν ὀνομασθέντων τοιοῦτόν τι ἐπενόησε περὶ τοῦ χοίρου, [p. 220] πῶς καὶ τὰ ἐντὸς πεπλήρωται καὶ τὸ μὲν ὀπταλέον ἐστὶν αὐτοῦ, τὸ δὲ ἑφθόν αὐτὸς δ᾽ ἐστὶν ἄσφακτος;



δεομένων οὖν ἡμῶν καὶ λιπαρούντων δεικνύναι τὴν σοφίαν,

“ οὐκ ἐρῶ,” φησί,

“ τῆτες, μὰ τοὺς ἐν Μαραθῶνι κινδυνεύσαντας καὶ πρὸς ἔτι τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας.



ἔδοξεν οὖν πᾶσι διὰ τὸν τηλικόνδε ὅρκον μὴ βιάζεσθαι τὸν ἄνθρωπον, ἐπ᾽ ἄλλο δέ τι τῶν παραφερομένων τὰς χεῖρας ἐπιβάλλειν. καὶ ὁ Οὐλπιανὸς ἔφη: “μὰ τοὺς ἐν Ἀρτεμισίῳ κινδυνεύσαντας, οὐδείς τινος γεύσεται πρὶν λεχθῆναι ποῦ κεῖται τὸ παραφέρειν. τὰ γὰρ γεύματα ἐγὼ οἶδα μόνος.



καὶ ὁ Μάγνος ἔφη: “Ἀριστοφάνης ἐν Προάγωνι:


    τί οὐκ ἐκέλευσας παραφέρειν τὰ ποτήρια;

Σώφρων δ᾽ ἐν γυναικείοις κατὰ τὸ κοινότερον κέχρηται λέγων ' παράφερε, Κοικόα, τὸν σκύφον μεστόν καὶ Πλάτων δ᾽ ἐν Λάκωσιν ‘>ἔφη ' πάσας παραφερέτω’ Ἄλεξις Παμφίλῃ:


    παρέθηκε τὴν τράπεζαν, εἶτα παραφέρων
    ἀγαθῶν ἁμάξας ...

περὶ δὲ τῶν γευμάτων ἃ σαυτῷ προὔπιες ὥρα σοι λέγειν, Οὐλπιανέ. τὸ γὰρ γεῦσαι ἔχομεν παρ᾽ Εὐπόλιδι ἐν Αἰξί:


    τοῦδε νῦν γεῦσαι λαβών.



καὶ ὁ Οὐλπιανὸς “ἔφιππος,” ἔφη, “ἐν Πελταστῇ [p. 222] ' ἔνθ᾽ ὄνων ἵππων τε στάσεις καὶ γεύματα οἴνων Ἀντιφάνης δ᾽ ἐν Διδύμοις:


    οἰνογευστεῖ , περιπατεῖ
    ἐν τοῖς στεφάνοις.

” 26.

ἐπὶ τούτοις ὁ μάγειρος ἔφη:

“ λέξω τοίνυν κἀγὼ οὐκ ἀρχαίαν ἐπίνοιαν, ἀλλ᾽ εὕρεσιν ἐμὴν ἵνα μὴ ὁ αὐλητὴς πληγὰς λάβῃ: ὁ γὰρ Εὔβουλος ἐν Λάκωσιν ἢ Λήδᾳ ἔφη:


    ἀλλ᾽ ἠκούσαμεν
    καὶ τοῦτο, νὴ τὴν Ἑστίαν, οἴκοι ποθ᾽ ὡς
    ὅσ᾽ ἂν ὁ μάγειρος ἐξαμάρτῃ, τύπτεται,
    ὥς φασιν, αὑλητὴς παρ᾽ ὑμῖν.

Φιλύλλιὸς τε ἢ ὁ ποιήσας τὰς Πόλεις φησίν


    ὅ τι ἂν τύχῃ
    μάγειρος ἀδικήσας, τὸν αὐλητὴν λαβεῖν
    πληγάς

περὶ ἡμιόπτου καὶ ἡμιέφθου καὶ ἀσφάκτου γεμιστοῦ χοίρου. ὁ μὲν χοῖρος ἐσφάγη ὑπὸ τὸν ὦμον σφαγὴν βραχεῖαν,



καὶ ἐπέδειξεν.

“ ἔπειτα ἀπορρεύσαντος τοῦ πολλοῦ αἵματος πάντα τὰ ἐντοσθίδια μετὰ τῆς ἐξαιρέσεως εἴρηται γὰρ καὶ ἐξαίρεσις, ὦ στωμυλῆθραι δαιταλεῖς διακλύσας ἐπιμελῶς οἴνῳ πολλάκις ἐκρέμασα ἐκ ποδῶν. εἶτα πάλιν οἴνῳ διέβρεξα καὶ προεψήσας μετὰ πολλοῦ πιπέρεως τὰ προειρημένα χναυμάτια ἔβυσα διὰ τοῦ [p. 224] στόματος, πολλὸν ἐπιχέας ζωμὸν εὖ πάνυ πεποιημένον. καὶ μετὰ ταῦτα περιέπλασα τοῦ χοίρου τὴν ἡμίσειαν, ὡς ὁρᾶτε, ἀλφίτοις πολλοῖς κριθῆς: ἀναδεύσας αὐτὰ οἴνῳ καὶ ἐλαίῳ. ἔπειτ᾽ ἐνέθηκα κριβάνῳ ὑποθεὶς τράπεζαν χαλκῆν ἐστάθευσά τε τῷ πυρί, ὡς μήτε κατακαῦσαι μήτ᾽ ὠμὸν ἀφελεῖν. καὶ τῆς φορίνης ἤδη γενομένης κραμβαλέας εἴκασα καὶ τἄλλο μέρος ἡψῆσθαι ἀποβαλών τ᾽ αὐτοῦ τὰ ἄλφιτα οὕτω φέρων ὑμῖν παρέθηκα. 27. τὴν δ᾽ ἐξαίρεσιν, ὦ καλέ μου Οὐλπιανέ, Διονύσιος ὁ κωμῳδιοποιος ἐν τοῖς Ὁμωνύμοις τῷ δράματι οὕτως εἴρηκε ποιήσας τινὰ μάγειρον πρὸς τοὺς μαθητὰς διαλεγόμενον


    ἄγε δὴ Δρόμων νῦν, εἴ τι κομψὸν ἢ σοφὸν
    ἢ γλαφυρὸν οἶσθα τῶν σεαυτοῦ πραγμάτων,
    φανερὸν ποίησον τοῦτο τῷ διδασκάλῳ.
    νῦν τὴν ἀπόδειξιν τῆς τέχνης αἰτῶ σ᾽ ἐγώ.
    εἰς πολεμίαν ἄγω σε: θαρρῶν κατάτρεχε:
    ἀριθμῷ διδόασι τὰ κρέα καὶ τηροῦσί σε.
    τακερὰ ποιήσας ταῦτα καὶ ζέσας σφόδρα
    τὸν ἀριθμὸν αὐτῶν, ὡς λέγω σοι, σύγχεον.
    ἰχθὺς ἁδρὸς πάρεστι: τἀντός ἐστι σά.
    κἂν τέμαχος ἐκκλίνῃς τι, καὶ τοῦτ᾽ ἐστὶ σὸν
    ἕως ἂν ἔνδον ὦμεν: ὅταν ἔξω δ᾽, ἐμόν.
    ἐξαιρέσεις καὶ τἄλλα τἀκόλουθ᾽ ὅσα
    οὔτ᾽ ἀριθμὸν οὔτε ἔλεγχον ἐφ᾽ ἑαυτῶν ἔχει,
    περικόμματος δὲ τάξιν ἢ θέσιν φέρει, [p. 226]
    εἰς αὔριον σὲ κἀμὲ ταῦτ᾽ εὐφρανάτω
    λαφυροπώλῃ παντάπασι μεταδίδου,
    τὴν πάροδον ἵν᾽ ἔχῃς τῶν θυρῶν εὐνουστέραν
    τί δεῖ λέγειν με πολλὰ πρὸς συνειδότα;
    ἐμὸς εἶ μαθητής, σὸς δ᾽ ἐγὼ διδάσκαλος,
    μέμνησο τῶνδε καὶ βάδιζε δεῦρ᾽ ἅμα.

” 28.

πάντων οὖν ἡμῶν ἐπαινεσάντων τὸν μάγειρον ἐπί τε τῷ ἑτοίμῳ τῶν λεγομένων καὶ τῇ τῆς τέχνης περιεργίᾳ ὁ καλὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιος ‘ καὶ πόσῳ κάλλιον,’ ἔφη, ‘τὰ τοιαῦτα ἐκμανθάνειν τοὺς μαγείρους ἢ ἅπερ παρά τινι τῶν πολιτῶν ἡμῶν, ὃς ὑπὸ πλούτου καὶ τρυφῆς τοὺς τοῦ θαυμασιωτάτου Πλάτωνος διαλόγους ἠνάγκαζεν ἐκμανθάνοντας τοὺς μαγείρους φέροντάς τε τὰς λοπάδας ἅμα λέγειν ' εἷς, δύο, τρεῖς: ὁ δὲ δή τέταρτος ἡμῖν, ὦ φίλε Τίμαιε, ποῦ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δ᾽ ἑστιατόρων; ' ἔπειτ᾽ ἄλλος ἀπεκρίνατο ἀσθένειά τις αὐτῷ ξυνέπεσεν, ὦ Σώκρατες.' διεξήρχοντό τε τοῦ διαλόγου τὰ πολλὰ τὸν τρόπον τοῦτον, ὡς ἄχθεσθαι μὲν τοὺς εὐωχουμένους, ὑβρίζεσθαι δὲ τὸν πάνσοφον ἐκεῖνον ἄνθρωπον ὁσημέραι, καὶ διὰ τοῦτο πολλοὺς τῶν καθαρείων ἐξόμνυσθαι τὰς παρ᾽ ἐκείνῳ ἑστιάσεις, οἱ δὲ ἡμέτεροι οὗτοι ἅμα ἴσως ταῦτ᾽ ἐκμανθάνοντες οὐκ ὀλίγην ὑμῖν θυμηδίαν παρέχουσιν.’ καὶ ὁ παῖς ἐπὶ τῇ μαγειρικῇ σοφίᾳ ἐπαινεθεὶς ‘τί τοιοῦτον εὑρήκασιν,’ ἔφη, ‘ἢ εἰρήκασιν οἱ πρὸ ἐμοῦ; ἢ ἐπὶ μετρίους ἐμαυτὸν ἄγω οὐ [p. 228] μεγαλαυχούμενος ἐπ᾽ ἐμαυτῷ; καίτοι καὶ ὁ πρῶτος τῶν τὸν Ὀλυμπίασιν ἀγῶνα ἀναδησαμένων Κόροιβος ὁ Ἠλεῖος μάγειρος ἦν καὶ οὐχ οὕτως ὠγκύλλετο ἐπὶ τῇ τέχνῃ ὡς ὁ παρὰ Στράτωνι μάγειρος ἐν τῷ Φοινικίδῃ, περὶ οὗ τοιαῦτα λέγει ὁ μεμισθωμένος: 29.


    σφίγγ᾽ ἄρρεν᾽, οὐ μάγειρον, εἰς τὴν οἰκίαν
    εἴληφ᾽ ἁπλῶς γὰρ οὐδὲ ἓν μὰ τοὺς θεοὺς
    ὅσ᾽ ἂν λέγῃ συνίημι: καινὰ ῥήματα
    πεπορισμένος πάρεστιν. ὡς εἰσῆλθε γάρ,
    εὐθὺς μ᾽ ἐπηρώτησε προσβλέψας μέγα '
    πόσους κέκληκας μέροπας ἐπὶ δεῖπνον; λέγε
    ἐγὼ κέκληκα μέροπας ἐπὶ δεῖπνον; χολᾷς.
    τοὺς δέ μέροπας τούτους με γινώσκειν δοκεῖς;
    οὐδεὶς παρέσται. τοῦτο γὰρ νὴ τὸν Δία

ἐστὶ κατάλοιπον μέροπας ἐπὶ δεῖπνον καλεῖν. οὐδ᾽ ἄρα παρέσται δαιτυμὼν οὐδεὶς ὅλως; οὐκ οἴομαί γε Δαιτυμών. ἐλογιζόμην ἥξει Φιλῖνος, Μοσχίων, Νικήρατος, ὁ δεῖν᾽, ὁ δεῖνα: κατ᾽ ὄνομ᾽ ἀνελογιζόμην οὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών. οὐδεὶς παρέσται, φημί. ' τί λέγεις; οὐδὲ εἷς;᾽ σφόδρ᾽ ἠγανάκτησ᾽ ὥσπερ ἠδικημένος, εἰ μὴ κέκληκα Δαιτυμόνα. καινὸν πάνυ. ' σῦν ἄρα θύεις ἐρυσίχθον᾽; ' οὔκ, ἔφην ἐγώ. [p. 230] ' βοῦν δ᾽ εὐρυμέτωπον; οὐ θύω βοῦν, ἄθλιε. μῆλα θυσιάζεις ἆρα; μὰ Δί᾽ ἐγὼ μὲν οὔ, οὐδέτερον αὐτῶν, προβάτιον δ᾽. ' οὔκουν, ἔφη, τὰ μῆλα πρόβατα; ` μῆλα πρόβατ᾽; οὐ μανθάνω: οὐκ οἶδα τούτων οὐδὲν οὐδὲ βούλομαι. ἀγροικότερός εἰμ᾽; ὥσθ᾽ ἁπλῶς μοι διαλέγου. Ὅμηρος, οὐκ οἶσθ᾽, ἔλεγε ταῦτα; ' καὶ μάλα ἐξῆν ὃ βούλοιτ᾽, ὦ μάγειρ᾽, αὐτῷ λέγειν. ἀλλὰ τί πρὸς ἡμᾶς τοῦτο, πρὸς τῆς Ἑστίας; ' κατ᾽ ἐκεῖνον ἤδη πρόσεχε καὶ τὰ λοιπὰ μοι Ὁμηρικῶς γὰρ διανοεῖ μ᾽ ἀπολλύναι; ' οὕτω λαλεῖν εἴωθα.' μὴ τοίνυν λάλει οὕτω παρ᾽ ἔμοιγ᾽ ὤν. ἀλλὰ διὰ τὰς τέτταρας δραχμὰς ἀποβάλω φησί, ι τὴν προαίρεσιν; τὰς οὐλοχύτας φέρε δεῦρο.' τοῦτο δ᾽: ἐστὶ τί; “κριθαί.” τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις; ' πηγὸς πάρεστι; πηγός; οὐχὶ λαικάσει,


    ὁ ἐρεῖς σαφέστερὸν θ᾽ ὃ βούλει μοι λέγειν; :
    ἀτάσθαλὸς γ᾽ εἶ, πρέσβυ, ' φησ᾽ ῾ ἅλας φέρε
    τοῦτ᾽ ἔστι πηγός; ' ἀλλὰ δεῖξον χέρνιβα.'
    παρῆν. ἔθυεν, ἔλεγεν ἄλλα ῥήματα
    τοιαῦθ᾽ ἃ μὰ τὴν Γῆν οὐδὲ εἷς ἤκουσεν ἄν,
    μίστυλλα, μοίρας, δίπτυχ᾽, ὀβελούς, ὥστε με [p. 232]
    τῶν τοῦ Φιλίτα λαμβάνοντα βιβλίων
    σκοπεῖν ἕκαστα τί δύναται τῶν ῥημάτων,
    πλὴν ἱκέτευον αὐτὸν ἤδη μεταβαλεῖν
    ἀνθρωπίνως λαλεῖν τε. τὸν δ᾽ οὐκ ἂν ταχὺ
    ἔπεισεν ἡ Πειθὼ μὰ τὴν Γῆν οἶδ᾽ ὅτι.

’ 30. περίεργον δ᾽ ἐστὶν ὡς ἀληθῶς τὸ πολὺ τῶν μαγείρων γένος περί τε τὰς ἱστορίας καὶ τὰ ὀνόματα, λέγουσι γοῦν αὐτῶν οἱ λογιώτατοι ‘ γόνυ κνήμης ἔγγιον’ καὶ ‘ περιῆλθον Ἀσίαν καὶ Εὐρώπην.’ ἐπιτιμῶντας δὲ τινί φασιν μὴ δεῖν τὸν Οἰνέα Πηλέα ποιεῖν. ἐγὼ δὲ ἕνα τῶν ἀρχαίων μαγείρων τεθαύμακα πείρᾳ τῆς τέχνης ἧς εἰσηγήσατο ἀπολαύσας. παράγει δ᾽ αὐτὸν Ἄλεξις ἐν Λέβητι λέγοντα τάδε:


    ἧψε, μοὐδόκει,
    πνικτόν τι ὄψον δελφάκειον. γλ. ἡδύ γε.
    α. ἔπειτα προσκέκαυκε. γλ. μηδὲν φροντίσῃς:
    ἰάσιμον γὰρ τὸ πάθος ἐστί. α. τῷ τρόπῳ;
    γλ. ὄξος λαβὼν ἢν εἰς λεκάνην τιν᾽ ἐγχέας
    ψυχρόν, ξυνιεῖς, εἶτα θερμὴν τὴν χύτραν
    εἰς τοὔξος ἐνθῇς: διάπυρος γὰρ οὖσ᾽ ἔτι
    ἕλξει δι᾽ αὑτῆς νοτίδα καὶ ζυμουμένη
    ὥσπερ κίσηρις λήψεται διεξόδους
    σομφάς, δι᾽ ὧν τὴν ὑγρασίαν ἐκδέξεται
    τὰ κρεᾴδι᾽ ἔσται τ᾽ οὐκ ἀπεξηραμμένα,
    ἔγχυλα δ᾽ ἀτρεμεὶ καὶ δροσώδη τὴν σχέσιν.
    α. Ἄπολλον, ὡς ἰατρικῶς, ὦ Γλαυκία, [p. 234]
    ταυτὶ ποιήσω. γλ. καὶ παρατίθει γ᾽ αὐτά, παῖ,
    ὅταν παρατιθῇς, μανθάνεις, ἐψυγμένα.
    ἀτμὶς γὰρ οὕτως οὐχὶ προσπηδήσεται
    ταῖς ῥισίν, ἀλλ᾽ ἄνω μάλ᾽ εἶσι καταφυγών.
    α. πολλῷ γ᾽ ἀμείνων, ὡς ἔοικας, ἦσθ᾽ ἄρα
    λογογράφος ἢ μάγειρος, ὃ λέγεις οὐ λέγεις:
    τέχνην δ᾽ ὀνειδίζεις.

31. καὶ μαγείρων μὲν ἅλις, ἄνδρες δαιταλεῖς, μὴ καὶ τις αὐτῶν τὰ ἐκ Δυσκόλου Μενάνδρου βρενθυόμενος λαρυγγίσῃ τάδε:


    οὐδὲ εἷς
    μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν
    ἱεροπρεπής πώς ἐστιν ἡμῶν ἡ τέχνη.

ἐγὼ δ᾽ ὑμῖν, κατὰ τὸν ἥδιστον Δίφιλον


    παρατίθημ᾽ ὁλοσχερῆ
    ἄρν᾽ ἐς μέσον σύμπτυκτον, ὠνθυλευμένον,
    χοιρίδια περιφόρινα κρομβώσας ὅλα,
    δούρειον ἐπάγω χῆνα τῷ φυσήματι.

32. χήν. περιενεχθέντων δὲ τούτων καὶ ἄλλων ὀρνίθων περιττῶς ἐσκευασμένων ἔφη τις ‘οἱ χῆνες σιτευτοί.’ καὶ ὁ Οὐλπιανὸς ‘ὁ δὲ σιτευτὸς χὴν παρὰ τίνι;’ πρὸς ὃν ὁ Πλούταρχος: ‘ Θεόπομπος μὲν ἔφη ὁ Χῖος ἐν ταῖς Ἑλληνικαῖς κἀν τῇ τρισκαιδεκάτῃ δὲ τῶν Φιλιππικῶν Ἀγησιλάῳ τῷ Λάκωνι εἰς Αἴγυπτον ἀφικομένῳ πέμψαι τοὺς [p. 236] Αἰγυπτίους χῆνας καὶ μόσχους σιτευτούς: καὶ Ἐπιγένης δ᾽ ὁ κωμῳδιοποιὸς ἐν Βάκχαις φησίν


    ἀλλ᾽ εἴ τις ὥσπερ χῆν᾽ ἀνέτρεφέ μοι λαβὼν
    σιτευτόν.

καὶ Ἀρχέστρατος ἐν τῷ πολυθρυλήτῳ ποιήματι


    καὶ σιτευτὸν χηνὸς ὁμοῦ σκεύαζε νεοττόν,
    ὀπτὸν ἁπλῶς καὶ τόνδε,

σὺ δὲ ἡμῖν, ὦ Οὐλπιανέ, δίκαιος εἶ λέγειν, ὁ περὶ πάντων πάντας ἀπαιτῶν, ποῦ μνήμης ἠξίωται παρὰ τοῖς ἀρχαίοις τὰ πολυτελῆ ταῦτα τῶν χηνῶν ἥπατα, ὅτι γὰρ χηνοβοσκοὺς οἴδασι μάρτυς Κρατῖνος ἐν Διονυσαλεξάνδρῳ λέγων ' χηνοβοσκοί, βουκόλοι Ὅμηρος δὲ καὶ θηλυκῶς καὶ ἀρσενικῶς εἴρηκεν: αἰετὸς ἀργὴν χῆνα φέρων καί:


    ὣς ὅδε χῆν᾽ ἥρπαξ᾽ ἀτιταλλομένην ἐνὶ οἴκῳ.

καί:


    χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
    ἐξ ὕδατος,

χηνείων δὲ ἡπάτων περισπούδαστα δὲ ταῦτα κατὰ τὴν ῾ Ῥώμην μνημονεύει Εὔβουλος ἐν Στεφανοπώλισι λέγων οὕτως:


    εἰ μὴ σὺ χηνὸς ἧπαρ ἢ ψυχὴν ἔχεις.

’ 33. ἦσαν δὲ καὶ ἡμίκραιραι πολλαὶ δελφάκων, μνημονεύει δ᾽ αὐτῶν Κρώβυλος ἐν Ψευδυποβολιμαίῳ : [p. 238]


    εἰσῆλθεν ἡμίκραιρα τακερὰ δέλφακος.
    ταύτης μὰ τὸν Δί᾽ οὐχὶ κατέλιπον δ᾽ ἐγὼ οὐδέν.

μετὰ δὲ ταῦτα ὁ καλούμενος κρεωκάκκαβος. κρέα δ᾽ ἐστὶ ταῦτα συγκεκομμένα μεθ᾽ αἵματος καὶ λίπους ἐν ζωμῷ γεγλυκασμένῳ. ‘ λέγειν δὲ οὕτως Ἀριστοφάνης φησὶν ὁ γραμματικὸς Ἀχαιούς,’ ὁ Μυρτίλος ἔφη. ‘Ἀντικλείδης δ᾽ ἐν η᾽ Νόστων ' ἐν δείπνῳ, ' φησίν, μελλόντων Χίων ὑπ᾽ Ἐρυθραίων ἐξ ἐπιβουλῆς ἀναιρεῖσθαι μαθών τις τὸ μέλλον γίνεσθαι ἔφη


    ὦ Χῖοι, πολλὴ γὰρ Ἐρυθραίους ἔχει ὕβρις,
    φεύγετε δειπνήσαντες ὑὸς κρέα μηδὲ μένειν βοῦν.'

ἀναβράστων δὲ κρεῶν μνημονεύει Ἀριστομένης Γόησιν οὕτως ... : καὶ ὄρχεις ἤσθιον, οὓς καὶ νεφροὺς ἐκάλουν Φιλιππίδης ἐν τῇ Ἀνανεώσει Γναθαίνης τῆς ἑταίρας τὸ γαστρίμαργον ἐμφανίζων λέγει:


    ἔπειτ᾽ ἐπὶ τούτοις πᾶσιν ἧκ᾽ ὄρχεις φέρων
    πολλούς, τὰ μὲν οὖν γύναια τἄλλ᾽ ἠκκίζετο,
    ὁ ἡ δ᾽ ἀνδροφόνος Γνάθαιν᾽ ἀναγελάσασ᾽
    ἅμα : καλοί γε φησίν, ' οἱ νεφροί, νὴ τὴν φίλην
    Δήμητρα.' καὶ δύ᾽ ἁρπάσασα κατέπιεν,
    ὥσθ᾽ ὑπτίους ὑπὸ τοῦ γέλωτος καταπεσεῖν.

’ 34. εἰπόντος δὲ καὶ ἄλλου ἥδιστα γεγονέναι καὶ [p. 240] τὸν μετὰ ὀξυλιπάρου ἀλεκτρυόνα ὁ φιλεπιτιμητὴς Οὐλπιανὸς κατακείμενος μόνος, ὀλίγα δ᾽ ἐσθίων καὶ τηρῶν τοὺς λέγοντας ἔφη: ‘ ὀξυλίπαρον δὲ τί ἐστι; πλὴν εἰ μὴ καὶ κόττανα ἡμῖν, καὶ λέπιδιν, τὰ πάτριά μου νόμιμα βρώματα, ὀνομάζειν μέλλετε.’ καὶ ὃς ‘ Τιμοκλῆς,’ ἔφη, ‘ὁ κωμικὸς ἐν Δακτυλίῳ μέμνηται τοῦ ὀξυλιπάρου λέγων οὕτως:


    γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν
    ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται.

ἀκρολιπάρους δέ τινας ἀνθρώπους κέκληκεν Ἄλεξις ἐν Πονήρᾳ οὕτως:


    ἀκρολίπαροι, τὸ δ᾽ ἄλλο σῶμ᾽ ὑπόξυλον.

’ παρατεθέντος δέ ποτε καὶ ἰχθύος μεγάλου ἐν ὀξάλμῃ καὶ εἰπόντος τινὸς ἥδιστον εἶναι ὀψάριον πᾶν τὸ ἐν ὀξάλμῃ παρατιθέμενον, συναγαγὼν τὰς ὀφρῦς ὁ τὰς ἀκάνθας ἀγείρων Οὐλπιανὸς “ ποῦ κεῖται,” ἔφη, “ ὀξάλμη; ὀψάριον γὰρ παρ᾽ οὐδενὶ τῶν ζώντων λεγόμενον οἶδα.” οἱ μὲν οὖν πολλοὶ μακρά χαίρειν εἰπόντες αὐτῷ ἐδείπνουν, τοῦ Κυνούλκου τὰ ἐξ Αὐρῶν Μεταγένους ἀναφωνήσαντος:


    ἀλλ᾽, ὦ 'γαθέ, δειπνῶμεν πρῶτον, κἄπειτά με πάντ᾽ ἐπερωτᾶν
    ὅ τι ἂν βούλῃ: νῦν γὰρ πεινῶν δεινῶς πώς εἰμ᾽
    ἐπιλήσμων.

καὶ ὁ Μυρτίλος ἡδέως πως συναπογραφόμενος αὐτῷ, ἵνα μηδενὸς μεταλαμβάνῃ, ἀλλὰ πάντα λαλῇ, [p. 242] ἔφη: “ Κρατῖνος ἐν Ὀδυσσεῦσιν εἴρηκε τὴν ὀξάλμην διὰ τούτων


    ἀνθ᾽ ὧν πάντας ἑλὼν ὑμᾶς ἐρίηρας ἑταίρους,
    φρύξας, ἑψήσας, κἀπ᾽ ἀνθρακιᾶς ὀπτήσας,
    εἰς ἅλμην τε καὶ ὀξάλμην κᾆτ᾽ ἐς σκοροδάλμην
    χλιερὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων
    ὑμῶν φαίνηται, κατατρώξομαι, ὦ στρατιῶται.

καὶ Ἀριστοφάνης Σφηξὶν


    ἀποφυσήσας
    εἰς ὀξάλμην ἔμβαλε θερμήν.

35. ὀψάριον δὲ τῶν μὲν ζώντων ἡμεῖς λέγομεν, ἀτὰρ καὶ Πλάτων ἐπὶ τοῦ ἰχθύος ἐν Πεισάνδρῳ:


    ἤδη φαγών τι πώποθ᾽, οἷα γίνεται,
    ὀψάριον ἔκαμες καὶ προσέστη τοῦτό σοι;
    β. ἔγωγε πέρυσι κάραβον φαγών.

Φερεκράτης Αὐτομόλοις:


    τοὐψάριον τουτὶ παρέθηκέ τις ἡμῖν.

. Φιλήμων Θησαυρῷ:


    οὔκ ἔστιν, ὄλεθρε, σε παραλογίσασθ᾽ ὧδ᾽ ἔχοντ᾽
    ὀψάρι᾽ ἄχρηστα.:

Μένανδρος Καρχηδονίῳ:


    ἐπιθυμιάσας τῷ Βορέᾳ λιβανίδιον
    ὀψάριον οὐδὲν ἔλαβον: ἑψήσω φακῆν,

καὶ ἐν Ἐφεσίῳ :


    ἐπ᾽ ἀρίστῳ λαβὼν
    ὀψάριον. [p. 244]

εἶτ᾽ ἐπιφέρει:


    τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων
    δραχμῶν ἐπώλει κωβιούς.

Ἀναξίλας Ὑακίνθῳ πορνοβοσκῷ:


    ἐγὼ δ᾽ ἰὼν ὀψάριον ὑμῖν ἀγοράσω ι

καὶ μετ᾽ ὀλίγα:


    σκεύαζε, παῖ, τοὐψάριον ἡμῖν.

τὸ δὲ ἐν Ἀναγύρῳ Ἀριστοφάνους:


    εἰ μὴ παραμυθῇ μ᾽ ὀψαρίοις ἑκάστοτε,

ἀντὶ τοῦ προσοψήμασιν ἀκούομεν. καὶ γὰρ Ἄλεξις ἐν Παννυχίδι περιθεὶς μαγείρῳ τὸν λόγον φησὶν


    θερμοτέροις χαίροις σύ γ᾽ ἂν τοῖς ὀψαρίοις ἢ τὸ μέσον ἢ κατωτέρω;
    β. κατωτέρω; τί λέγεις σύ; α. ποδαπὸς οὑτοσὶ
    ἅνθρωπος; οὐκ ἐπίστασαι ζῆν ψυχρά σοι
    ἅπαντα παραθῶ; β. μηδαμῶς. α. ζέοντα δέ;
    β. Ἄπολλον. α. οὐκοῦν τὸ μέσον ἔστω; β. δηλαδή.
    α. τοῦθ᾽ ἕτερος οὐδεὶς τῶν ὁμοτέχνων μου ποιεῖ .
    β. οὐκ οἴομ᾽ οὐδ᾽ ἄλλ᾽ οὐδὲν ὧν σὺ νῦν ποιεῖς.
    α. ἐγὼ δ᾽ ἐρῶ σοι: τοῖς γὰρ ἑστιωμένοις
    τὸν καιρὸν ἀποδίδωμι τῆς συγκράσεως.
    β. σὺ πρὸς θεῶν ἔθυσας οἶμαι τὸν ἔριφον
    μὴ κόπτ᾽ ἔμ᾽, ἀλλὰ τὰ κρέα. α. παῖδες, παράγετε:
    ὀπτάνιον ἔστιν; β. ἔστι. α. καὶ κάπνην ἔχει;
    β. δηλονότι. α. μή μοι δῆλον, ἀλλ᾽ ἔχει κάπνην; [p. 246]
    β. ἔχει. α. κακόν, εἰ τύφουσαν. β. ἀπολεῖ μ᾽: οὑτοσί.

    ταῦτὰ

36. σοι παρ᾽ ἡμῶν τῶν ζώντων, ὀλβιογάστορ Οὐλπιανέ, ἀπεμνημόνευσα. καὶ σὺ γάρ, ὡς ἔοικε, μετ᾽ ἐμοῦ κατὰ τὸν Ἄλεξιν οὐδενὸς ἐμψύχου μεταλαμβάνεις, ὅς φησιν ἐν Ἀτθίδι τάδε:


    ὁ πρῶτος εἰπὼν ὅτι σοφιστὴς οὐδὲ εἷς
    ἔμψυχον οὐδὲν ἐσθίει σοφός τις ἦν.
    ἐγὼ γὰρ ἥκω νῦν ἀγοράσας οὐδὲ ἓν
    ἔμψυχον ἰχθῦς ἐπριάμην τεθνηκότας
    μεγάλους, κρεᾴδι᾽ ἀρνὸς ἑφθὰ πίονος,
    οὐ ζῶντος: οὐχ οἷόν τε γάρ. τί ἄλλο; ναί,
    ἡπάτιον ὀπτὸν προσέλαβον. τούτων ἐὰν
    δείξῃ τις ἢ φωνήν τι ἢ ψυχὴν ἔχον,
    ἀδικεῖν ὁμολογῶ καὶ παραβαίνειν τὸν νόμον. ἐπὶ τούτοις οὖν ἔασον ἡμᾶς δειπνεῖν. ἰδοὺ γάρ, ἕως πρὸς σὲ διαλέγομαι, καὶ οἱ φασιανικοὶ παραπεπλεύκασιν ὑπεριδόντες ἡμᾶς διὰ τὴν ἄκαιρὸν σου γλωσσαργίαν.

” ‘ ἀλλ᾽ ἢν ἐμοὶ εἴπῃς,’ ἔφη ὁ Οὐλπιανός, ‘ διδάσκαλε Μυρτίλε, ὁ ὀλβιογάστωρ σοι πόθεν καὶ εἰ φασιανικῶν τις ὀρνίθων μέμνηται τῶν παλαιῶν, ἐγώ σοι ἦρι μάλ᾽ οὐκ ἐφ᾽ Ἑλλήσποντον πλεύσας, ἀλλ᾽ εἰς τὴν ἀγορὰν πορευθεὶς ὠνήσομαι φασιανικόν, ὃν συγκατέδομαί σοι.’ 37. καὶ ὁ Μυρτίλος ‘ ἐπὶ ταύταις,’ ἔφη, ‘ ταῖς συνθήκαις λέγω. τοῦ μὲν ὀλβιογάστορος Ἄμφις μέμνηται ἐν Γυναικομανίᾳ οὑτωσὶ λέγων [p. 248]


    Εὐρύβατε κνισολοῖχε, ... οὐκ ἔσθ᾽ ὅπως
    οὐκ ὀλβιογάστωρ εἶ σύ.

φασιανικοῦ δὲ ὄρνιθος ὁ ἥδιστος Ἀριστοφάνης ἐν δράματι Ὄρνισιν. Ἀττικοὶ δ᾽ εἰσὶ δύο πρεσβῦται ὑπὸ ἀπραγμοσύνης πόλιν ζητοῦντες ἐν ᾗ κατοικήσουσιν ἀπράγμονα: καὶ αὐτοῖς ἀρέσκει ὁ βίος ὁ μετ᾽ ὀρνίθων, ἔρχονται οὖν ὡς τοὺς ὄρνιθας καὶ αἰφνίδιον αὐτοῖς ἐπιπτάντος ἑνὸς τῶν ὀρνίθων ἀγρίου τὴν ὄψιν, δείσαντες ἑαυτοὺς παραμυθούμενοι: λέγουσι τὰ τ᾽ ἄλλα καὶ τάδε:


    ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις; οὐκ ἐρεῖς;
    β. Ἐπικεχοδὼς ἔγωγε φασιανικός.

καὶ τὸ ἐν Νεφέλαις δὲ ἐπὶ τῶν ὀρνίθων ἔγωγε ἀκούω καὶ οὐκ ἐπὶ ἵππων ὡς πολλοί:


    τοὺς φασιανούς, οὓς τρέφει Λεωγόρας.

δύναται γὰρ ὁ Λεωγόρας καὶ ἵππους τρέφειν καὶ ὄρνεις φασιανούς, κωμῳδεῖται γὰρ ὁ Λεωγόρας ὡς γαστρίμαργος ὑπὸ Πλάτωνος ἐν Περιαλγεῖ. Μνησίμαχος δ᾽ ἐν Φιλίππῳ εἷς δὲ καὶ οὗτός ἐστι τῶν τῆς μέσης κωμῳδίας ποιητῶν φησί:


    καὶ τὸ λεγόμενον,
    σπανιώτερον πάρεστιν ὀρνίθων γάλα:
    καὶ φασιανὸς ἀποτετιλμένος καλῶς.

Θεόφραστος δὲ ὁ Ἐρέσιος, Ἀριστοτέλους μαθητής, ἐν τῇ γ᾽ περὶ ζῴων μνημονεύων αὐτῶν οὑτωσί πως λέγει: ' ἐστὶ δὲ καὶ τοῖς ὄρνισι τοιαύτη διαφορά: [p. 250] τὰ μὲν γάρ βαρέα καὶ μὴ πτητικά, καθάπερ ἀτταγήν, πέρδιξ, ἀλεκτρυών, φασιανός, εὐθὺς βαδιστικὰ καὶ δασέα.' καὶ Ἀριστοτέλης ἐν ὀγδόῃ ζῴων ἱστορίας γράφει τάδε: : εἰσὶ δὲ τῶν ὀρνίθων οἱ μὲν κονιστικοί, οἱ δὲ λοῦνται, οἱ δὲ οὔτε κονιστικοὶ οὔτε λοῦνται. ὅσοι δὲ μὴ πτητικοί, ἀλλ᾽ ἐπίγειοι, κονιστικοί, οἷον ἀλεκτορίς, πέρδιξ, ἀτταγήν, φασιανός, κορυδαλλός μνημονεύει δ᾽ αὐτῶν καὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων. φασιανὸν δὲ οὗτοι κεκλήκασιν αὐτὸν καὶ οὐ φασιανικόν. 38. Ἀγαθαρχίδης δ᾽ ὁ Κνίδιος ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν Εὐρωπιακῶν περὶ τοῦ Φάσιδος ποταμοῦ τὸν λόγον ποιούμενος γράφει καὶ ταῦτα: ' πλῆθος δ᾽ ὀρνίθων τῶν καλουμένων φασιανῶν φοιτᾷ τροφῆς χάριν πρὸς τὰς ἐκβολὰς τῶν στομάτων Καλλίξεινος δ᾽ ὁ Ῥόδιος ἐν τετάρτῃ περὶ Ἀλεξανδρείας διαγράφων τὴν γενομένην πομπὴν ἐν Ἀλεξανδρείᾳ Πτολεμαίου τοῦ Φιλαδέλφου καλουμένου βασιλέως ὡς μέγα θαῦμα περὶ τῶν ὀρνίθων τούτων οὕτως γράφει: ' εἶτα ἐφέροντο ἐν ἀγγείοις ψιττακοὶ καὶ ταῲ καὶ μελεαγρίδες καὶ φασιανοὶ καὶ ὄρνιθες Αἰθιοπικοὶ πλήθει πολλοί Ἀρτεμίδωρος δὲ ὁ Ἀριστοφάνειος ἐν ταῖς ἐπιγραφομέναις Ὀψαρτυτικαῖς Γλώσσαις καὶ Πάμφιλος ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων καὶ γλωσσῶν Ἐπαίνετον παρατίθεται λέγοντα ἐν τῷ Ὀψαρτυτικῷ ὅτι ὁ φασιανὸς ὄρνις τατύρας καλεῖται. Πτολεμαῖος δὲ ὁ Εὐεργέτης ἐν δευτέρῳ ὑπομνημάτων τέταρὸν φησιν ὀνομάζεσθαι τὸν [p. 252] φασιανὸν ὄρνιν. τοσαῦτά σοι περὶ τῶν φασιανικῶν ὀρνίθων ἔχων λέγειν, οὓς ἐγὼ διά σὲ ὥσπερ οἱ πυρέσσοντες περιφερομένους εἶδον. σὺ δὲ κατὰ τὰς συνθήκας ἂν μὴ αὔριον ἀποδῷς τὰ ὡμολογημένα, οὐκ ἐξαπατήσεως δημοσίᾳ σε γράψομαι, ἀλλὰ τὸν Φᾶσιν οἰκήσοντα ἀποπέμψω, ὡς Πολέμων ὁ περιηγητὴς Ἴστρον τὸν Καλλιμάχειον συγγραφέα εἰς τὸν ὁμώνυμον κατεπόντου ποταμόν.’ 39.


    ἀτταγᾶς . Ἀριστοφάνης Πελαργοῖς:
    ἀτταγᾶς ἥδιστον ἕψειν ἐν ἐπινικίοις κρέας.

    Ἀλέξανδρος

δ᾽ ὁ Μύνδιός φησιν ὅτι μικρῷ μὲν μείζων ἐστὶ πέρδικος, ὅλος δὲ κατάγραφος τὰ περὶ τὸν νῶτον, κεραμεοῦς τὴν χρόαν, ὑποπυρρίζων μᾶλλον, θηρεύεται δ᾽ ὑπὸ κυνηγῶν διὰ τὸ βάρος καὶ τὴν τῶν πτερῶν βραχύτητα. ἐστὶ δὲ κονιστικὸς πολύτεκνός τε καὶ σπερμολόγος. Σωκράτης δ᾽ ἐν τῷ περὶ ὅρων καὶ τόπων καὶ πυρὸς καὶ λίθων ‘ἐκ τῆς Λυδίας μετακομισθέντες,’ φησίν, ‘ εἰς Αἴγυπτον οἱ ἀτταγαῖ καὶ ἀφεθέντες εἰς τὰς ὕλας ἕως μέν τινος ὄρτυγος φωνὴν ἀφίεσαν, ἐπεὶ δὲ τοῦ ποταμοῦ κοίλου ῥυέντος λιμὸς ἐγένετο καὶ πολλοὶ τῶν κατὰ τὴν χώραν ἀπώλλυντο, οὐ διέλιπον σαφέστερον τῶν παίδων τῶν τρανοτάτων ἕως νῦν λέγοντες ' τρὶς τοῖς κακούργοις κακά. [p. 254] συλληφθέντες δὲ οὐ μόνον οὐ τιθασεύονται, ἀλλ᾽ οὐδὲ φωνὴν ἔτι ἀφιᾶσιν. ἐὰν δὲ ἀφεθῶσι, φωνήεντες πάλιν γίγνονται.’ μνημονεύει αὐτῶν Ἱππῶναξ οὕτως :


    οὐδ᾽ ἀτταγᾶς τε καὶ λαγὼς διατρώγων.

καὶ Ἀριστοφάνης ἐν Ὄρνισιν ἐν δ᾽ Ἀχαρνεῦσιν καὶ ὡς πλεοναζόντων αὐτῶν ἐν τῇ Μεγαρικῇ. περισπῶσι δ᾽ οἱ Ἀττικοὶ παρὰ τὸν ὀρθὸν λόγον τοὔνομα. τὰ γὰρ εἰς ας λήγοντα ἐκτεταμένον ὑπὲρ δύο συλλαβὰς ὅτε ἔχει τὸ ἄλφα παραλῆγον, βαρύτονά ἐστιν, οἷον ἀκάμας, Σακάδας, ἀδάμας. λεκτέον δὲ καὶ ἀτταγαῖ καὶ οὐχὶ ἀτταγῆνες.

40. Πορφυρίων. ὅτι καὶ τούτου Ἀριστοφάνης μέμνηται δῆλον. πολέμων δ᾽ ἐν πέμπτῳ τῶν πρὸς Ἀντίγονον καὶ Ἀδαῖον πορφυρίωνά φησι τὸν ὄρνιν διαιτώμενον κατὰ τὰς οἰκίας τὰς ὑπάνδρους τῶν γυναικῶν τηρεῖν πικρῶς καὶ τοιαύτην ἔχειν αἴσθησιν ἐπὶ τῆς μοιχευομένης, ὥσθ᾽ ὅταν τοῦθ᾽ ὑπονοήσῃ προσημαίνει τῷ δεσπότῃ, ἀγχόνῃ τὸ ζῆν περιγράψας. οὐ πρότερόν τε, φησίν, τροφῆς μεταλαμβάνει, εἰ μὴ περιπατήσει τόπον τινὰ ἐξευρὼν ἑαυτῷ ἐπιτήδειον μεθ᾽ ὃ κονισάμενος λούεται, εἶτα τρέφεται. Ἀριστοτέλης δὲ σχιδανόποδά φησιν αὐτὸν εἶναι ἔχειν τε χρῶμα κυάνεον, σκέλη μακρά, ῥύγχος ἠργμένον ἐκ τῆς κεφαλῆς φοινικοῦν, μέγεθος ἀλεκτρυόνος, στόμαχον δ᾽ ἔχει λεπτὸν διὸ τῶν λαμβανομένων εἰς τὸν πόδα ταμιεύεται μικρὰς τὰς ψωμίδας. κάπτων δὲ πίνει. [p. 256] πενταδάκτυλός τε ὢν τὸν μέσον ἔχει μέγιστον. Ἀλέξανδρος δ᾽ ὁ Μύνδιος ἐν β᾽ περὶ τῆς τῶν πτηνῶν ἱστορίας Λίβυν εἶναί φησι τὸν ὄρνιν καὶ τῶν κατὰ τὴν Λιβύην θεῶν ἱερόν. Πορφυρίς. Καλλίμαχος δ᾽ ἐν τῷ περὶ ὀρνίθων διεστάναι φησὶ πορφυρίωνα πορφυρίδος. ἰδίᾳ ἑκάτερον καταριθμούμενος: τὴν τροφήν τε λαμβάνειν τὸν πορφυρίωνα ἐν σκότῳ καταδυόμενον, ἵνα μή τις αὐτὸν θεάσηται. ἐχθραίνει γὰρ τοὺς προσιόντας αὐτοῦ τῇ τροφῇ, τῆς δὲ πορφυρίδος καὶ Ἀριστοφάνης ἐν Ὄρνισιν μνημονεύει. Ἴβυκος δέ τινας λαθιπορφυρίδας ὀνομάζει διὰ τούτων


    τοῦ μὲν πετάλοισιν ἐπ᾽ ἀκροτάτοις ἱζάνοισι ποικίλοι πανέλοπες, καἰολόδειροι λαθιπορφυρίδες καὶ ἀλκυόνες τανυσίπτεροι.

ἐν ἄλλοις δέ φησιν


    αἰεὶ μ᾽, ὦ φίλε θυμέ, ὁ τανύπτερος ὡς ὅκα πορφυρίς.

41. Πέρδιξ. τούτων πολλοὶ μὲν μέμνηνται, ὡς καὶ Ἀριστοφάνης, τοῦ δὲ ὀνόματος αὐτῶν ἔνιοι συστέλλουσι τὴν μέσην συλλαβήν, ὡς Ἀρχίλοχος :


    πτώσσουσαν ὥστε πέρδικα.

οὕτως καὶ ὄρτυγα καὶ χοίνικα, πολὺ δὲ ἐστι τὸ ἐκτεινόμενον παρὰ τοῖς Ἀττικοῖς. Σοφοκλῆς Καμικοῖς:


    ὄρνιθος ἦλθ᾽ ἐπώνυμος
    πέρδικος ἐν κλεινοῖς Ἀθηναίων πάγοις. [p. 258]

Φερεκράτης ἢ ὁ πεποιηκὼς τὸν Χείρωνα:


    ἔξεισιν ἄκων δεῦρο πέρδικος τρόπον.

Φρύνιχος Τραγῳδοῖς:


    τὸν Κλεόμβροτόν τε τοῦ
    Πέρδικος υἱόν.

τὸ δὲ ζῷον ἐπὶ λαγνείας συμβολικῶς παρείληπται, Νικοφῶν ἐν Χειρογάστορσι:


    τοὺς ἑψητοὺς καὶ τοὺς πέρδικας ἐκείνους.

Ἐπίχαρμος δ᾽ ἐν Κωμασταῖς βραχέως:


    σηπίας τ᾽ ἆγον νεούσας πέρδικάς τε πετομένους.

φησὶ δ᾽ Ἀριστοτέλης περὶ τοῦ ζῴου τάδε: ‘ὁ πέρδιξ ἐστὶ μὲν χερσαῖος, σχιδανόπους, ζῇ δὲ ἔτη πεντεκαίδεκα, ἡ δὲ θήλεια καὶ πλείονα, πολυχρονιώτερα γὰρ ἐν τοῖς ὄρνισι τῶν ἀρρένων τὰ θήλεα, ἐπῳάζει δὲ καὶ ἐκτρέφει καθάπερ ἡ ἀλεκτορίς. ὅταν δὲ γνῷ ὅτι θηρεύεται, προελθὼν τῆς νεοττιᾶς κυλινδεῖται παρὰ τὰ σκέλη τοῦ θηρεύοντος, ἐλπίδα ἐμποιῶν τοῦ συλληφθήσεσθαι, ἐξαπατᾷ τε ἕως ἂν ἀποπτῶσιν οἱ νεοττοί: εἶτα καὶ αὐτὸς ἐξίπταται. 42. ἐστὶ δὲ τὸ ζῷον κακόηθες καὶ πανοῦργον, ἔτι δὲ ἀφροδισιαστικόν. διὸ καὶ τὰ ᾠὰ τῆς θηλείας συντρίβει, ἵνα ἀπολαύῃ τῶν ἀφροδισίων, ὅθεν ἡ θήλεια γιγνώσκουσα ἀποδιδράσκουσα τίκτει.’ τὰ αὐτὰ ἱστορεῖ καὶ Καλλίμαχος ἐν τῷ περὶ ὀρνέων. μάχονται δὲ καὶ οἱ χῆροι αὐτῶν πρὸς ἀλλήλους καὶ ὁ ἡττηθεὶς ὀχεύεται ὑπὸ τοῦ νικήσαντος Ἀριστοτέλης , δέ φησιν ὅτι τὸν ἡττηθέντα [p. 260] πάντες ἐν μέρει ὀχεύουσιν. ὀχεύουσι δὲ καὶ οἱ τιθασοὶ τοὺς ἀγρίους, ἐπειδὰν δὲ κρατηθῇ τις ὑπὸ τοῦ δευτέρου, οὗτος λάθρᾳ ὀχεύεται ὑπὸ τοῦ κρατιστεύσαντος. γίνεται δὲ τοῦτο κατά τινα ὥραν τοῦ ἔτους, ὡς καὶ ὁ Μύνδιός φησιν Ἀλέξανδρος νεοττεύουσι δὲ ἐπὶ γῆς οἱ ἄρρενες καὶ αἱ θήλειαι, διελόμενοι ἕκαστοι οἶκον. ἐπὶ δὲ τὸν θηρεύοντα πέρδικα ὠθεῖται ὁ τῶν ἀγρίων ἡγεμὼν μαχούμενος: ἁλόντος δὲ τούτου ἕτερος ἔρχεται μαχούμενος. καὶ ὁπόταν μὲν ἄρρην ᾖ ὁ θηρεύων, τοῦτο ποιεῖ: ' ὅταν δὲ θήλεια ᾖ ἡ θηρεύουσα, ᾁδει ἕως ἂν ἀπαντήσῃ ὁ ἡγεμὼν αὐτῇ, καὶ οἱ ἄλλοι ἀθροισθέντες ἀποδιώκουσιν ἀπὸ τῆς θηλείας, ὅτι ἐκείνῃ, ἀλλ᾽ οὐχ ἑαυτοῖς προσέχει. ὅθεν πολλάκις διὰ ταῦτα σιγῇ προσέρχεται, ὅπως μὴ ἄλλος ἀκούσας τῆς φωνῆς ἔλθῃ μαχούμενος αὐτῷ. ἐνίοτε δὲ ἡ θήλεια τὸν ἄρρενα προσιόντα κατασιγάζει. πολλάκις τε ἐπῳάζουσα ἐξίσταται, ὅταν προσερχόμενον ἐπαισθάνηται τὸν ἄρρενα τῇ θηρευούσῃ, ὑπομένει τε ὀχευθῆναι, ἵνα αὐτὸν ἀποσπάσῃ τῆς θηρευούσης. ἐπὶ τοσοῦτον δ᾽ ἐπτόηνται περὶ τὴν ὀχείαν οἱ πέρδικες καὶ οἱ ὄρτυγες ὡς εἰς τοὺς θηρεύοντας ἐμπίπτειν καθίζοντας ἐπὶ τῶν κεφαλῶν φασὶ δὲ καὶ τοὺς ἀγομένους θήλεις πέρδικας ἐπὶ θήραν, ὁπόταν ἴδωσιν ἢ ὄσφρωνται τῶν ἀρρένων κατ᾽ ἄνεμον στάντων ἢ περιπετομένων, ἐγκύους γίγνεσθαι, τινὲς δὲ καὶ παραυτίκα τίκτειν. πέτονταί τε περὶ τὸν τῆς ὀχείας καιρὸν χάσκοντες καὶ τὴν γλῶσσαν ἔξω ἔχοντες οἵ τε θήλεις καὶ οἱ [p. 262] ἄρρενες. Κλέαρχος δ᾽ ἐν τῷ περὶ τοῦ Πανικοῦ ‘οἱ στρουθοί,’ φησί, ‘ χοἰ πέρδικες, ἔτι δὲ οἱ ἀλεκτρυόνες καὶ οἱ ὄρτυγες προΐενται τὴν γονὴν οὐ μόνον ἰδόντες τὰς θηλείας, ἀλλὰ κἂν ἀκούσωσιν αὐτῶν τὴν φωνήν. τούτου δὲ αἴτιον ἡ τῇ ψυχῇ γινομένη φαντασία περὶ τῶν πλησιασμῶν. φανερώτατον δὲ γίνεται περὶ τὰς ὀχείας, ὅταν ἐξ ἐναντίας αὐτοῖς θῇς κάτοπτρον προστρέχοντες γάρ διὰ τὴν ἔμφασιν ἁλίσκονταί τε καὶ προΐενται τὸ σπέρμα, πλὴν τῶν ἀλεκτρυόνων. τούτους δ᾽ ἡ τῆς ἐμφάσεως αἴσθησις εἰς μάχην προάγεται μόνον.’ ταῦτα μὲν ὁ Κλέαρχος. 43. καλοῦνται δ᾽ οἱ πέρδικες ὑπ᾽ ἐνίων κακκάβαι, ὡς καὶ ὑπ᾽ Ἀλκμᾶνος λέγοντος οὕτως:


    ἔπη δὲ γε καὶ μέλος Ἀλκμὰν
    εὗρε γεγλωσσάμενον:
    κακκαβίδων στόμα συνθέμενος,

σαφῶς ἐμφανίζων ὅτι παρὰ τῶν περδίκων ᾁδειν ἐμάνθανε. διὸ καὶ Χαμαιλέων ὁ Ποντικὸς ἔφη: ‘ τὴν εὕρεσιν τῆς μουσικῆς τοῖς ἀρχαίοις ἐπινοηθῆναι ἀπὸ τῶν ἐν ταῖς ἐρημίαις ᾀδόντων ὀρνίθων ὧν κατὰ μίμησιν λαβεῖν στάσιν τὴν μουσικήν.’ οὐ πάντες δ᾽ οἱ πέρδικες, φησί, κακκαβίζουσιν Θεόφραστος γοῦν ἐν τῷ περὶ ἑτεροφωνίας τῶν ὁμογενῶν ‘οἱ Ἀθήνησι,’ φησίν, ‘ ἐπὶ τάδε πέρδικες τοῦ Κορυδαλλοῦ πρὸς τὸ ἄστυ κακκαβίζουσιν, οἱ δ᾽ ἐπέκεινα τιττυβίζουσιν.’ Βάσιλις ' ἐν τῷ δευτέρῳ [p. 264] τῶν Ἰνδικῶν ‘οἱ μικροί’ φησίν, ‘ἄνδρες οἱ ταῖς γεράνοις διαπολεμοῦντες πέρδιξιν ὀχήματι χρῶνται.’ Μενεκλῆς δ᾽ ἐν πρώτῃ τῆς Συναγωγῆς ‘οἱ Πυγμαῖοι,’ φησί, ‘ τοῖς πέρδιξι καὶ ταῖς γεράνοις πολεμοῦσι.’ τῶν δὲ περδίκων ἐστὶν ἕτερον γένος ἐν Ἰταλίᾳ ἀμαυρὸν τῇ πτερώσει καὶ μικρότερον τῇ ἕξει, τὸ ῥύγχος οὐχὶ κινναβάρινον ἔχον. οἱ δὲ περὶ τὴν Κίρραν πέρδικες ἄβρωτον ἔχουσι τὸ κρέας διὰ τὰς νομάς. οἱ δὲ περὶ τὴν Βοιωτίαν ἢ οὐ διαβαίνουσιν εἰς τὴν Ἀττικὴν ἢ διαβαίνοντες τῇ φωνῇ διάδηλοι γίγνονται, καθάπερ προειρήκαμεν. τοὺς δὲ περὶ Παφλαγονίαν γιγνομένους πέρδικάς φησι Θεόφραστος δύο ἔχειν καρδίας, οἱ δ᾽ ἐν Σκιάθῳ τῇ νήσῳ κοχλίας ἐσθίουσι. τίκτουσι δ᾽ ἐνίοτε καὶ πεντεκαίδεκα καὶ ισ᾽. πέτονται δὲ ἐπὶ βραχύ, ὥς φησι Ξενοφῶν ἐν πρώτῳ Ἀναβάσεως γράφων οὕτως : ‘ τὰς δὲ ὠτίδας ἄν τις ταχὺ ἀνιστῇ ἔστι.’ λαμβάνειν πέτονταί τε γὰρ βραχὺ ὥσπερ οἱ πέρδικες καὶ ταχὺ ἀπαγορεύουσι. τὰ δὲ κρέα αὐτῶν ἡδέα ἐστίν.

ἀληθῆ44. λέγειν φησὶ τὸν Ξενοφῶντα ὁ Πλούταρχος περὶ τῶν ὠτίδων φέρεσθαι γὰρ πάμπολλα τὰ ζῷα ταῦτα εἰς τὴν Ἀλεξάνδρειαν ἀπὸ τῆς παρακειμένης Λιβύης, τῆς θήρας αὐτῶν τοιαύτης γινομένης, μιμητικὸν δέ ἐστι τὸ ζῷον τοῦτο, ὁ ὦτος, μάλιστα ὧν ἂν ἴδῃ ποιοῦντα ἄνθρωπον. ποιεῖ δ᾽ οὖν ταὐτὰ ὅσα ἂν ἴδῃ τοὺς κυνηγοῦντας πράττοντας, οἱ δὲ στάντες αὐτῶν καταντικρὺ ὑπαλείφονται φαρμάκῳ τοὺς ὀφθαλμούς, παρασκευάσαντες ἄλλα φάρμακα [p. 266] κολλητικὰ ὀφθαλμῶν καὶ βλεφάρων, ἅπερ οὐ πόρρω ἑαυτῶν ἐν λεκανίσκαις βραχείαις τιθέασιν. οἱ οὖν ὦτοι θεώμενοι τοὺς ὑπαλειφομένους τὸ αὐτὸ καὶ αὐτοὶ ποιοῦσιν ἐκ τῶν λεκανίδων λαμβάνοντες καὶ ταχέως ἁλίσκονται. γράφει δὲ περὶ αὐτῶν Ἀριστοτέλης οὕτως, ὅτι ‘ ἐστὶ μὲν τῶν ἐκτοπιζόντων καὶ σχιδανοπόδων καὶ τριδακτύλων, μέγεθος ἀλεκτρυόνος μεγάλου, χρῶμα ὄρτυγος, κεφαλὴ προμήκης: ῥύγχος ὀξύ, τράχηλος λεπτός, ὀφθαλμοὶ μεγάλοι, γλῶσσα ὀστώδης, πρόλοβον δ᾽ οὐκ ἔχει.’ Ἀλέξανδρος δ᾽ ὁ Μύνδιος καὶ προσαγορεύεσθαί φησιν αὐτὸν λαγωδίαν. φασὶ δ᾽ αὐτὸν καὶ τὴν τροφὴν ἀναμαρυκᾶσθαι ἥδεσθαί τε ἵππῳ. εἰ γοῦν τις δορὰν ἵππων περιθοῖτο θηρεύσει ὅσους ἂν θέλῃ προσίασι γάρ ἐν ἄλλοις δὲ πάλιν φησὶν ὁ Ἀριστοτέλης: ‘ὁ ὦτός ἐστι μὲν παρόμοιος τῇ γλαυκί, οὔκ ἐστι δὲ νυκτερινός, ἔχει τε περὶ τὰ ὦτα πτερύγια, διὸ καὶ ὦτος καλεῖται: μέγεθος περιστερᾶς, μιμητὴς ἀνθρώπων ἀντορχούμενος γοῦν ἁλίσκεται.’ ἀνθρωποειδὴς δ᾽ ἐστὶ τὴν μορφὴν καὶ πάντων μιμητὴς ὅσα ἄνθρωπος ποιεῖ, διόπερ καὶ τοὺς ἐξαπατωμένους ῥᾳδίως ἐκ τοῦ τυχόντος οἱ κωμικοὶ ὤτους καλοῦσιν. ἐν γοῦν τῇ θήρᾳ αὐτῶν ὁ ἐπιτηδειότατος ὀρχεῖται στὰς κατὰ πρόσωπον αὐτῶν, καὶ τὰ ζῷα βλέποντα εἰς τὸν ὀρχούμενον νευροσπαστεῖται. [p. 268] ἄλλος δέ τις ὄπισθεν στὰς καὶ λαθὼν συλλαμβάνει, τῇ περὶ τὴν μίμησιν ἡδονῇ κατεχομένους, 45. τὸ δ᾽ αὐτὸ ποιεῖν λέγουσι καὶ τοὺς σκῶπας: καὶ γὰρ τούτους ὀρχήσει λόγος ἁλίσκεσθαι. μνημονεύει δ᾽ αὐτῶν Ὅμηρος, γένος τε ὀρχήσεως ἀπ᾽ αὐτῶν καλεῖται σκὼψ λαβὼν τοὔνομα ἀπὸ τῆς περὶ τὸ ζῷον ἐν τῇ κινήσει ποικιλίας. χαίρουσι δὲ οἱ σκῶπες καὶ ὁμοιότητι καὶ ἀπ᾽ αὐτῶν ἡμεῖς σκώπτειν καλοῦμεν τὸ συνεικάζειν καὶ καταστοχάζεσθαι τῶν σκωπτομένων διὰ τὸ τὴν ἐκείνων ἐπιτηδεύειν προαίρεσιν. πάντα δὲ τὰ τῶν ζῴων εὔγλωττα καὶ διηρθρωμένα ἐστὶ τὴν φωνὴν καὶ μιμεῖται τοὺς τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ὀρνίθων ἤχους ὥσπερ. ψιττακὸς καὶ κίττα. ‘ὁ δὲ σκώψ,’ ὥς φησιν Ἀλέξανδρος ὁ Μύνδιος, ‘μικρότερός ἐστι γλαυκὸς καὶ ἐπὶ μολυβδοφανεῖ τῷ χρώματι ὑπόλευκα στίγματα ἔχει δύο τε ἀπὸ τῶν ὀφρύων παρ᾽ ἑκάτερον κρόταφον ἀναφέρει πτερά.’ Καλλίμαχος δέ φησι δύο γένη εἶναι σκωπῶν καὶ τοὺς μὲν φθέγγεσθαι, τοὺς δὲ οὔ. διὸ καὶ καλεῖσθαι τοὺς μὲν σκῶπας αὐτῶν, τοὺς δ᾽ ἀείσκωπας: εἰσὶ δὲ γλαυκοί, ὁ δὲ Μύνδιος Ἀλέξανδρός φησι τοὺς παρ᾽ Ὁμήρῳ χωρὶς τοῦ ς κῶπας εἶναι, καὶ Ἀριστοτέλη οὕτως αὐτοὺς ὠνομακέναι. φαίνεσθαί τε τούτους ἀεὶ καὶ μὴ ἐσθίεσθαι. τοὺς δ᾽ ἐν τῷ φθινοπώρῳ φαινομένους δύο ἡμέραις ἢ μιᾷ, τούτους εἶναι ἐδωδίμους, [p. 270] διαφέρουσι δὲ τῶν ἀεισκώπων τῷ πάχει καί εἰσι παραπλήσιοι τρυγόνι καὶ φάττῃ. καὶ Σπεύσιππος δ᾽ ἐν δευτέρῳ Ὁμοίων χωρὶς τοῦ ς κῶπας αὐτοὺς ὀνομάζει. Ἐπίχαρμος: ‘ σκῶπας, ἔποπας, γλαῦκας,’ καὶ Μητρόδωρος δ᾽ ἐν τῷ περὶ συνηθείας ἀντορχουμένους φησὶν ἁλίσκεσθαι τοὺς σκῶπας. 46. ἐπεὶ δ᾽ ἐν τῷ περὶ τῶν περδίκων λόγῳ ἐμνήσθημεν ὅτι εἰσὶν ὀχευτικώτατοι, προσιστορήσθω ὅτι καὶ ἀλεκτρυὼν ἀφροδισιαστικὸν τὸ ὄρνεον. Ἀριστοτέλης γοῦν φησιν ὅτι τῶν ἀνατιθεμένων ἐν τοῖς ἱεροῖς ἀλεκτρυόνων τὸν ἀνατεθέντα οἱ προόντες ὀχεύουσι μέχρι ἂν ἄλλος ἀνατεθῇ: εἰ δὲ μὴ ἀνατεθείη, μάχονται πρὸς ἀλλήλους καὶ ὁ ἡττήσας τὸν ἡττηθέντα διὰ παντὸς ὀχεύει. ἱστορεῖται δὲ ὅτι καὶ ἀλεκτρυὼν εἰσιὼν οἱανδήποτε θύραν ἐπικλίνει τὸν λόφον καὶ ὅτι τῆς ὀχείας ἑτέρῳ δίχα μάχης οὐ παραχωρεῖ, ὁ δὲ Θεόφραστος τοὺς ἀγρίους φησὶν ὀχευτικωτέρους εἶναι τῶν ἡμέρων, λέγει δὲ καὶ τοὺς ἄρρενας εὐθὺς ἐξ εὐνῆς ἐθέλειν πλησιάζειν, τὰς δὲ θηλείας προβαινούσης μᾶλλον τῆς ἡμέρας, καὶ οἱ στρουθοὶ δὲ εἰσιν ὀχευτικοί: διὸ καὶ Τερψικλῆς τοὺς ἐμφαγόντας φησὶν στρουθῶν ἐπικαταφόρους πρὸς ἀφροδίσια γίνεσθαι. μήποτε οὖν καὶ ἡ Σαπφὼ ἀπὸ τῆς ἱστορίας τὴν Ἀφροδίτην ἐπ᾽ αὐτῶν φησιν ὀχεῖσθαι: καὶ γὰρ ὀχευτικὸν τὸ ζῷον καὶ πολύγονον. τίκτει γοῦν ὁ στρουθός, ὥς φησιν Ἀριστοτέλης, καὶ μέχρι ὀκτώ. Ἀλέξανδρος δ᾽ ὁ Μύνδιος δύο γένη φησὶν εἶναι τῶν στρουθῶν, τὸ μὲν ἥμερον, τὸ δ᾽ ἄγριον τὰς δὲ θηλείας αὐτῶν [p. 272] ἀσθενεστέρας τὰ τ᾽ ἄλλα εἶναι καὶ τὸ ῥύγχος κερατοειδὲς μᾶλλον τὴν χρόαν, τὸ δὲ πρόσωπον οὔτε λίαν λευκὸν ἐχούσας οὔτε μέλαν Ἀριστοτέλης δέ φησι τοὺς ἄρρενας τῷ χειμῶνι ἀφανίζεσθαι, διαμένειν δὲ τὰς θηλείας, τεκμαιρόμενος ἐκ τῆς χρόας τὴν πιθανότητα: ἀλλάττεσθαι γὰρ ὡς τῶν κοσσύφων καὶ φαλαρίδων, ἀπολευκαινομένων κατὰ καιρούς. Ἠλεῖοι δὲ καλοῦσι τοὺς στρουθοὺς δειρήτας, ὡς Νίκανδρός φησιν ὁ Κολοφώνιος ἐν τρίτῳ Γλωσσῶν.

47. ὄρτυγες. καθόλου ἐπὶ τῶν εἰς ūξ ληγόντων ὀνομάτων ἐζήτηται τί δή ποτε τῷ αὐτῷ οὐ χρῶνται ἐπὶ γενικῆς συμφώνῳ τῆς τελευταίας συλλαβῆς τυπωτικῷ λέγω δὲ ὄνυξ καὶ ὄρτυξ, τὰ δὲ εἰς ξ ἀρσενικὰ ἁπλᾶ δισσύλλαβα ὅταν τῷ ῡ παρεδρεύηται, ἔχῃ δὲ τῆς τελευταίας συλλαβῆς ἄρχον ἕν τι τῶν ἀμεταβόλων ἢ δι᾽ ὧν ἡ πρώτη συζυγία τῶν βαρυτόνων λέγεται, διὰ τοῦ κ ἐπὶ γενικῆς κλίνεται, κήρυκος, πέλυκος, Ἔρυκος, Βέβρυκος, ὅσα δὲ μὴ τοῦτον ἔχει: τὸν χαρακτῆρα, διὰ τοῦ γ, ὄρτυγος, ὄρυγος, κόκκυγος. σημειῶδες δὲ τὸ ὄνυχος. καθόλου τε τῇ πληθυντικῇ εὐθείᾳ ἑπομένη ἡ ἑνικὴ [p. 274] γενικὴ χρῆται τῷ αὐτῷ συμφώνῳ τῆς τελευταίας τυπωτικῷ, κἂν ἄνευ συμφώνου λέγηται, ὁμοίως. Ἀριστοτέλης δέ φησιν ‘ὁ ὄρτυξ ἐστὶ μὲν τῶν ἐκτοπιζόντων καὶ σχιδανοπόδων, νεοττιὰν δὲ οὐ ποιεῖ, ἀλλὰ κονίστραν καὶ ταύτην σκεπάζει φρυγάνοις διὰ τοὺς ἱέρακας, ἐν ᾗ ἐπῳάζει Ἀλέξανδρος: ' ὁ Μύνδιος ἐν δευτέρῳ περὶ ζῴων ‘ὁ θῆλυς,’ φησίν, ‘ ὄρτυξ λεπτοτράχηλὸς ἐστι τοῦ ἄρρενος οὐκ ἔχων τὰ ὑπὸ τῷ γενείῳ μέλανα, ἀνατμηθεὶς δὲ πρόλοβον οὐχ ὁρᾶται μέγαν ἔχων, καρδίαν δ᾽ ἔχει μεγάλην, καὶ ταύτην τρίλοβον. ἔχει δὲ καὶ ἧπαρ καὶ τὴν: χολὴν ἐν τοῖς ἐντέροις κεκολλημένην, σπλῆνα μικρὸν καὶ δυσθεώρητον, ὄρχεις δὲ ὑπὸ τῷ ἥπατι ὡς ἀλεκτρυόνες.’ περὶ δὲ τῆς γενέσεως αὐτῶν Φανόδημος ἐν δευτέρῳ Ἀτθίδος φησὶν ‘ὡς κατεῖδεν Ἐρυσίχθων Δῆλον τὴν νῆσον τὴν ὑπὸ τῶν ἀρχαίων καλουμένην Ὀρτυγίαν παρ᾽ ὃ τὰς ἀγέλας τῶν ζῴων τούτων φερομένας ἐκ τοῦ πελάγους ἱζάνειν εἰς τὴν νῆσον διὰ τὸ εὔορμον εἶναι ... ’ Εὔδοξος δ᾽ ὁ Κνίδιος ἐν πρώτῳ γῆς περιόδου τοὺς Φοίνικας λέγει θύειν τῷ Ἡρακλεῖ ὄρτυγας διὰ τὸ τὸν Ἡρακλέα τὸν Ἀστερίας καὶ Διὸς πορευόμενον εἰς Λιβύην ἀναιρεθῆναι μὲν ὑπὸ Τυφῶνος, Ἰολάου δ᾽ αὐτῷ προσενέγκαντος ὄρτυγα [p. 276] καὶ προσαγαγόντος ὀσφρανθέντα ἀναβιῶναι. ἔχαιρε γάρ, φησί, καὶ περιὼν τῷ ζῴῳ τούτῳ, 48. ὑποκοριστικῶς δὲ Εὔπολις ἐν Πόλεσιν αὐτοὺς κέκληκεν ὀρτύγια λέγων οὕτως ι


    ὄρτυγας ἔθρεψας σύ τινας ἤδη πώποτε;
    β. ἔγωγε μίκρ᾽ ἄττ᾽ ὀρτύγια. κἄπειτα τί;

Ἀντιφάνης δ᾽ ἐν Ἀγροίκῳ ὀρτύγιον εἴρηκεν οὕτως


    ὡς δὴ σὺ τί
    ποιεῖν δυνάμενος, ὀρτυγίου ψυχὴν ἔχων;

Πρατίνας δ᾽ ἐν Δυμαίναις ἢ Καρυάτισιν ἁδύφωνον ἰδίως καλεῖ τὸν ὄρτυγα, πλὴν εἰ μή τι παρὰ τοῖς Φλιασίοις ἢ τοῖς Λάκωσι φωνήεντες, ὡς καὶ οἱ πέρδικες, καὶ ἡ σιαλὶς δὲ ἀπὸ τούτου ἂν εἴη, φησὶν ὁ Δίδυμος, ὠνομασμένη. σχεδὸν γὰρ τὰ πλεῖστα τῶν ὀρνέων ἀπὸ τῆς φωνῆς ἔχει τὴν ὀνομασίαν. ἡ δὲ ὀρτυγομήτρα καλουμένη, ἧς μνημονεύει Κρατῖνος ἐν Χείρωσι λέγων: ‘Ἰθακησία ὀρτυγομήτρα’ —λέγει δὲ περὶ αὐτῆς ὁ Μύνδιος Ἀλέξανδρος ὅτι ἐστὶ τὸ μέγεθος ἡλίκη τρυγών, σκέλη δὲ μακρά, δυσθαλὴς καὶ δειλή.’ περὶ δὲ τῆς τῶν ὀρτύγων θήρας ἰδίως ἱστορεῖ Κλέαρχος ὁ Σολεὺς ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐν τῇ Πλάτωνος Πολιτείᾳ μαθηματικῶς εἰρημένων γράφων οὕτως: ‘οἱ ὄρτυγες περὶ τὸν τῆς ὀχείας καιρόν, [p. 278] ἐὰν κάτοπτρον ἐξ ἐναντίας τις αὐτῶν καὶ πρὸ τούτου βρόχον θῇ, τρέχοντες πρὸς τὸν ἐμφαινόμενον ἐν τῷ κατόπτρῳ ἐμπίπτουσιν εἰς τὸν βρόχον.’ καὶ περὶ τῶν κολοιῶν δὲ καλουμένων τὰ ὅμοια ἱστορεῖ ἐν τούτοις: ‘καὶ τοῖς κολοιοῖς δὲ διὰ τὴν φυσικὴν φιλοστοργίαν, καίπερ τοσοῦτον πανουργίᾳ διαφέρουσιν, ὅμως ὅταν ἐλαίου κρατήρ τεθῇ πλήρης, οἱ στάντες αὐτῶν ἐπὶ τὸ χεῖλος καὶ καταβλέψαντες ἐπὶ τὸν ἐμφαινόμενον καταράττουσι. διόπερ ἐλαιοβρόχων γενομένων ἡ τῶν πτερῶν αὐτοῖς συγκόλλησις αἰτία γίνεται τῆς ἁλώσεως.’ τὴν μέσην δὲ τοῦ ὀνόματος συλλαβὴν ἐκτείνουσιν Ἀττικοὶ ὡς δοίδυκα καὶ κήρυκα, ὡς ὁ Ἰξίων φησὶ Δημήτριος ἐν τῷ περὶ τῆς Ἀλεξανδρέων διαλέκτου. Ἀριστοφάνης δ᾽ ἐν Εἰρήνῃ συνεσταλμένως ἔφη διὰ τὸ μέτρον ‘ ὄρτυγες οἰκογενεῖς.’ τῶν δὲ καλουμένων χεννίων μικρὸν δ᾽ ἐστὶν ὀρτύγιον μνημονεύει Κλεομένης ἐν τῇ πρὸς Ἀλέξανδρον ἐπιστολῇ γράφων οὕτως: ‘ φαληρίδας ταριχηρὰς μυρίας, τυλάδας πεντακισχιλίας, χέννια ταριχηρὰ μύρια.’ καὶ Ἵππαρχος ἐν τῇ Αἰγυπτίᾳ Ἰλιάδι:


    οὐδέ μοι Αἰγυπτίων βίος ἤρεσεν οἷον ἔχουσι,
    χέννια τίλλοντες καὶ

49. κιττία δεισαλέ᾽ ὄντα. οὐκ ἀπελείποντο δὲ ἡμῶν τοῦ συμποσίου πολλάκις οὐδὲ κύκνοι, περὶ ὧν φησιν ὁ Ἀριστοτέλης:: ‘ὁ κύκνος εὔτεκνός ἐστι καὶ μάχιμος: ἀλληλοκτονεῖ γοῦν ὁ μάχιμος, μάχεται δὲ καὶ [p. 280] τῷ ἀετῷ, αὐτὸς μάχης μὴ προαρξάμενος. εἰσὶ δ᾽ ᾠδικοὶ καὶ μάλιστα περὶ τὰς τελευτάς. διαίρουσι δὲ καὶ τὸ πέλαγος ᾁδοντες. ἐστὶν δὲ τῶν στεγανοπόδων καὶ ποηφάγων.’ ὁ δὲ Μύνδιός φησιν Ἀλέξανδρος πολλοῖς τελευτῶσιν παρακολουθήσας οὐκ ἀκοῦσαι ᾀδόντων. ὁ δὲ τὰ Κεφαλίωνος ἐπιγραφόμενα Τρωικὰ συνθεὶς Ἡγησιάναξ ὁ Ἀλεξανδρεὺς καὶ τὸν Ἀχιλλεῖ μονομαχήσαντα Κύκνον φησὶ τραφῆναι ἐν Λευκόφρυι πρὸς τοῦ ὁμωνύμου ὄρνιθος. Βοῖος δ᾽ ἐν Ὀρνιθογονίᾳ ἢ Βοιώ, ὥς φησι Φιλόχορος, ὑπὸ Ἄρεως τὸν Κύκνον ὀρνιθωθῆναι καὶ παραγενόμενον ἐπὶ τὸν Σύβαριν ποταμὸν πλησιάσαι γεράνῳ. λέγει δὲ καὶ ἐντίθεσθαι αὐτὸν τῇ νεοττιᾷ πόαν τὴν λεγομένην λυγέαν. καὶ περὶ τῆς γεράνου δέ φησιν ὁ Βοῖος ὅτι ἦν τις παρὰ τοῖς Πυγμαίοις γυνὴ διάσημος, ὄνομα Γεράνα. αὕτη κατὰ θεὸν τιμωμένη πρὸς τῶν πολιτῶν αὐτὴ τοὺς ὄντως θεοὺς ταπεινῶς ἦγε, μάλιστα δὲ Ἥραν τε καὶ Ἄρτεμιν. ἀγανακτήσασα οὖν ἡ Ἥρα εἰς ἀπρεπῆ τὴν ὄψιν ὄρνιν μετεμόρφωσε πολέμιόν τε καὶ στυγητὴν κατέστησε τοῖς τιμήσασιν αὐτὴν Πυγμαίοις, γενέσθαι τε λέγει ἐξ αὐτῆς καὶ Νικοδάμαντος τὴν χερσαίαν χελώνην. καθόλου δὲ ὁ ποιήσας ταῦτα τὰ ἔπη πάντα τὰ ὄρνεα ἀνθρώπους ἱστορεῖ πρότερον γεγονέναι.

50. φάσσαι. Ἀριστοτέλης φησὶ περιστερῶν μὲν εἶναι ἓν γένος, εἴδη δὲ πέντε, γράφων οὕτως: ‘ περιστερά, οἰνάς, φάψ, φάσσα, τρυγών.’ ἐν δὲ [p. 282] πέμπτῳ περὶ ζῴων μορίων τὴν φάβα οὐκ ὀνομάζει, καίτοι Αἰσχύλου ἐν τῷ σατυρικῷ Πρωτεῖ οὕτω μνημονεύοντος τοῦ ὄρνιθος:


    σιτουμένην δύστηνον ἀθλίαν φάβα,
    μέσακτα πλευρὰ πρὸς πτύοις πεπλεγμένην.

κἀν Φιλοκτήτῃ δὲ κατὰ γενικὴν κλίσιν φαβῶν εἴρηκεν. ‘ἡ μὲν οὖν οἰνάς,’ φησὶν ὁ Ἀριστοτέλης, ‘ μείζων ἐστὶ τῆς περιστερᾶς, χρῶμα δ᾽ ἔχει οἰνωπόν, ἡ δὲ φὰψ μέσον περιστερᾶς καὶ οἰνάδος, ἡ δὲ φάσσα ἀλέκτορος τὸ μέγεθος, χρῶμα δὲ σποδιόν, ἡ δὲ τρυγὼν πάντων ἐλάττων, χρῶμα δὲ τεφρόν. αὕτη δὲ θέρους φαίνεται, τὸν δὲ χειμῶνα φωλεύει. ἡ δὲ φὰψ καὶ ἡ περιστερὰ αἰεὶ φαίνονται, ἡ δ᾽ οἰνὰς φθινοπώρῳ μόνῳ. πολυχρονιωτέρα δὲ εἶναι λέγεται τούτων ἡ φάσσα: καὶ γὰρ τριάκοντα καὶ τεσσαράκοντα ζῇ ἔτη. οὐκ ἀπολείπουσι δ᾽ ἕως θανάτου οὔτε οἱ ἄρρενες τὰς θηλείας οὔτε αἱ θήλειαι τοὺς ἄρρενας, ἀλλὰ καὶ τελευτήσαντος χηρεύει ὁ ὑπολειπόμενος, τὸ δ᾽ αὐτὸ ποιοῦσι καὶ κόρακες καὶ κορῶναι καὶ κολοιοί: ἐπῳάζει δ᾽ ἐκ διαδοχῆς πᾶν τὸ περιστεροειδὲς γένος, καὶ γενομένων τῶν νεοττῶν ὁ ἄρρην ἐμπτύει αὐτοῖς, ὡς μὴ βασκανθῶσι. τίκτει δὲ ᾠὰ δύο, ὧν τὸ μὲν πρῶτον ἄρρεν ποιεῖ , τὸ δὲ δεύτερον θῆλυ, τίκτουσι δὲ πᾶσαν ὥραν τοῦ ἔτους: διὸ δὴ καὶ δεκάκις τοῦ ἐνιαυτοῦ τιθέασιν, ἐν Αἰγύπτῳ δὲ δωδεκάκις. τεκοῦσα γὰρ τῇ ἐχομένῃ ἡμέρᾳ συλλαμβάνει.’ ἔτι ἐν τῷ αὐτῷ [p. 284] φησιν Ἀριστοτέλης ὅτι περιστερὰ ἕτερον, πελειὰς δ᾽ ἔλαττον, καὶ ὅτι ἡ πελειὰς τιθασὸν γίνεται, περιστερά δὲ καὶ μέλαν καὶ μικρὸν καὶ ἐρυθρόπουν καὶ τραχύπουν διὸ οὐδεὶς τρέφει, ἴδιον δὲ λέγει τῆς περιστερᾶς τὸ κυνεῖν αὐτὰς ὅταν μέλλωσιν ἀναβαίνειν ἢ οὐκ ἀνέχεσθαι τὰς θηλείας. ὁ δὲ πρεσβύτερος, φησί, καὶ προαναβαίνει καὶ μὴ κύσας: οἱ δὲ νεώτεροι αἰεὶ τοῦτο ποιήσαντες ὀχεύουσιν. καὶ αἱ θήλειαι δ᾽ ἀλλήλας ἀναβαίνουσιν, ὅταν ἄρρην μὴ παρῇ, κυνήσασαι: καὶ οὐδὲν προιέμεναι εἰς ἀλλήλας τίκτουσιν ᾠά, ἐξ ὧν οὐ γίνεται νεοττός. οἱ δὲ Δωριεῖς τὴν πελειάδα ἀντὶ περιστερᾶς τιθέασιν, ὡς Σώφρων ἐν γυναικείοις. Καλλίμαχος δ᾽ ἐν τῷ περὶ ὀρνέων ὡς διαφορὰς ἐκτίθεται φάσσαν, πυραλλίδα, περιστεράν, τρυγόνα. 51. ὁ δὲ Μύνδιος Ἀλέξανδρος οὐ πίνειν φησὶ τὴν φάσσαν ἀνακύπτουσαν ὡς τὴν τρυγόνα καὶ τοῦ χειμῶνος μὴ φθέγγεσθαι, εἰ μὴ εὐδίας γενομένης. λέγεται δὲ ὅτι ἡ οἰνὰς ἐὰν φαγοῦσα τὸ τῆς ἰξίας σπέρμα ἐπί τινος ἀφοδεύσῃ δένδρου, νέαν ἰξίαν φύεσθαι. Δαίμαχος δ᾽ ἐν τοῖς Ἰνδικοῖς ἱστορεῖ περιστερὰς μηλίνας γίνεσθαι ἐν Ἰνδοῖς. Χάρων δ᾽ ὁ Λαμψακηνὸς ἐν τοῖς Περσικοῖς περὶ Μαρδονίου ἱστορῶν καὶ τοῦ διαφθαρέντος στρατοῦ Περσικοῦ περὶ τὸν [p. 286] Ἄθω γράφει καὶ ταῦτα:: ‘καὶ λευκαὶ περιστεραὶ τότε πρῶτον εἰς Ἕλληνας ἐφάνησαν, πρότερον οὐ γιγνόμεναι.’ ὁ δ᾽ Ἀριστοτέλης φησὶν ὡς αἱ περιστεραὶ γινομένων τῶν νεοττῶν τῆς ἁλμυριζούσης γῆς διαμασησάμεναι ἐμπτύουσιν αὐτοῖς διοιγνῦσαι τὸ στόμα, διὰ τούτου παρασκευάζουσαι αὐτοὺς πρὸς τὴν τροφήν. τῆς δὲ Σικελίας ἐν Ἔρυκι καιρός τις ἐστίν, ὃν καλοῦσιν Ἀναγωγάς, ἐν ᾧ φασι τὴν θεὸν εἰς Λιβύην ἀνάγεσθαι. τότ᾽ οὖν αἱ περὶ τὸν τόπον περιστεραὶ ἀφανεῖς γίνονται ὡς δὴ τῇ θεῷ συναποδημοῦσαι. καὶ μεθ᾽ ἡμέρας ἐννέα ἐν τοῖς λεγομένοις Καταγωγίοις μιᾶς προπετασθείσης ἐκ τοῦ πελάγους περιστερᾶς καὶ εἰς τὸν νεὼν εἰσπτάσης παραγίνονται καὶ αἱ λοιπαί. ὅσοι οὖν τότε περιουσίας εὖ ἥκουσι τῶν περιοίκων εὐωχοῦνται, οἱ δὲ λοιποὶ κροταλίζουσιν μετὰ χαρᾶς, ὄζει τε πᾶς ὁ τόπος τότε βούτυρον, ᾧ δὴ τεκμηρίῳ χρῶνται τῆς θείας ἐπανόδου. Αὐτοκράτης ἐν τοῖς Ἀχαικοῖς καὶ τὸν Δία ἱστορεῖ μεταβαλεῖν τὴν μορφὴν εἰς περιστερὰν ἐρασθέντα παρθένου Φθίας ὄνομα ἐν Αἰγίῳ. Ἀττικοὶ δὲ ἀρσενικῶς περιστερὸν καλοῦσιν. Ἄλεξις Συντρέχουσιν


    λευκὸς Ἀφροδίτης εἰμὶ γὰρ περιστερός,
    ὁ δὲ Διόνυσος οἶδε τὸ μεθύσαι μόνον
    εἰ δὲ νέον ἢ παλαιόν, οὐ πεφρόντικεν.

[p. 288] ἐν δὲ Δορκίδι ἢ Ποππυζούσῃ θηλυκῶς εἴρηκε καὶ ὅτι αἱ Σικελικαὶ διάφοροί εἰσι


    περιστερὰς
    ἔνδον τρέφω τῶν Σικελικῶν τούτων πάνυ
    κομψάς.

Φερεκράτης ἐν Γραυσί φησιν


    ἀπόπεμψον ἀγγέλλοντα τὸν περιστερόν.

ἐν δὲ Πετάλῃ:


    ἀλλ᾽, ὦ περιστέριον, ὅμοιον Κλεισθένει,
    πέτου, κόμισον δὲ μ᾽ ἐς Κύθηρα καὶ Κύπρον.

Νίκανδρος δὲ ἐν δευτέρῳ Γεωργικῶν τῶν Σικελικῶν μνημονεύων πελειάδων φησί:


    καί τε σύ γε θρέψαιο Δρακοντιάδας διτοκεύσας
    ἢ Σικελὰς μεγάροισι πελειάδας: οὐδὲ φιν ἅρπαι
    οὐδ᾽ ὄφις ὀστρακέοις λωβήσιμοι ἐξενέπονται,

52. νῆτται. τούτων, ὥς φησιν Ἀλέξανδρος ὁ Μύνδιος, ὁ ἄρρην μείζων καὶ ποικιλώτερος. τὸ δὲ λεγόμενον γλαυκίον διὰ τὴν τῶν ὀμμάτων χρόαν μικρῷ ἔλαττόν ἐστι νήττης. τῶν δὲ βοσκάδων καλουμένων ὁ μὲν ἄρρην κατάγραφος ἐστὶ δὲ ἧττον̓ ... νήττης. ἔχουσι δὲ οἱ ἄρρενες σιμά τε καὶ ἐλάττονα τῇ συμμετρίᾳ τὰ ῥύγχη, ἡ δὲ μικρὰ κολυμβίς, πάντων ἐλαχίστη τῶν ἐνύδρων, [p. 290] ῥυπαρομέλαινα τὴν χροιὰν καὶ τὸ ῥύγχος ὀξὺ ἔχει σκέπον τε τὰ ὄμματα, τὰ δὲ πολλὰ καταδύεται, ἔστι δὲ καὶ ἄλλο γένος βοσκάδων μεῖζον μὲν νήττης, ἔλαττον δὲ χηναλώπεκος. αἱ δὲ λεγόμεναι φασκάδες μικρῷ μείζονες οὖσαι τῶν μικρῶν κολυμβίδων τὰ λοιπὰ νήτταις εἰσὶ παραπλήσιοι, ἡ δὲ λεγομένη οὐρία οὐ πολὺ λείπεται νήττης, τῷ χρώματι δὲ ῥυπαροκέραμὸς ἐστι, τὸ δὲ ῥύγχος μακρόν τε καὶ στενὸν ἔχει. ἡ δὲ φαλαρὶς καὶ αὐτὴ στενὸν ἔχουσα τὸ ῥύγχος στρογγυλωτέρα τὴν ὄψιν οὖσα ἔντεφρος τὴν γαστέρα, μικρῷ μελαντέρα τὸν νῶτον. τῆς δὲ νήττης καὶ κολυμβάδος, ἀφ᾽ ὧν καὶ τὸ νήχεσθαι καὶ κολυμβᾶν εἴρηται, μνημονεύει μετὰ καὶ ἄλλων λιμναίων πολλῶν Ἀριστοφάνης ἐν ' Ἀχαρνεῦσι διὰ τούτων:


    νάσσας, κολοιούς, ἀτταγᾶς, φαλαρίδας,
    τροχίλους, κολύμβους.

μνημονεύει αὐτῶν καὶ Καλλίμαχος ἐν τῷ περὶ ὀρνέων. 53. παρῆσαν δὲ πολλάκις ἡμῖν καὶ οἱ καλούμενοι παραστάται, ὧν μνημονεύει Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ καὶ Σιμάριστος ἐν γ# Συνωνύμων καὶ τετάρτῳ. εἰσὶ δ᾽ οἱ ὄρχεις οὕτω καλούμενοι. συγκεκνισωμένων δέ τινων κρεῶν ζωμῷ παραφερομένων ἐπεί τις ἔφη ‘ τῶν πνικτῶν κρεᾳδίων δός,’ ὁ τῶν ὀνομάτων Δαίδαλος Οὐλπιανὸς ‘ αὐτὸς ἐγώ,’ φησίν, ‘ ἀποπνιγήσομαι εἰ μὴ ἐρεῖς ὅπου καὶ σὺ εὗρες τὰ τοιαῦτα κρεᾴδια. οὐ μὴ γὰρ ὀνομάσω [p. 292] πρὶν μαθεῖν.’ ὁ δὲ ‘ Στράττις εἶπεν,’ ἔφη, ‘ἐν Μακεδόσιν ἢ Παυσανίᾳ: πνικτόν τι τοίνυν ὄψον ἔστω σοι συχνὸν τοιοῦτον. καὶ Εὔβουλος Κατακολλωμένῳ:


    καὶ πνικτὰ Σικελὰ πατανίων σωρεύματα.

Ἀριστοφάνης τ᾽ εἴρηκεν ἐν Σφηξὶν ' ἐν λοπάδι πεπνιγμένον.' Κρατῖνος δ᾽ ἐν Δηλιάσι:


    τῷ δ᾽ ὑποτρίψας τι μέρος πνῖξον καθαρύλλως.

Ἀντιφάνης δ᾽ ἐν Ἀγροίκῳ:


    καὶ πρῶτα μὲν
    αἴρω ποθεινὴν μᾶζαν, ἣν φερέσβιος
    Δηὼ βροτοῖσι χάρμα δωρεῖται φίλον
    ἔπειτα πνικτὰ τακερὰ μηκάδων μέλη,
    χλόην καταμπέχοντα σάρκα νεογενῆ.
    β. τί λέγεις; α. τραγῳδίαν περαίνω Σοφοκλέους.



54. γαλαθηνῶν δὲ χοίρων ποτὲ περιενεχθέντων καὶ περὶ τούτων ἐζήτησαν οἱ δαιταλεῖς εἰ τὸ ὄνομα εἴρηται. καί τις ἔφη: ‘ Φερεκράτης Δουλοδιδασκάλῳ: ' γαλαθήν᾽ ἔκλεπτον οὐ τέλεα ἐν δὲ Αὐτομόλοις: οὐ γαλαθηνὸν ἄρ᾽ ὗν θύειν μέλλεις Ἀλκαῖος Παλαίστρᾳ:


    ὁδὶ γὰρ αὐτός ἐστιν εἴ τι γρύξομαι
    ὧν σοι λέγω πλέον τι γαλαθηνοῦ μυός.

Ἡρόδοτος δ᾽ ἐν τῇ πρώτῃ φησὶν ὅτι ἐν Βαβυλῶνι [p. 294] ἐπὶ τοῦ χρυσοῦ βωμοῦ οὐκ ἔξεστι θύειν ὅτι μὴ γαλαθηνὰ μοῦνα. Ἀντιφάνης: Φιλεταίρῳ:


    κομψός γε μικρὸς κρωμακίσκος οὑτοσὶ
    γαλαθηνός. ἡνίοχος

Πολυεύκτῳ:


    ὁ βοῦς ὁ χαλκοῦς ἦν ἂν ἑφθὸς δεκάπαλαι,
    ὁ δ᾽ ἴσως γαλαθηνὸν τέθυκε τὸν χοῖρον λαβών,

καὶ Ἀνακρέων δέ φησιν


    οἷά τε νεβρὸν νεοθηλέα
    γαλαθηνόν, ὅς τ᾽ ἐν ὕλῃ κεροέσσης
    ἀπολειφθεὶς ἀπὸ μητρὸς ἐπτοήθη.

Κράτης Γείτοσι:


    νῦν μὲν γὰρ ἡμῖν παιδικῶν ἅλις,
    ἅλις ὅπως περ ἀρνῶν ἐστι γαλαθηνῶν τε καὶ
    χοίρων.

Σιμωνίδης δ᾽ ἐπὶ τοῦ Περσέως τὴν Δανάην ποιεῖ λέγουσαν:


    ὦ τέκος, οἷον ἔχω πόνον
    σὺ δ᾽ ἀωτεῖς, γαλαθηνῷ δ᾽ ἤτορι κνώσσεις.

καὶ ἐν ἄλλοις ἐπ᾽ Ἀρχεμόρου εἴρηκεν:


    ἰοστεφάνου γλυκεῖαν ἐδάκρυσαν
    ψυχὰν ἀποπνέοντα γαλαθηνὸν τέκος.

Κλέαρχος δ᾽ ἐν τοῖς περὶ βίων εἰς τοῦτό φησιν ὠμότητος Φάλαριν τὸν τύραννον ἐλάσαι ὡς γαλαθηνὰ θοινᾶσθαι βρέφη, θῆσθαι δ᾽ ἐστὶ τὸ θηλάζειν τὸ γάλα. Ὅμηρος:


    Ἕκτωρ γὰρ θνητός τε γυναῖκά τε θήσατο μαζόν,

[p. 296] διὰ τὸ ἐντίθεσθαι τὰς θηλὰς εἰς τὰ στόματα τὰ βρέφη, καὶ ὁ τιτθὸς ἐνθένδε διὰ τὸ ἐντίθεσθαι τὰς θηλάς:


    νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνούς.

’ 55. περιενεχθεισῶν δέ ποτε καὶ δορκάδων ὁ Ἐλεατικὸς Παλαμήδης ὁ ὀνοματολόγος ἔφη : ‘ οὐκ ἄχαρι κρέας τὸ τῶν δορκώνων.’ πρὸς ὃν ὁ Μυρτίλος ἔφη: ‘ μόνως δορκάδες λέγονται, δόρκωνες δὲ οὔ. Ξενοφῶν Ἀναβάσεως πρώτῳ ἐνῆσαν δὲ καὶ ὠτίδες καὶ δορκάδες.'’

56. ταώς. ὅτι σπάνιος οὗτος ὁ ὄρνις δηλοῖ Ἀντιφάνης ἐν Στρατιώτῃ ἢ Τύχωνι λέγων οὕτως:


    τῶν ταὧν μὲν ὡς ἅπαξ τις ζεῦγος ἤγαγεν μόνον,
    σπάνιον ὂν τὸ χρῆμα: πλείους δ᾽ εἰσὶ νῦν τῶν ὀρτύγων.

καὶ Εὔβουλος ἐν Φοίνικι, καὶ γὰρ ὁ ταὼς διὰ τὸ σπάνιον θαυμάζεται. ‘ὁ ταώς,’ φησὶν Ἀριστοτέλης, ‘ σχιδανόπους ἐστὶ καὶ ποιολόγος καὶ τίκτει τριέτης γενόμενος, ἐν οἷς καὶ τὴν ποικιλίαν τῶν πτερῶν λαμβάνει, ἐπῳάζει δ᾽ ἡμέρας πρὸς λ᾽. τίκτει: τε ἅπαξ τοῦ ἔτους ᾠὰ δώδεκα: ταῦτα δὲ οὐκ εἰς ἅπαξ, ἀλλὰ παρ᾽ ἡμέρας δύο: αἱ δὲ πρωτοτόκοι ὀκτώ. τίκτει δὲ καὶ ὑπηνέμια, ὡς ἡ ἀλεκτορίς, οὐ πλείω δὲ τῶν δύο. ἐκλέπει δὲ καὶ ἐπῳάζει καθάπερ ἡ ἀλεκτορίς.’ Εὔπολις δ᾽ ἐν Ἀστρατεύτοις φησὶ περὶ αὐτοῦ οὕτως: [p. 298]


    μή ποτε θρέψω
    παρὰ Φερσεφόνῃ τοιόνδε ταὧν, ὃς τοὺς εὕδοντας
    ἐγείρει.

Ἀντιφῶντι δὲ τῷ ῥήτορι λόγος μὲν γέγραπται ἔχων ἐπίγραμμα περὶ ταῶν, καὶ ἐν αὐτῷ τῷ λόγῳ οὐδεμία μνεία τοῦ ὀνόματος γίνεται, ὄρνεις δὲ ποικίλους πολλάκις ἐν αὐτῷ ὀνομάζει, φάσκων τούτους τρέφειν Δῆμον τὸν Πυριλάμπους καὶ πολλοὺς παραγίνεσθαι κατὰ πόθον τῆς τῶν ὀρνίθων θέας ἔκ τε Λακεδαίμονος καὶ Θετταλίας καὶ σπουδὴν ποιεῖσθαι τῶν ᾠῶν μεταλαβεῖν. περὶ δὲ τῆς ἰδέας αὐτῶν λέγων γράφει: ‘εἴ τις ἐθέλοι καταβαλεῖν εἰς πόλιν τοὺς ὄρνιθας, οἰχήσονται ἀναπτόμενοι, ἐὰν δὲ τῶν πτερύγων ἀποτέμῃ, τὸ κάλλος ἀφαιρήσεται: τὰ πτερὰ γὰρ αὐτῶν τὸ κάλλος ἐστίν, ἀλλ᾽ οὐ τὸ σῶμα.’ ὅτι δὲ καὶ περισπούδαστος ἦν αὐτῶν ἡ θέα ἐν τῷ αὐτῷ λόγῳ πάλιν φησίν ‘ ἀλλὰ τὰς μὲν νουμηνίας ὁ βουλόμενος εἰσῄει, τὰς δ᾽ ἄλλας ἡμέρας εἴ τις ἔλθοι βουλόμενος θεάσασθαι, οὐκ ἔστιν ὅστις ἔτυχε, καὶ ταῦτα οὐκ ἐχθὲς οὐδὲ πρῴην, ἀλλ᾽ ἔτη πλέον ἢ τριάκοντά ἐστιν.’ 57. ταὧς δὲ λέγουσιν Ἀθηναῖοι, ὥς φησι Τρύφων, τὴν τελευταίαν συλλαβὴν περισπῶντες καὶ δασύνοντες. καὶ ἀναγιγνώσκουσι μὲν οὕτως παρ᾽ Εὐπόλιδι ἐν Ἀστρατεύτοις—πρόκειται δὲ τὸ μαρτύριον—καὶ ἐν Ὄρνισιν Ἀριστοφάνους:


    Τηρεὺς γὰρ εἶ σύ; πότερον ὄρνις ἢ ταὧς;

καὶ πάλιν


    ὄρνις δῆτα. τίς ποτ᾽ ἐστίν; οὐ δήπου ταὧς; [p. 300]

λέγουσι δὲ καὶ τὴν δοτικὴν ταωνι, ὡς ἐν τῷ αὐτῷ Ἀριστοφάνης, ἀμήχανον δὲ παρὰ Ἀττικοῖς καὶ Ἴωσιν ἐν τοῖς ὑπὲρ μίαν συλλαβὴν ὀνόμασι τὴν τελευτῶσαν ἀπὸ φωνήεντος ἀρχομένην δασύνεσθαι. πάντως γὰρ εἶναι ψιλὴν αὐτὴν παρηκολούθηκεν, οἷον νεὤς, λεὤς, Τυνδάρεὠς, Μενέλεὠς, λειπόνεὠς, εὔνεὠς, Νείλεὠς, πρᾶὀς, υἱὄς, Κεῖὀς, Χῖὀς, δῖὀς, χρεῖὀς, πλεῖὀς, λεῖὀς, λαιὄς, βαιὄς, φαιὄς, πηὄς, γόὀς, θοὄς, ῥόὀς, ζωὄς. φίλαρχος γὰρ οὖσα καὶ ἡγεμονικὴ τὴν φύσιν ἡ δασύτης τοῖς τελευταίοις μέρεσι τῶν ὀνομάτων οὐδαμῶς ἐγκαθείργνυται. ὠνόμασται δὲ ταὧς ἀπὸ τῆς τάσεως τῶν πτερῶν. Σέλευκος δ᾽ ἐν τῷ πέμπτῳ περὶ Ἑλληνισμοῦ: ‘ταὧς: παραλόγως δ᾽ οἱ Ἀττικοὶ καὶ δασύνουσι καὶ περισπῶσι. τοῖς δὲ πρώτοις τῶν φωνηέντων κατὰ τὰς ἁπλᾶς τῶν ὀνομάτων ἐκφορὰς συνεκφέρεσθαι ἐθέλει καὶ ἐνταυθοῖ προᾴττουσα καὶ τάχιον ἐκθέουσα δι᾽ ἐπιπολῆς ἐστι τῶν λέξεων. τεκμαιρόμενοι οὖν Ἀθηναῖοι καὶ διὰ τῆς τάξεως τὴν ἐνοῦσαν τῇ προσῳδίᾳ φύσιν οὐκ ἐπὶ τῶν φωνηέντων αὐτὴν τιθέασιν ὥσπερ τὰς ἄλλας , πρὸ δὲ τούτων τάσσουσιν. οἶμαι δὲ καὶ διὰ τοῦ Η στοιχείου τυπώσασθαι τοὺς παλαιοὺς τὴν δασεῖαν. διόπερ καὶ Ῥωμαῖοι πρὸ πάντων τῶν δασυνομένων ὀνομάτων τὸ Η προγράφουσι, τὸ ἡγεμονικὸν αὐτῆς διασημαίνοντες . εἰ δὲ τοιαύτη ἡ δασύτης, μήποτ᾽ [p. 302] ἀλόγως κατὰ τὴν τελευτῶσαν συλλαβὴν τὸ ταὼς πρὸς τῶν Ἀττικῶν προσπνεῖται.’ 58. πολλῶν οὖν καὶ ἄλλων ἐν τῷ συμποσίῳ περὶ ἑκάστου τῶν εἰσκομιζομένων ῥηθέντων, ‘ ἀλλὰ κἀγώ,’ φησὶν ὁ Λαρήνσιος, ‘ κατὰ τὸν πάντα ἄριστον Οὐλπιανὸν προτείνω τι καὶ αὐτὸς ὑμῖν ζητήσεις γὰρ σιτούμεθα: τὸν τέτρακα τί νομίζετε;’ καὶ τινος εἰπόντος ‘ εἶδος ὀρνέου’ ῾ ἔθος δὲ γραμματικῶν παισὶν περ πάντων τῶν προβαλλομένων λέγειν, εἶδος φυτοῦ, εἶδος ὀρνέου, εἶδος λίθου᾽, ὁ Λαρήνσιος ἔφη: ‘ καὶ αὐτός, ἀνδρῶν λῷστε, ὅτι ὁ χαρίεις Ἀριστοφάνης ἐν τοῖς Ὄρνισι μνημονεύει ἐν τούτοις οἶδα: ' πορφυρίωνι καὶ πελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ ταὧνι.2` ζητῶ δ᾽ ἐγὼ παρ᾽ ὑμῶν μαθεῖν εἰ καὶ παρ᾽ ἄλλῳ, τινὶ αὐτοῦ τις γίνεται μνήμη. Ἀλέξανδρος γὰρ ὁ Μύνδιος ἐν δευτέρῳ περὶ πτηνῶν ζῴων οὐ τοῦ ὄρνιθος τοῦ μεγάλου μνημονεύει, ἀλλά τινος τῶν σμικροτάτων, λέγει γάρ οὕτως: ' τέτραξ τὸ μέγεθος ἴσος σπερμολόγῳ, τὸ χρῶμα κεραμεοῦς, ῥυπαραῖς στιγμαῖς καὶ μεγάλαις γραμμαῖς ποικίλος, καρποφάγος. ὅταν ᾠοτοκῇ δέ, τετράζει τῇ φωνῇ:' καὶ Ἐπίχαρμος ἐν Ἥβας Γάμῳ:


    λαμβάνοντι γὰρ
    ὄρτυγας στρουθούς τε κορυδαλλάς τε φιλοκονίονας
    τέτραγάς τε σπερματολόγους κἀγλαὰς συκαλλίδας. [p. 304]

καὶ ἐν ἄλλοις δέ φησιν


    ἦν δ᾽ ἐρῳδιοί τε πολλοὶ μακροκαμπυλαύχενες
    τέτραγές τε σπερματολόγοι.

ἐπεὶ δὲ ὑμεῖς οὐδὲν ἔχετε σιωπᾶτε γάρ, ἐγὼ καὶ τὸ ὄρνεον ὑμῖν ἐπιδείξω. ἐπιτροπεύων γὰρ ἐν Μοισίᾳ τοῦ κυρίου αὐτοκράτορος καὶ προιστάμενος τῶν τῆς ἐπαρχίας ἐκείνης πραγμάτων τεθέαμαι ἐπὶ τῇ χώρᾳ ἐκείνῃ τοὔρνεον. καὶ μαθὼν οὕτω καλούμενον παρὰ τοῖς Μοισοῖς καὶ Παίοσιν ὑπεμνήσθην ἐκ τῶν ὑπ᾽ Ἀριστοφάνους εἰρημένων τὸν ὄρνιθα, νομίζων δὲ καὶ παρὰ τῷ πολυμαθεστάτῳ Ἀριστοτέλει μνήμης ἠξιῶσθαι τὸ ζῷον ἐν τῇ πολυταλάντῳ πραγματείᾳ ὀκτακόσια γὰρ εἰληφέναι τάλαντα παρἈλεξάνδρου τὸν Σταγιρίτην λόγος ἔχει εἰς τὴν περὶ τῶν ζῴων ἱστορίαν ὡς οὐδὲν εὗρον περὶ αὐτοῦ λεγόμενον, ἔχαιρον ἔχων ἐχεγγυώτατον μάρτυρα τὸν χαρίεντα Ἀριστοφάνη.’ ἅμα δὲ ταῦτα λέγοντος αὐτοῦ εἰσῆλθέ τις φέρων ἐν τῷ ταλάρῳ τὸν τέτρακα. ἦν δὲ τὸ μὲν μέγεθος ὑπὲρ ἀλεκτρυόνα τὸν μέγιστον, τὸ δὲ εἶδος πορφυρίωνι παραπλήσιος: καὶ ἀπὸ τῶν ὤτων ἑκατέρωθεν εἶχε κρεμάμενα ὥσπερ οἱ ἀλεκτρυόνες τὰ κάλλαια: βαρεῖα δ᾽ ἦν ἡ φωνή. θαυμασάντων οὖν ἡμῶν τὸ εὐανθὲς τοῦ ὄρνιθος μετ᾽ οὐ πολὺ καὶ ἐσκευασμένος παρηνέχθη, καὶ τὰ κρέα αὐτοῦ ἦν παραπλήσια τοῖς τῆς μεγάλης στρουθοῦ, ἣν καὶ αὐτὴν πολλάκις κατεδαισάμεθα.

59. ψύαι. ὁ τὴν τῶν Ἀτρειδῶν κάθοδον πεποιηκὼς ἐν τῷ τρίτῳ φησίν [p. 306]


    ἶσον δ᾽ Ἑρμιονεὺς ποσὶ καρπαλίμοισι μετασπὼν
    ψοίας ἔγχει νύξε.

Σιμάριστος δ᾽ ἐν τρίτῳ Συνωνύμων οὕτως γράφει: ‘ ὀσφύος αἱ ἐκ πλαγίων σάρκες ἐπανεστηκυῖαι ψύαι. τὰ δ᾽ ἑκατέρωθεν κοιλώματα λέγουσι κύμβους ἢ γλήνας.2’ Κλέαρχος δ᾽ ἐν δευτέρῳ περὶ σκελετῶν οὕτως φησί: ‘ σάρκες μυωταὶ καθ᾽ ἑκάτερον μέρος, ἃς οἱ μὲν ψύας, οἱ δὲ ἀλώπεκας, οἱ δὲ νεφρομήτρας καλοῦσι.’ μνημονεύει δὲ τῶν ψυῶν καὶ Ἱπποκράτης ὁ ἱερώτατος. ὠνομάσθησαν δ᾽ οὕτως διὰ τὸ ῥᾳδίως ἀποψᾶσθαι ἢ οἷόν τις ἐπιψαύουσα σὰρξ καὶ ἐπιπολῆς τοῖς ὀστέοις ὑπάρχουσα. μνημονεύει αὐτῶν καὶ Εὔφρων ὁ κωμικὸς ἐν Θεωροῖς:


    λοβὸς τίς ἐστι καὶ ψόαι καλούμεναι::
    ταύτας ἐπιτεμὼν πρὶν θεωρῆσαι μαθών ...

60.


    οὖθαρ. Τηλεκλείδης Στερροῖς:
    ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φορῶ. ῾

Ἡρόδοτος δ᾽ ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν φησιν ... σπανίως δ᾽ ἔστιν εὑρεῖν τὸ οὖθαρ ἐπὶ τῶν ἄλλων ζῴων λεγόμενον. ὑπογάστριον δὲ μόνον ὡς ἐπὶ τῶν ἰχθύων λέγεται. Στράττις Ἀταλάντῃ:


    ὑπογάστριον θύννου τι κἀκροκώλιον.

[p. 308] Θεόπομπος Καλλαίσχρῳ :


    ἰχθύων δὲ δὴ
    ὑπογάστρι᾽, ὦ Δάματερ.

ἐν δὲ Σειρῆσιν ὑπήτρια καλεῖ τὰ ὑπογάστρια λέγων οὕτως:


    θύννων τε λευκῶν Σικελικῶν ὑπήτρια:

61. λαγὼς, περὶ τούτου ὁ μὲν ὀψοδαίδαλος Ἀρχέστρατος οὕτως φησί:


    τοῦ δὲ λαγὼ πολλοί τε τρόποι πολλαί τε θέμιστες
    σκευασίας εἰσίν. κεῖνος δ᾽ οὖν ἐστιν ἄριστος,
    ἂν πίνουσι μεταξὺ φέρῃς κρέας ὀπτὸν ἑκάστῳ,
    θερμόν, ἁπλῶς ἁλίπαστον, ἀφαρπάζων ὀβελίσκου
    μικρὸν ἐνωμότερον. μὴ λυπείτω δὲ σ᾽ ὁρῶντα
    ἰχῶρα στάζοντα κρεῶν, ἀλλ᾽ ἔσθιε λάβρως.
    αἱ δ᾽ ἄλλαι περίεργοι ἔμοιγ᾽ εἰσὶν διὰ παντὸς
    σκευασίαι γλοιῶν καταχύσματα καὶ κατάτυρα
    καὶ κατέλαια λίαν, ὥσπερ γαλεοψοποιούντων.

Ναυσικράτης δ᾽ ὁ κωμῳδιοποιὸς ἐν Περσίδι σπανίως, φησίν, ἔστιν εὑρεῖν δασύποδα περὶ τὴν Ἀττικήν: λέγει δὲ ὧδε:


    ἐν τῇ γὰρ Ἀττικῇ τίς εἶδε πώποτε
    λέοντας ἢ τοιοῦτον ἕτερον θηρίον;
    οὗ δασύποδ᾽ εὑρεῖν ἐστιν οὐχὶ ῥᾴδιον.

Ἀλκαῖος δ᾽ ἐν Καλλιστοῖ καὶ ὡς πολλῶν ὄντων ἐμφανίζει διὰ τούτων [p. 310]


    κορίαννον ἵνα τί λεπτόν; β. ἵνα τοὺς δασύποδας
    οὓς ἂν λάβωμεν ἁλσὶ διαπάττειν ἔχῃς.

62. Τρύφων δέ φησι: ‘ τὸν λαγὼν ἐπ᾽ αἰτιατικῆς ἐν Δαναίσιν Ἀριστοφάνης ὀξυτόνως καὶ μετὰ τοῦ λέγει:


    λύσας ἴσως ἂν τὸν λαγὼν ξυναρπάσειεν ὑμῶν.

καὶ ἐν Δαιταλεῦσιν


    ἀπόλωλα: τίλλων τὸν λαγὼν ὀφθήσομαι.

Ξενοφῶν δ᾽ ἐν Κυνηγετικῷ χωρὶς τοῦ ν λαγῶ καὶ περισπωμένως, ἐπεὶ τὸ καθ᾽ ἡμᾶς ἐστι λαγός. ὥσπερ δὲ ναὸν λεγόντων ἡμῶν ἐκεῖνοί φασιν νεὼν καὶ λαὸν λεών, οὕτω λαγὸν ὀνομαζόντων ἐκεῖνοι λαγὼν ἐροῦσι. τῇ δὲ τὸν λαγὸν ἑνικῇ αἰτιατικῇ ἀκόλουθός ἐστιν ἡ παρὰ Σοφοκλεῖ ἐν Ἀμύκῳ σατυρικῷ πληθυντικὴ ὀνομαστική:


    γέρανοι, χελῶναι, γλαῦκες, ἰκτῖνοι, λαγοί.

τῇ δὲ λαγὼν ἡ διὰ τοῦ ω παραπλησίως προσαγορευομένη λαγῲ παρ᾽ Εὐπόλιδι ἐν Κόλαξιν ' ἵνα πάρα μὲν βατίδες καὶ λαγῲ καὶ γυναῖκες εἱλίποδες εἰσὶν δ᾽ οἳ καὶ ταῦτ᾽ ἀλόγως κατὰ τὴν τελευτῶσαν συλλαβὴν περισπωμένως προφέρονται, δεῖ δὲ ὀξυτονεῖν τὴν λέξιν, ἐπειδὴ τὰ εἰς ος λήγοντα τῶν ὀνομάτων ὁμότονά ἐστι, κἂν μεταληφθῇ εἰς τὸ ω [p. 312] παρ᾽ Ἀττικοῖς: ναὸς νεώς, κάλος κάλως. οὕτως δ᾽ ἐχρήσατο τῷ ὀνόματι καὶ Ἐπίχαρμος καὶ Ἡρόδοτος καὶ ὁ τοὺς Εἵλωτας ποιήσας. εἶτά ἐστι τὸ μὲν Ἰακὸν λαγός:


    λαγὸν ταράξας πῖθι τὸν θαλάσσιον,

τὸ δὲ λαγὼς Ἀττικόν. λέγουσι δὲ καὶ Ἀττικοὶ λαγός, ὡς Σοφοκλῆς:


    γέρανοι, κορῶναι, γλαῦκες, ἰκτῖνοι, λαγοί.

τὸ μέντοι ἢ πτῶκα λαγωὸν ' εἰ μέν ἐστιν Ἰωνικόν, πλεονάζει τὸ ω, εἰ δ᾽ Ἀττικόν, τὸ ο. λαγῷα δὲ λέγεται κρέα.’ 63. Ἡγήσανδρος δ᾽ ὁ Δελφὸς ἐν ὑπομνήμασι ‘ κατὰ τὴν Ἀντιγόνου τοῦ Γονατᾶ’ φησιν ‘ βασιλείαν τοσοῦτον πλῆθος γενέσθαι λαγῶν ἐν Ἀστυπαλαίᾳ, ὡς τοὺς Ἀστυπαλαιεῖς περὶ αὐτῶν μαντεύσασθαι. καὶ τὴν Πυθίαν εἰπεῖν κύνας τρέφειν καὶ κυνηγετεῖν ἁλῶναί τε ἐν ἐνιαυτῷ πλείους τῶν ἑξακισχιλίων. ἐγένετο δὲ τὸ πλῆθος τοῦτο: Ἀναφαίου τινὸς ἐμβαλόντος δύο λαγωοὺς εἰς τὴν νῆσον ὡς καὶ πρότερον Ἀστυπαλαιέως τινὸς ἀφέντος δύο πέρδικας εἰς τὴν Ἀνάφην τοσοῦτον πλῆθος ἐγένετο περδίκων ἐν τῇ Ἀνάφῃ, ὡς κινδυνεῦσαι ἀναστάτους γενέσθαι τοὺς κατοικοῦντας. κατ᾽ ἀρχὰς δ᾽ ἡ μὲν Ἀστυπάλαια οὐκ εἶχεν λαγώς, ἀλλὰ πέρδικας, ἡ δὲ Ἀνάφη οὐ πέρδικας, ἀλλὰ λαγώς.’ πολύγονον δ᾽ ἐστὶ τὸ ζῷον ὁ λαγώς, ὡς Ξενοφῶν εἴρηκεν ἐν τῷ Κυνηγετικῷ. καὶ Ἡρόδοτος δ᾽ οὕτως [p. 314] φησὶν ‘τοῦτο μὲν ὅτι ὁ λαγὼς ὑπὸ πάντων θηρεύεται, καὶ θηρίου καὶ ὄρνιθος καὶ ἀνθρώπου, οὕτω δή τι πολύγονόν ἐστιν, ἐπικυίσκει τε μόνον πάντων θηρίων, καὶ τὸ μὲν δασὺ τῶν τέκνων ἐν τῇ γαστρί, τὸ δὲ ψιλόν, τὸ δὲ ἄρτι ἐν τῇς μήτρῃσι πλάσσεται, τὸ δ᾽ ἐπαναιρέεται.’ Πολύβιος δ᾽ ἐν τῇ δωδεκάτῃ τῶν ἱστοριῶν γίγνεσθαί φησι παρόμοιον τῷ λαγῷ ζῷον τὸν κούνικλον καλούμενον, γράφων οὕτως: ‘ὁ δὲ κούνικλος καλούμενος πόρρωθεν μὲν ὁρώμενος εἶναι δοκεῖ λαγὼς μικρός: ὅταν δ᾽ εἰς τὰς χεῖρας λάβῃ τις, μεγάλην ἔχει διαφορὰν καὶ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν βρῶσιν, γίνεται δὲ τὸ πλεῖον κατὰ γῆς.’ μνημονεύει δ᾽ αὐτῶν καὶ Ποσειδώνιος ὁ φιλόσοφος ἐν τῇ ἱστορίᾳ: ‘καὶ ἡμεῖς εἴδομεν πολλοὺς κατὰ τὸν ἀπὸ Δικαιαρχείας πλοῦν ἐπὶ Νέαν πόλιν. νῆσος γάρ ἐστιν οὐ μακρὰν τῆς γῆς κατὰ τὰ τελευταῖα μέρη τῆς Δικαιαρχείας ὑπ᾽ ὀλίγων μὲν κατοικουμένη, πολλοὺς δὲ ἔχουσα τοὺς κουνίκλους τούτους.’ καλοῦνται δέ τινες καὶ χελιδονίαι λαγωοί. μνημονεύει Δίφιλος ἢ Καλλιάδης ἐν Ἀγνοίᾳ οὕτως:


    τί τοῦτο; ποδαπὸς οὗτος;
    β. χελιδόνειος ὁ δασύπους, γλυκεῖα δ᾽ ἡ μίμαρκυς.

Θεόπομπος δὲ ἐν τῇ κ᾽ τῶν ἱστοριῶν περὶ τὴν Βισαλτίαν φησὶ λαγωοὺς γίγνεσθαι δύο ἥπατα ἔχοντας.

64. σύος δὲ ἀγρίου ἐπεισενεχθέντος, ὃς κατ᾽ οὐδὲν [p. 316] ἦν ἐλάττων τοῦ καλοῦ γραφομένου Καλυδωνίου. ‘ προβάλλω,’ τίς ἔφη, ‘ σοὶ ζητεῖν, φροντιστὰ καὶ λογιστὰ Οὐλπιανέ, τίς ἱστόρηκε τὸν Καλυδώνιον σῦν θήλειάν τε γεγονέναι καὶ λευκὸν τὴν χρόαν.’ ὁ δὲ σφόδρα φροντίσας καὶ τὸ προβληθὲν ἀποδιοπομπησάμενος ‘ ἀλλ᾽ ὑμεῖς γε,’ ἔφη, ‘ἄνδρες γάστρωνες, εἰ μὴ κόρον ἤδη ἔχετε τοσούτων ἐμπλησθέντες, ὑπερβάλλειν μοι δοκεῖτε πάντας τοὺς ἐπὶ πολυφαγίᾳ διαβοήτους γενομένους: καὶ τίνες εἰσὶν οὗτοι ζητεῖτε, προφέρεσθαι δὲ δίκαιόν ἐστιν ὑμᾶς σὺν τῷ ς σῦς ἐτυμώτερον παρὰ τὸ σεύεσθαι γὰρ καὶ ὁρμητικῶς ἔχειν τὸ ζῷον εἴρηται. τέτριπται δὲ καὶ τὸ λέγειν χωρὶς τοῦ κατ᾽ ἀρχὰς ς ὗς. οἱ δὲ σῦν εἰρῆσθαι οἱονεὶ θῦν, τὸν εἰς θυσίαν εὐθετοῦντα, νῦν δέ, εἰ δοκεῖ, ἀποκρίνασθέ μοι τίς μνημονεύει κατὰ τὸ σύνθετον ὁμοίως ἡμῖν συάγρου ἐπὶ τοῦ συὸς τοῦ ἀγρίου. Σοφοκλῆς μὲν γὰρ ἐν Ἀχιλλέως Ἐρασταῖς ἐπὶ κυνὸς ἔταξε τοὔνομα ἀπὸ τοῦ σῦς ἀγρεύειν, λέγων


    σὺ δ᾽, ὦ Σύαγρε, Πηλιωτικὸν τρέφος:

παρ᾽ Ἡροδότῳ δὲ ὄνομα κύριον Σύαγρος Λάκων γένος, ὁ πρὸς Γέλωνα τὸν Συρακόσιον πρεσβεύσας περὶ τῆς πρὸς τοὺς Μήδους συμμαχίας ἐν τῇ [p. 318] ἐβδόμῃ. καὶ Αἰτωλῶν δὲ οἶδα στρατηγὸν Σύαγρον, οὗ μνημονεύει Φύλαρχος ἐν τετάρτῃ ἱστοριῶν.’ καὶ ὁ Δημόκριτος ἔφη: ‘ἀεί ποτε σύ, ὦ Οὐλπιανέ, οὐδενὸς μεταλαμβάνειν εἴωθας τῶν παρασκευαζομένων πρὶν μαθεῖν εἰ ἡ χρῆσις μὴ εἴη τῶν ὀνομάτων παλαιά, κινδυνεύεις οὖν ποτε διὰ ταύτας τὰς φροντίδας ὥσπερ ὁ Κῷος Φιλίτας ζητῶν τὸν καλούμενον ψευδολόγον τῶν λόγων ὁμοίως ἐκείνῳ ἀφαυανθῆναι. ἰσχνὸς γὰρ πάνυ τὸ σῶμα διὰ τὰς ζητήσεις γενόμενος ἀπέθανεν, ὡς τὸ πρὸ τοῦ μνημείου αὐτοῦ ἐπίγραμμα δηλοῖ:


    ξεῖνε, Φιλίτας εἰμί. λόγων ὁ ψευδόμενός με
    ὤλεσε καἰνικτῶν φροντίδες ἑσπέριοι.

65. ἵν᾽ οὖν μὴ καὶ σὺ ζητῶν τὸν σύαγρον ἀφαυανθῇς, μάθε ὅτι Ἀντιφάνης μὲν ἐν Ἁρπαζομένῃ οὕτως ὠνόμασε:


    λαβὼν ἐπανάξω σύαγρον εἰς τὴν οἰκίαν
    τῆς νυκτὸς αὐτῆς καὶ λέοντα καὶ λύκον.

Διονύσιος δὲ ὁ τύραννος ἐν τῷ Ἀδώνιδι:


    νυμφῶν ὑπὸ σπήλυγγα τόνδ᾽ αὐτόστεγον
    σύαγρον ἐκβόλειον εὔθηρον κυσίν,
    ὁπλάς τ᾽ ἀπαρχὰς ἀκροθινιάζομαι.

Λυγκεὺς δ᾽ ὁ Σάμιος ἐν τῇ πρὸς Ἀπολλόδωρον ἐπιστολῇ γράφει οὕτως : ἵνα τὰ μὲν αἴγεια τοῖς παισί, τὰ δὲ συάγρεια μετὰ τῶν φίλων αὐτὸς ἔχῃς.' [p. 320] καὶ Ἱππόλοχος δὲ ὁ Μακεδών, οὗ ἐμνημονεύσαμεν ἐν τοῖς πρὸ τούτων, ἐν τῇ πρὸς τὸν προειρημένον Λυγκέα ἐπιστολῇ ἐμνήσθη συάγρων πολλῶν. ἐπεὶ δὲ σὺ καὶ τὸ προβληθέν σοι ἀποπροσπεποίησαι περὶ τῆς χρόας τοῦ Καλυδωνίου συός, εἴ τις αὐτὸν ἱστορεῖ λευκὸν τὴν χρόαν γεγονότα, ἐροῦμεν ἡμεῖς τὸν εἰπόντα: τὸ δὲ μαρτύριον ἀνίχνευσον σύ. πάλαι γὰρ τυγχάνω ἀνεγνωκὼς τοὺς Κλεομένους τοῦ Ῥηγίνου διθυράμβους, ὧν ἐν τῷ ἐπιγραφομένῳ Μελεάγρῳ τοῦτο ἱστόρηται. οὐκ ἀγνοῶ δ᾽ ὅτι οἱ περὶ τὴν Σικελίαν κατοικοῦντες ἀσχέδωρον καλοῦσι τὸν σύαγρον. Αἰσχύλος γοῦν ἐν Φορκίσι παρεικάζων τὸν Περσέα τῷ ἀγρίῳ τούτῳ συί φησιν


    ἔδυ δ᾽ ἐς ἄντρον ἀσχέδωρος ὥς.

καὶ Σκίρας εἷς δ᾽ ἐστὶν οὗτος τῆς Ἰταλικῆς καλουμένης κωμῳδίας ποιητής, γένος Ταραντῖνος ἐν Μελεάγρῳ φησὶν


    ἔνθ᾽ οὔτε ποιμὴν ἀξιοῖ νέμειν βοτὰ
    οὔτε ἀσχέδωρος νεμόμενος καπρώζεται.

ὅτι δὲ Αἰσχύλος διατρίψας ἐν Σικελίᾳ πολλαῖς κέχρηται φωναῖς Σικελικαῖς οὐδὲν θαυμαστόν.’ 66. Περιεφέροντο καὶ ἔριφοι πολλάκις ποικίλως ἐσκευασμένοι: ἄλλοι δὲ καὶ πολύ τοῦ ὀποῦ ἔχοντες, οἵτινες οὐ τὴν τυχοῦσαν ἡδονὴν παρεῖχον ἡμῖν. καὶ γὰρ τὸ τοῦ αἰγὸς κρέας τροφιμώτατὸν ἐστι. Κλειτόμαχος γοῦν ὁ Καρχηδόνιος οὐδενὸς δεύτερος τῶν ἀπὸ τῆς νέας Ἀκαδημείας κατὰ τὴν θεωρίαν ὢν Θηβαῖόν τινα ἀθλητὴν ὑπερβαλεῖν ἰσχύι φησὶ τοὺς καθ᾽ ἑαυτὸν κρέασιν αἰγείοις χρώμενον. [p. 322] εὔτονοι γὰρ καὶ γλίσχροι οἱ χυμοὶ καὶ πολὺν χρόνον ὑπομένειν ἐν τοῖς ὄγκοις δυνάμενοι, ἐσκώπτετο δὲ ὁ ἀθλητὴς διὰ τὴν ἀπὸ τῶν ἱδρώτων δυσωδίαν. τὰ δ᾽ ὕεια καὶ ἄρνεια κρέα ἀδιαπόνητα ταῖς ἕξεσιν ὑπάρχοντα ῥᾷστα φθείρεται διὰ τὴν πιμελήν. τὰ δὲ παρὰ τοῖς κωμῳδιοποιοῖς λεγόμενα δεῖπνα ἡδίστην ἀκοὴν παρέχει τοῖς ὠσὶ μᾶλλον ἢ τῇ φάρυγγι, ὥσπερ τὰ παρὰ Ἀντιφάνει μὲν ἐν Ἀκεστρίᾳ:


    κρέας δὲ τίνος ἥδιστ᾽ ἂν ἐσθίοις φησίν; β. τίνος;
    εἰς εὐτέλειαν. τῶν προβάτων μὲν οἷς ἔνι
    μήτ᾽ ἔρια μήτε τυρός, ἀρνός, φίλτατε.
    τῶν δ᾽ αἰγιδίων κατὰ ταὔθ᾽ ἃ μὴ τυρὸν ποιεῖ,
    ἐρίφου. διὰ τὴν ἐπικαρπίαν γὰρ τῶν ἁδρῶν
    ταῦτ᾽ ἐσθίων τὰ φαῦλ᾽ ἀνέχομαι.

ἐν δὲ Κύκλωπί φησι:


    τῶν χερσαίων δ᾽ ὑμῖν ἥξει
    παρ᾽ ἐμοῦ ταυτί
    βοῦς ἀγελαῖος, τράγος ὑλιβάτης,
    αἲξ οὐρανία, κριὸς τομίας,
    κάπρος ἐκτομίας, ὗς οὐ τομίας
    δέλφαξ, δασύπους, ἔριφοι, ...
    τυρὸς χλωρός, τυρὸς ξηρός,
    τυρὸς κοπτός, τυρὸς ξυστός,
    τυρὸς τμητός, τυρὸς πηκτός.

67. Μνησίμαχος δ᾽ ἐν Ἱπποτρόφῳ τοιαῦτα παρασκευάζει: [p. 324]


    βαῖν᾽ ἐκ θαλάμων κυπαρισσορόφων
    ἔξω, Μάνη: στεῖχ᾽ εἰς ἀγορὰν
    πρὸς τοὺς Ἑρμᾶς,
    οὗ προσφοιτῶσ᾽ οἱ φύλαρχοι,
    τούς τε μαθητὰς τοὺς ὡραίους
    οὓς ἀναβαίνειν ἐπὶ τοὺς ἵππους
    μελετᾷ Φείδων καὶ καταβαίνειν
    οἶσθ᾽ οὓς φράζω;
    τούτοις τοίνυν ἄγγελλ᾽, ὁτιὴ
    ψυχρὸν τοὔψον, τὸ ποτὸν θερμόν,
    ξηρὸν φύραμ᾽, ἄρτοι ξηροί:
    σπλάγχν᾽ ὀπτᾶται, χναῦμ᾽ ἥρπασται,
    κρέας ἐξ ἅλμης ἐξῄρηται,
    τόμος ἀλλᾶντος, τόμος ἠνύστρου,
    χορδῆς ἕτερος, φύσκης ἕτερος
    διαλαιμοτομεῖθ᾽ ὑπὸ τῶν ἔνδον
    κρατὴρ ἐξερροίβδητ᾽ οἴνου:
    πρόποσις χωρεῖ: λέπεται κόρδαξ:
    ἀκολασταίνει νοῦς μειρακίων:
    πάντ᾽ ἐστ᾽ ἔνδον τὰ κάτωθεν ἄνω.
    μέμνησ᾽ ἃ λέγω, πρόσεχ᾽ οἷς φράζω.
    χάσκεις οὗτος; βλέψον δευρί: πῶς αὐτὰ φράσεις; αὐτίκ᾽ ἐρῶ σοι πάλιν ἐξ ἀρχῆς: ἥκειν ἤδη καὶ μὴ μέλλειν τῷ τε μαγείρῳ μὴ λυμαίνεσθ᾽, ὡς τῶν ὄψων ἑφθῶν ὄντων, ὀπτῶν ὄντων, ψυχρῶν ὄντων, καθ᾽ ἕκαστα λέγων βολβός, ἐλαία, σκόροδον, καυλός, κολοκύντη, ἔτνος, [p. 326] θρῖον, φυλλάς, θύννου τεμάχη, γλάνιδος, γαλεοῦ, ῥίνης, γόγγρου: φοξῖνος ὅλος, κορακῖνος ὅλος , μεμβράς, σκόμβρος, θυννίς, κωβιός. ἠλακατῆνες, κυνὸς οὐραῖον τῶν καρχαριῶν, νάρκη, βάτραχος, πέρκη, σαῦρος , τριχίας, φυκίς. βρίγκος, τρίγλη, κόκκυξ, τρυγών, σμύραινα, φάγρος, μύλλος , λεβίας, σπάρος, αἰολίας: θρᾷττα, χελιδών, καρίς, τευθίς, ψῆττα, δρακαινίς, πουλυπόδειον, ὁ σηπία, ὀρφώς, 6 κάραβος , ἔσχαρος, ἀφύαι, βελόναι, κεστρεύς, σκορπίος, ἔγχελυς, ἄρκτος: κρέα τ᾽ ἄλλα τὸ πλῆθος ἀμύθητον χηνός, χοίρου, βοός, ἀρνός, οἰός, κάπρου, αἰγός, ἀλεκτρυόνος, νήττης, κίττης, πέρδικος, ἀλωπεκίου.
    καὶ μετὰ δεῖπνον θαυμαστὸν ὅσ᾽ ἔστ᾽
    ἀγαθῶν πλήθη.
    πᾶς δὲ κατ᾽ οἴκους μάττει, πέττει,
    τίλλει, κόπτει, τέμνει, δεύει,
    χαίρει, παίζει, πηδᾷ, δειπνεῖ,
    πίνει, σκιρτᾷ, λορδοῖ, κεντεῖ. σεμναὶ δ᾽ αὐλῶν ἀγαναὶ φωναί,
    μολπά, κλαγγὰ θράττει, πνεῖται
    κούραν κασίας
    ἀπὸ γᾶς ἁγίας, ἁλίας Συρίας:
    ὀσμὴ σεμνὴ μυκτῆρα δονεῖ
    λιβάνου, μάρου, σμύρνης, καλάμου, [p. 328]
    στύρακος, βάρου,
    λίνδου, κίνδου, κισθοῦ, μίνθου:
    τοιάδε δόμους ὁμίχλη κατέχει
    πάντων ἀγαθῶν ἀνάμεστος.

68. ἐπὶ τούτοις λεγομένοις παρηνέχθη ἡ ῥοδουντία καλουμένη λοπάς: περὶ ἧς ἐξετραγῴδησεν ὁ σοφὸς ἐκεῖνος μάγειρος, πρὶν καὶ ἐπιδεῖξαι ὅ τι φέρει, διεχλεύαζέ τε τοὺς πάνυ μαγείρους γενομένους, ὧν καὶ μνημονεύων ἔφη: ‘τί τοιοῦτον ἐξεῦρεν ὁ παρὰ Ἀναξίππῳ τῷ κωμικῷ μάγειρος, ὃς ἐν τῷ Ἐγκαλυπτομένῳ τοιάδε ὠγκώσατο;


    Σόφων Ἀκαρνὰν καὶ Ῥόδιος Δαμόξενος
    ἐγένονθ᾽ ἑαυτῶν συμμαθηταὶ τῆς τέχνης:
    ἐδίδασκε δ᾽ αὐτοὺς Σικελιώτης Λάβδακος.
    οὗτοι τὰ μὲν παλαιὰ καὶ θρυλούμενα ἀρτύματ᾽ ἐξήλειψαν ἐκ τῶν βιβλίων καὶ τὴν θυίαν ἠφάνισαν ἐκ τοῦ μέσου, οἷον λέγω κύμινον, ὄξος, σίλφιον, τυρόν, κορίαννον, οἷς ὁ Κρόνος ἀρτύμασιν ἐχρῆτο, ὁ πάντ᾽ ἀφεῖλον εἶναὶ θ᾽ ὑπέλαβον τὸν τοῖς τοιούτοις παντοπώλην χρώμενον. αὐτοὶ δ᾽ ἔλαιον καὶ λοπάδα καινήν, πάτερ, πῦρ τ᾽ ὀξὺ καὶ μὴ πολλάκις φυσώμενον ἐπόθουν:, ἀπὸ τούτου πᾶν τὸ δεῖπνον εὐτρεπὲς οὗτοί τε πρῶτοι δάκρυα καὶ πταρμὸν πολὺν ἀπὸ τῆς τραπέζης καὶ σίαλον ἀπήγαγον, τῶν τ᾽ ἐσθιόντων ἀνεκάθηραν τοὺς πόρους [p. 330] ὁ μὲν οὖν Ῥόδιος πιών τιν᾽ ἅλμην ἀπέθανεν παρὰ τὴν φύσιν γὰρ τὸ ποτὸν ἦν. β. μάλ᾽ εἰκότως. α. ὁ Σόφων δὲ πᾶσαν τὴν Ἰωνίαν ἔχει, ἐμὸς γενόμενος, ὦ πάτερ, διδάσκαλος. καὐτὸς φιλοσοφῶ καταλιπεῖν συγγράμματα σπεύδων ἐμαυτοῦ καινὰ τῆς τέχνης. β. παπαῖ: ἐμὲ κατακόψεις, οὐχ ὃ θύειν μέλλομεν, Α. τὸν ὄρθρον ἐν ταῖς χερσί μ᾽ ὄψει βιβλία ἔχοντα καὶ ζητοῦντα τὰ κατὰ τὴν τέχνην, οὐδὲν Διοδώρου διαφέρω τἀσπενδίου. γεύσω δ᾽, ἐὰν βούλῃ, σὲ τῶν εὑρημένων οὐ ταὐτὰ προσάγω πᾶσιν ἀεὶ βρώματα: τεταγμέν᾽ εὐθὺς ἐστί μοι πρὸς τὸν βίον ἕτερ᾽ ἐστὶ τοῖς ἐρῶσι καὶ τοῖς φιλοσόφοις καὶ τοῖς τελώναις. μειράκιον ἐρωμένην
    ἔχον πατρῴαν οὐσίαν κατεσθίει:
    τούτῳ παρέθηκα σηπίας καὶ τευθίδας
    καὶ τῶν πετραίων ἰχθύων τῶν ποικίλων
    ἐμβαμματίοις γλαφυροῖσι κεχορηγημένα :
    ὁ γὰρ τοιοῦτός ἐστιν οὐ δειπνητικός,
    πρὸς τῷ φιλεῖν δὲ τὴν διάνοιὰν ἐστ᾽ ἔχων.
    τῷ φιλοσόφῳ παρέθηκα κωλῆν ἢ πόδας
    ἀδηφάγον τὸ ζῷον εἰς ὑπερβολὴν
    ἐστιν. τελώνῃ γλαῦκον, ἔγχελυν, σπάρον.
    ὅταν ἐγγύς ᾖ τῳ δ᾽ ἡ σορός, ἀρτύω φακῆν
    καὶ τὸ περίδειπνον τοῦ βίου λαμπρόν ποιῶ.
    τά τῶν γερόντων στόματα διαφοράν ἔχει, [p. 332]
    νωθρότερα πολλῷ δ᾽ ἐστὶν ἢ τὰ τῶν νέων.
    σίναπυ παρατίθημι τούτοις καὶ ποιῶ
    χυλοὺς ἐχομένους δριμύτητος τὴν φύσιν,
    ἵνα διεγείρας πνευματῶ τὸν ἀέρα.
    ἰδὼν τὸ πρόσωπον γνώσομ᾽ οὗ ζητεῖ φαγεῖν
    ἕκαστος ὑμῶν.

69. καὶ ὁ παρὰ Διονυσίῳ δὲ ἐν Θεσμοφόρῳ μάγειρος, ἄνδρες δαιταλεῖς ῾ου᾽ χεῖρον γὰρ καὶ τούτου μνησθῆναἰ, τί φησίν;


    σφόδρα μοι κεχάρισαι, Σιμία. νὴ τοὺς θεούς,
    ταυτὶ προείπας τὸν μάγειρον εἰδέναι
    πολὺ δεῖ γὰρ αἰεὶ πρότερον οἷς μέλλει ποιεῖν
    τὸ δεῖπνον ἢ τὸ δεῖπνον ἐγχειρεῖν ποιεῖν.
    ἂν μὲν γάρ ἕν τις τοῦτ᾽ ἐπιβλέψῃ μόνον,
    τοὔψον ποιῆσαι κατὰ τρόπον πῶς δεῖ, τίνα
    τρόπον παραθεῖναι δ᾽ ἢ πότ᾽ ἢ πῶς σκευάσαι
    δεῖ, μὴ προίδηται τοῦτο μηδὲ φροντίσῃ,
    οὐκέτι μάγειρος, ὀψοποιός ἐστι δέ.
    οὐ ταὐτὸ δ᾽ ἐστὶ τοῦτο, πολὺ διήλλαχεν.
    ὡς οὐ στρατηγὸς πᾶς καλεῖθ᾽ ὃς ἂν λάβῃ
    δύναμιν, ὁ μέντοι δυνάμενος κἀν πράγμασιν
    ἀναστραφῆναι καὶ διαβλέψαι τί που
    στρατηγός ἐστιν, ἡγεμὼν δὲ θάτερον,
    οὕτως ἐφ᾽ ἡμῖν σκευάσαι μὲν ἢ τεμεῖν
    ἡδύσμαθ᾽ ἑψῆσαί τε καὶ φυσᾶν τὸ πῦρ
    ὁ τυχὼν δύναιτ᾽ ἄν: ὀψοποιὸς οὖν μόνον
    ἐστὶν ὁ τοιοῦτος, ὁ δὲ μάγειρος ἄλλο τι. [p. 334] συνιδεῖν τόπον, ὥραν, τὸν καλοῦντα, τὸν πάλιν
    δειπνοῦντα, πότε δεῖ καί τίν᾽ ἰχθὺν ἀγοράσαι,
    οὐ τοῦ τυχόντος, πάντα μὲν λήψει σχεδὸν
    αἰεὶ γάρ: οὐκ αἰεὶ δὲ τὴν τούτων χάριν
    ἔχεις ὁμοίαν οὐδ᾽ ἴσην τὴν ἡδονήν.
    Ἀρχέστρατος γέγραφέ τε καὶ δοξάζεται
    παρά τισιν οὕτως ὡς λέγων τι χρήσιμον.
    τὰ πολλὰ δ᾽ ἠγνόηκε κοὐδὲ ἓν λέγει.
    μὴ πάντ᾽ ἄκουε μηδὲ πάντα μάνθανε.
    τῶν βιβλίων ἔσθ᾽ ἕνεκα τὰ περὶ τὴν τέχνην
    κενὰ μᾶλλον ἢ τόθ᾽ ὅτ᾽ οὐδέπω γεγραμμέν᾽ ἦν.
    οὐδ᾽ ἔστιν εἰπεῖν περὶ μαγειρικῆς, ἐπεὶ
    εἶπ᾽ ἀρτίως ...
    ὅρον γὰρ οὐκ ἔσχηκεν οὐδὲ κύριον
    αὐτὴ δ᾽ ἑαυτῆς ἐστι δεσπότης. ἐὰν δ᾽
    εὖ μὲν σὺ χρήσῃ τῇ τέχνῃ, τὸν τῆς τέχνης
    καιρὸν δ᾽ ἀπολέσῃς, παραπόλωλεν ἡ τέχνη.
    σιμ. ἄνθρωπε, μέγας εἶ. α. τουτονὶ δ᾽, ὃν ἀρτίως
    ἔφης ἔχοντα πεῖραν ἥκειν πολυτελῶν
    πολλῶν τε δείπνων, ἐπιλαθέσθαι, Σιμία,
    πάντων ποιήσω, θρῖον ἂν δείξω μόνον
    παραθῶ τε δεῖπνον ὄζον αὔρας Ἀττικῆς.
    ἐξ ἀντλίας ἥκοντα καὶ γέμοντ᾽ ἔτι
    φορτηγικῶν μοι βρωμάτων κἀγωνίας
    τἠμῇ ποιήσω νυστάσαι παροψίδι.

’ 70. [p. 336]


    πρὸς ταῦτα Αἰμιλιανὸς ἔφη:: “
    βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς
    εἰρημέν᾽ ἐστὶ ” κατὰ τοὺς Ἡγησίππου Ἀδελφούς: σὺ οὖν ἢ δρῶν τι φαίνου καινὸν ῾ παρὰ τοὺς ἔμπροσθεν᾽ ἢ μὴ κόπτ᾽ ἐμέ, καὶ δεῖξον ὃ φέρεις καὶ λέγε τί ἐστι.

καὶ ὅς:: “β. καταφρονεῖς ὅτι μάγειρός εἰμι ἴσως ὅσον ἀπὸ ταύτης τῆς τέχνης εἴργασμ᾽ ἐγώ, κατά, τὸν κωμικὸν Δημήτριον, ὃς ἐν τῷ ἐπιγραφομένῳ Ἀρεοπαγίτῃ ταῦτ᾽ εἴρηκεν


    ὅσον δ᾽ ἀπὸ ταύτης τῆς τέχνης εἴργασμ᾽ ἐγώ,
    οὐδεὶς ὑποκριτής ἐσθ᾽ ὅλως εἰργασμένος.
    καπνιζομένη τυραννὶς αὕτη 'σθ᾽ ἡ τέχνη,
    ἀβυρτακοποιὸς παρὰ Σέλευκον ἐγενόμην,
    παρ᾽ Ἀγαθοκλεῖ δὲ πρῶτος εἰσήνεγκ᾽ ἐγὼ
    τῷ Σικελιώτῃ τὴν τυραννικὴν φακῆν.
    τὸ μέγιστον οὐκ εἴρηκα Λαχάρους τινός,
    ὅτ᾽ ἦν ὁ λιμός, ἑστιῶντος τοὺς φίλους,
    ἀνάληψιν ἐποίησ᾽ εἰσενέγκας κάππαριν.




    α. γυμνὴν Ἀθηνᾶν τότ᾽ ἐποίησε Λαχάρης οὐδὲν ἐνοχλοῦσαν σὲ δ᾽ ἐνοχλοῦντα νῦν ἐγώ,

ὁ Αἰμιλιανὸς ἔφη, ‘εἰ μὴ δείξεις ὅ τι φέρεις.’ καὶ ὃς μόλις ἔφη: ‘ ῥοδωνιὰν καλῶ μὲν τὴν λοπάδα ταύτην ἐγώ ἐσκεύασται δ᾽ οὕτως, ἵνα καὶ ἥδυσμα στεφανωτικὸν μὴ μόνον ἐπὶ τῆς κεφαλῆς λαβὼν σχῇς, [p. 338] ἀλλὰ καὶ ἔνδον σεαυτοῦ καὶ πανδαισίᾳ τὸ σωμάτιον πᾶν ἑστιάσῃς, ῥόδα τὰ εὐοσμότατα ἐν ἴγδει τρίψας ἐπέβαλον ἐγκεφάλους ὀρνίθων τε καὶ χοίρων ἑφθοὺς σφόδρα ἐξινιασθέντας καὶ τῶν ᾠῶν τὰ χρυσᾶ, μεθ᾽ ἃ ἔλαιον, γάρον, πέπερι, οἶνον. καὶ ταῦτα διατρίψας ἐπιμελῶς ἐνέβαλον εἰς λοπάδα καινήν, ἁπαλὸν καὶ συνεχὲς διδοὺς τὸ πῦρ.’ καὶ ἅμα λέγων ἀναπετάσας τὴν λοπάδα τοσαύτην εὐωδίαν παρέσχε τῷ συμποσίῳ, ὡς ἀληθῶς τινα τῶν παρόντων εἰπεῖν


    τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ
    ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ᾽ αὐτμή.

τοσαύτη διεχύθη ἀπὸ τῶν ῥόδων εὐωδία. 71. μετὰ ταῦτα περιενεχθεισῶν ‘ ὀρνίθων τε ὀπτῶν φακῆς τε καὶ πισῶν αὐταῖς χύτραις,’ ἔτι δὲ τῶν τοιούτων περὶ ὧν Φαινίας ὁ Ἐρέσιος ἐν τοῖς περὶ φυτῶν τάδε γράφει: ‘ πᾶσα γὰρ χεδροπώδης ἥμερος φύσις ἐνσπέρματος ἣ μὲν ἑψήσεως ἕνεκα σπείρεται, οἷον ὁ κύαμος, πισός: ἐτνηρὸν γὰρ ἐκ τούτων ἕψημα γίνεται: τὰ δὲ πάλιν αὖθις λεκιθώδη, καθάπερ ἄρακος: τὸ δὲ φακῆς, οἷον ἀφάκη, φακός: τὸ δὲ χόρτου ἕνεκα τῶν τετραπόδων ζῴων, οἷον ὄροβος μὲν ἀροτήρων βοῶν, ἀφάκη δὲ προβάτων.’ πισοῦ δὲ τοῦ ὀσπρίου μνημονεύει καὶ Εὔπολις ἐν Χρυσῷ γένει. Ἡλιόδωρος δ᾽ ὁ περιηγητὴς ἐν α᾽ περὶ ἀκροπόλεως ‘ τῆς τῶν πυρῶν,’ φησίν, ‘ ἑψήσεως ἐπινοηθείσης οἱ μὲν παλαιοὶ πύανον, οἱ δὲ νῦν [p. 340] ὁλόπυρον προσαγορεύουσιν.’ τοιούτων ἔτι πολλῶν λεγομένων ὁ Δημόκριτος ἔφη: ‘ ἀλλὰ κἂν τῆς φακῆς ἐάσατε ἡμᾶς μεταλαβεῖν ἢ αὐτῆς γε τῆς χύτρας, μὴ καὶ λίθοις τις ὑμῶν βεβλήσεται, κατὰ τὸν Θάσιον Ἡγήμονα,’ καὶ ὁ Οὐλπιανὸς ἔφη: ‘τίς δ᾽ αὕτη ἡ λιθίνη βαλλητύς; Ἐλευσῖνι γὰρ τῇ ἐμῇ οἶδά τινα πανήγυριν ἀγομένην καὶ καλουμένην Βαλλητὺν περὶ ἧς οὐκ ἄν τι εἴποιμι μὴ παρ᾽ ἑκάστου μισθὸν λαβών.’ ‘ ἀλλ᾽ ἔγωγε,’ φησὶν ὁ Δημόκριτος, ‘οὐκ ὢν 'λαβάργυρος2ὡρολογητὴσ᾽ κατὰ τὸν Τίμωνος Πρόδικον λέξω τὰ περὶ τοῦ Ἡγήμονος. 72. χαμαιλέων ὁ Ποντικὸς ἐν ἕκτῳ περὶ τῆς ἀρχαίας κωμῳδίας ι Ἡγήμων φησίν, ' ὁ Θάσιος ὁ τὰς παρῳδίας γράψας πρῶτος Φακῆ ἐπεκαλεῖτο καὶ ἐποίησεν ἔν τινι τῶν παρῳδιῶν


    ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη,
    χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε μῦθον.
    δεινὰ παθοῦσα, Φακῆ βδελυρή, χώρει 'ς τὸν ἀγῶνα.
    καὶ τότ᾽ ἐγὼ ' θάρσησα.

εἰσῆλθε δέ ποτε καὶ εἰς τὸ θέατρον διδάσκων κωμῳδίαν λίθων ἔχων πλῆρες τὸ ἱμάτιον, οὓς βάλλων εἰς τὴν ὀρχήστραν διαπορεῖν ἐποίησε τοὺς θεατάς. καὶ ὀλίγον διαλιπὼν εἶπε: [p. 342]


    λίθοι μὲν οἵδε: βαλλέτω δ᾽ εἴ τις θέλει:
    ἀγαθὸν δὲ κἀν χειμῶνι κἀν θέρει φακῆ.

εὐδοκίμει δ᾽: ὁ ἀνὴρ μάλιστα ἐν ταῖς παρῳδίαις καὶ περιβόητος ἦν λέγων τὰ ἔπη πανούργως καὶ ὑποκριτικῶς καὶ διὰ ταῦτα σφόδρα παρὰ τοῖς Ἀθηναίοις εὐδοκίμει. ἐν δὲ τῇ Γιγαντομαχίᾳ οὕτω σφόδρα τοὺς Ἀθηναίους ἐκήλησεν, ὡς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πλεῖστα αὐτοὺς γελάσαι, καίτοι ἀγγελθέντων αὐτοῖς ἐν τῷ θεάτρῳ τῶν γενομένων περὶ Σικελίαν ἀτυχημάτων. οὐδεὶς οὖν ἀνέστη καίτοι σχεδὸν πᾶσι τῶν οἰκείων ἀπολωλότων. ἔκλαιον οὖν ἐγκαλυψάμενοι, οὐκ ἀνέστησαν δ᾽, ἵνα μὴ γένωνται διαφανεῖς τοῖς ἀπὸ τῶν ἄλλων πόλεων θεωροῦσιν ἀχθόμενοι τῇ συμφορᾷ: διέμειναν δ᾽ ἀκροώμενοι καίτοι καὶ αὐτοῦ τοῦ Ἡγήμονος, ὡς ἤκουσε, σιωπᾶν διεγνωκότος. καθ᾽ ὃν δὲ χρόνον θαλασσοκρατοῦντες 'ι Ἀθηναῖο ι ἀνῆγον εἰς ἄστυ τὰς νησιωτικὰς δίκας γραψάμενός τις καὶ τὸν Ἡγήμονα δίκην ἤγαγεν εἰς τὰς Ἀθήνας, ὁ δὲ παραγενόμενος καὶ συναγαγὼν τοὺς περὶ τὸν Διόνυσον τεχνίτας προσῆλθε μετ᾽ αὐτῶν Ἀλκιβιάδῃ βοηθεῖν ἀξιῶν. ὁ δὲ θαρρεῖν παρακελευσάμενος εἰπών τε πᾶσιν ἕπεσθαι ἧκεν εἰς τὸ Μητρῷον, ὅπου τῶν δικῶν ἦσαν αἱ γραφαί, καὶ βρέξας τὸν δάκτυλον ἐκ τοῦ στόματος διήλειψε τὴν δίκην τοῦ Ἡγήμονος. ἀγανακτοῦντες δ᾽ ὅ τε γραμματεὺς καὶ ὁ ἄρχων τὰς ἡσυχίας ἤγαγον δι᾽ Ἀλκιβιάδην, [p. 344] φυγόντος δι᾽ εὐλάβειαν καὶ τοῦ τὴν δίκην γραψαμένου 73. .' αὕτη παρ᾽ ἡμῶν, Οὐλπιανέ, ἡ βαλλητύς. σὺ δ᾽ ὅταν βουληθῇς ἐρεῖς περὶ τῆς Ἐλευσῖνι.’ καὶ ὁ Οὐλπιανός: “ἀλλά με ἀνέμνησας, καλὲ Δημόκριτε, μνησθεὶς χύτρας ποθοῦντα μαθεῖν πολλάκις τίς ἡ Τηλεμάχου καλουμένη χύτρα καὶ τίς ὁ Τηλέμαχος.” καὶ ὁ Δημόκριτος ἔφη; “ Τιμοκλῆς ὁ τῆς κωμῳδίας ποιητὴς ἦν δὲ καὶ τραγῳδίας ἐν μὲν δράματι Λήθῃ φησί:


    μετὰ τοῦτον αὐτῷ Τηλέμαχος συνετύγχανε.
    καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ
    ἔπειτα 'χρῆσόν μοι σύ, φησί, τὰς χύτρας
    ἐν αἷσιν ἕψεις τοὺς κυάμους καὶ ταῦτά γε
    ἔφη τε καὶ παριόντα Φείδιππον πάλιν
    τὸν Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν παχὺν
    ἐπόππυσ᾽, εἶτ᾽ ἐκέλευσε πέμπειν σαργάνας.

ὅτι δὲ καὶ τῶν δήμων Ἀχαρνεὺς ὁ Τηλέμαχος ὁ αὐτὸς ποιητής φησιν ἐν Διονύσῳ οὕτως:


    ὁ δ᾽ Ἀχαρνικὸς Τηλέμαχος ἔτι δημηγορεῖ.
    οὗτος δ᾽ ἔοικε τοῖς νεωνήτοις Σύροις.
    β. πῶς ἢ τί πράττων; βούλομαι γὰρ εἰδέναι.
    α. θάργηλον ἀγκάλῃ κυάμων χύτραν φέρει.

ἐν δ᾽ Ἰκαρίοις σατύροις φησίν: [p. 346]


    ὥστ᾽ ἔχειν οὐδὲν παρ᾽ ἡμῖν. νυκτερεύσας δ᾽ ἀθλίως
    πρῶτα μὲν σκληρῶς καθεῦδον, εἶτα Θούδιππος
    βδέων
    παντελῶς ἔπνιξεν ἡμᾶς, εἶθ᾽ ὁ λιμὸς ἥπτετο.
    εἶτ᾽ ἐφερόμην πρὸς Δίωνα τὸν διάπυρον: ἀλλὰ >, γὰρ
    οὐδ᾽ ἐκεῖνος οὐδὲν εἶχε. πρὸς δὲ τὸν χρηστὸν δραμὼν
    Τηλέμαχον Ἀχαρνέα σωρόν τε κυάμων καταλαβὼν
    ἁρπάσας τούτων ἐνέτραγον. ὁ δ᾽ ὄνος ἡμᾶς
    ὡς ὁρᾷ,
    ὡσπερεὶ ὁ Κηφισόδωρος περὶ τὸ βῆμ᾽, ἐπέρδετο.

ἐκ τούτων δῆλόν ἐστιν ὅτι Τηλέμαχος κυάμων χύτρας ἀεὶ σιτούμενος ἦγε Πυανέψια πορδὴν ἑορτήν. 74. ἔτνους δὲ κυαμίνου μνημονεύει Ἡνίοχος ὁ κωμικὸς ἐν Τροχίλῳ λέγων οὕτως:


    πρὸς ἐμαυτὸν ἐνθυμούμενος, νὴ τοὺς θεούς,
    ὅσῳ διαφέρει σῦκα καρδάμων, σὺ δὲ
    Παύσωνι φὴς τὸ δεῖνα προσλελαληκέναι;
    β. καὶ πρᾶγμά γ᾽ ἠρώτα με δυστράπελον πάνυ,
    ἔχον δὲ πολλὰς φροντίδων διεξόδους.
    α. λέγ᾽ αὐτό: καὶ γὰρ οὐκ ἀγέλοιὸν ἐστ᾽ ἴσως.
    β. ἔτνος κυάμινον διότι τὴν μὲν γαστέρα [p. 348]
    φυσᾷ, τὸ δὲ πῦρ οὔ. α. χάριεν οἷς γινώσκεται
    τὸ πρᾶγμα τοῦ Παύσωνος. ὡς δ᾽ ἀεί ποτε
    περί τοὺς κυάμους ἔσθ᾽ οὗτος ὁ σοφιστὴς γέλως.1

” τοιούτων οὖν 75. πολλάκις λεγομένων ὕδωρ ἐφέρετο κατὰ χειρῶν. καὶ πάλιν ὁ Οὐλπιανὸς ἐζήτει εἰ τὸ χέρνιβον εἴρηται, καθάπερ ἡμεῖς λέγομεν ἐν τῇ συνηθείᾳ. καί τις αὐτῷ ἀπήντησεν λέγων τὸ ἐν Ἰλιάδι::


    ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὤτρυν᾽ ὁ γεραιὸς
    χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον ἡ δὲ παρέστη
    χέρνιβον ἀμφίπολος πρόχοὸν θ᾽ ἅμα χερσὶν ἔχουσα.

Ἀττικοὶ δὲ χερνίβιον λέγουσιν, ὡς Λυσίας ἐν τῷ κατὰ Ἀλκιβιάδου λέγων οὕτως: ‘ τοῖς χρυσοῖς χερνιβίοις καὶ θυμιατηρίοις.’ χειρόνιπτρον δ᾽ Εὔπολις ἐν Δήμοις:


    κἄν τις τύχῃ πρῶτος δραμὼν εἴληφε χειρόνιπτρον
    ἀνὴρ δ᾽ ὅταν τις ἀγαθὸς ᾖ καὶ χρήσιμος πολίτης
    νικᾷ τε πάντας χρηστὸς ὤν, οὐκ ἔστι χειρόνιπτρον.

Ἐπίχαρμος δ᾽ ἐν Θεαροῖς εἴρηκε χειρόνιβα διὰ τούτων


    κιθάρα, τρίποδες, ἅρματα, τράπεζαι χαλκίαι,
    χειρόνιβα, λοιβάσια, λέβητες χαλκίοι.

ἡ πλείων δὲ χρῆσις κατὰ χειρὸς ὕδωρ εἴωθε λέγειν, ὡς Εὔπολις ἐν Χρυσῷ γένει καὶ Ἀμειψίας [p. 350] Σφενδόνῃ Ἀλκαῖός τε ἐν Ἱερῷ γάμῳ. πλεῖστον δ᾽ ἐστὶ τοῦτο. Φιλύλλιος δὲ ἐν Αὔγῃ κατὰ χειρῶν εἴρηκεν οὕτως: ι


    καὶ δὴ δεδειπνήκασιν αἱ γυναῖκες: ἀλλ᾽ ἀφαιρεῖν
    ὥρα ' στὶν ἤδη τὰς τραπέζας, εἶτα παρακορῆσαι,
    ἔπειτα κατὰ χειρῶν ἑκάστῃ καὶ μύρον τι δοῦναι.

Μένανδρος Ὑδρίᾳ::


    οἱ δὲ κατὰ χειρῶν λαβόντες περιμένουσι, φίλτατε.

76. Ἀριστοφάνης δὲ ὁ γραμματικὸς ἐν τοῖς πρὸς τοὺς Καλλιμάχου πίνακας χλευάζει τοὺς οὐκ εἰδότας τὴν διαφορὰν τοῦ τε κατὰ χειρὸς καὶ τοῦ ἀπονίψασθαι. παρὰ γὰρ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρίστου καὶ δείπνου λέγεσθαι κατὰ χειρός, τὸ δὲ μετὰ ταῦτα ἀπονίψασθαι. ἔοικε δ᾽ ὁ γραμματικὸς τοῦτο πεφυλαχέναι παρά τοῖς Ἀττικοῖς, ἐπεί τοι Ὅμηρός πῃ μέν φησι:


    νίψασθαι: παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.

πῂ δέ:


    τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
    σῖτον δὲ δμωαὶ παρενήνεον ἐν κανέοισι.

καὶ Σώφρων ἐν γυναικείοις: ‘ τάλαινα Κοικόα, κατὰ χειρὸς δοῦσα ἀπόδος πόχ᾽ ἁμῖν τὰν [p. 352] τράπεζαν.’ παρὰ μέντοι τοῖς τραγικοῖς καὶ τοῖς κωμικοῖς παροξυτόνως ἀνέγνωσται χερνίβα: παρ᾽ Εὐριπίδῃ ἐν Ἡρακλεῖ:


    εἰς χερνίβ᾽ ὡς βάψειεν Ἀλκμήνης γόνος.

ἀλλὰ καὶ παρ᾽ Εὐπόλιδι ἐν Αἰξὶν


    αὐτοῦ τὴν χερνίβα παύσεις.

ἐστὶ δὲ ὕδωρ εἰς ὃ ἀπέβαπτον δαλὸν ἐκ τοῦ βωμοῦ λαμβάνοντες ἐφ᾽ οὗ τὴν θυσίαν ἐπετέλουν καὶ τούτῳ περιρραίνοντες τοὺς παρόντας ἥγνιζον. χρὴ μέντοι προπαροξυτόνως προφέρεσθαι. τὰ γὰρ τοιάδε ῥηματικὰ σύνθετα εἰς ψ λήγοντα γεγονότα παρὰ τὸν παρακείμενον τὴν παραλήγουσαν τοῦ παρακειμένου φυλάσσουσιν, ἄν τε ἔχῃ τοῦτον διὰ τῶν δύο μμ λεγόμενον, βαρύνεται, λέλειμμαι αἰγίλιψ, τέτριμμαι οἰκότριψ, κέκλεμμαι βοίκλεψ, παρὰ Σοφοκλεῖ Ἑρμῆς, βέβλεμμαι κατῶβλεψ, παρὰ Ἀρχελάῳ τῷ Χερρονησίτῃ ἐν τοῖς Ἰδιοφυέσιν: ἐν δὲ ταῖς πλαγίοις τὰ τοιαῦτα ἐπὶ τῆς αὐτῆς συλλαβῆς φυλάττειν τὴν τάσιν. Ἀριστοφάνης δ᾽ ἐν Ἥρωσι χερνίβιον εἴρηκεν. 77. ἐχρῶντο δ᾽ εἰς τὰς χεῖρας ἀποπλύνοντες αὐτὰς καὶ σμήματι ἀπορύψεως χάριν, ὡς παρίστησιν Ἀντιφάνης ἐν Κωρύκῳ:


    ἐν ὅσῳ δ᾽ ἀκροῶμαί σου κέλευσὸν μοί τινα [p. 354]
    φέρειν ἀπονίψασθαι. β. δότω τις δεῦρ᾽ ὕδωρ
    καὶ σμῆμα.

ἔτι δὲ καὶ εὐώδεσι τὰς χεῖρας κατεχρίοντο τὰς ἀπομαγδαλίας ἀτιμάσαντες, ἃς Λακεδαιμόνιοι ἐκάλουν κυνάδας, ὥς φησι Πολέμων ἐν τῇ περὶ ὀνομάτων ἀδόξων ἐπιστολῇ. περὶ δὲ τοῦ εὐώδεσι χρίεσθαι τὰς χεῖρας Ἐπιγένης ἢ ι Ἀντιφάνης φησὶν ἐν Ἀργυρίου ἀφανισμῷ οὕτως:


    τότε
    περιπατήσεις κἀπονίψει κατὰ τρόπον
    τὰς χεῖρας εὐώδη λαβὼν γῆν.

καὶ Φιλόξενος δ᾽ ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ φησίν


    ἔπειτα δὲ παῖδες νίπτρ᾽ ἔδοσαν κατὰ χειρῶν,
    σμήμασιν ἰρινομείκτοις χλιεροθαλπὲς ὕδωρ ἐπεγχέοντες
    τόσσον ὅσον τις ἔχρῃζ᾽, ἐκτρίμματά τε ...
    λαμπρὰ
    σινδονυφῆ, δίδοσαν δὲ χρίματὰ τ᾽ ἀμβροσίοδμα
    καὶ στεφάνους ἰοθαλέας.

Δρόμων δ᾽ ἐν Ψαλτρίᾳ:


    ἐπεὶ δὲ θᾶττον ἦμεν ἠριστηκότες,
    ὁ παῖς περιεῖλε τὰς τραπέζας, νίμματα
    ἐπέχει τις, ἀπενιζόμεθα, τοὺς στεφάνους πάλιν
    τοὺς ἑσπερίνους λαβόντες ἐστεφανούμεθα. [p. 356]

78. ἐκάλουν δ᾽ ἀπόνιπτρον τὸ ἀπόνιμμα τῶν χειρῶν καὶ τῶν ποδῶν. Ἀριστοφάνης:


    ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας.

ἴσως δὲ καὶ τὴν λεκάνην οὕτως ἔλεγον, ἐν ᾧ τρόπῳ καὶ χειρόνιπτρον. ἰδίως δὲ καλεῖται παρ᾽ Ἀθηναίοις ἀπόνιμμα ἐπὶ τῶν εἰς τιμὴν τοῖς νεκροῖς γινομένων καὶ ἐπὶ τῶν τοὺς ἐναγεῖς καθαιρόντων, ὡς καὶ Ἀντικλείδης ἐν τῷ ἐπιγραφομένῳ Ἐξηγητικῷ. προθεὶς γὰρ περὶ ἐναγισμῶν γράφει τάδε: ‘ ὄρυξαι βόθυνον πρὸς ἑσπέραν τοῦ σήματος, ἔπειτα στὰς παρὰ τὸν βόθυνον πρὸς ἑσπέραν βλέπε, ὕδωρ κατάχεε λέγων τάδε: ὑμῖν ἀπόνιμμα οἷς χρὴ καὶ οἷς θέμις, ἔπειτα αὖθις μύρον κατάχεε.’ παρέθετο ταῦτα καὶ Δωρόθεος, φάσκων καὶ ἐν τοῖς τῶν Εὐπατριδῶν πατρίοις τάδε γεγράφθαι περὶ τῆς τῶν ἱκετῶν καθάρσεως ‘ἔπειτα ἀπονιψάμενος αὐτὸς καὶ οἱ ἄλλοι οἱ σπλαγχνεύοντες ὕδωρ λαβὼν κάθαιρε, ἀπόνιζε τὸ αἷμα τοῦ καθαιρομένου καὶ μετὰ ταῦτα τὸ ἀπόνιμμα ἀνακινήσας εἰς ταὐτὸ ἔγχεε.’ 79.

χειρόμακτρον δὲ καλεῖται ᾧ τὰς χεῖρας ἀπεμάττοντο ὠμολίνῳ: ὅπερ ἐν τοῖς προκειμένοις Φιλόξενος ὁ Κυθήριος ὠνόμασεν ἔκτριμμα. Ἀριστοφάνης Ταγηνισταῖς:


    φέρε, παῖ, ταχέως κατὰ χειρὸς ὕδωρ,
    παράπεμπε τὸ χειρόμακτρον. [p. 358]

σημειωτέον δὲ ὅτι καὶ μετὰ τὸ δειπνῆσαι κατὰ χειρὸς ἔλεγον, οὐχ ὡς Ἀριστοφάνης ὁ γραμματικὸς φησιν ὅτι πρὶν φαγεῖν οἱ Ἀττικοὶ κατὰ χειρὸς ἔλεγον, μετὰ δὲ τὸ δειπνῆσαι ἀπονίψασθαι. Σοφοκλῆς Οἰνομάῳ:


    σκυθιστὶ χειρόμακτρον ἐκκεκαρμένος

καὶ Ἡρόδοτος ἐν δευτέρᾳ. Ξενοφῶν δ᾽ ἐν α᾽ Παιδείας γράφει ‘ὅταν δὲ τούτων τινὸς θίγῃς, εὐθὺς ἀποκαθαίρει τὴν χεῖρα εἰς τὰ χειρόμακτρα, ὡς πάνυ ἀχθόμενος ὅτι κατάπλεά σοι ἀπ᾽ αὐτῶν ἐγένετο.’ Πολέμων δ᾽ ἐν ἕκτῳ τῶν πρὸς Ἀντίγονον καὶ Ἀδαῖον περὶ τῆς διαφορᾶς λέγει τοῦ κατὰ χειρὸς πρὸς τὸ νίψασθαι. Δημόνικος δ᾽ ἐν τῷ Ἀχελῴῳ τὸ πρὸ τοῦ δείπνου κατὰ χειρός φησι διὰ τούτων


    ἐσπουδάκει δ᾽ ἕκαστος ὡς ἂν ἑστιῶν
    ἅμα τ᾽ ὀξύπεινον ἄνδρα καὶ Βοιώτιον.
    τὸ γοῦν κατὰ χειρὸς περιέγραψ᾽ εἴπας ὅτι
    μετὰ δεῖπνον αὐτῷ τοῦτο γίνεται λαβεῖν.

ὠμολίνου δὲ μέμνηται Κρατῖνος ἐν Ἀρχιλόχοις: ‘ ὠμολίνοις κόμη βρύουσ᾽ ἀτιμίας πλέως.’ Σαπφὼ δ᾽ ὅταν λέγῃ ἐν τῷ πέμπτῳ τῶν μελῶν πρὸς τὴν Ἀφροδίτην [p. 360]


    χερρόμακτρα δὲ πορφύρᾳ
    κἀπαυγάμενα ταῦτά τοι
    Μνᾶσις πέμψ᾽ ἀπὺ Φωκάας
    δῶρα τίμια κὰγ

γενῦν, κόσμον λέγει κεφαλῆς τὰ χειρόμακτρα, ὡς καὶ Ἑκαταῖος δηλοῖ ἢ ὁ γεγραφὼς τὰς περιηγήσεις ἐν τῇ Ἀσίᾳ ἐπιγραφομένῃ ‘γυναῖκες δ᾽ ἐπὶ τῆς κεφαλῆς ἔχουσι χειρόμακτρα.’ Ἡρόδοτος δ᾽ ἐν τῇ β᾽ φησί: ‘ μετὰ δὲ ταῦτα ἔλεγον τοῦτον τὸν βασιλέα ζωὸν καταβῆναι κάτω εἰς ὃν οἱ Ἕλληνες Ἅιδην νομίζουσι κἀκεῖθι συγκυβεύειν τῇ Δήμητρι, καὶ τὰ μὲν νικᾶν αὐτήν, τὰ δὲ ἑσσοῦσθαι ὑπ᾽ αὐτῆς: καί μιν πάλιν ἀναφικέσθαι δῶρον ἔχοντα παρ᾽ αὐτῆς χειρόμακτρον χρύσεον.’ 80. τὸν δὲ τῷ χερνίβῳ ῥάναντα παῖδα διδόντα κατὰ χειρὸς Ἡρακλεῖ ὕδωρ, ὃν ἀπέκτεινεν ὁ ῾ Ἡρακλῆς κονδύλῳ, Ἑλλάνικος ἐν μὲν ταῖς ἱστορίαις Ἀρχίαν φησὶ καλεῖσθαι: δι᾽ ὃν καὶ ἐξεχώρησε Καλυδῶνος, ἐν δὲ τῷ δευτέρῳ τῆς Φορωνίδος Χερίαν αὐτὸν ὀνομάζει. Ἡρόδωρος δ᾽ ἐν ἑπτακαιδεκάτῃ τοῦ καθ᾽ Ἡρακλέα λόγου Εὔνομον. καὶ Κύαθον δὲ τὸν Πύλητος μὲν υἱόν, ἀδελφὸν δὲ Ἀντιμάχου ἀπέκτεινεν ἄκων ῾ Ἡρακλῆς οἰνοχοοῦντα αὐτῷ, ὡς Νίκανδρος ἱστορεῖ ἐν δευτέρῳ Οἰταικῶν, ᾧ καὶ ἀνεῖσθαί φησι τέμενος ὑπὸ τοῦ ῾ Ἡρακλέους [p. 362] ἐν Προσχίῳ, ὃ μέχρι νῦν προσαγορεύεσθαι Οἰνοχόου. ἡμεῖς δ᾽ ἐνταῦθα καταπαύσαντες τὸν λόγον ἀρχὴν ποιησόμεθα τῶν ἑξῆς ἀπὸ τῆς τοῦ Ἡρακλέους ἀδηφαγίας.