Δειπνοσοφισταί (Σύνοψις)/ζ
←Βιβλίον ς΄ | Βιβλίον ζ΄ Συγγραφέας: Δειπνοσοφισταί (Σύνοψις) |
Βιβλίον η΄→ |
Athenaeus. The Deipnosophists. Cambridge, MA. Harvard University Press. London. William Heinemann Ltd. 1927. 1. |
1. Επιτελουμένου δὲ ἥδη τοῦ δείπνου τῶν Φαγη σίων ἑορτὴν συντελεῖσθαι νομίσαντες οἱ κυνικοὶ πάντων μᾶλλον ηὐφραίνοντο. καὶ ὁ Κύνουλκος ἔφη: ‘ἕως ἡμεῖς δειπνοῦμεν, ὦ Οὐλπιανὲ λόγοις γὰρ ἑστιᾷ, προβάλλω σοι παρὰ τίνι εἴρηται Φαγήσια ἑορτὴ καὶ Φαγησιπόσια.’ καὶ ὃς ἀπορηθεὶς ἐπισχεῖν τε κελεύσας τοὺς παῖδας τὴν περιφορὰν καίτοι ἤδη οὔσης ἑσπέρας: ‘οὐ συμπεριφέρομαι, ὦ σοφώτατε ὥστε λέγειν σοὶ καιρός, ἵνα μᾶλλον καὶ δειπνήσῃς ἥδιον.’ καὶ ὃς ‘εἰ χάριν ὁμολογήσεις μαθών, λέξω.’ ὁμολογήσαντος δ᾽ ἔφη: ‘Κλέαρχος Ἀριστοτέλους μαθητής, Σολεὺς δὲ τὸ γένος, ἐν τῷ προτέρῳ περὶ γρίφων: κρατῶ γάρ καὶ τῆς λέξεως διὰ τὸ σφόδρα μοι εἶναι προσφιλῆ οὑτωσί πως εἴρηκε: ‘ φαγήσια, οἱ δὲ φαγησιπόσια προσαγορεύουσι τὴν ἑορτήν ἐξέλιπε δὲ αὕτη, καθάπερ ἡ τῶν ῥαψῳδῶν ἣν ἦγον ... καὶ τὴν τῶν Διονυσίων ἐν ᾗ παριόντες ἑκάστῳ [p. 240] τῶν θεῶν οἷον τιμὴν ἐπετέλουν τὴν ῥαψῳδίαν.’ ταῦτ᾽ εἶπεν ὁ Κλέαρχος, εἰ δ᾽ ἀπιστεῖς, ὦ ἑταῖρε, καὶ τὸ βιβλίον κεκτημένος οὐ φθονήσω σοι: ἀφ᾽ οὗ πολλὰ ἐκμαθὼν εὐπορήσεις προβλημάτων καὶ γὰρ Καλλίαν ἱστορεῖ τὸν Ἀθηναῖον γραμματικὴν συνθεῖναι τραγῳδίαν ἀφ᾽ ἧς ποιῆσαι τὰ μέλη καὶ τὴν διάθεσιν Εὐριπίδην ἐν Μηδείᾳ καὶ Σοφοκλέα τὸν Οἰδίπουν.’ 2. θαυμασάντων δὲ πάντων τὸ εὐπαίδευτον τοῦ Κυνούλκου ὁ Πλούταρχος ‘ κατὰ τὸ ὅμοιον, ἔφη, καὶ ἐν Ἀλεξανδρείᾳ τῇ ἐμῇ Λαγυνοφόρια ἑορτή τις ἤγετο, περὶ ἧς ἱστορεῖ Ἐρατοσθένης ἐν τῷ ἐπιγραφομένῳ συγγράμματι Ἀρσινόη, λέγει δὲ οὕτως ‘ τοῦ Πτολεμαίου κτίζοντος ἑορτῶν καὶ θυσιῶν παντοδαπῶν γένη καὶ μάλιστα περὶ τὸν Διόνυσον, ἠρώτησεν Ἀρσινόη τὸν φέροντα τοὺς θαλλοὺς τίνα νῦν ἡμέραν ἄγει καὶ τίς ἐστὶν ἑορτή, τοῦ δ᾽ εἰπόντος ‘ καλεῖται μὲν Λαγυνοφόρια, καὶ τὰ κομισθέντα αὑτοῖς δειπνοῦσι κατακλιθέντες ἐπὶ στιβάδων καὶ ἐξ ἰδίας ἕκαστος λαγύνου παρ᾽ αὑτῶν φέροντες πίνουσιν.’ ὡς δ᾽ οὗτος ἀπεχώρησεν, ἐμβλέψασα πρὸς ἡμᾶς ‘συνοίκιά γ᾽, ἔφη, ταῦτα ῥυπαρά. ἀνάγκη γὰρ τὴν σύνοδον γίνεσθαι παμμιγοῦς ὄχλου, θοίνην ἕωλον καὶ οὐδαμῶς εὐπρεπῆ παρατιθεμένων.’ εἰ δὲ τὸ γένος τῆς ἑορτῆς ἤρεσκεν, οὐκ ἂν ἐκοπίασε δήπου τὰ αὐτὰ ταῦτα παρασκευάζουσα ἡ βασίλεια καθάπερ ἐν τοῖς Χουσὶν εὐωχοῦνται μὲν γὰρ κατ᾽ [p. 242] ἰδίαν, παρέχει δὲ ταῦτα ὁ καλέσας ἐπὶ τὴν ἑστίασιν.’ 3. ’ τῶν δὲ παρόντων γραμματικῶν τις ἀποβλέψας εἰς τὴν τοῦ δείπνου παρασκευὴν ἔφη: “ εἶτα πῶς δειπνήσομεν τοσαῦτα δεῖπνα; ἴσως διὰ νυκτός, ὡς ὁ χαρίεις Ἀριστοφάνης ἐν Αἰολοσίκωνι εἶπεν οὕτως λέγων οἱονεὶ δι᾽ ὅλης νυκτός: ὡς καὶ τὸ Ὁμηρικὸν ἔχει:
κεῖτ᾽ ἔντοσθ᾽ ἄντροιο τανυσσάμενος διὰ μήλων,
ἀντὶ τοῦ διὰ πάντων τῶν μήλων, τὸ μέγεθος αὐτοῦ ἐμφανίζων.” πρὸς ὃν ὁ ἰατρὸς ἔφη Δάφνος “ὠφελιμώτερά ἐστι, φίλτατοι, παντὶ σώματι τὰ νυκτερινὰ δεῖπνα: τὸ γὰρ τῆς σελήνης ἄστρον πρὸς τὰς τῆς τροφῆς ἁρμόττει πέψεις σηπτικὸν ὑπάρχον κατὰ σῆψιν δ᾽ ἡ πέψις. εὐσηπτότερα γοῦν τὰ νύκτωρ θυόμενα τῶν ἱερείων καὶ τῶν ξύλων τὰ πρὸς τὸ σελήνιον κοπτόμενα, καὶ τῶν καρπῶν δὲ οἱ πλεῖστοι πρὸς τὸ σελήνιον πεπαίνονται.” 4. πολλῶν δὲ ὄντων καὶ διαφόρων τῶν παρεσκευασμένων καὶ αἰεὶ παρασκευαζομένων ἰχθύων μεγέθει τε καὶ ποικιλίᾳ ὁ Μυρτίλος ἔφη: “ εἰκότως, ἄνδρες φίλοι, πάντων τῶν προσοψημάτων ὄψων καλουμένων ἐξενίκησεν ὁ ἰχθὺς διὰ τὴν ἐξαίρετον ἐδωδὴν μόνος οὕτως καλεῖσθαι διὰ τοὺς ἐπιμανῶς ἐσχηκότας πρὸς ταύτην τὴν ἐδωδήν. λέγομεν γοῦν [p. 244] ὀψοφάγους οὐ τοὺς βόεια ἐσθίοντας, οἷος ἦν Ἡρακλῆς, ὃς τοῖς ‘ βοείοις κρέασιν ἐπήσθιε σῦκα χλωρά,’ οὐδὲ τὸν φιλόσυκον, οἷος ἦν Πλάτων ὁ φιλόσοφος, ὡς ἱστορεῖ Φανόκριτος ἐν τῷ περὶ Εὐδόξου: ἱστορεῖ δ᾽ ὅτι καὶ Ἀρκεσίλας φιλόβοτρυς ἦν, ἀλλὰ τοὺς περὶ τὴν ἰχθυοπωλίαν ἀναστρεφομένους, φιλόμηλοι δ᾽ ἦσαν Φίλιππός τε ὁ Μακεδὼν καὶ ὁ υἱὸς αὐτοῦ Ἀλέξανδρος, ὡς Δωρόθεός φησιν τῇ ἕκτῃ τῶν περὶ Ἀλέξανδρον ἱστοριῶν. Χάρης δὲ ὁ Μυτιληναῖος ἱστορεῖ ὡς κάλλιστα μῆλα εὑρὼν ὁ Ἀλέξανδρος περὶ τὴν Βαβυλωνίαν χώραν τούτων τε πληρώσας τὰ σκάφη μηλομαχίαν ἀπὸ τῶν νεῶν ἐποιήσατο, ὡς τὴν θέαν ἡδίστην γενέσθαι, οὐκ ἀγνοῶ δὲ ὅτι ὄψον κυρίως καλεῖται πᾶν τὸ πυρὶ κατασκευαζόμενον εἰς ἐδωδὴν ἤτοι γὰρ ἕψον ἐστὶν ἢ παρὰ τὸ ὠπτῆσθαι ὠνόμασται.” 5. πολλῶν οὖν ὄντων τῶν ἰχθύων, οὓς κατὰ τὰς ἑκάστας ὥρας ἐδαινύμεθα, ὦ θαυμασιώτατε Τιμόκρατες, κατὰ γὰρ τὸν Σοφοκλέα
χορὸς δ᾽ ἀναύδων ἰχθύων ἐπερρόθει,
σαίνοντες οὐραίοισι
οὐ τὴν κεκτημένην, ἀλλὰ τὰς λοπάδας: καὶ κατὰ τὰς Ἀχαιοῦ δὲ Μοίρας:
πολὺς γὰρ ὅμιλος ποντίου κύκλου σοβῶν
... ἐνάλιος θεωρία,
χραίνοντες οὐραίοισιν εὐδίαν ἁλός,
ἀπομνημονεύσω δέ σοι ἃ περὶ ἑκάστου ἔλεξαν οἱ δειπνοσοφισταί. πάντες γὰρ συνεισήνεγκαν εἰς [p. 246] αὐτοὺς τὰς ἐκ βιβλίων συμβολάς, ὧν τὰ ὀνόματα διὰ τὸ πλῆθος παραλείψω.
ὅστις ἀγοράζων ὄψον ...
ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν
ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται:
φησὶν Ἄμφις ἐν Λευκάδι ἵνα δὲ εὐμνημόνευτά σοι γένηται τὰ λεχθέντα, κατὰ στοιχεῖον τάξω τὰ ὀνόματα, καὶ γὰρ Σοφοκλέους εἰπόντος ἐν Αἴαντι μαστιγοφόρῳ τοὺς ἰχθῦς ἑλλοὺς
ἐφῆκεν ἑλλοῖς ἰχθύσιν διαφθοράν,
ἐζήτησέν τις εἰ καὶ τῶν πρὸ αὐτοῦ τις τῷ ὀνόματι κέχρηται. πρὸς ὃν ὁ Ζωίλος ἔφη: “ ἐγὼ δὲ οὐκ ὢν ὀψοφαγίστατός ῾ οὕτω γὰρ Ξενοφῶν ὠνόμασεν ἐν Ἀπομνημονεύμασι γράφων οὕτως : ‘ὀψοφαγίστατός τε καὶ βλακίστατός ἐστιν’ ᾿ οἶδα ὅτι ὁ τὴν Τιτανομαχίαν ποιήσας, εἴτ᾽ Εὔμηλός ἐστιν ὁ Κορίνθιος ἢ Ἀρκτῖνος ἢ ὅστις δήποτε χαίρει ὀνομαζόμενος, ἐν τῷ δευτέρῳ οὕτως εἴρηκεν
ἐν δ᾽ αὐτῇ πλωτοὶ χρυσώπιδες ἰχθύες ἑλλοὶ
νήχοντες παίζουσι δι᾽ ὕδατος ἀμβροσίοιο.
ἔχαιρε δὲ Σοφοκλῆς τῷ ἐπικῷ κύκλῳ, ὡς καὶ ὅλα δράματα ποιῆσαι κατακολουθῶν τῇ ἐν τούτῳ μυθοποιίᾳ.” 6. παρατεθεισῶν οὖν ἀμιῶν ἔφη τις: “ ταύτας [p. 248] Ἀριστοτέλης ἱστορεῖ τὰ μὲν βράγχια ἔχειν καλυπτά, εἶναι καρχαρόδοντας καὶ τῶν συναγελαζομένων καὶ σαρκοφάγων χολήν τε ἔχειν ἰσομήκη τῷ ἐντέρῳ καὶ σπλῆνα ὁμοίως, λέγεται δὲ ὡς θηρευθεῖσαι προσανάλλονται καὶ ἀποτρώγουσαι τὴν ὁρμιὰν ἐκφεύγουσιν. μνημονεύει δ᾽ αὐτῶν Ἄρχιππος ἐν Ἰχθύσι λέγων οὕτως::
ὅτε δ᾽ ἦσθες ἀμίας παχείας.
καὶ Ἐπίχαρμος δ᾽ ἐν Σειρῆσιν
πρωὶ μὲν γ᾽ ἀτενὲς ἀπ᾽ ἀοῦς ἀφύας ἀπεπυρίζομες
στρογγύλας καὶ δελφακίνας ὀπτὰ κρέα καὶ πωλύπους,
καὶ γλυκὺν γ᾽ ἐπ᾽ ὦν ἐπίομες οἶνον. β. οἰβοιβοῖ
τάλας.
α. περὶ γα μὰν αἴκλου τί κὰ τις καὶ λέγοι. β. φοῦ
τῶν κακῶν.
α. ὅκα παρῇ τρίγλα τε μία παχῆα κἀμίαι δύο
διατετμαμέναι μέσαι φάσσαι τε τοσσαῦται παρῆν
σκορπίοι τε.
Ἀριστοτέλης δὲ παρετυμολογῶν αὐτῆς τοὔνομά φησιν ὠνομάσθαι παρὰ τὸ ἅμα ἰέναι ταῖς παραπλησίαις ἐστὶ γὰρ συναγελαστική. Ἱκέσιος δ᾽ ἐν τοῖς περὶ ὕλης εὐχύλους μὲν αὐτὰς εἶναι καὶ ἁπαλάς, πρὸς δὲ τὰς ἐκκρίσεις μέσας, ἧσσον δὲ τροφίμους, 7. ὁ δὲ ὀψοδαίδαλος Ἀρχέστρατος ἐν τῇ Γαστρολογίᾳ οὕτως γὰρ ἐπιγράφεσθαί φησι Λυκόφρων ἐν τοῖς περὶ κωμῳδίας ὡς τὴν Κλεοστράτου [p. 250] τοῦ Τενεδίου Ἀστρολογίαν̓ περὶ τῆς ἀμίας φησὶν οὕτως
τὴν δ᾽ ἀμίαν φθινοπώρου, ὅταν πλειὰς καταδύνῃ,
πάντα τρόπον σκεύαζε, τί σοι τάδε μυθολογεύω;
οὐ γὰρ μὴ σὺ διαφθείρῃς οὐδ᾽ ἂν ἐπιθυμῇς.
εἰ δ᾽ ἐθέλεις καὶ τοῦτο δαήμεναι, ὦ φίλε Μόσχε,
ὅντινα χρή σε τρόπον κείνην διαθεῖναι ἄριστα,
ἐν συκῆς φύλλοις καὶ ὀριγάνῳ οὐ μάλα πολλῇ:
μὴ τυρόν, μὴ λῆρον: ἁπλῶς δ᾽ οὕτως θεραπεύσας
ἐν συκῆς φύλλοις σχοίνῳ κατάδησον ἄνωθεν,
εἶθ᾽ ὑπὸ θερμὴν ὦσον ἔσω σποδόν, ἐν φρεσὶ καιρὸν
γιγνώσκων ὁπότ᾽ ἔστ᾽ ὀπτή, καὶ μὴ κατακαύσῃς.
ἔστω δ᾽ αὕτη σοι Βυζαντίου ἐξ ἐρατεινοῦ,
εἴπερ ἔχειν ἀγαθὴν ἐθέλεις, κἂν ἐγγὺς ἁλῷ που
τοῦδε τόπου, κεδνὴν λήψει: τηλοῦ δὲ θαλάσσης
Ἑλλησποντιάδος χείρων, κἂν κλεινόν: ἀμείψῃς
Αἰγαίου πελάγους ἔναλον πόρον, οὐκ ἔθ᾽ ὁμοία
γίγνεται, ἀλλὰ καταισχύνει τὸν πρόσθεν ἔπαινον.
8. οὗτος ὁ Ἀρχέστρατος ὑπὸ φιληδονίας γῆν πᾶσαν καὶ θάλασσαν περιῆλθεν ἀκριβῶς, ἐμοὶ δοκεῖ, τὰ πρὸς γαστέρα ἐπιμελῶς ἐξετάσαι βουληθείς: καὶ ὥσπερ οἱ τὰς Περιηγήσεις καὶ τοὺς Περίπλους ποιησάμενοι μετ᾽ ἀκριβείας ἐθέλει πάντα ἐκτίθεσθαι ‘ ὅπου ἐστὶν ἕκαστον κάλλιστον βρωτόν τε ποτόν τε.’ τοῦτο γάρ αὐτὸς ἐν τῷ προοιμίῳ ἐπαγγέλλεται τῶν καλῶν τούτων [p. 252] ὑποθηκῶν ὧν πρὸς τοὺς ἑταίρους ποιεῖται Μόσχον τε καὶ Κλέανδρον, ὥσπερ ὑποτιθέμενος αὐτοῖς κατὰ τὴν Πυθίαν ζητεῖν
ἵππον Θεσσαλικὴν Λακεδαιμονίην τε γυναῖκα,
ἄνδρας δ᾽ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης.
Χρύσιππος δ᾽ αὐτὸν ὁ ὄντως φιλόσοφος καὶ περὶ πάντα ἀνήρ ἀρχηγὸν Ἐπικούρῳ φησὶ γενέσθαι καὶ τοῖς τὰ τούτου ἐπισταμένοις τῆς πάντα διαλυμηναμένης ἡδονῆς: καὶ γὰρ οὐκ ἐγκαλυπτόμενος ὁ Ἐπίκουρος λέγει, ἀλλὰ μεγάλῃ τῇ φωνῇ: ‘οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφελὼν μὲν τὴν διὰ χυλῶν, ἀφελὼν δὲ τὴν δι᾽ ἀφροδισίων ἡδονήν.’ οἴεται γὰρ οὕτως ὁ σοφὸς καὶ τὸν ἀσώτων βίον ἀνεπίληπτον εἶναι, εἴπερ αὐτῷ προσγένοιτο τὸ ἀδεὲς καὶ ἵλεων διὸ καὶ οἱ τῆς κωμῳδίας ποιηταὶ κατατρέχοντές που τῆς ἡδονῆς καὶ ἀκρασίας ἐπικούρους καὶ βοηθοὺς βοῶσιν. 9. Βάτων μὲν ἐν Συνεξαπατῶντι δυσχεραίνοντα ποιήσας πατέρα τῷ τοῦ υἱοῦ παιδαγωγῷ καὶ λέγοντα:
ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών,
ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν ἐς βίον
ἀλλότριον αὑτοῦ: καὶ πότους ἑωθινοὺς
πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος.
β. εἶτ᾽ εἰ μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς;
α. ζῆν δ᾽ ἐστὶ τὸ τοιοῦθ᾽; β. ὡς λέγουσιν οἱ
σοφοί: [p. 254]
ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν
τὴν ἡδονὴν δήπουθεν οὐκ ἔστιν δὲ ἔχειν
ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν δὴ καλῶς
εὖ ζῶσ᾽ ἅπαντες, ἦ τυχὸν δώσεις ἐμοί2;
α. ἑόρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ
μεθύοντ᾽ ἐπὶ τούτοις θ᾽ οἷς λέγεις κηλούμενον;
β. ἅπαντας: οἱ γὰρ τὰς ὀφρῦς ἐπηρκότες
καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις
καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα
οὕτως, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ,
ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου
καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος,
ὥστ᾽ ἐκπεπλῆχθαι πάντας.
καὶ ἐν τῷ Ἀνδροφόνῳ δὲ ἐπιγραφομένῳ ὁ αὐτὸς Βάτων διαπαίξας τινὰ τῶν ἐπιεικῶν φιλοσόφων ἐπιφέρει
ἐξὸν γυναῖκ᾽ ἔχοντα κατακεῖσθαι καλὴν
καὶ Λεσβίου χυτρῖδε λαμβάνειν δύο:
ὁ φρόνιμος οὗτός: ἐστι, τοῦτο τἀγαθόν.
Ἐπίκουρος ἔλεγε ταῦθ᾽ ἃ νῦν ἐγὼ λέγω.
εἰ τοῦτον ἔζων πάντες ὃν ἐγὼ ζῶ βίον,
Ἡγήσιππος δ᾽ ἐν Φιλεταίροις:
Ἐπίκουρος ὁ σοφὸς ἀξιώσαντός τινος
εἰπεῖν πρὸς αὐτὸν ὅτι ποτ᾽ ἐστὶ τἀγαθὸν
ὃ διὰ τέλους ζητοῦσιν, εἶπεν ἡδονήν.
β. εὖ γ᾽, ὦ κράτιστ᾽ ἄνθρωπε καὶ σοφώτατε: [p. 256]
τοῦ γὰρ μασᾶσθαι κρεῖττον οὐκ ἔστ᾽ οὐδὲ ἓν
ἀγαθὸν Α. πρόσεστιν ἡδονῇ γὰρ τἀγαθόν.
10.
ἀσπάζονται δὲ οὐ μόνον οἱ Ἐπικούρειοι τὴν ἡδονήν,
ἀλλὰ καὶ οἱ Κυρηναικοὶ καὶ οἱ Θάσιοι, Μνησιστράτειοι δὲ καλούμενοι: καὶ γὰρ οὗτοι ζῆν μὲν ἡδέως ... χαίρουσιν, ὥς φησι Ποσειδώνιος. οὐ μακρὰν δὲ τούτων ἦν καὶ Σπεύσιππος ὁ Πλάτωνος ἀκουστὴς καὶ συγγενής: Διονύσιος γοῦν ὁ τύραννος ἐν ταῖς πρὸς αὐτὸν ἐπιστολαῖς καὶ τὰ τῆς φιληδονίας αὐτοῦ διεξερχόμενος ἔτι τε τῆς φιλαργυρίας ἐρανίζεσθαί τε παρὰ πολλῶν αὐτὸν διελέγχων ὀνειδίζει καὶ τὸν Λασθενείας τῆς Ἀρκαδικῆς ἑταίρας ἔρωτα ἐπὶ πᾶσίν τε λέγει τάδε: ‘σύ τισι φιλαργυρίαν ὀνειδίζεις αὐτὸς μηδὲν ἐλλελοιπὼς αἰσχροκερδείας; τί γὰρ οὐ πεποίηκας; οὐχ ὑπὲρ ὧν Ἑρμείας ὤφειλεν αὐτὸς ἐκτετικὼς ἔρανον συνάγειν ἐπιχειρεῖς;’ 11. περὶ δὲ τοῦ Ἐπικούρου Τίμων ἐν γ᾽ σίλλων φησί:
γαστρὶ χαριζόμενος, τῆς οὐ λαμυρώτερον οὐδέν.
ταύτης γὰρ ἕνεκεν ὁ ἀνήρ καὶ τῆς ἄλλης τῆς κατὰ σάρκα ἡδονῆς ἐκολάκευεν καὶ Ἰδομενέα καὶ Μητρόδωρον. καὶ αὐτὸς δέ που ὁ Μητρόδωρος οὐκ ἀποκρυπτόμενος τὰς καλὰς ταύτας θέσεις φησίν ‘ περὶ γαστέρα γάρ, ὦ φυσιολόγε Τιμόκρατες, περὶ γαστέρα ὁ κατὰ φύσιν βαδίζων λόγος τὴν ἅπασαν ἔχει σπουδήν.’ Ἐπίκουρος γὰρ ἦν ὁ τούτων διδάσκαλος, ὃς καὶ βοῶν ἔλεγεν: ‘ ἀρχὴ [p. 258] καὶ ῥίζα παντὸς ἀγαθοῦ ἡ τῆς γαστρὸς ἡδονή, καὶ τὰ σοφὰ καὶ τὰ περιττὰ εἰς ταύτην ἔχει τὴν ἀναφοράν.’ κἀν τῷ περὶ τέλους δέ φησιν οὕτω πως: ‘οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονάς, ἀφαιρῶν δὲ τὰς δι᾽ ἀφροδισίων, ἀφαιρῶν δὲ τὰς δι᾽ ἀκροαμάτων, ἀφαιρῶν δὲ τὰς διὰ μορφῆς κατ᾽ ὄψιν ἡδείας κινήσεις.’ καὶ προελθών ῾ φησἰ λέγει, ‘ τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα, ἐὰν ἡδονὴν παρασκευάζῃ: ἐὰν δὲ μὴ παρασκευάζῃ, χαίρειν ἐατέον.’ 12. πρότερος δὲ τοῦ Ἐπικούρου Σοφοκλῆς ὁ τραγῳδιοποιὸς ἐν Ἀντιγόνῃ περὶ τῆς ἡδονῆς τοιαῦτα εἴρηκεν
τὰς γὰρ ἡδονὰς
ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ᾽ ἐγὼ
ζῆν τοῦτον, ἀλλ᾽ ἔμψυχον ἡγοῦμαι νεκρόν.
πλούτει τε γὰρ κατ᾽ οἶκον, εἰ βούλει, μέγα
καὶ ζῆ τύραννον σχῆμ᾽ ἔχων ἐὰν δ᾽ ἀπῇ
τούτων τὸ χαίρειν, τἄλλ᾽ ἐγὼ καπνοῦ σκιᾶς
οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
Φιλέταιρος Κυναγίδι:
τί δεῖ γὰρ ὄντα θνητόν, ἱκετεύω, ποιεῖν
πλὴν ἡδέως ζῆν τὸν βίον καθ᾽ ἡμέραν,
ἐὰν ἔχῃ τις ὁπόθεν; ἀλλὰ δεῖ σκοπεῖν
τοῦτ᾽ αὐτὸ τἀνθρώπει᾽ ὁρῶντα πράγματα,
εἰς αὔριον δὲ μηδὲ φροντίζειν ὅ τι [p. 260] ἔσται: περίεργόν ἐστιν ἀποκεῖσθαι πάνυ
ἕωλον ἔνδον τἀργύριον.
καὶ ἐν Οἰνοπίωνι δὲ ὁ αὐτός φησιν
θνητῶν δ᾽ ὅσοι
ζῶσιν κακῶς ἔχοντες ἄφθονον βίον,
ἐγὼ μὲν αὐτοὺς ἀθλίους εἶναι λέγω.
οὐ γὰρ θανών γ᾽ ἄνθρωποι ἔγχελυν φάγοις
οὐδ᾽ ἐν νεκροῖσι πέττεται γαμήλιος.
13. Ἀπολλόδωρος δ᾽ ὁ Καρύστιος ἐν Γραμματειδιοποιῷ:
ὦ πάντες ἄνθρωποι, τί τὸ ζῆν ἡδέως
παρέντες ἐπιμελεῖσθε τοῦ κακῶς ποιεῖν
πολεμοῦντες ἀλλήλους; πότερα πρὸς τῶν θεῶν
ἐπιστατεῖ τις τοῦ βίου νυνὶ τύχη
ἄγροικος ἡμῶν οὔτε παιδείαν ὅλως
εἰδυῖα, τί τὸ κακὸν ποτ᾽: ἢ τί τἀγαθὸν
ἔστ᾽ ἀγνοοῦσα παντελῶς, εἰκῆ τέ πως
ἡμᾶς κυλίνδουσ᾽ ὅντιν᾽ ἂν τύχῃ τρόπον;
οἶμαί γε. τίς γὰρ μᾶλλον ἂν προείλετο
Ἕλλην ἀληθῶς οὖσα λεπομένους ὁρᾶν
αὐτοὺς ὑφ᾽ αὑτῶν καὶ καταπίπτοντας νεκρούς,
ἐξὸν ἱλαρούς, παίζοντας, ὑποπεπωκότας,
αὐλουμένους ὡς δεῖ; λέγ᾽ αὐτή, γλυκυτάτη,
ἔλεγχ᾽ ἄγροικον οὖσαν ἡμῶν τὴν τύχην.
καὶ προελθών:
οὐ τοῦτο τὸ ζῆν ἐστι τὸν καλούμενον
θεῶν ἀληθῶς βίον; ὅσῳ δ᾽ ἡδίονα
τὰ πράγματ᾽ ἐν ταῖς πόλεσιν ἦν ἂν ἢ τὰ νῦν,
εἰ μεταβαλόντες τὸν βίον διήγομεν
πίνειν Ἀθηναίους ἅπαντας τοὺς μέχρι [p. 262]
ἐτῶν τριάκοντ᾽, ἐξιέναι τοὺς δ᾽ ἱππέας
ἐπὶ κῶμον εἰς Κόρινθον ἡμέρας δέκα
στεφάνους ἔχοντας καὶ μύρον πρὸ ἡμέρας,
τοὺς τὴν ῥάφανον πωλοῦντας ἕψειν Μεγαρέων,
εἰς τὸ βαλανεῖον ἀπιέναι τοὺς συμμάχους,
κεραννύναι τὸν οἶνον Εὐβοεῖς. τρυφὴ
καὶ βίος ἀληθῶς. ἀλλ᾽ ἀπαιδεύτῳ τύχῃ
δουλεύομεν.
14. φιλήδονον δ᾽ οἱ ποιηταὶ καὶ τὸν ἀρχαῖόν φασι γενέσθαι Τάνταλον ὁ γοῦν τὴν τῶν Ἀτρειδῶν ποιήσας κάθοδον ἀφικόμενον αὐτὸν λέγει πρὸς τοὺς θεοὺς καὶ συνδιατρίβοντα ἐξουσίας τυχεῖν παρὰ τοῦ Διὸς αἰτήσασθαι ὅτου ἐπιθυμεῖ, τὸν δὲ πρὸς τὰς ἀπολαύσεις ἀπλήστως διακείμενον ὑπὲρ αὐτῶν τε τούτων μνείαν ποιήσασθαι καὶ τοῦ ζῆν τὸν αὐτὸν τρόπον τοῖς θεοῖς. ἐφ᾽ οἷς ἀγανακτήσαντα τὸν Δία τὴν μὲν εὐχὴν ἀποτελέσαι διὰ τὴν ὑπόσχεσιν, ὅπως δὲ μηδὲν ἀπολαύῃ τῶν παρακειμένων, ἀλλὰ διατελῇ ταραττόμενος, ὑπὲρ τῆς κεφαλῆς ἐξήρτησεν αὐτῷ πέτρον, δι᾽ ὃν οὐ δύναται τῶν παρακειμένων τυχεῖν οὐδενός. καὶ τῶν στωικῶν δέ τινες συνεφήψαντο ταύτης τῆς ἡδονῆς: Ἐρατοσθένης γοῦν ὁ Κυρηναῖος μαθητὴς γενόμενος Ἀρίστωνος τοῦ Χίου, ὃς ἦν εἷς τῶν ἀπὸ τῆς στοᾶς, ἐν τῷ ἐπιγραφομένῳ Ἀρίστωνι παρεμφαίνει τὸν διδάσκαλον ὡς ὕστερον ὁρμήσαντα ἐπὶ τρυφήν, λέγων ὧδε: ‘ἤδη δέ ποτε καὶ τοῦτον πεφώρακα τὸν τῆς ἡδονῆς καὶ ἀρετῆς μεσότοιχον διορύττοντα καὶ ἀναφαινόμενον παρὰ τῇ ἡδονῇ.’ καὶ Ἀπολλοφάνης δὲ γνώριμος δὲ ἦν καὶ οὗτος [p. 264] τοῦ Ἀρίστωνος ἐν τῷ Ἀρίστωνι, καὶ αὐτὸς οὕτως ἐπιγράψας τὸ σύγγραμμα, ἐμφανίζει τὴν τοῦ διδασκάλου φιληδονίαν. περὶ δὲ Διονυσίου τοῦ Ἡρακλεώτου τί δεῖ καὶ λέγειν; ὃς ἄντικρυς ἀποδὺς τὸν τῆς ἀρετῆς χιτῶνα ἀνθινὰ μετημφιάσατο καὶ Μεταθέμενος καλούμενος ἔχαιρε, καίτοι γηραιὸς ἀποστὰς τῶν τῆς στοᾶς λόγων καὶ ἐπὶ τὸν Ἐπίκουρον μεταπηδήσας: περὶ οὗ οὐκ ἀχαρίτως ὁ Τίμων ἔφη :
ἡνίκ᾽ ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι:
ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι.
15. Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐν τῷ τρίτῳ περὶ Σώφρονος τῷ εἰς τοὺς ἀνδρείους μίμους προθεὶς τὸ ‘ καταπυγοτέραν τ᾽ ἀλφηστᾶν,’ φησίν ‘ ἰχθῦς τινες οἱ ἀλφησταὶ τὸ μὲν ὅλον κιρροειδεῖς, πορφυρίζοντες δὲ κατά τινα μέρη. φασὶ δ᾽ αὐτοὺς ἁλίσκεσθαι σύνδυο καὶ φαίνεσθαι τὸν ἕτερον ἐπὶ τοῦ ἑτέρου κατ᾽ οὐρὰν ἑπόμενον. ἀπὸ τοῦ οὖν κατὰ τὴν πυγὴν θατέρῳ τὸν ἕτερον ἀκολουθεῖν τῶν ἀρχαίων τινὲς τοὺς ἀκρατεῖς καὶ καταφερεῖς οὕτω καλοῦσιν. [Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων μονάκανθον εἶναι καὶ κιρρὸν τὸν ἀλφηστικόν. μνημονεύει δ᾽ αὐτοῦ καὶ Νουμήνιος ὁ Ἡρακλεώτης ἐν Ἁλιευτικῷ οὕτως:
φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν
σκορπίον. [p. 266]
καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ:
μύες ἀλφησταί τε κορακῖνοί τε κοριοειδέες.
μνημονεύει δ᾽ αὐτοῦ καὶ Μίθαικος ἐν Ὀψαρτυτικῷ.
16. Ἀνθίας κάλλιχθυς: τούτου μέμνηται Ἐπίχαρμος ἐν Ἥβας γάμῳ:
καὶ σκιφίας χρόμις θ᾽, ὃς ἐν τῷ ἦρι κὰτ τὸν
Ἀνάνιον ἰχθύων πάντων ἄριστος, ἀνθίας δὲ χείματι.
λέγει δὲ Ἀνάνιος οὕτως:
ἔαρι μὲν χρόμιος ἄριστος, ἀνθίας δὲ χειμῶνι,
τῶν καλῶν δ᾽ ὄψων ἄριστον καρὶς ἐκ συκέης φύλλου.
ἡδὺ δ᾽ ἐσθίειν χιμαίρης φθινοπωρισμῷ κρέας:
δέλφακος δ᾽, ὅταν τραπέωσι καὶ πατέωσιν, ἐσθίειν
καὶ κυνῶν αὕτη τόθ᾽ ὥρη καὶ λαγῶν κἀλωπέκων
ὄιος αὖτ᾽ ὅταν θέρος τ᾽ ᾖ κἠχέται βαβράζωσιν.
εἶτα δ᾽ ἐστὶν ἐκ θαλάσσης θύννος οὐ κακὸν βρῶμα,
ἀλλὰ πᾶσιν ἰχθύεσσιν ἐμπρεπὴς ἐν μυττωτῷ
βοῦς δὲ πιανθείς, δοκέω μέν, καὶ μεσέων νυκτῶν
ἡδὺς
κἠμέρης.
τῶν τοῦ Ἀνανίου πλεόνων ἐμνημόνευσα νομίζων καὶ τοῦτον ὑποθήκας τοῖς λάγνοις τοιαύτας [p. 268] ἐκτεθῆσθαι.17. Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ ζῴων ἠθῶν ' ὅπου ἐν ἀνθίας ᾖ,
’ φησίν, ‘ οὐκ ἐστὶν θηρίον ᾧ σημείῳ χρώμενοι οἱ σπογγιεῖς κατακολυμβῶσι καλοῦντες αὐτὸν ἱερὸν ἰχθύν.’ μνημονεύει δ᾽ αὐτοῦ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων: ‘ τὸν δ᾽ ἀνθίαν τινὲς καὶ κάλλιχθυν καλοῦσιν, ἔτι δὲ καλλιώνυμον καὶ ἔλοπα.’ Ἱκέσιος δ᾽ ἐν τοῖς περὶ ὕλης ὑπὸ μέν τινων λύκον, ὑπὸ δ᾽ ἄλλων καλλιώνυμον εἶναι δ᾽ αὐτὸν χονδρώδη καὶ εὔχυλον καὶ εὐέκκριτον, οὐκ εὐστόμαχον δέ. Ἀριστοτέλης δὲ καὶ καρχαρόδοντα εἶναι τὸν κάλλιχθυν σαρκοφάγον τε καὶ συναγελαζόμενον. Ἐπίχαρμος δ᾽ ἐν Μούσαις τὸν μὲν ἔλοπα καταριθμεῖται, τὸν δὲ κάλλιχθυν ἢ καλλιώνυμον ὡς τὸν αὐτὸν ὄντα σεσίγηκεν λέγει δὲ περὶ τοῦ ἔλοπος οὕτως:
τόν τε πολυτίματον ἔλοφ᾽ ὁ δ᾽ αὐτὸς χαλκὸς ὤνιος,
ἕνα μόνον, καὶ κῆνον ὁ Ζεὺς ἔλαβε κἠκελήσατο
κατθέμειν αὐτῷ τὲ οἱ καὶ τᾷ δάμαρτι θωτέρω.
Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων διαφέρειν φησὶν ἀνθίαν καὶ κάλλιχθυν, ἔτι τε καὶ καλλιώνυμον καὶ ἔλοπα. 18. τίς δ᾽ ἐστὶν ὁ καλούμενος ἱερὸς ἰχθύς; ὁ μὲν τὴν Τελχινιακὴν ἱστορίαν συνθείς, εἴτ᾽ Ἐπιμενίδης ἐστὶν ὁ Κρὴς ἢ Τηλεκλείδης εἴτ᾽ ἄλλος τις, ἱερούς φησιν εἶναι ἰχθύας δελφῖνας καὶ πομπίλους. ἐστὶ ὁ ὁ πομπίλος ζῷον ἐρωτικόν, ὡς ἂν καὶ αὐτὸς [p. 270] γεγονὼς ἐκ τοῦ Οὐρανίου αἵματος ἅμα τῇ Ἀφροδίτῃ. Νίκανδρος δ᾽ ἐν δευτέρῳ Οἰταικῶν φησι:
πομπίλος, ὃς ναύτῃσιν ἀδημονέουσι κελεύθους
μήνυσεν φιλέρωσι καὶ ἄφθογγός περ ἀμύνων.
Ἀλέξανδρος δ᾽ ὁ Αἰτωλὸς ἐν Κρίκᾳ, εἰ γνήσιον τὸ ποιημάτιον
πηδαλίῳ ἄκρῳ ἔπι πομπίλος ἁνιοχεύων
ἧστ᾽ ἀκάτω κατόπισθε θεῆς ὕπο πόμπιμος ἰχθύς.
Παγκράτης δ᾽ ὁ Ἀρκὰς ἐν τοῖς θαλασσίοις ἔργοις ἐπιγραφομένοις προειπών
πομπίλος, ὃν καλέουσιν ἁλίπλοοι ἱερὸν ἰχθύν,
διηγεῖται ὡς οὐ μόνον τῷ Ποσειδῶνι ὁ πομπίλος ἐστὶ διὰ τιμῆς, ἀλλ᾽ ὅτι καὶ τοῖς τὴν Σαμοθρᾴκην κατέχουσι θεοῖς. ἁλιέα γοῦν τινα πρεσβύτην τῷ ἰχθύι τούτῳ κόλασιν ὑποσχεῖν ἔτι τοῦ χρυσοῦ γένους κατ᾽ ἀνθρώπους ὄντος. ὄνομα δ᾽ ἦν αὐτῷ Ἐπωπεὺς καὶ ἐξ Ἰκάρου ἦν τῆς νήσου, καὶ τοῦτον οὖν ἅμα τῷ υἱῷ ἁλιεύοντα καὶ οὐκ εὐτυχήσαντα ἄλλων ἰχθύων ἐν τῇ ἄγρᾳ ἢ πομπίλων οὐκ ἀποσχέσθαι τῆς τούτων ἐδωδῆς, ἀλλὰ πάντας μετὰ τοῦ υἱοῦ καταθοινηθῆναι καὶ μετ᾽ οὐ πολὺ δίκας ἐκτῖσαι τῆς δυσσεβείας: κῆτος γὰρ ἐπελθὸν τῇ νηὶ τὸν Ἐπωπέα ἐν ὄψει τοῦ παιδὸς καταπιεῖν. ἱστορεῖ δὲ ὁ Παγκράτης ὡς καὶ πολέμιός ἐστιν ὁ πομπίλος τῷ δελφῖνι καὶ ὅτι οὐδ᾽ οὗτος ἀτιμώρητος ἐκφεύγει πομπίλου φαγών. ἀχρεῖος γοῦν γίνεται καὶ σφαδᾴζων ἐπειδὰν φάγῃ καὶ ἐπὶ τοὺς [p. 272] αἰγιαλοὺς ἐκκυμανθεὶς βορὰ γίνεται αἰθυίαις τε καὶ λάροις, ἐνίοτε δὲ καὶ ὑπὸ τῶν ταῖς κητείαις παρεδρευόντων ἀνδρῶν παρανομεῖται. μνημονεύει τῶν πομπίλων καὶ Τιμαχίδας ὁ Ῥόδιος ἐν τῷ θ᾽ τοῦ Δείπνου:
κωβιοὶ εἰνάλιοι καὶ πομπίλοι, ἱεροὶ ἰχθῦς.
Ἤριννά τε ἢ ὁ πεποιηκὼς τὸ εἰς αὐτὴν ἀναφερόμενον ποιημάτιον
πομπίλε, ναύτῃσιν πέμπων πλόον εὔπλοον ἰχθύ,
πομπεύσαις πρύμναθεν ἐμὰν ἁδεῖαν ἑταίραν. ς32
19. Ἀπολλώνιος δὲ ὁ ῾ Ῥόδιος ἢ Ναυκρατίτης ἐν Ναυκράτεως κτίσει τὸν Πομπίλον φησὶν ἄνθρωπον πρότερον ὄντα μεταβαλεῖν εἰς ἰχθὺν διά τινα Ἀπόλλωνος ἔρωτα: τὴν γὰρ Σαμίων πόλιν παραρρεῖν ποταμὸν Ἴμβρασον,
τῷ ῥὰ ποτ᾽ ' Ὠκυρόην νύμφην, περικαλλέα κούρην,
Χησιὰς εὐπατέρεια τέκεν φιλότητι μιγεῖσα, '
ὠκυρόην, ᾗ κάλλος ἀπείριτον ὤπασαν Ὧραι:
ταύτης οὖν ἐρασθέντα Ἀπόλλωνα ἐπιχειρῆσαι ἁρπάσαι. διαπεραιωθεῖσαν δ᾽ εἰς Μίλητον κατά τινα Ἀρτέμιδος ἑορτὴν καὶ μέλλουσαν ἁρπάζεσθαι εὐλαβηθεῖσαν Πομπίλον τινὰ θαλασσουργὸν ἄνθρωπον καθικετεῦσαι ὄντα πατρῷον φίλον, ὅπως αὐτὴν εἰς τὴν πατρίδα διασώσῃ, λέγουσαν τάδε:
πατρὸς ἐμοῖο φίλου συμφράδμονα θυμὸν ἀέξων,
Πομπίλε, δυσκελάδου δεδαὼς θοὰ βένθεα πόντου,
σῷζέ με:
καὶ τὸν εἰς τὴν ἀκτὴν διαγαγόντα αὐτὴν [p. 274] διαπεραιοῦν. ἐπιφανέντα δὲ τὸν Ἀπόλλωνα τήν τε κόρην ἁρπάσαι καὶ τὴν ναῦν ἀπολιθώσαντα τὸν Πομπίλον εἰς τὸν ὁμώνυμον ἰχθὺν μεταμορφῶσαι ποιῆσαί τε τὸν
πομπίλον ὠκυάλων νηῶν αἰανὸν ὁδουρόν.
20. Θεόκριτος δ᾽ ὁ Συρακόσιος ἐν τῇ ἐπιγραφομένῃ Βερενίκῃ τὸν λεῦκον ὀνομαζόμενον ἰχθὺν ἱερὸν καλεῖ διὰ τούτων
καἴ τις ἀνὴρ αἰτεῖται ἐπαγροσύνην τε καὶ ὄλβον,
ἐξ; ἁλὸς ᾧ λ, ζωή, τὰ δὲ δίκτυα κείνῳ ἄροτρα,
σφάζων ἀκρόνυχος ταύτῃ θεῷ ἱερὸν ἰχθύν,
ὃν λεῦκον καλέουσιν, ὁ γάρ θ᾽ ἱερώτατος ἄλλων,
καί κε λίνα στήσαιτο καὶ ἐξερύσαιτο θαλάσσης
ἔμπλεα.
Διονύσιος δ᾽ ὁ ἐπικαλούμενος ‘ἴαμβος ἐν τῷ περὶ διαλέκτων γράφει οὕτως: : ‘ ἀκηκόαμεν γοῦν ἁλιέως Ἐρετρικοῦ ἱερὸν ἰχθὺν καὶ ἄλλων πολλῶν ἁλιέων καλούντων τὸν πομπίλον ἐστὶν πελάγιος καὶ παρὰ τὰς ναῦς πυκνὰ φαίνεται ἐοικὼς πηλαμύδι, ποικίλος, τὸν δ᾽ οὖν ἰχθύν τις παρὰ τῷ ποιητῇ ἕλκει :
ἀκτῇ ἐπὶ προβλῆτι καθήμενος ἱερὸς ἰχθύν,
εἰ μὴ ἄλλος τίς ἐστιν οὕτω καλούμενος ἱερὸς ἰχθύς’ Καλλίμαχος δ᾽ ἐν Γαλατείᾳ τὸν χρύσοφρυν:
ἢ μᾶλλον χρύσειον ἐπ᾽ ὀφρύσιν ἱερὸν ἰχθὺν
ἢ πέρκας ὅσα τ᾽ ἄλλα φέρει βυθὸς ἄσπετος ἅλμης. [p. 276]
ἐν δὲ τοῖς ἐπιγράμμασιν ὁ αὐτὸς ποιητής φησιν
ἱερὸς δέ τοι, ἱερὸς ὕκης.
ἄλλοι δ᾽ ἀκούουσιν ἱερὸν ἰχθὺν τὸν ἄνετον, ὡς καὶ ἱερὸν βοῦν τὸν ἄνετον, οἱ δὲ τὸν μέγαν, ὡς ‘ἱερὸν μένος Ἀλκινόοιο,’ τινὲς δὲ τὸν ἱέμενον πρὸς τὸν ῥοῦν.’ 21. Κλείταρχος δ᾽ ἐν ἑβδόμῃ Γλωσσῶν ‘οἱ ναυτικοί, φησίν, πομπίλον ἱερὸν ἰχθὺν προσαγορεύουσι διὰ τὸ ἐκ πελάγους προπέμπειν τὰς ναῦς ἕως εἰς λιμένα: διὸ καὶ πομπίλον καλεῖσθαι, χρύσοφρυν ὄντα.’ καὶ Ἐρατοσθένης δ᾽ ἐν Ἑρμῇ φησιν
ἄγρης μοῖραν ἔλειπον, ἔτι ζώοντας ἰούλους
ἠὲ γενειῆτιν τρίγλην ἢ περκάδα κίχλην
ἢ δρομίην χρύσειον ἐπ᾽ ὀφρύσιν ἱερὸν ἰχθύν.
ἐκ ταύτης ἡμῶν τῆς ὀψολογίας ὁ καλὸς Οὐλπιανὸς ζητείτω κατὰ τί Ἀρχέστρατος ἐν ταῖς καλαῖς ὑποθήκαις περὶ τῶν ἐν Βοσπόρῳ ταρίχων εἰπών
Βοσπόρου ἐκπλεύσαντα τὰ λευκότατ᾽, ἀλλὰ προσέστω
μηδὲν ἐκεῖ στερεᾶς σαρκὸς Μαιώτιδι λίμνῃ
ἰχθύος αὐξηθέντος, ὃν ἐν μέτρῳ οὐ θέμις εἰπεῖν
τίς οὗτός ἐστιν ὅν φησιν οὐ θεμιτὸν εἶναι ἐμμέτρως εἰπεῖν; [p. 278]22.
ἀφύαι. καὶ ἑνικῶς δ᾽ ἀφύην λέγουσιν. Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι,
ὥστ᾽ οὔτ᾽ ἀφύη νῦν ἔστ᾽ ἔθ᾽ ἁπλῶς.
τῆς δ᾽ ἀφύης ἐστὶ γένη πλείω: καὶ ἡ μὲν ἀφρῖτις λεγομένη οὐ γίνεται ἀπὸ γόνου, ὥς φησιν Ἀριστοτέλης, ἀλλ᾽ ἐκ τοῦ ἐπιπολάζοντος τῇ θαλάσσῃ ἀφροῦ ὅταν ὄμβρων γενομένων πολλῶν σύστασις γένηται. ἑτέρα δ᾽ ἐστὶν ἀφύη ἡ κωβῖτις λεγομένη: γίνεται δ᾽ αὕτη ἐκ τῶν μικρῶν καὶ φαύλων τῶν ἐν τῇ ἄμμῳ διαγενομένων κωβιδίων καὶ ἐξ αὐτῆς δὲ ταύτης τῆς ἀφύης ἀπογεννῶνται ἕτεραι αἵτινες ἐγκρασίχολοι καλοῦνται, γίνεται δὲ καὶ ἄλλη ἀφύη ὁ γόνος τῶν μαινίδων καὶ ἄλλη ἐκ τῆς μεμβράδος καὶ ἔτι ἄλλη ἐκ τῶν μικρῶν κεστρέων τῶν ἐκ τῆς ἄμμου, καὶ τῆς ἰλύος γινομένων. πάντων δὲ τούτων ἡ ἀφρῖτις ἀρίστη. Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων κωβίτην τινὰ ἑψητὸν λέγει καὶ τὸν ἐξ ἀθερίνης: ἰχθυδίου δ᾽ ὄνομα ἀθερίνη. εἶναι δέ φησι καὶ τριγλῖτιν ἀφύην. Ἐπίχαρμος δ᾽ ἐν ἥβας γάμῳ ἐν μεμβράσι καὶ καμμάροις τὰς ἀφύας καταριθμεῖται διαστέλλων τὸν λεγόμενον γόνον. Ἱκέσιος δέ φησι: ‘ τῆς ἀφύης ἡ μὲν λευκὴ καὶ λίαν λεπτὴ καὶ ἀφρώδης, ἣν καλοῦσιν ἔνιοι καὶ κωβῖτιν, ὁ ἡ δὲ ῥυπαρωτέρα ταύτης καὶ ἁδροτέρα: διαφέρει δ᾽ ἡ καθαρὰ καὶ λεπτή.’ Ἀρχέστρατος δ᾽ ὁ ὀψοδαίδαλός φησι: [p. 280]
τὴν ἀφύην μίνθου πᾶσαν πλὴν τὴν ἐν Ἀθήναις:
τὸν γόνον ἐξαυδῶ, τὸν ἀφρὸν καλέουσιν Ἴωνες::
καὶ λαβὲ πρόσφατον αὐτὸν ἐν εὐκόλποισι Φαλήρου
ἀγκῶσιν ληφθένθ᾽ ἱεροῖς. κἀν τῇ περικλύστῳ
ἐστὶ Ῥόδῳ γενναῖος, ἐὰν ἐπιχώριος ἔλθῃ.
ἂν δέ που ἱμείρῃς αὐτοῦ γεύσασθαι, ὁμοῦ χρὴ
κνίδας ὀψωνεῖν, τὰς ἀμφικόμους ἀκαλήφας
εἰς ταὐτὸν μίξας δ᾽ αὐτὰς ἐπὶ τηγάνου ὄπτα,
εὐώδη τρίψας ἄνθη λαχάνων ἐν ἐλαίῳ.
23. Κλέαρχος δ᾽ ὁ περιπατητικὸς ἐν τοῖς περὶ παροιμιῶν περὶ τῆς ἀφύης φησί: ‘ διὰ τὸ μικροῦ δεῖσθαι πυρὸς ἐν τοῖς τηγάνοις οἱ περὶ Ἀρχέστρατον ἐπιβαλόντας κελεύουσιν ἐπὶ θερμὸν τήγανον σίζουσαν ἀφαιρεῖν ἅμα δ᾽ ἧπται καὶ σίζει, καθάπερ τοὔλαιον, εὐθύς, διὸ λέγεται ‘ ἴδε πῦρ ἀφύη.’’ Χρύσιππος δ᾽ ὁ φιλόσοφος ἐν τῷ περὶ τῶν δι᾽ αὑτὰ αἱρετῶν ‘τὴν ἀφύην, φησί, ἐν Ἀθήναις μὲν διὰ τὴν δαψίλειαν ὑπερορῶσι καὶ πτωχικὸν εἶναί φασιν ὄψον, ἐν ἑτέραις δὲ πόλεσιν ὑπερθαυμάζουσι πολὺ χείρω γινομένην. εἶθ᾽ οἱ μέν, φησίν, ἐνταῦθα τοὺς Ἀδριατικοὺς ὄρνιθας τρέφειν σπεύδουσιν, ἀχρειοτέρους ὄντας ὅτι τῶν παρ᾽ ἡμῖν πολὺ ἐλάττους εἰσὶν ἐκεῖνοι δὲ τἀναντία [p. 282] μεταπέμπονται τοὺς ἐνθάδε.’ ἐπὶ τοῦ ἑνικοῦ Ἕρμιππος Δημόταις:
νῦν δ᾽ οὐδ᾽ ἀφύην κινεῖν δοκεῖς.
Καλλίας Κύκλωψιν
πρὸς τῆς ἀφύης τῆς ἡδίστης.
Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι:
ὥστ᾽ οὔτ᾽ ἀφύη νῦν ἔστιν ἁπλῶς.
ἀφύδια δὲ Ἀριστοφάνης Ταγηνισταῖς:
μηδὲ τὰ Φαληρικὰ τὰ μικρὰ τάτάδ᾽ ἀφύδια.
24. Λυγκεὺς δ᾽ ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν ἐπιστολῇ ἐπαινῶν τὰς Ῥοδιακὰς ἀφύας καὶ ἀντιτιθεὶς πολλὰ τῶν Ἀθήνησι γινομένων πρὸς τὰ ἐν τῇ Ῥόδῳ φησί: ‘ ταῖς μὲν Φαληρικαῖς ἀφύαις τὰς Αἰνάτιδας καλουμένας ἀφύας, τῷ δὲ γλαυκίσκῳ τὸν ἔλοπα καὶ τὸν ὄρφον ἀντιπαρατιθεῖσα, πρὸς δὲ τὰς Ἐλευσινιακὰς ψήττας καὶ σκόμβρους καὶ εἴ τις ἄλλος παρ᾽ αὐτοῖς ἰχθὺς ἐπάνω τῇ δόξῃ τοῦ Κέκροπος γέγονεν ἀντιγεννήσασα τὸν ἀλώπεκα, καλούμενον. ὃν ὁ τὴν Ἡδυπάθειαν γράψας παρακελεύεται τῷ μὴ δυναμένῳ τιμῇ κατεργάσασθαι τὴν ἐπιθυμίαν ἀδικίᾳ κτήσασθαι.’ Ἀρχέστρατον λέγει τὸν τένθην ὁ Λυγκεύς, ὃς ἐν τῷ πολυθρυλήτῳ ποιήματι περὶ τοῦ γαλεοῦ λέγει οὕτως:
ἐν δὲ Ῥόδῳ γαλεὸν τὸν ἀλώπεκα: κἂν ἀποθνῄσκειν
μέλλῃς, ἂν μή σοι πωλεῖν θέλῃ, ἅρπασον αὐτόν, [p. 284]
ὃν καλέουσι Συρακόσιοι κύνα πίονα: κᾆτα
ὕστερον ἤδη πάσχ᾽ ὅτι σοι πεπρωμένον ἐστίν.
25.
ἄχαρνος. Καλλίας Κύκλωψιν
κίθαρος ὀπτὸς καὶ βατὶς θύννου τε κεφάλαιον τοδί,
ἐγχέλεια, κάραβοι, λινεύς, ἄχαρνος οὑτοσί.
26.
βατὶς. Βάτραχος. βάτος. τῆς μὲν οὖν βατίδος καὶ τοῦ βατράχου μνημονεύει Ἀριστοτέλης ἐν τοῖς περὶ ζῴων καταριθμῶν αὐτὰ ἐν τοῖς σελάχεσιν. Εὔπολις δ᾽ ἐν Κόλαξί φησι:
παρὰ τῷδε Καλλίᾳ πολλὴ θυμηδία,
ἵνα πάρα μὲν κάραβοι καὶ βατίδες καὶ λαγῲ
καὶ γυναῖκες εἱλίποδες.
καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ:
ἦν δὲ νάρκαι, βατίδες, ἦν δὲ καὶ ζύγαιναι, πρήστιες,
κἀμίαι τε καὶ βάτοι ῥίναι τε τραχυδέρμονες.
ἐν δὲ Μεγαρίδι:
τὰς πλευρὰς οἷόν περ βατίς,
τὰν δ᾽ ὀπισθίαν ἔχεις, Θεάγενες, οἷόν περ βάτος,
τὰν δὲ κεφαλὰν ὀστέων οἷόν περ ἔλαφος, οὐ βατίς,
τὰν δὲ λαπάραν σκορπίος παίσαι θαλάττιος τεοῦ.
Σαννυρίων δ᾽ ἐν Γέλωτι:
ὦ βατίδες, ὦ γλαύκων κάρα.
Ἀριστοτέλης δ᾽ ἐν πέμπτῳ ζῴων μορίων σελάχη φησὶν εἶναι βάτον, τρυγόνα, βοῦν, λάμιαν, αἰετόν, [p. 286] νάρκην, βάτραχον καὶ πάντα τὰ γαλεοειδῆ., σώφρων δ᾽ ἐν μίμοις ἀνδρείοις βότιν καλεῖ τινα ἰχθὺν ἐν τούτοις: ‘ κέστραι βότιν κάπτουσαι.’ καὶ μήποτε βοτάνην τινὰ λέγει, περὶ δὲ τοῦ βατράχου συμβουλεύει ὁ σοφώτατος Ἀρχέστρατος ἐν ταῖς γνώμαις τάδε:
βάτραχον ἔνθ᾽ ἂν ἴδῃς, ὀψώνει ...
καὶ γαστρίον αὐτοῦ
σκεύασον..
περὶ δὲ τῆς βατίδος:
καὶβατίδ᾽ ἑφθὴν ἔσθε μέσου χειμῶνος ἐν ὥρῃ,
κἀπ᾽ αὐτῇ τυρὸν καὶ σίλφιον ἅττα τε σάρκα
μὴ πίειραν ἔχῃ πόντου τέκνα, τῷδε τρόπῳ χρὴ
σκευάζειν. ἤδη σοὶ ἐγὼ τάδε δεύτερον αὐδῶ.
Ἔφιππος δ᾽ ὁ κωμῳδιοποιὸς ἐν Φιλύρᾳ δράματι: ἑταίρας δ᾽ ὄνομα ἡ Φιλύρα:
πότερον ἐγὼ
τὴν βατίδα τεμάχη κατατεμὼν ἕψω; τί φής;
ἢ Σικελικῶς ὀπτὴν ποιήσω; β. Σικελικῶς.
27. Βῶκες. Ἀριστοτέλης ἐν τῷ ἐπιγραφομένῳ Ζωικῷ ἢ περὶ ἰχθύων ‘ νωτόγραπτα, φησί, λέγεται βῶξ, σκολιόγραπτα δὲ κολίας.’ Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ:
ἔτι δὲ πὸτ τούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμαροι.
Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ βόηκας αὐτοὺς καλεῖ ἐν τούτοις. [p. 288]
ἢ λευκὴν συνόδοντα βόηκάς τε τριγκούς τε.
Σπεύσιππος δὲ καὶ οἱ ἄλλοι Ἀττικοὶ βόακας. Ἀριστοφάνης Σκηνὰς καταλαμβανούσαις:
ἀλλ᾽ ἔχουσα γαστέρα
μεστὴν βοάκων ἀπεβάδιζον οἴκαδε.
ὠνομάσθη δὲ παρὰ τὴν βοήν. διὸ καὶ Ἑρμοῦ ἱερὸν εἶναι λόγος τὸν ἰχθύν, ὡς τὸν κίθαρον Ἀπόλλωνος. Φερεκράτης δ᾽ ἐν Μυρμηκανθρώποις εἰπών
ἀλλὰ φωνὴν οὐκ ἔχειν
ἰχθὺν γέ φασι τὸ παράπαν,
ἐπιφέρει:
νὴ τὼ θεώ,
οὐκ ἔστιν ἰχθὺς ἄλλος οὐδεὶς ἢ βόαξ.
Ἀριστοφάνης δ᾽ ὁ Βυζάντιος κακῶς φησιν ἡμᾶς λέγειν τὸν ἰχθὺν βῶκα δέον βόωπα, ἐπεὶ μικρὸς ὑπάρχων μεγάλους ὦπας ἔχει: εἴη ἂν οὖν ὁ βόωψ βοὸς ὀφθαλμοὺς ἔχων. πρὸς ὃν λεκτέον, εἰ τοῦτον κακῶς ὀνομάζομεν, διὰ τί κορακῖνόν φαμεν καὶ οὐ κορακῖνόν; ὠνομάσθη γὰρ ἀπὸ τοῦ τὰς κόρας κινεῖν. τί δ᾽ οὐχὶ καὶ σείουρον λέγομεν, ἀλλὰ σίλουρον; ὠνόμασται γὰρ καὶ οὗτος ἀπὸ τοῦ σείειν συνεχῶς τὴν οὐράν. 28.
βεμβράδες. Φρύνιχος Τραγῳδοῖς:
ὦ χρυσοκέφαλοι βεμβράδες θαλάσσιαι.
Ἐπίχαρμος ἐν Ἥβας γάμῳ βαμβραδόνας αὐτὰς καλεῖ: [p. 290]
βαμβραδόνες τε καὶ κίχλαι, λαγοί, δράκοντες τ᾽ ἄλκιμοι.
καὶ Σώφρων ἐν ἀνδρείοις: ‘ βαμβραδόνι τραφερᾷ.’ Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ:
ἠβαιῇ καρῖδι καὶ εἴ ποτε βεμβράδι, κείνῃ
ζωῇ ἔπ᾽ ἀγρώσσοις, τάδε δὴ σκέψαιο δέλετρα.
Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων φησί: ‘ βεμβράδα ἀποκεφαλίσας, ἐὰν ᾖ ἁδροτέρα, καὶ ἀποπλύνας ἁλὶ λεπτῷ καὶ ὕδατι, ἕψε τὸν αὐτὸν τρόπον τῇ τριγλίτιδι.’ γίνεται δέ, φησίν, ἐκ μόνης τῆς βεμβράδος σκευασία τις ἡ προσαγορευομένη βεμβραφύη: ὧν μνημονεύει Ἀριστώνυμος ἐν Ἡλίῳ ῥιγῶντι:
ὃ γέ τοι Σικελὸς ταῖς μεμβραφύαις προσέοικεν ὁ
καρκινοβήτης.
Ἀττικοὶ δ᾽ ὅμως βεμβράδας λέγουσιν. Ἀριστομένης Γόησι:
βεμβράδας φέρων ὀβολοῦ.
Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι:
οὔτ᾽ ἀφύη νῦν ἔστ᾽ ἔθ᾽ ἁπλῶς οὔτ᾽ αὖ βεμβρὰς
κακοδαίμων.
Ἀριστοφάνης Γήρᾳ:
ταῖς πολιόχρωσι βεμβράσιν τεθραμμένη.
Πλάτων Πρέσβεσιν
Ἡράκλεις, τῶν βεμβράδων.
ἐν δὲ ταῖς Εὐπόλιδος Αἰξὶν ἔστιν εὑρεῖν καὶ διὰ τοῦ μ γραφόμενον. Ἀντιφάνης δ᾽ ἐν Κνοιθιδεῖ: [p. 292]
ἄτοπά γε κηρύττουσιν ἐν τοῖς ἰχθύσι
κηρύγμαθ᾽, οὗ καὶ νῦν τις ἐκεκράγει μέγα
μέλιτος γλυκυτέρας μεμβράδας φάσκων ἔχειν.
εἰ τοῦτο τοιοῦτ᾽ ἐστίν, οὐδὲν κωλύει
τοὺς μελιτοπώλας αὖ λέγειν βοᾶν θ᾽ ὅτι
πωλοῦσι τὸ μέλι σαπρότερον τῶν μεμβράδων.
καὶ Ἄλεξις δ᾽ ἐν Χορηγίδι διὰ τοῦ μ εἴρηκεν
ὃς τοῖς τετραδισταῖς μὲν παρέθηκεν ἐσθίειν
πρώην λέκιθον καὶ μεμβράδας καὶ στέμφυλα.
ἐν δὲ Πρωτοχόρῳ,
ἐπιπονώτερον
ἔργον μὰ τὸν Διόνυσον οὐκ εἴληφ᾽ ἐγὼ
ἀφ᾽ οὗ παρασιτῶ, ὁ μεμβράδας μοι κρεῖττον ἦν
ἔχειν μετ᾽ Ἀττικιστὶ δυναμένου λαλεῖν.
ὀνησιφόρον ἦν τοῦτο.
29. βλέννος. τούτου μέμνηται Σώφρων ἐν τῷ ἐπιγραφομένῳ Ὡλιεὺς τὸν ἀγροιώταν, ‘ βλέννῳ θηλαμόνι.’ ἐστὶ δὲ κωβιῷ τὴν ἰδέαν παραπλήσιος. Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ βαιόνας τινὰς ἰχθῦς καλεῖ ἐν τούτοις:
ἆγε δὴ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας.
καὶ παρ᾽Σ32 Ἀττικοῖς δὲ παροιμία ἐστὶ ‘μή μοι βαιών κακὸς ἰχθύς.’ 30. [p. 294]
βούγλωσσος ὁ Πυθαγορικὸς δὲ δι᾽ ἐγκράτειαν Ἀρχέστρατός φησιν
εἶτα λαβεῖν ψῆτταν μεγάλην καὶ τὴν ὑπότρηχυν
βούγλωσσον, ταύτην δὲ θέρευς, περὶ Χαλκίδα κεδνήν.
Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ
βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς.
τῶν δὲ βουγλώσσων διαλλάττοντὲς εἰσιν οἱ κυνόγλωσσοι: περὶ ὧν καὶ αὐτῶν Ἐπίχαρμός φησιν
αἰολίαι πλῶτές τε κυνόγλωσσοὶ τ᾽, ἐνῆν δὲ σκιαθίδες.
Ἀττικοὶ δὲ ψῆτταν αὐτὴν καλοῦσιν.
31. γόγγροι. τούτους Ἱκέσιος σκληροτέρους τῶν ἐγχέλεων εἶναί φησι καὶ ἀραιοσαρκοτέρους τε καὶ ἀτροφωτέρους εὐχυλίᾳ τε πολὺ λειπομένους, εὐστομάχους δὲ εἶναι. Νίκανδρος δὲ ὁ ἐποποιὸς ἐν τρίτῳ Γλωσσῶν καλεῖσθαί φησιν αὐτοὺς καὶ γρύλλους. Εὔδοξος δ᾽ ἐν ἕκτῳ Γῆς περιόδου γόγγρους δέ φησιν πολλοὺς ἀνδραχθεῖς ἐν Σικυῶνι ἁλίσκεσθαι. ὧν ἐνίους εἶναι καὶ ἁμαξιαίους. Φιλήμων δὲ τῆς νέας κωμῳδίας ὁ ποιητὴς καὶ αὐτὸς μνημονεύων τῶν ἐν Σικυῶνι διαφόρων γόγγρων ποιεῖ τινα μάγειρον ἐπὶ τέχνῃ τῇ ἑαυτοῦ σεμνυνόμενον καὶ λέγοντα ἐν τῷ ἐπιγραφομένῳ Στρατιώτῃ τάδε: 32.
ὡς ἵμερός μ᾽ ὑπῆλθε γῇ τε κοὐρανῷ
λέξαι μολόντι τοὔψον ὡς ἐσκεύασα.
νὴ τὴν Ἀθηνᾶν, ἡδὺ γ᾽ ἔστ᾽ εὐημερεῖν
ἐν ἅπασιν ἰχθὺς ἁπαλὸς οἷος γέγονέ μοι, [p. 296]
οἷον παρατέθεικ᾽, οὐ πεφαρμακευμένον
τυροῖσιν οὐδ᾽ ἄνωθεν ἐξηνθισμένον,
ἀλλ᾽ οἷος ἦν ζῶν κὠπτὸς ὢν τοιοῦτος ἦν.
οὕτως ἁπαλὸν ἔδωκα καὶ πρᾷον τὸ πῦρ
ὀπτῶν τὸν ἰχθύν, οὐδὲ πιστευθήσομαι ...
ὅμοιον ἐγένετ᾽, ὄρνις ὁπόταν ἁρπάσῃ
τοῦ καταπιεῖν μεῖζόν τι: περιτρέχει κύκλῳ
τηροῦσα τοῦτο, καταπιεῖν δ᾽ ἐσπούδακεν,
ἕτεραι διώκουσιν δὲ ταύτην ταὐτὸν ἦν.
τὴν ἡδονὴν ὁ πρῶτος αὐτῶν καταμαθὼν
τῆς λοπάδος ἀνεπήδησε κἄφευγεν κύκλῳ
τὴν λοπάδ᾽ ἔχων, ἄλλοι δ᾽ ἐδίωκον κατὰ πόδας,
ἐξῆν ὀλολύζειν: οἱ μὲν ἥρπασάν τι γάρ,
οἱ δ᾽ οὐδέν, οἱ δὲ πάντα, καίτοι παρέλαβον
ἰχθῦς ποταμίους ἐσθίοντας βόρβορον.
εἰ δ᾽ ἔλαβον ἄρα τι σπάνιον ἢ 'κ τῆς Ἀττικῆς
γλαυκίσκον, ὦ Ζεῦ σῶτερ, ἢ 'ξ Ἄργους κάπρον
ἢκ τῆς Σικυῶνος τῆς φίλης ὃν τοῖς θεοῖς
φέρει Ποσειδὼν γόγγρον εἰς τὸν οὐρανόν,
ἅπαντες οἱ φαγόντες ἐγένοντ᾽ ἂν θεοί.
ἀθανασίαν εὕρηκα:, τοὺς : ἤδη νεκροὺς
ὅταν μόνον ὀσφρανθῶσι ποιῶ ζῆν πάλιν.
33. ταῦτα, νὴ τὴν Ἀθηνᾶν, οὐδ᾽ ἂν Μενεκράτης ἂν ὁ Συρακόσιος ἐξωγκώσατο ὁ Ζεὺς ἐπικαλούμενος, ὃς ἐφρόνει μέγα ὡς μόνος αἴτιος τοῦ ζῆν τοῖς ἀνθρώποις γινόμενος διὰ τῆς αὑτοῦ ἰατρικῆς. τοὺς γοῦν θεραπευομένους ὑπ᾽ αὐτοῦ τὰς ἱερὰς καλουμένας νόσους συγγράφεσθαι ἠνάγκαζεν ὅτι [p. 298] ὑπακούσονται αὐτῷ δοῦλοι περισωθέντες. καὶ ἠκολούθουν ὁ μέν τις ῾ Ἡρακλέους σκευὴν ἔχων καὶ καλούμενος ῾ Ἡρακλῆς Νικόστρατος δ᾽ ἦν οὗτος ὁ Ἀργεῖος, ἱερὰν νόσον θεραπευθείς: μνημονεύει δ᾽ αὐτῶν Ἔφιππος ἐν Πελταστῇ λέγων ὧδε:
οὐ Μενεκράτης μὲν ἔφασκεν εἶναι Ζεὺς θεός,
Νικόστρατος δ᾽ Ἁργεῖος ἕτερος Ἡρακλῆς;
ἄλλος δέ τις ὡς Ἑρμῆς χλαμύδα ἔχων καὶ κηρύκειον, πρὸς δὲ τούτοισι πτερά, ὡς ὁ Ζελείτης Νικαγόρας ὁ καὶ τῆς πατρίδος τυραννήσας, ὡς ἱστορεῖ Βάτων ἐν τοῖς περὶ τῶν ἐν Ἐφέσῳ τυράννων. Ἡγήσανδρος δέ φησιν ὅτι καὶ Ἀστυκρέοντα θεραπευθέντα ὑπ᾽ αὐτοῦ Ἀπόλλωνα ἐκάλεσε. καὶ ἄλλος δ᾽ αὐτῷ τῶν περισωθέντων Ἀσκληπιοῦ στολὴν ἀναλαβὼν συμπεριεφέρετο. αὐτὸς δ᾽ ὁ Ζεὺς πορφύραν ἠμφιεσμένος καὶ στέφανον χρυσοῦν ἐπὶ τῆς κεφαλῆς ἔχων καὶ σκῆπτρον κρατῶν κρηπῖδάς τε ὑποδεδεμένος περιῄει μετὰ τοῦ θείου χοροῦ, καὶ ἐπιστέλλων Φιλίππῳ τῷ βασιλεῖ οὕτως ἔγραψεν ‘34. Μενεκράτης Ζεὺς Φιλίππῳ χαίρειν. σὺ μὲν Μακεδονίας βασιλεύεις, ἐγὼ δὲ ἰατρικῆς, καὶ σὺ μὲν ὑγιαίνοντας δύνασαι ὅταν βουληθῇς ἀπολλύναι, ἐγὼ δὲ τοὺς νοσοῦντας σῴζειν καὶ τοὺς εὐρώστους ἀνόσους οἳ ἂν ἐμοὶ πείθωνται παρέχειν μέχρι γήρως ζῶντας, τοιγαροῦν σὲ μὲν Μακεδόνες δορυφοροῦσιν, ἐμὲ δὲ καὶ οἱ μέλλοντες ἔσεσθαι. Ζεὺς γὰρ ἐγὼ αὐτοῖς βίον παρέχω.’ [p. 300] πρὸς ὃν ὡς μελαγχολῶντα ἐπέστελλεν ὁ Φίλιππος: ‘Φίλιππος Μενεκράτει ὑγιαίνειν.’ παραπλησίως δὲ ἐπέστελλε καὶ Ἀρχιδάμῳ τῷ Λακεδαιμονίων βασιλεῖ καὶ τοῖς ἄλλοις ὅσοις ἔγραφεν, οὐκ ἀπεχόμενος τοῦ Διός. καλέσας δ᾽ αὐτόν ποτε ἐπὶ δεῖπνον ὁ Φίλιππος μετὰ τῶν ἰδίων θεῶν συγκατέκλινε πάντας ἐπὶ τῆς μέσης κλίνης ὑψηλότατα καὶ ἱεροπρεπέστατα κεκοσμημένης καὶ τράπεζαν παραθεὶς ἐφ᾽ ἧς βωμὸς ἔκειτο καὶ τῶν ἀπὸ γῆς παντοδαπῶν ἀπαρχαί. καὶ ὁπότε τοῖς ἄλλοις παρεφέρετο τὰ ἐδώδιμα, τοῖς ἀμφὶ Μενεκράτην ἐθυμίων καὶ ἔσπενδον οἱ παῖδες. καὶ τέλος ὁ καινὸς Ζεὺς μετὰ τῶν ὑπηκόων γελώμενος θεῶν ἔφυγεν ἐκ τοῦ συμποσίου, ὡς Ἡγήσανδρος ἱστορεῖ: μνημονεύει δὲ τοῦ Μενεκράτους καὶ Ἄλεξις ἐν Μίνῳ.35. καὶ Θεμίσων δὲ ὁ Κύπριος, τὰ Ἀντιόχου τοῦ βασιλέως παιδικά, ὥς φησι Πύθερμος ὁ Ἐφέσιος ἐν τῇ ὀγδόῃ τῶν ἱστοριῶν, οὐ μόνον ἐν ταῖς πανηγύρεσιν ἀνεκηρύττετο Θεμίσων Μακεδών, Ἀντιόχου βασιλέως Ἡρακλῆς: ἔθυον δὲ καὶ αὐτῷ πάντες οἱ ἐγχώριοι ἐπιλέγοντες Ἡρακλεῖ Θεμίσωνι, καὶ παρῆν αὐτὸς ὁπότε τις τῶν ἐνδόξων θύοι καὶ ἀνέκειτο στρωμνὴν καθ᾽ αὑτὸν ἔχων ἠμφιεσμένος λεοντῆν ἐφόρει δὲ καὶ τόξα Σκυθικὰ καὶ ῥόπαλον ἐκράτει. ὁ δ᾽ οὖν Μενεκράτης τοιοῦτος ὢν ὁποῖος [p. 302] εἴρηται οὐδὲν παραπλήσιόν ποτε ἐξωγκώσατο οἷον ὁ προειρημένος μάγειρος:
ἀθανασίαν ηὕρηκα τοὺς ἤδη νεκρούς,
ὅταν μόνον ὀσφρανθῶσι, ποιῶ ζῆν πάλιν.
36. ἀλαζονικὸν δ᾽ ἐστὶ πᾶν τὸ τῶν μαγείρων φῦλον, ὡς καὶ Ἡγήσιππος ἐν Ἀδελφοῖς παρίστησι. παράγει δὲ μάγειρον λέγοντα:
βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς
εἰρημέν᾽ ἐστὶν ἢ λέγων φαίνου τι δὴ
καινὸν παρὰ τοὺς ἔμπροσθεν ἢ μὴ κόπτε με.
β. οὐκ ἀλλὰ τὸ πέρας τῆς μαγειρικῆς, Σύρε,
εὑρηκέναι πάντων νόμιζε μόνον ἐμέ.
ου᾽ γὰρ παρέργως ἔμαθον ἐν ἔτεσιν δυεῖν
ἔχων περίζωμ᾽, ἀλλ᾽ ἅπαντα τὸν βίον
ζητῶν κατὰ μέρη τὴν τέχνην ἐξήτακα:
εἴδη λαχάνων ὅσ᾽ ἐστί, βεμβράδων τρόπους,
φακῆς γένη παντοδαπά. τὸ πέρας σοι λέγω:
ὅταν ἐν περιδείπνῳ τυγχάνω διακονῶν,
ἐπὰν τάχιστ᾽ ἔλθωσιν ἐκ τῆς ἐκφορᾶς
τὰ βάπτ᾽ ἔχοντες, τοὐπίθημα τῆς χύτρας
ἀφελὼν ἐποίησα τοὺς δακρύοντας γελᾶν
τοιοῦτος ἔνδοθέν τις ἐν τῷ σώματι
διέδραμε γαργαλισμὸς ὡς ὄντων γάμων.
α. φακῆν παρατιθείς, εἰπέ μοι, καὶ βεμβράδας;
β. τὰ πάρεργά μου ταῦτ᾽ ἔστιν, ἢν δὲ δὴ λάβω [p. 304]
τὰ δέοντα καὶ τοὐπτάνιον ἁρμόσωμ᾽ ἅπαξ,
ὅπερ ἐπὶ τῶν ἔμπροσθε Σειρήνων, Σύρε,
ἐγένετο, καὶ νῦν ταὐτὸ τοῦτ᾽ ὄψει πάλιν,
ὑπὸ τῆς γὰρ ὀσμῆς οὐδὲ εἷς δυνήσεται
ἁπλῶς διελθεῖν τὸν στενωπὸν τουτονί
ὁ δὲ παριὼν πᾶς εὐθέως πρὸς τὴν θύραν
ἑστήξετ᾽ ἀχανής, προσπεπατταλευμένος,
ἄφωνος, ἄχρι ἂν τῶν φίλων βεβυσμένος
τὴν ῥῖν᾽ ἕτερός τις προσδραμὼν ἀποσπάσῃ.
α. μέγας εἶ τεχνίτης. β. ἀγνοεῖς πρὸς ὃν λαλεῖς:
πολλοὺς ἐγὼ σφόδρ᾽ οἶδα τῶν καθημένων,
οἳ καταβεβρώκασ᾽ ἕνεκ᾽ ἐμοῦ τὰς οὐσίας.
πρὸς τῶν θεῶν, τί διαφέρειν οὗτος ὑμῖν δοκεῖ τῶν παρὰ Πινδάρῳ Κηληδόνων, αἳ κατὰ τὸν αὐτὸν τρόπον ταῖς Σειρῆσι τοὺς ἀκροωμένους ἐποίουν ἐπιλανθανομένους τῶν τροφῶν διὰ τὴν ἡδονὴν ἀφαυαίνεσθαι; 37. Νικόμαχος δ᾽ ἐν Εἰλειθυίᾳ καὶ αὐτὸς παράγει τινὰ μάγειρον ὑπερβάλλοντα τοὺς περὶ τὸν Διόνυσον τεχνίτας. λέγει δ᾽ οὖν οὗτος πρὸς τὸν μισθωσάμενον
ὑποδεικνύεις μὲν ἦθος ἀστεῖον πάνυ
καὶ πρᾷον, ὀλίγωρον δὲ πεποίηκάς τι. β. πῶς;
α. ἐν τῇ τέχνῃ τίνες ἐσμὲν οὐκ ἐξήτακας.
ἢ πρότερον ἐπύθου τῶν ἀκριβῶς εἰδότων
οὕτω τ᾽ ἐμισθώσω με; β. μὰ Δγ, ἐγώ μὲν οὐ.
α. καὶ μὴν ἴσως ὅσον μαγείρου διαφέρει
μάγειρος οὐκ οἶσθ᾽. β. εἴσομαι δὲ γ᾽ ἢν λέγῃς.
α. τὸ γὰρ παραλαβόντ᾽ ὄψον ἠγορασμένον [p. 306]
πότερ᾽ ἀποδοῦναι σκευάσαντα μουσικῶς
διακόνου ' στ᾽ οὐ τοῦ τυχόντος; β. Ἡράκλεις.
α. ὁ μάγειρός ἐσθ᾽ ὁ τέλειος ἑτέρα διάθεσις.
πολλὰς τέχνας λάβοις ἂν ἐνδόξους πάνυ,
ὧν τὸν μαθεῖν βουλόμενον ὀρθῶς οὐκ ἔνι
ταύταις προσελθεῖν εὐθύς, ἀλλ᾽ ἔμπροσθε δεῖ
ζωγραφίας ἧφθαι. ταῦτα καὶ μαγειρικῆς
πρότερον μαθεῖν δεῖ τῆς τέχνης ἑτέρας τέχνας.,
ὧν εἰδέναι σοι κρεῖττον ἦν μοι πρὶν λαλεῖν,
ἀστρολογικήν, γεωμετρικήν, ἰατρικήν.
τῶν ἰχθύων γὰρ τὰς δυνάμεις καὶ τὰς τέχνας
ἐντεῦθεν εἴσῃ: παρακολουθήσεις χρόνοις,
πότ᾽ ἄωρός ἐσθ᾽ ἕκαστος ἢ πόθ᾽ ὥριμος,
τῶν ἡδονῶν γὰρ μεγάλα τὰ διαστήματα:
ἐνίοτε κρείττων γίνεται θύννου βόαξ.
β. ἔστω. γεωμετρικῇ δὲ καὶ σοὶ πρᾶγμα τί;
α. τοὐπτάνιον ἡμεῖς σφαῖραν εἶναι τιθέμεθα
τοῦτο διελέσθαι καὶ τόπον λαβόνθ᾽ ἕνα
μερίσαι κατ᾽ εἶδος τῆς τέχνης ἐπιδέξια,
ἐκεῖθεν ἐνταῦθ᾽ ἐστὶ μετενηνεγμένα.
β. οὗτος, πέπεισμαι, κἂν τὰ λοιπὰ μὴ λαλῇς
περὶ τῆς ἰατρικῆς δέ; α. τῶν γὰρ βρωμάτων
πνευματικὰ κἂν δύσπεπτα καὶ τιμωρίαν
ἔχοντ᾽ ἔνι᾽ ἔστιν, ὁ οὐ τροφήν. δειπνῶν δὲ πᾶς:
τἀλλότρια γίνετ᾽ ὀξύχειρ κοὐκ ἐγκρατής: τοῖς
δὴ τοιούτοις βρώμασιν τὰ φάρμακα
εὕρητ᾽ ἐκεῖθεν, μεταφορὰ δ᾽ ἐστὶν τέχνης. [p. 308]
ἤδη τὸ μετὰ νοῦ καὶ τὸ συμμέτρως ἔχον
περὶ τακτικῆς ἕκαστα ποῦ τεθήσεται:
ἀριθμῷ τὸ πλῆθος εἰδέναι μαγειρικῆς.
οὐδεὶς ἕτερός σοι πρὸς ἔμ᾽ ἐκεῖ γραφήσεται.,
β. μίκρ᾽ ἀντάκουσον ἐν μέρει κἀμοῦ. α. λέγε.
β. σὺ μηδὲν ἐνόχλει μήτε σαυτὸν μήτ᾽ ἐμέ,
ἀπραγμόνως δὲ διαγενοῦ τὴν ἡμέραν.
38. ὁ δὲ παρὰ τῷ νεωτέρῳ Φιλήμονι μάγειρος διδασκαλικὸς τις εἶναι θέλει τοιαῦτά τινα λαλῶν
ἐάσαθ᾽ οὕτως ὡς ἔχει. τὸ πῦρ μόνον
ποιεῖτε τοῖς ὀπτοῖσι μήτ᾽ ἀνειμένον τὸ.
γὰρ τοιοῦτ᾽ οὐκ ὀπτόν, ἀλλ᾽ ἑφθὸν ποιεῖ
μήτ᾽ ὀξύ: κατακάει γὰρ ὅσ᾽ ἂν ἔξω λάβῃ
τοῦτο πάλιν, εἰς τὴν σάρκα δ᾽ οὐκ ἐνδύεται.
μάγειρός ἐστιν οὐκ ἐὰν ζωμήρυσιν
ἔχων τις ἔλθῃ καὶ μάχαιραν πρός τινα,
οὐδ᾽ ἄν τις εἰς τὰς λοπάδας ἰχθῦς ἐμβάλῃ,
ἀλλ᾽ ἔστι τις φρόνησις ἐν τῷ πράγματι.
39. ὁ δὲ παρὰ Διφίλῳ ἐν τῷ Ζωγράφῳ καὶ πρὸς οὓς ἐκμισθοῦν αὑτὸν δεῖ διδάσκει λέγων οὕτως:
οὐ μὴ παραλάβω σ᾽ οὐδαμοῦ, Δράκων, ἐγὼ
ἐπ᾽ ἔργον, οὗ μὴ διατελεῖς τὴν ἡμέραν
τραπεζοποιῶν ἐν ἀγαθοῖς πολλοῖς χύδην,
οὐ γὰρ βαδίζω πρότερον ἂν μὴ δοκιμάσω
τίς. ἐσθ᾽ ὁ θύων ἢ πόθεν συνίσταται
τὸ δεῖπνον ἢ κέκληκεν ἀνθρώπους τίνας. [p. 310]
ἔστιν δ᾽ ἁπάντων τῶν γενῶν μοι διαγραφή,
εἰς ποῖα μισθοῦν ἢ φυλάττεσθαί με δεῖ.
οἷον τὸ κατὰ τοὐμπόριον, εἰ βούλει, γένος.
ναύκληρος ἀποθύει τις εὐχήν, ἀποβαλὼν
τὸν ἱστὸν ἢ πηδάλια συντρίψας νεώς,
ἢ φορτί᾽ ἐξέρριψ᾽ ὑπέραντλος γενόμενος:
ἀφῆκα τὸν τοιοῦτον οὐδὲν ἡδέως
ποιεῖ γὰρ οὗτος, ἀλλ᾽ ὅσον νόμου χάριν
ὁμοῦ δὲ τοῖς σπονδαῖσι διαλογίζεται
τοῖς συμπλέουσιν ὁπόσον ἐπιβάλλει μέρος
τιθείς, τὰ θ᾽ αὑτοῦ σπλάγχν᾽ ἕκαστος ἐσθίει.
ἀλλ᾽ ἕτερος εἰσπέπλευκεν ἐκ Βυζαντίου
τριταῖος, ἀπαθής, εὐπορηκώς, περιχαρὴς
εἰς δέκ᾽ ἐπὶ τῇ μνᾷ γεγονέναι καὶ δώδεκα,
λαλῶν τὰ ναῦλα καὶ τὰ δάνει᾽ ἐρυγγάνων,
ἀφροδίσι᾽ ὑπὸ κόλλοψι μαστροποῖς ποιῶν,
ὑπὸ τοῦτον ὑπέμυξ᾽ εὐθὺς ἐκβεβηκότα,
τὴν δεξιὰν ἐνέβαλον, ἐμνήσθην Διὸς
σωτῆρος, ἐμπέπηγα τῷ διακονεῖν.
τοιοῦτος ὁ τρόπος, μειράκιον ἐρῶν πάλιν
τὰ πατρῷα βρύκει καὶ σπαθᾷ; πορεύομαι,
ἀπὸ συμβολῶν συνάγοντα, νὴ Δί᾽, ἕτερά που
ἐνέβαλεν εἰς τὸν κέραμον ἐνευρημένα
τὰ κράσπεδ᾽ ἀποθλιβέντα καὶ κεκραγότα: ‘
ὀψάριον ἀγοραῖον ποιεῖν τίς βούλεται;’
ἐῶ βοᾶν πληγὰς γὰρ ἔτι προσλαμβάνειν [p. 312]
ἐλθόντα καὶ τὴν νύχθ᾽ ὅλην διακονεῖν.
τὸ μισθάριον γὰρ ἂν ἀπαιτῇς, ‘ ἀμίδα μοι
ἔνεγκε πρῶτον’ φησίν. ‘ ὄξος ἡ φακῆ
οὐκ εἶχε.’ πάλιν ᾔτησας: ‘ οἰμώξει μακρὰ
πρῶτος μαγείρων’ φησίν. ἕτερα μυρία
τοιαῦτα καταλέξαιμ᾽ ἄν. οὗ δὲ νῦν σ᾽ ἄγω,
πορνεῖόν ἐστιν, πολυτελῶς Ἀδώνια
ἄγουσ᾽ ἑταίρα μεθ᾽ ἑτέρων πορνῶν χύδην
σαυτὸν ἀποσάξεις τόν τε κόλπον ἀποτρέχων.
40. καὶ παρ᾽ Ἀρχεδίκῳ δ᾽ ἐν Θησαυρῷ ἄλλος σοφιστὴς μαγειρίσκος τάδε λέγει:
πρῶτον ὠμῶν κειμένων
τῶν ἰχθύων πάρεισιν οἱ κεκλημένοι. ‘
δίδου κατὰ χειρός.’ ‘ τοὔψον οἰχήσει λαβών.’
τὰς λοπάδας ἐπιθεὶς ἐπὶ τὸ πῦρ τοὺς ἄνθρακας
ἔρραν᾽ ἐλαίῳ πάντα καὶ ποιῶ φλόγα,
ἐν ᾧ τὸ λάχανον αἵ τε τῶν παροψίδων
τὸν ἄνδρα δριμύτητες εὐφραίνουσί μου,
ἑφθὸν τὸν ἰχθὺν ἀποδίδωμ᾽ ἔχοντα τοὺς
χυμοὺς ἐν αὑτῷ τήν τε τῆς ἅλμης ἀκμήν,
εἰς ἣν ἂν ἐμβάψαιτο πᾶς ἐλεύθερος.
ἐλᾳδίου κοτύλης τε παραναλωμένης
σέσωκ᾽ ἐμοὶ τρίκλινα πεντήκοντ᾽ ἴσως.
Φιλοστέφανος δ᾽ ἐν Δηλίῳ καὶ ὀνόματα ἐνδόξων μαγείρων ἐν τοῖσδε καταλέγει:
εἰδώς σε πάντων διαφέροντα τῇ τέχνῃ
τῇ τ᾽ ὀξύτητι μετὰ Θίβρωνα, Δαίδαλε, [p. 314]
τὸν ἐξ Ἀθηνῶν, τὸν καλούμενον Πέρας,
δοὺς μισθὸν ὃν μ᾽ ᾔτησας ἥκω δεῦρ᾽ ἄγων.
41. Σωτάδης δ᾽, οὐχ ὁ τῶν Ἰωνικῶν ᾀσμάτων ποιητὴς ὁ Μαρωνίτης, ἀλλ᾽ ὁ τῆς μέσης κωμῳδίας, ποιεῖ καὶ αὐτὸς ἐν Ἐγκλειομέναις οὕτω γὰρ ἐπιγράφειΣ32 τὸ δρᾶμα τοιάδε μάγειρον λέγοντα:
καρῖδας ἔλαβον πρῶτον: ἀπεταγήνισα
ταύτας ἁπάσας. γαλεὸς εἴληπται μέγας:
ὤπτησα τὰ μέσα, τὴν δὲ λοιπὴν γρυμέαν
ἕψω ποιήσας τρῖμμα συκαμίνινον.
γλαύκου φέρω κεφάλαια παμμεγέθη δύο,
ἐν λοπάδι μεγάλῃ ταῦτα, λιτῶς προσαγαγὼν
χλόην, κύμινον, ἅλας, ὕδωρ, ἐλᾴδιον.
λάβρακα μετὰ ταῦτ᾽ ἐπριάμην καλὸν σφόδρα:
ἔσται δι᾽ ἅλμης λιπαρὸς ἑφθὸς ἐν χλόῃ,
ἀποδοὺς ὅσ᾽ ἐστὶν ἀπ᾽ ὀβελίσκων ὀπτανά.
τρίγλας καλὰς ἠγόρασα καὶ κίχλας καλάς:
ἔρριψα ταύτας ἐπὶ τὸν ἄνθραχ᾽ ὡς ἔχει
ἅλμῃ τε λιπαρᾷ παρατίθημ᾽ ὀρίγανον.
ταύταις προσέλαβον σηπίας καὶ τευθίδας:
ἀστεῖον ἑφθή τευθὶς ὠνθυλευμένη
καὶ πτερύγι᾽ ἁπαλῶς σηπίας ὠπτημένα..
τριμμάτιον ᾠκείωσα τούτοις ἀνθινὸν
παντοδαπόν. ἑψήτ᾽ ἦν δὲ μετὰ ταύτας τινά:
ὀξυλίπαρον τούτοις ἔδωκα χυμίον. [p. 316]
γόγγρον ἐπὶ τούτοις ἐπριάμην παχὺν σφόδρα:
κατέπνιξ᾽ ἐν ἅλμῃ τοῦτον εὐανθεστέρᾳ.
κωβίδι᾽ ἄττα καὶ πετραῖα δή τινα
ἰχθύδια, τούτων ἀποκνίσας τὰ κρανία
ἐμόλυν᾽ ἀλεύρῳ αὐτὰ τοιούτῳ τινὶ
πέμπω τε ταῖς καρῖσι τὴν αὐτὴν ὁδόν.
ἀμίαν τε χήραν, θηρίον καλὸν σφόδρα,
θρίοισι ταύτην ἅλις ἐλᾳδίῳ διεὶς
ἐσπαργάνωσα περιπάσας ὀρίγανον
ἐνέκρυψὰ θ᾽ ὥσπερ δαλὸν εἰς πολλὴν τέφραν.
ἀφύην θ᾽ ἅμ᾽ αὐτῇ παρέλαβον Φαληρικὴν
εἷς κύαθος ἐνταῦθ᾽ ὕδατος ἐπιχυθεὶς πολύ:
τεμὼν δὲ λεπτὴν τῆς χλόης καὶ πλείονα,
κἂν ᾖ δικότυλος λήκυθος, καταστρέφω.
τί λοιπόν; οὐδὲν ἄλλο. τοῦτ᾽ ἐσθ᾽ ἡ τέχνη,
οὐκ ἐξ ἀπογραφῆς οὐδὲ δι᾽ ὑπομνημάτων.
42. καὶ μαγείρων μὲν ἅλις: περὶ δὲ τοῦ γόγγρου λεκτέον. Ἀρχέστρατος μὲν γὰρ ἐν τῇ Γαστρονομίᾳ καὶ ὁπόθεν ἕκαστον μέρος αὐτοῦ δεῖ συνωνεῖσθαι διηγεῖται οὕτως
γόγγρου μὲν γὰρ ἔχεις κεφαλήν, φίλος, ἐν Σικυῶνι
πίονος, ἰσχυροῦ, μεγάλου καὶ πάντα τὰ κοῖλα: εἶτα
χρόνον πολὺν ἕψε χλόῃ περίπαστον ἐν ἅλμῃ
ἑξῆς τε περὶ τῶν κατ᾽ Ἰταλίαν τόπων διεξιὼν πάλιν ὁ καλὸς οὗτος περιηγητής φησιν
καὶ γόγγρος σπουδαῖος ἁλίσκεται, ὅστε τοσοῦτον
τῶν ἄλλων πάντων ὄψων κρατεῖ οὗτος ὅσον περ
θύννος ὁ πιότατος τῶν φαυλοτάτων κορακίνων.
Ἄλεξις ἐν Ἑπτὰ ἐπὶ Θήβαις: [p. 318]
γόγγρου δ᾽ ὁμοῦ σωρευτὰ πιμελῆς μέλη
ὑπεργέμοντα.
Ἀρχέδικος δ᾽ ἐν Θησαυρῷ παράγει τινὰ μάγειρον λέγοντα περὶ ὧν ὠψώνηκεν αὐτός:
δραχμῶν τριῶν γλαυκίσκον ...
γόγγρου κεφάλαια καὶ τὰ πρῶτα τεμάχια
δραχμῶν πάλιν πέντ᾽: ὦ ταλαιπώρου βίου.
δραχμῆς τραχήλους: ἀλλὰ νὴ τὸν ἥλιον,
κἀμοὶ τράχηλον ἕτερον εἴ ποθεν λαβεῖν
ἦν καὶ πρίασθαι δυνατόν, ὃν ἔχω τοῦτον ἂν
πρὶν εἰσενεγκεῖν ταῦτα δεῦρ᾽ ἀπηγξάμην
οὐδεὶς δεδιακόνηκεν ἐπιπονώτερον.
ἅμα μὲν πρίασθαι πολλὰ καὶ πολλοῦ σφόδρα,
ἅμα δ᾽ εἴ τι χρηστὸν ἀγοράσαιμ᾽, ἀπωλλύμην.
‘ κατέδοντ᾽ ἐκεῖνοι,’ τοῦτο: πρὸς ἐμαυτὸν λέγω,
‘ διαπυτιοῦσ᾽ οἶνον δὲ τοιοῦτον χαμαί.’
οἴμοι.
”
43. γαλεοί. Ἱκέσιος ἐν τοῖς περὶ ὕλης τῶν γαλεῶν βελτίονας εἶναι καὶ ἁπαλωτέρους τοὺς ἀστερίας καλουμένους. Ἀριστοτέλης δὲ εἴδη αὐτῶν φησιν εἶναι πλείω, ἀκανθίαν, λεῖον, ποικίλον, σκύμνον, ἀλωπεκίαν, ῥίνην. Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων τὸν ἀλωπεκίαν μίαν ἔχειν φησὶ λοφιὰν πρὸς τῷ οὐραίῳ, ἐπὶ δὲ τῆς ῥάχεως οὐδαμῶς. ὁ δ᾽ Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων καὶ κεντρίνην φησί τινα γαλεὸν εἶναι καὶ νωτιδανόν. [p. 320] Ἐπαίνετος δ᾽ ἐν Ὀψαρτυτικῷ ἐπινωτιδέα καλεῖ, χείρονα δ᾽ εἶναι τὸν κεντρίνην καὶ δυσώδη. γνωρίζεσθαι δ᾽ ἐκ τοῦ πρὸς τῇ πρώτῃ λοφιᾷ ἔχειν κέντρον τῶν ὁμοειδῶν οὐκ ἐχόντων οὔτε δὲ στέαρ οὔτε πιμελὴν ἔχειν τοὺς ἰχθῦς τούτους διὰ τὸ χονδρώδεις εἶναι. ἰδίως δὲ ὁ ἀκανθίας τὴν καρδίαν ἔχει πεντάγωνον. τίκτει δ᾽ ὁ γαλεὸς τὰ πλεῖστα τρία καὶ εἰσδέχεται τὰ γεννηθέντα εἰς τὸ στόμα καὶ πάλιν ἀφίησιν μάλιστα δ᾽ ὁ ποικίλος καὶ ὁ ἀλωπεκίας, οἱ δὲ λοιποὶ οὐκ ἔτι διὰ τὴν τραχύτητα. 44. Ἀρχέστρατος δὲ ὁ τὸν αὐτὸν Σαρδαναπάλλῳ ζηλώσας βίον περὶ τοῦ ἐν Ῥόδῳ γαλεοῦ λέγων τὸν αὐτὸν εἶναι ἡγεῖται τῷ παρὰ Ῥωμαίοις μετ᾽ αὐλῶν καὶ στεφάνων εἰς τὰ δεῖπνα περιφερομένῳ ἐστεφανωμένων καὶ τῶν φερόντων αὐτὸν καλούμενόν τε ἀκκιπήσιον. ἀλλ᾽ οὗτος μὲν μικρὸς καὶ μακρορυγχότερός ἐστι καὶ τῷ σχήματι τρίγωνος ἐκείνων μᾶλλον τούτων δ᾽ ὁ εὐτελέστατος καὶ μικρότατος οὐχ ἧττον Ἀττικῶν χιλίων πιπράσκεται. Ἀπίων δ᾽ ὁ γραμματικὸς ἐν τῷ περὶ τῆς Ἀπικίου τρυφῆς τὸν ἔλοπα καλούμενον τοῦτόν φησιν εἶναι τὸν ἀκκιπήσιον. ἀλλ᾽ ὅ γε Ἀρχέστρατος περὶ τοῦ Ῥοδιακοῦ γαλεοῦ λέγων τοῖς ἑταίροις πατρικῶς πως συμβουλεύων φησίν:
ἐν δὲ Ῥόδῳ γαλεὸν τὸν ἀλώπεκα: κἂν ἀποθνῄσκειν
μέλλῃς, ἂν μή σοι πωλεῖν θέλῃ, ἅρπασον αὐτόν: [p. 322]
ὃν καλέουσι Συρακόσιοι κύνα πίονα: κᾆτα
ὕστερον ἤδη πάσχ᾽ ὅτι σοι πεπρωμένον ἐστίν.
τούτων τῶν ἐπῶν μνησθεὶς καὶ Λυγκεὺς ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν ἐπιστολῇ φησιν καὶ δικαίως παρακελεύεσθαι τὸν ποιητὴν τῷ μὴ δυναμένῳ τιμὴν ἀριθμῆσαι ἀδικίᾳ κτήσασθαι τὴν ἐπιθυμίαν. καὶ γὰρ τὸν Θησέα, φησί, γεγονότα καλὸν ὑπολαμβάνω τοῦ Τληπολέμου τὸν ἰχθὺν τοῦτον αὐτῷ παρασχόντος παρεσχηκέναι. Τιμοκλῆς δ᾽ ἐν Δακτυλίῳ φησί:
γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν
ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται.
45. Γλαῦκος. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ:
σκορπίοι τε ποικίλοι σαῦροί τε, γλαῦκοι πίονες.
Νουμήνιος ἐν Ἁλιευτικῷ:
ὕκην ἢ κάλλιχθυν, ὁτὲ χρόμιν, ἄλλοτε δ᾽ ὀρφὸν
ἢ γλαῦκον περόωντα κατὰ μνία σιγαλόεντα.
τὴν δὲ τοῦ γλαύκου κεφαλὴν ἐπαινῶν ὁ Ἀρχέστρατός φησιν
ἀλλά μοι ὀψώνει γλαύκου κεφαλὴν ἐν Ὀλύνθῳ
καὶ Μεγάροις: σεμνῆς γὰρ ἁλίσκεται ἐν τενάγει γῆς.
καὶ Ἀντιφάνης δ᾽ ἐν Προβατεῖ φησιν
Βοιώτιαι μὲν ἐγχέλεις, μῦς Ποντικοί,
θύννοι ... γλαῦκοι Μεγαρικοί, μαινίδες Καρύστιαι,
φάγροι δ᾽ Ἐρετρικοί, Σκύριοι δὲ κάραβοι. [p. 324]
ὁ δ᾽ αὐτὸς ἐν Φιλώτιδι καὶ ταῦτα λέγει:
οὐκοῦν τὸ μὲν γλαυκίδιον, ὥσπερ ἄλλοτε,
ἕψειν ἐν ἅλμῃ φημί. Β. τὸ δὲ λαβράκιον;
α. ὀπτᾶν ὅλον. β. τὸν γαλεόν; α. ἐν ὑποτρίμματι
ζέσαι. Β. τὸ δὲ ἐγχέλειον; α. ἅλες, ὀρίγανον.
ὕδωρ. β. ὁ γόγγρος; α. ταὐτόν. β. ἡ βατίς; α.
χλόη.
β. πρόσεστι θύννου τέμαχος. α. ὀπτήσεις. β.
κρέας
ἐρίφειον; α. ὀπτόν. β. θάτερον; α. τἀναντία.
β. ὁ σπλήν; α. σεσάχθω. β. νῆστις;
46.
Εὔβουλος Καμπυλίωνι:
τὴν τ᾽ εὐπρόσωπον λοπάδα ... ...
τοῦδε τοῦ θαλαττίου
Γλαύκου φέρουσαν εὐγενέστερον ...
λάβρακὰ θ᾽ ἑφθὸν ... ἅλμῃ μίαν.
Ἀναξανδρίδης Νηρεῖ:
ὁ πρῶτος εὑρὼν πολυτελὲς τμητὸν μέγα
γλαύκου πρόσωπον τοῦ τ᾽ ἀμύμονος δέμας
θύννου τὰ τ᾽ ἄλλα βρώματ᾽ ἐξ ὑγρᾶς ἁλὸς
Νηρεὺς κατοικεῖ τόνδε πάντα τὸν τόπον.
Ἄμφις ἐν Ἑπτὰ ἐπὶ Θήβαις:
γλαῦκοι δ᾽ ὅλοι, ῥαχιστὰ κρανίων μέρη
εὔσαρκα.
καὶ ἐν Φιλεταίρῳ:
ἔχειν καθαρείως ἐγχελύδιόν τι καὶ
γλαυκινιδίου κεφάλαια καὶ λαβρακίου
τεμάχια. [p. 326]
Ἀντιφάνης δ᾽ ἐν Κύκλωπι ὑπερακοντίζων τὸν τένθην Ἀρχέστρατόν φησιν
ἔστω δ᾽ ἡμῖν κεστρεὺς τμητός,
νάρκη πνικτή, πέρκη σχιστή,
τευθὶς σακτή, συνόδων ὀπτός,
γλαύκου προτομή, γόγγρου κεφαλή,
βατράχου γαστήρ, θύννου λαγόνες,
βατίδος νῶτον, κέστρας ὀσφύς,
ψητταρικίσκος, μαινίς, καρίς,
τρίγλη, φυκίς:
τῶν τοιούτων μηδὲν ἀπέστω.
47.
Ναυσικράτης Ναυκλήροις: ..
δύο μέν, φασιν, ἁπαλοὶ καὶ καλοὶ
παῖδες θεοῦ τοῦ ναυτίλοισι πολλάκις
ἤδη φανέντος πελαγίοις ἐν ἀγκάλαις,
ὃν καὶ τὰ θνητῶν φασιν ἀγγέλλειν πάθη.
β. Γλαῦκον λέγεις. α. ἔγνωκας.
τὸν δὲ Γλαῦκον τὸν θαλάττιον δαίμονα Θεόλυτος μὲν ὁ Μηθυμναῖος ἐν τοῖς Βακχικοῖς ἔπεσιν ἐρασθέντα φησὶν Ἀρεάδνης, ὅτ᾽ ἐν Δίᾳ τῇ νήσῳ ὑπὸ Διονύσου ἡρπάσθη, καὶ βιαζόμενον ὑπὸ Διονύσου ἀμπελίνῳ δεσμῷ ἐνδεθῆναι καὶ δεηθέντα ἀφεθῆναι εἰπόντα:
Ἀνθηδών νὺ τίς ἐστιν ἐπὶ πλευροῖο θαλάσσης
ἀντίον Εὐβοίης σχεδὸν Εὐρίποιο ῥοάων:
ἔνθεν ἐγὼ γένος εἰμί: πατήρ δέ με γείνατο Κωπεύς.
Προμαθίδας δ᾽ ὁ Ἡρακλεώτης ἐν ἡμιάμβοις Πολύβου τοῦ Ἑρμοῦ καὶ Εὐβοίας τῆς Λαρύμνου γενεαλογεῖ τὸν Γλαῦκον. Μνασέας δ᾽ ἐν τρίτῳ [p. 328] τῶν Εὐρωπιακῶν Ἀνθηδόνος καὶ Ἀλκυόνης αὐτὸν γενεαλογεῖ. ναυτικὸν δὲ αὐτὸν καὶ κολυμβητὴν ἀγαθὸν γενόμενον Πόντιον καλεῖσθαι: ἁρπάσαντα Σύμην τὴν Ἰηλύσου καὶ Δωτίδος θυγατέρα ἀποπλεῦσαι εἰς τὴν Ἀσίαν καὶ τὴν ἐγγὺς τῆς Καρίας νῆσον ἔρημον οὖσαν κατοικίσαντα ἀπὸ τῆς γυναικὸς Σύμην αὐτὴν προσαγορεῦσαι. Εὐάνθης δ᾽ ὁ ἐποποιὸς ἐν τῷ εἰς τὸν Γλαῦκον ὕμνῳ Ποσειδῶνος αὐτὸν υἱὸν εἶναι καὶ Ναΐδος νύμφης μιγῆναί τε Ἀρεάδνῃ ἐν Δίᾳ τῇ νήσῳ ἐρασθέντα, ὅτε ὑπὸ Θησέως κατελείφθη, Ἀριστοτέλης δ᾽ ἐν τῇ Δηλίων πολιτείᾳ ἐν Δήλῳ κατοικήσαντα μετὰ τῶν Νηρηίδων τοῖς θέλουσι μαντεύεσθαι. Πόσσις δ᾽ ὁ Μάγνης ἐν τρίτῳ Ἀμαζονίδος τῆς Ἀργοῦς φησι δημιουργὸν γενέσθαι τὸν Γλαῦκον καὶ κυβερνῶντα αὐτήν, ὅτε ' Ἰάσων μετὰ τῶν Τυρρηνῶν ἐμάχετο, μόνον ἄτρωτον γενέσθαι ἐν τῇ ναυμαχίᾳ: κατὰ δὲ Διὸς βούλησιν ἐν τῷ τῆς θαλάσσης βυθῷ ἀφανισθῆναι καὶ οὕτως γενέσθαι θαλάττιον δαίμονα ὑπὸ μόνου τε Ἰάσονος θεωρηθῆναι. Νικάνωρ δὲ ὁ Κυρηναῖος ἐν Μετονομασίαις τὸν Μελικέρτην φησὶ Γλαῦκον μετονομασθῆναι. 48. ἱστορεῖ δὲ περὶ αὐτοῦ καὶ ὁ Αἰτωλὸς Ἀλέξανδρος ἐν τῷ ἐπιγραφομένῳ Ἁλιεῖ, ὡς ὅτι ‘ γευσάμενος βοτάνης’ κατεποντώθη,
ἣν Ἠελίῳ φαέθοντι
ἐν μακάρων νήσοισι λιτὴ φύει εἴαρι γαίη:
ἠέλιος δ᾽ ἵπποις θυμήρεα δόρπον ὀπάζει [p. 330]
ὕλην αἰενάουσαν, ἵνα δρόμον ἐκτελέσωσιν
ἄτρυτοι, καὶ μὴ τιν᾽ ἕλοι μεσσηγὺς ἀνίη.
Αἰσχρίων δ᾽ ὁ Σάμιος ἔν τινι τῶν ἰάμβων Ὕδνης φησὶ τῆς Σκύλλου τοῦ Σκιωναίου κατακολυμβητοῦ θυγατρὸς τὸν θαλάσσιον Γλαῦκον ἐρασθῆναι. ἰδίως δὲ καὶ περὶ τῆς βοτάνης λέγει, ἣν φαγὼν ἀθάνατος ἐγένετο
καὶ θεῶν ἄγρωστιν εὗρες, ἣν Κρόνος κατέσπειρε.
Νίκανδρος δ᾽ ἐν τρίτῳ Εὐρωπίας Νηρέως ἐρώμενον τὸν Γλαῦκον ἱστορεῖ γενέσθαι, ὁ δ᾽ αὐτὸς Νίκανδρος ἐν πρώτῳ Αἰτωλικῶν τὴν μαντικήν φησιν Ἀπόλλωνα ὑπὸ Γλαύκου διδαχθῆναι: θηρῶντα δὲ περὶ τὴν Ὀρείην ὄρος δὲ τοῦθ᾽ ὑπάρχειν ὑψηλὸν ἐν Αἰτωλίᾳ λαγὼν θηρᾶσαι, ὃν λιποθυμοῦντα ὑπὸ τῆς διώξεως ἀπαγαγεῖν ἐπὶ κρήνῃ τινὶ καὶ τῇ παρακειμένῃ πόᾳ ἤδη ἀποψυχόμενον ἀπομάσσειν. ἀναζωπυρήσαντος δὲ τοῦ λαγὼ τῇ βοτάνῃ ἐπιγνόντα τῆς βοτάνης τὴν δύναμιν ἀπογεύσασθαι καὶ ἔνθεον γενόμενον ἐπιγενομένου χειμῶνος κατὰ Διὸς βούλησιν εἰς τὴν θάλασσαν αὑτὸν ἐκρῖψαι. Ἡδύλος δ᾽ ὁ Σάμιος ἢ Ἀθηναῖος Μελικέρτου φησὶν ἐρασθέντα τὸν Γλαῦκον ἑαυτὸν ῥῖψαι εἰς τὴν θάλατταν. Ἡδύλη δ᾽ ἡ τοῦ ποιητοῦ τούτου μήτηρ, Μοσχίνης δὲ θυγάτηρ τῆς Ἀττικῆς ἰάμβων ποιητρίας, ἐν τῇ ἐπιγραφομένῃ Σκύλλῃ ἱστορεῖ [p. 332] τὸν Γλαῦκον ἐρασθέντα Σκύλλης ἐλθεῖν αὐτῆς εἰς τὸ ἄντρον ‘ἢ κόγχους δωρήματα’ φέροντα
Ἐρυθραίης ἀπὸ πέτρης,
ἢ τοὺς ἀλκυόνων παῖδας ἔτ᾽ ἀπτερύγους,
τῇ νύμφῃ δύσπιστος ἀθύρματα, δάκρυ δ᾽ ἐκείνου
καὶ Σειρὴν γείτων παρθένος οἰκτίσατο
ἀκτὴν γὰρ κείνην ἀπενήχετο καὶ τὰ σύνεγγυς
Αἴτνης.
49. γναφεύς. Δωρίων ἐν τῷ περὶ ἰχθύων τὸ ἐκ τῆς ἑψήσεως τοῦ γναφέως ὑγρόν φησι πάντα σπῖλον καθαίρειν. μνημονεύει δ᾽ αὐτοῦ καὶ Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ.
50. ἔγχελυς. τῶν θαλασσίων ἐγχέλεων μνημονεύει Ἐπίχαρμος ἐν Μούσαις: Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων μνημονεύων καὶ τῶν ἀπὸ τῆς Κωπαΐδος τὰς Κωπαΐδας ἐπαινεῖ γίνονται δ᾽ αὗται ὑπερμεγέθεις, φησὶ γοῦν Ἀγαθαρχίδης ἐν ἕκτῃ Εὐρωπιακῶν τὰς ὑπερφυεῖς τῶν Κωπαΐδων ἐγχέλεων ἱερείων τρόπον στεφανοῦντας καὶ κατευχομένους οὐλὰς τ᾽ ἐπιβάλλοντας θύειν τοῖς θεοῖς τοὺς Βοιωτούς: καὶ πρὸς τὸν ξένον τὸν διαποροῦντα τὸ τοῦ ἔθους παράδοξον καὶ πυνθανόμενον ἓν μόνον εἰδέναι φῆσαι τὸν Βοιωτὸν φάσκειν τε ὅτι δεῖ τηρεῖν τὰ προγονικὰ νόμιμα καὶ ὅτι μὴ καθήκει τοῖς ἄλλοις ὑπὲρ αὐτῶν ἀπολογίζεσθαι. οὐ χρὴ θαυμάζειν εἰ ἱερείων τρόπον ἐγχέλεις θύονται, ὁπότε καὶ Ἀντίγονος ὁ Καρύστιος ἐν τῷ περὶ λέξεως τοὺς Ἁλαιέας λέγει θυσίαν ἐπιτελοῦντας [p. 334] τῷ Ποσειδῶνι ὑπὸ τὴν τῶν θύννων ὥραν, ὅταν εὐαγρήσωσι, θύειν τῷ θεῷ τὸν πρῶτον ἁλόντα θύννον, καὶ τὴν θυσίαν ταύτην καλεῖσθαι θυνναῖον.51. καὶ τάριχοι δὲ παρὰ Φασηλίταις ἀποθύονται. Ἡρόπυθος γοῦν ἐν ῝ Ὥροις Κολοφωνίων περὶ τῆς κτίσεως ἱστορῶν τῆς Φασήλιδός φησιν ὅτι Λάκιος ὁ τὴν ἀποικίαν στείλας μισθὸν ἔδωκε τοῦ τόπου Κυλάβρᾳ ποιμένι νέμοντι πρόβατα ταρίχους, ἐκείνου τοῦτο αἰτήσαντος. προθέντος γὰρ αὐτῷ τοῦ Λακίου λαβεῖν τοῦ χωρίου ἢ ἄλφιτα ἢ ταρίχους εἵλετο ὁ Κυλάβρας τοὺς ταρίχους: καὶ διὰ τοῦτο οἱ Φασηλῖται ἀνὰ πᾶν ἔτος τῷ Κυλάβρᾳ ἔτι καὶ νῦν ἔτι καὶ νῦν τάριχον θύουσι. Φιλοστέφανος δ᾽ ἐν τῷ πρώτῳ περὶ τῶν ἐν τῇ Ἀσίᾳ πόλεων οὕτως γράφει: ‘ Λάκιον τὸν Ἀργεῖον ἕνα τῶν σὺν Μόψῳ ἀφικομένων, ὅν τινες μὲν Λίνδιον εἶναι λέγουσιν, ἀδελφὸν δὲ Ἀντιφήμου τοῦ Γέλαν οἰκίσαντος, εἰς τὴν Φασήλιδα ὑπὸ Μόψου μετ᾽ ἀνδρῶν πεμφθέντα κατά τινα λόγον Μαντοῦς τῆς Μόψου μητρός, ὅτε αἱ πρύμναι τῶν ἰδίων νηῶν συνέβαλον καὶ συνεθραύσθησαν κατὰ Χελιδονίας τῶν μετὰ τοῦ Λακίου διὰ τὸ ὑστερεῖν αὐτῶν νυκτὸς προσβαλόντων ἀγοράσαι δ᾽ αὐτὸν τὴν γῆν λέγεται, οὗ ἡ πόλις νῦν ἐστι, καθὰ ἡ Μαντὼ προεῖπε, παρὰ Κυλάβρα τινὸς δόντα [p. 336] τάριχον τοῦτον γὰρ ἑλέσθαι λαβεῖν αὐτὸν ἀφ᾽ ὧν ἦγον. ὅθεν κατ᾽ ἐνιαυτὸν τοὺς Φασηλίτας τῷ Κυλάβρᾳ θύειν τάριχον τιμῶντας ὡς ἥρωα.’ 52. περὶ δὲ τῶν ἐγχέλεων Ἱκέσιός φησιν ἐν τοῖς περὶ ὕλης ὡς αἱ ἐγχέλεις εὐχυλότεραι πάντων εἰσὶν ἰχθύων καὶ ὅτι εὐστομαχίᾳ διαφέρουσι τῶν πλείστων πλήσμιαι γάρ εἰσι καὶ πολύτροφοι, ἐν δὲ τοῖς ταρίχεσι τὰς Μακεδονικὰς ἐγχέλεις κατατάττει. Ἀριστοτέλης δὲ χαίρειν φησὶ τὰς ἐγχέλεις καθαρωτάτῳ ὕδατι. ὅθεν τοὺς ἐγχελυοτρόφους καθαρὸν αὐταῖς ἐπιχεῖν πνίγεσθαι γὰρ ἐν τῷ θολερῷ. διὸ καὶ οἱ θηρεύοντες θολοῦσι τὸ ὕδωρ ἵνα ἀποπνίγωνται. λεπτὰ γὰρ ἔχουσαι τὰ βράγχια αὐτίκα ὑπὸ τοῦ θολοῦ τοὺς πόρους ἐπιπωματίζονται. ὅθεν κἀν τοῖς χειμῶσιν ὑπὸ τῶν πνευμάτων ταραττομένου τοῦ τοῦ ὕδατος ἀποπνίγονται. ὀχεύονται δὲ συμπλεκόμεναι κᾆτ᾽ ἀφιᾶσι γλινῶδες ἐξ αὑτῶν, ὃ γενόμενον ἐν τῇ ἰλύι ζωογονεῖται, λέγουσι δὲ οἱ ἐγχελυοτρόφοι καὶ ὡς νυκτὸς μὲν νέμονται, ἡμέρας δ᾽ ἐν τῇ ἰλύι ἀκινητίζουσι ζῶσί τε τὸ ἐπὶ πολὺ ἐπὶ ὀκτὼ ἔτη. ἐν ἄλλοις δὲ πάλιν ὁ Ἀριστοτέλης ἱστορεῖ γίνεσθαι αὐτὰς οὔτε ᾠοτοκούσας οὔτε ζωοτοκούσας ἀλλ᾽ οὐδὲ ἐξ ὀχείας, ἀλλ᾽ ἐν τῷ βορβόρῳ καὶ τῇ ἰλύι σήψεως γινομένης: καθάπερ καὶ ἐπὶ τῶν καλουμένων τῆς γῆς ἐντέρων λέγεται, διὸ καὶ Ὅμηρον τῆς τῶν ἰχθύων φύσεως χωρίζοντα τάδε εἰπεῖν
τείροντ᾽ ἐγχέλυές τε καὶ ἰχθύες οἱ κατὰ δίνας. [p. 338]
53. Ἐπικούρειος δέ τις εἰκαδιστὴς τῶν συνδειπνούντων ἡμῖν ἐγχέλυος παρατεθείσης ‘ πάρεστιν, ἔφη, ἡ τῶν δείπνων Ἑλένη: ἐγὼ οὖν Πάρις ἔσομαι.’ καὶ χεῖρας μήπω τινὸς ἐκτετακότος ἐπ᾽ αὐτὴν ἐπιβαλὼν ἐψίλωσε τὸ πλευρὸν ἀπάγων εἰς ἄκανθαν. ὁ δ᾽ αὐτὸς οὗτος πλακοῦντός ποτε θερμοῦ παρατεθέντος καὶ πάντων ἀπεχομένων ἐπιφωνήσας:
τοῦ δ᾽ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικε,
προπετῶς ἐπιβαλὼν καὶ καταπιὼν φλεγόμενος ἐξεφέρετο. καὶ ὁ Κύνουλκος ἔφη: ‘ἀποφέρεται τὸ ἆθλον ἐκ τῆς βρογχοπαρατάξεως ὁ λάρος.’ καὶ περὶ τῆς ἐγχέλυος δ᾽ Ἀρχέστρατος οὕτως ἱστορεῖ
ἔγχελυν αἰνῶ μὲν πᾶσαν, πολὺ δ᾽ ἐστὶ κρατίστη
Ῥηγίου ἀντιπέρας πορθμοῦ: ληφθεῖσα θαλάσσης
ἔνθα σὺ τῶν ἄλλων πάντων, Μεσσήνιε, θνητῶν
βρῶμα τιθεὶς τοιόνδε διὰ στόματος πλεονεκτεῖς,
οὐ μὴν ἀλλὰ κλέος γ᾽ ἀρετῆς μέγα κάρτα φέρουσι
Κωπαῖαι καὶ Στρυμόνιαι: μεγάλαι τε γάρ εἰσι
καὶ τὸ πάχος θαυμασταί. ὅλως δ᾽ οἶμαι βασιλεύει
πάντων τῶν περὶ δαῖτα καὶ ἡδονῇ ἡγεμονεύει
ἔγχελυς, ἣ φύσει ἐστὶν ἀπήρινος μόνος ἰχθύς ... [p. 340]
54. Ὁμήρου δὲ εἰπόντος ‘ τείροντ᾽ ἐγχέλυές τε καὶ ἰχθύες’ ἀκολούθως ἐποίησε καὶ Ἀρχίλοχος:
πολλὰς δὲ τυφλὰς ἐγχέλυας ἐδέξω.
οἱ δ᾽ Ἀττικοί, καθὼς Τρύφων φησί, τὰς ἑνικὰς χρήσεις ἐπιστάμενοι διὰ τοῦ υ τὰς πληθυντικὰς οὐκ ἔτι ἀκολούθως ἐπιφέρουσιν. ὁ γοῦν Ἀριστοφάνης ἐν μὲν Ἀχαρνεῦσι:
σκέψασθε φησί παῖδες τὴν κρατίστην ἔγχελυν.
καὶ ἐν Λημνίαις:
ἔγχελυν Βοιωτίαν.
τὴν δ᾽ εὐθεῖαν ἐν Δαιταλεῦσι:
καὶ λεῖος ὥσπερ ἔγχελυς.
καὶ Κρατῖνος ἐν Πλούτοις:
θύννος, ὀρφώς, γλαῦκος, ἔγχελυς, κύων.
τὰς μέντοι πληθυντικὰς οὐκ ἔθ᾽ ὁμοίως τῷ ποιητῇ. Ἀριστοφάνης Ἱππεῦσιν:
ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας
καὶ δευτέραις Νεφέλαις:
τὰς εἰκοῦς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.,
ἐν Σφηξὶ δ᾽ ἡ δοτική:
οὐ χαίρω δὲ βατίσιν, οὐδ᾽ ἐγχέλεσιν.
Στράττις δ᾽ ἐν Ποταμίοις ἔφη:
ἐγχέλεων ἀνεψιός. [p. 342]
Σημωνίδης δ᾽ ἐν ἰάμβοις:
ὥσπερ ἔγχελυς κατὰ γλοιοῦ.
καὶ τὴν αἰτιατικὴν
ἐρῳδιὸς γὰρ ἔγχελυν Μαιανδρίην
τρίορχον εὑρὼν ἐσθίοντ᾽ ἀφείλετο.
Ἀριστοτέλης δ᾽ ἐν τοῖς περὶ ζῴων διὰ τοῦ ι ἔγχελις εἴρηκεν. ὅταν δ᾽ Ἀριστοφάνης ἐν Ἱππεῦσι λέγῃ:
ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας
ὅταν γὰρ ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδὲν,
ἐὰν δ᾽ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,
αἱροῦσι: καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς,
σαφῶς δηλοῖ ὅτι ἡ ἔγχελυς ἐκ τῆς ἰλύος λαμβάνεται, ἔνθεν καὶ τοὔνομα εἰς ūς ἐπερατώθη. καὶ ὁ ποιητὴς οὖν θέλων δηλῶσαι τὸ εἰς βάθος τοῦ ποταμοῦ καιόμενον οὕτως ἔφη:
τείροντ᾽ ἐγχέλυές τε καὶ ἰχθύες.
ἰδικώτερον δὲ καὶ κατ᾽ ἐξαίρετον ἐγχέλυες, ἵνα καὶ τὸ βάθος τοῦ κεκαυμένου ὕδατος δηλώσῃ. 55. Ἀντιφάνης δὲ ἐν Λύκωνι κωμῳδῶν τοὺς Αἰγυπτίους φησίν
τὰ τ᾽ ἄλλα δεινούς φασι τοὺς Αἰγυπτίους
εἶναι τὸ νομίσαι τ᾽ ἰσόθεον τὴν ἔγχελυν
πολὺ τῶν θεῶν γάρ ἐστι τιμιωτέρα.
τῶν μὲν γὰρ εὐξαμένοισιν ἔσθ᾽ ἡμῖν τυχεῖν,
τούτων δὲ δραχμὰς τοὐλάχιστον δώδεκα
ἢ πλέον ἀναλώσασιν ὀσφρέσθαι μόνον
οὕτως ἔσθ᾽ ἅγιον παντελῶς τὸ θηρίον. [p. 344]
Ἀναξανδρίδης δ᾽ ἐν Πόλεσι πρὸς τοὺς Αἰγυπτίους ἀποτεινόμενος τὸν λόγον φησίν
οὐκ ἂν δυναίμην συμμαχεῖν ὑμῖν ἐγώ:
οὔτ᾽ οἱ τρόποι γὰρ ὁμονοοῦσ᾽ οὔτ᾽ οἱ νόμοι
ἡμῶν, ἀπ᾽ ἀλλήλων δὲ διέχουσιν πολύ.
βοῦν προσκυνεῖς, ἐγὼ δὲ θύω τοῖς θεοῖς:
τὴν ἔγχελυν μέγιστον ἡγεῖ δαίμονα,
ἡμεῖς δὲ τῶν ὄψων μέγιστον παρὰ πολὺ
οὐκ ἐσθίεις ὕει᾽, ἐγὼ δὲ γ᾽ ἥδομαι
μάλιστα τούτοις: κύνα σέβεις, τύπτω δ᾽ ἐγώ,
τοὔψον κατεσθίουσαν ἡνίκ᾽ ἂν λάβω.
τοὺς ἱερέας ἐνθάδε μὲν ὁλοκλήρους νόμος
εἶναι, παρ᾽ ὑμῖν δ᾽, ὡς ἔοικ᾽, ἀπηργμένους.
τὸν αἰέλουρον κακὸν ἔχοντ᾽ ἐὰν ἴδῃς
κλαίεις, ἐγὼ δ᾽ ἥδιστ᾽ ἀποκτείνας δέρω.
δύναται παρ᾽ ὑμῖν μυγαλῆ, παρ᾽ ἐμοὶ δὲ γ᾽ οὔ.
Τιμοκλῆς δ᾽ ἐν Αἰγυπτίοις
πῶς ἂν μὲν οὖν σώσειεν ἶβις ἢ κύων;
ὅπου γὰρ εἰς τοὺς ὁμολογουμένους θεοὺς
ἀσεβοῦντες οὐ διδόασιν εὐθέως δίκην,
τίν᾽ αἰελούρου βωμὸς ἐπιτρίψειεν ἄν;
56. ὅτι δ᾽ ἤσθιον τὰς ἐγχέλεις καὶ μετὰ τεύτλων ἐντυλίξαντες πολὺ μέν ἐστι καὶ παρὰ τοῖς ἀρχαίοις κωμικοῖς, καὶ Εὔβουλος δέ φησιν ἐν Ἠχοῖ:
νύμφα ἀπειρόγαμος τεύτλῳ περὶ σῶμα καλυπτὰ
λευκόχρως παρέσται,
ἔγχελυς, ὦ μέγα μοι μέγα σοι φάος ὅσσον ἐναργές.
[p. 346] καὶ ἐν Ἴωνι:
μετὰ ταῦτα θύννων μεγαλόπλουτ᾽ ἐπεισέπλει
ὑπογάστρι᾽ ὀπτῶν αἵ τ᾽ ἐχιδνοσώματοι
Βοιώτιαι παρῆσαν ἐγχέλεις θεαὶ
τεῦτλ᾽ ἀμπεχόμεναι.
καὶ ἐν Μηδείᾳ:
τεῦτλ᾽ ἀμπεχομένης παρθένου Βοιωτίας
Κωπᾷδος: ὀνομάζειν γὰρ αἰδοῦμαι θεάν.
ὅτι δὲ καὶ αἱ Στρυμόνιαι ἐγχέλεις δι᾽ ὀνόματος ἦσάν φησιν ἐν Θαμύρᾳ Ἀντιφάνης:
καὶ σοῦ γ᾽ ἐπώνυμός τις ἐν φήμαις βροτῶν
Θρῇκας κατάρδων ποταμὸς ὠνομασμένος
Στρυμών, μεγίστας ἐγχέλεις κεκτημένος.
καὶ περὶ τὸν Εὐλέα δὲ ποταμὸν οὗ μνημονεύει Ἀντίμαχος ἐν ταῖς ἐπιγραφομέναις Δέλτοις οὕτως:
ἐλθὼν Εὐλῆος πηγὰς ἔπι δινήεντος
Δημήτριος ὁ Σκήψιος ἐν ἑκκαιδεκάτῃ τοῦ Τρωικοῦ διακόσμου ἐγχέλεις φησὶ διαφόρους γίνεσθαι.
57. ἔλοψ. προείρηται μέν τινα περὶ αὐτοῦ: ἀλλὰ καὶ Ἀρχέστρατός φησι τάδε περὶ αὐτοῦ:
τὸν δ᾽ ἔλοπ᾽ ἔσθε μάλιστα Συρακούσαις ἐνὶ κλειναῖς,
τόν γε κρατιστεύονθ᾽. οὗτος γὰρ αὖ ἐστιν ἐκεῖθεν
τὴν ἀρχὴν γεγονώς: ὥσθ᾽ ἡνίκ᾽ ἂν ἢ περὶ νήσους [p. 348]
ἢ περὶ τὴν Ἀσίην που ἁλῷ γῆν ἢ περὶ Κρήτην,
λεπτὸς καὶ στερεὸς καὶ κυματοπλὴξ ἀφικνεῖται.
58. ἐρυθρῖνος. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων καὶ Σπεύσιππος παραπλήσιά. φησιν εἶναι φάγρον, ἐρυθρῖνον, ἥπατον. τὰ παραπλήσια εἴρηκε καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων. Κυρηναῖοι δὲ ὕκην τὸν ἐρυθρῖνον καλοῦσιν, ὡς Κλείταρχός φησιν ἐν Γλώσσαις.
59. ἐγκρασίχολοι. καὶ τούτων μέμνηται Ἀριστοτέλης ὡς μικρῶν ἰχθυδίων ἐν τῷ περὶ ζωικῶν. Δωρίων δὲ ἐν τῷ περὶ ἰχθύων τῶν ἐγκρασιχόλους ἐν τοῖς ἑψητοῖς μέμνηται εἰπὼν οὕτως:: ‘ ἑψητοὺς εἶναι μὲν δεῖ ἐγκρασιχόλους ἢ ἴωπας ἢ ἀθερίνας ἢ κωβιονς ἢ τριγλίδας μικρὰς σηπίδιά τε καὶ τευθίδια καὶ καρκίνια.’
60. ἑψητός. ἐπὶ τῶν λεπτῶν ἰχθυδίων. Ἀριστοφάνης ἐν Ἀναγύρῳ:
οὐχ ἑψητῶν λοπάς ἐστιν.
Ἄρχιππος Ἰχθύσι:
καὶ τὴν μὲν ἀφύην καταπέπωκεν ἐντυχὼν
ἑψητός.
Εὔπολις Αἰξὶν
ὦ Χάριτες, αἷσι μέλουσιν ἑψητοί.
Εὔβουλος ἐν Προσουσίᾳ ἢ Κύκνῳ :
ἀγαπῶν τε κἂν ἑψητὸν ἐν τεύτλοις ἕνα
διὰ δωδεκάτης ἑψόμενον ἡμέρας ἴδῃ. [p. 350]
Ἄλεξις ἐν Ἀπεγλαυκωμένῳ:
καὶ γὰρ ἑψητοί τινες
παρῆσαν ἡμῖν δαιδαλεῖοί πως.
τὰ γὰρ καλὰ πάντα Δαιδάλου καλοῦσιν ἔργα. καὶ πάλιν
τῶν οὖν κορακίνων πεῖραν οὐχὶ λαμβάνεις
οὐδὲ τριχίδων οὐδ᾽ οἷον ἑψητῶν τινῶν;
πληθυντικῶς δὲ λέγουσιν ἑψητοὺς κατὰ τὸ πλεῖστον. Ἀριστοφάνης Δράμασιν ἢ Νιόβῳ:
οὐδὲν μὰ Δί᾽ ἐρῶ λοπάδος ἑψητῶν.
Μένανδρος Περινθίᾳ:
τὸ παιδίον δ᾽ εἰσῆλθεν ἑψητοὺς φέρον.
ἑνικῶς δὲ Νικόστρατος ἐν Ἡσιόδῳ:
βεμβράδ᾽, ἀφύην, ἑψητόν.
Ποσείδιππος Ἀποκλειομένῃ:
ἑψητὸν ἀγοράζειν τινά.
ἐν δὲ τῇ ἐμῇ Ναυκράτει ἑψητοὺς καλοῦσιν ἰχθύδια ὑπολειπόμενα ἐν ταῖς διώρυξιν, ὅταν ὁ Νεῖλος ὑποπαύηται τῆς πληρώσεως.
61. ἥπατος ἢ λεβίας. Διοκλῆς τοῦτόν φησι τῶν πετραίων εἶναι: Σπεύσιππος δ᾽ ὅμοιον φάγρῳ τὸν ἥπατον. ἐστὶ δὲ μονήρης, ὥς φησιν Ἀριστοτέλης, σαρκοφάγος τε καὶ καρχαρόδους, τὴν χροιὰν μὲν μέλας, ὀφθαλμοὺς δὲ μείζονας ἢ καθ᾽ αὑτὸν ἔχων, καρδίαν τρίγωνον λευκήν. Ἀρχέστρατος δ᾽ ὁ τῶν δείπνων λοχαγός φησιν [p. 352]
καὶ λεβίαν λαβέ, Μόσχε, τὸν ἥπατον ἐν περικλύστῳ
Δήλῳ καὶ Τήνῳ.
62. ἠλακατῆνες. Μνησίμαχος Ἱπποτρόφῳ:
σκόμβρος,
θύννος, κωβιός, ἠλακατῆνες.
εἰσὶ δὲ κητώδεις, ἐπιτήδειοι εἰς ταριχείαν. Μένανδρος Κόλακί φησι:
κωβιός, ἠλακατῆνες,
κυνὸς οὐραῖον.
Μνασέας δὲ ὁ Πατρεύς φησι: ‘ἰχθύος δὲ γίνεται καὶ Ἡσυχίας τῆς ἀδελφῆς Γαλήνη καὶ Μύραινα καὶ Ἠλακατῆνες.’
63. θύννος. τοῦτόν φησιν Ἀριστοτέλης εἰσπλεῖν εἰς τὸν Πόντον ἐχόμενον τῆς γῆς: ἐν τῷ δεξιῷ ὀφθαλμῷ βλέπειν, τῷ γὰρ εὐωνύμῳ ἀμβλυωπεῖν. ἔχει δ᾽ ὑπὸ τὰ πτερύγια τὸν λεγόμενον οἶστρον. χαίρει δὲ ἀλέᾳ: διὸ καὶ πρὸς τὴν ἄμμον πρόσεισι. γίνεται δὲ ἐδώδιμος ὅταν τοῦ οἴστρου παύσηται, μίσγεται δὲ μετὰ τὴν φωλείαν, ὥς φησι Θεόφραστος, καὶ ἕως μὲν ἂν ἔχῃ μικρὰ τὰ κυήματα, δυσάλωτος, ὅταν δὲ μείζω γένηται, διὰ τὸν οἴστρου ἁλίσκεται. φωλεύει δὲ ὁ θύννος καίτοι πολυαίματος ὤν. Ἀρχέστρατος δέ φησιν
ἀμφὶ δὲ τὴν ἱεράν τε καὶ εὐρύχορον Σάμον ὄψῃ
θύννον ἁλισκόμενον σπουδῇ μέγαν, ὃν καλέουσιν [p. 354]
ὄρκυν, ἄλλοτε δ᾽ αὖ κῆτος. τούτου δὲ θέρευς χρὴ
ὀψωνεῖν ἃ πρέπει ταχέως καὶ μὴ περὶ τιμῆς ...
ἐστὶ δὲ γενναῖος Βυζαντίῳ ἔν τε Καρύστῳ:
ἐν Σικελῶν δὲ κλυτῇ νήσῳ Κεφαλοιδὶς ἀμείνους
πολλῷ τῶνδε τρέφει θύννους καὶ Τυνδαρὶς ἀκτή.
ἂν δὲ ποτ᾽ Ἰταλίας ἱερᾶς Ἱππώνιον ἔλθῃς
Περσεφόνης ἕδος εὐστεφάνου, πολὺ δή, πολὺ πάντων
ἐνταῦθ᾽ εἰσὶν ἄριστοι ἔχουσί τε τέρματα νίκης,
οἱ δ᾽ ἐπὶ τῶνδε τόπων πεπλανημένοι εἰσὶν ἐκεῖθεν
πολλὰ περάσαντες πελάγη βρυχίου διὰ πόντου
ὥστ᾽ αὐτοὺς ἡμεῖς θηρεύομεν ὄντας ἀώρους.
64. ' Ὠνομάσθη δὲ θύννος ἀπὸ τοῦ θύειν τε καὶ ὁρμᾶν. ὁρμητικὸς γὰρ ὁ ἰχθὺς διὰ τὸ ἔχειν κατά τινα ὥραν οἶστρον ἐπὶ τῆς κεφαλῆς, ὑφ᾽ οὗ φησιν ὁ Ἀριστοτέλης αὐτὸν ἐξελαύνεσθαι γράφων οὕτως: ‘οἱ δὲ θύννοι καὶ οἱ ξιφίαι οἰστρῶσι περὶ κυνὸς ἐπιτολήν: ἔχουσι γὰρ ἀμφότεροι τηνικαῦτα παρὰ τὰ πτερύγια οἱονεὶ σκωλήκιον τὸν καλούμενον οἶστρον, ὅμοιον μὲν σκορπίῳ, μέγεθος δ᾽ ἡλίκον ἀράχνης, τοῦτο δὲ ποιεῖ αὐτοὺς ἐξάλλεσθαι οὐκ ἔλαττον τοῦ δελφῖνος: καὶ τοῖς πλοίοις πολλάκις ἐμπίπτουσι.’ καὶ Θεοδωρίδας δέ φησι:
θύννοι τε διοιστρήσοντι Γαδείρων δρόμον. [p. 356]
Πολύβιος δ᾽ ὁ Μεγαλοπολίτης ἐν τετάρτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν περὶ τῆς ἐν Ἰβηρίᾳ Λυσιτανίας χώρας διαλεγόμενός φησιν ὅτι βάλανοί εἰσι κατὰ βάθος ἐν τῇ αὐτόθι θαλάττῃ πεφυτευμέναι, ὧν τὸν καρπὸν σιτουμένους τοὺς θύννους πιαίνεσθαι. διόπερ οὐκ ἂν ἁμάρτοι τις λέγων ὗς εἶναι θαλαττίους τοὺς θύννους. εἰσὶν γὰρ οἱ θύννοι οἷον ὕες, ἀπὸ τῶν βαλάνων αὐξανόμενοι, 65. ἐπαινεῖται δὲ τοῦ ἰχθύος τούτου τὰ ὑπογάστρια, ὡς καὶ Εὔβουλός φησιν ἐν Ἴωνι:
μετὰ ταῦτα θύννων μεγαλόπλουτ᾽ ἐπεισέπλει
ὑπογάστρι᾽ ὀπτῶν.
Ἀριστοφάνης Λημνίαις:
οὐκ ἔγχελυν Βοιωτίαν, οὐ γλαῦκον, οὐχὶ θύννου
ὑπογάστριον.
Στράττις Ἀταλάντῃ:
ὑπογάστριον θύννου τι κἀκροκώλιον
δραχμῆς ὕειον.
ἐν δὲ Μακεδόσιν
ὑπογάστριά θ᾽ ἡδέα θύννων.
Ἔριφος Μελιβοίᾳ:
ταῦτα γὰρ οἱ πένητες οὐκ ἔχοντες ἀγοράσαι
ὑπογάστριον θύννακος οὐδὲ κρανίον
λάβρακος οὐδὲ γόγγρον οὐδὲ σηπίας,
ἃς οὐδὲ μάκαρας ὑπερορᾶν οἶμαι θεούς.
ὅταν δὲ καὶ Θεόπομπος ἐν Καλλαίσχρῳ λέγῃ:
ἰχθύων δὲ δὴ
ὑπογάστρι᾽Σ32, ὦ Δάματερ, [p. 358]
παρατηρητέον ὅτι ἐπὶ ἰχθύων μὲν ὑπογάστριον λέγουσι, σπανίως δ᾽ ἐπὶ χοίρων καὶ τῶν ἄλλων ζῴων. ἄδηλον δ᾽ ἐπὶ τίνων ἔταξε τὸ ὑπογάστριον Ἀντιφάνης ἐν τῷ Ποντικῷ, ὅταν λέγῃ:
ὅστις ὠψώνηκ᾽ ἴσως
ταύταις μεγαλείως ταῖς κάκιστ᾽ ἀπολουμέναις
ὑπογάστρι᾽ ἐλθὼν ἃς Ποσειδῶν ἀπολέσαι
βράττειν τε γεννικῶς παρασκευάζεται
πλευρὰν μετ᾽ αὐτῶν.
Ἄλεξις δ᾽ ἐν Ὀδυσσεῖ ὑφαίνοντι καὶ τὴν κεφαλὴν τοῦ θύννου ἐπαινῶν φησιν
καὶ τοὺς ἁλιέας δ᾽ εἰς τὸ βάραθρον ἐμβάλω:
ἀπελευθέρων ὀψάρια θηρεύουσί μοι,
τριχίδια καὶ σηπίδια καὶ φρυκτούς τινας.
β. οὗτος πρότερον κεφαλὴν εἰ λάβοι θύννου
ἐνόμιζεν ἐγχέλεια καὶ θύννας ἔχειν.
ἐπῄνουν δὲ τῶν θύννων καὶ τὰς κλεῖδας καλουμένας, ὡς Ἀριστοφῶν ἐν Πειρίθῳ:
καὶ μὴν διέφθαρταί γε τοὔψον παντελῶς:
κλεῖδες μὲν ὀπταὶ δύο παρεσκευασμέναι.
β. αἷς τὰς θύρας κλείουσι; α. θύννειοι μὲν οὖν.
β. σεμνὸν τὸ βρῶμα. α. καὶ τρίτη Λακωνική.
66. Ἀντίγονος δ᾽ ὁ Καρύστιος ἐν τῷ περὶ λέξεως τῷ Ποσειδῶνί φησι θύννον θύεσθαι, καθάπερ προείπαμεν. Ἡρακλέων δ᾽ ὁ Ἐφέσιος θύννον [p. 360] τὸν ὄρκυνόν φησι λέγειν τοὺς Ἀττικούς. Σώστρατος δ᾽ ἐν δευτέρῳ περὶ ζῴων τὴν πηλαμύδα θυννίδα καλεῖσθαι λέγει, μείζω δὲ γινομένην θύννον, ἔτι δὲ μείζονα ὄρκυνον, ὑπερβαλλόντως δὲ αὐξανόμενον γίνεσθαι κῆτος, μνημονεύει δὲ τοῦ θύννου καὶ Αἰσχύλος λέγων
σφύρας δέχεσθαι κἀπιχαλκεύειν μύδρους
ὡς ἀστενακτὶ θύννος ὣς ἠνείχετο
ἄναυδος.
καὶ ἀλλαχοῦ:
τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην,
ὡς τοῦ θύννου τῷ σκαιῷ ὀφθαλμῷ οὐ βλέποντος, ὡς Ἀριστοτέλης εἴρηκεν. Μένανδρος: ἁλιεῦσι:
καὶ θάλαττα βορβορώδης, ἣ τρέφει θύννον μέγαν.
καὶ παρὰ Σώφρονι ὁ θυννοθήρας ἐστίν ... οὓς ἔνιοι θύννους καλοῦσιν, Ἀθηναῖοι δὲ θυννίδας.
67. θυννίς. τοῦ ἄρρενος ταύτην φησὶ διαφέρειν ὁ Ἀριστοτέλης τῷ ἔχειν ὑπὸ τῇ γαστρὶ πτερύγιον, ὃ καλεῖσθαι ἀθέρα ἐν δὲ τῷ περὶ ζῴων μορίων διιστὰς αὐτὴν τοῦ θύννου φησιν τοῦ θέρους τίκτειν περὶ τὸν Ἑκατομβαιῶνα θυλακοειδές, ἐν ᾧ πολλὰ γίνεσθαι μικρὰ ᾠά. καὶ Σπεύσιππος δ᾽ ἐν δευτέρῳ Ὁμοίων διίστησιν αὐτὰς τῶν θύννων καὶ [p. 362] Ἐπίχαρμος ἐν Μούσαις. Κρατῖνος δ᾽ ἐν Πλούτοις φησὶν
ἐγὼ γάρ εἰμι θυννὶς ἡ μέλαινά σοι
καὶ θύννος, ὀρφώς, γλαῦκος, ἔγχελυς, κύων.
Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ ἰχθύων ἀγελαῖον καὶ ἐκτοπιστικὸν εἶναι τὴν θυννίδα. Ἀρχέστρατος δ᾽ ὁ κίμβιξ φησί
καὶ θύννης οὐραῖον ἔχειν—τὴν θυννίδα φωνῶ
τὴν μεγάλην, ἧς μητρόπολις Βυζάντιόν ἐστιν.
εἶτα τεμὼν αὐτὴν ὀρθῶς ὄπτησον ἅπασαν
ἁλσὶ μόνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας.
θερμὰ τ᾽ ἔδειν τεμάχη βάπτων δριμεῖαν ἐς ἅλμην
καὶ ξήρ᾽ ἂν ἐθέλῃς ἔσθειν γενναῖα πέλονται,
ἀθανάτοισι θεοῖσι φυὴν καὶ εἶδος ὅμοια.
ἂν δ᾽ ὄξει ῥάνας παραθῇς, ἀπόλωλεν ἐκείνη.
καὶ Ἀντιφάνης δ᾽ ἐν Παιδεραστῇ:
τῆς τε βελτίστης μεσαῖον θυννάδος Βυζαντίας
τέμαχος ἐν τεύτλου λακιστοῖς κρύπτεται στεγάσμασιν.
τῆς θυννίδος τὸ οὐραῖον ἐπαινεῖ καὶ Ἀντιφάνης ἐν Κουρίδι οὕτως:
ὁ μὲν ἐν ἀγρῷ τρεφόμενος
θαλάττιον μὲν οὗτος οὐδὲν ἐσθίει
πλὴν τῶν παρὰ γῆν, γόγγρον τιν᾽ ἢ νάρκην τιν᾽ ἢ
θύννης τὰ πρὸς γῆς. Β. ποῖα; α. τὰ κάτωθεν λέγω: [p. 364]
β. τούτους φάγοις ἄν; Γ. τοὺς γὰρ ἄλλους νενόμικα
ἀνθρωποφάγους ἰχθῦς. β. τὸ δεῖνα δ᾽ ἐσθίεις;
Γ: τὸ τί; β. τὰ Βοιωτῶν λοιπά ; Γ. Κωπᾷδας λέγεις;
ἀγρίως γε: παρὰ λίμνην γεωργῶν τυγχάνω.
τὰ δ᾽ ἐγχέλεια γράψομαι λιποταξίου:
κομιδῇ γὰρ οὐκ ἦν οὐδαμοῦ. τούτων τῶν ἰαμβείων ἔνια ἔστιν εὑρεῖν καὶ ἐν Ἀκεστρίᾳ καὶ ἐν Ἀγροίκῳ ἢ Βουταλίωνι. Ἱππῶναξ δέ, ὡς Λυσανίας ἐν τοῖς περὶ ἰαμβοποιῶν παρατίθεται, φησίν
ὁ μὲν γὰρ αὐτῶν ἡσυχῇ τε καὶ ῥύβδην
θυννίδα τε καὶ μυττωτὸν ἡμέρας πάσας
δαινύμενος, ὥσπερ Λαμψακηνὸς εὐνοῦχος,
κατέφαγε δὴ τὸν κλῆρον ὥστε χρὴ σκάπτειν
πέτρας τ᾽ ὀρείας σῦκα μέτρια τρώγων
καὶ κρίθινον κόλλικα, δούλιον χόρτον.
μνημονεύει δὲ τῶν θυννίδων καὶ Στράττις ἐν Καλλιππίδῃ.
68. ἵππουροι. Ἀριστοτέλης ἐν δευτέρῳ ζῴων μορίων τοὺς ἱππούρους φησὶν ᾠὰ τίκτειν, καὶ ταῦτα ἐξ ἐλαχίστων μέγιστα γίνεσθαι, ὡς καὶ τὰ τῆς σμυραίνης: τίκτειν δὲ ἔαρος. Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων κορύφαιναν καλεῖσθαί φησι τὸν ἵππουρον. Ἱκέσιος δ᾽ ἱππουρεῖς αὐτοὺς [p. 366] προσαγορεύει, μνημονεύει δ᾽ αὐτῶν Ἐπίχαρμος ἐν Ἥβας γάμῳ:
κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε καὶ χρυσόφρυες.
Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ τὴν φύσιν τοῦ ἰχθύος διηγούμενος συνεχές φησιν αὐτὸν ἐξάλλεσθαι, διὸ καὶ ἀρνευτὴν ὀνομάζεσθαι. λέγει δὲ οὕτω περὶ αὐτοῦ:
ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον.
Ἀρχέστρατος δέ φησιν
ἵππουρος δὲ Καρύστιός ἐστιν ἄριστος :
ἄλλως τ᾽ εὔοψον σφόδρα χωρίον ἐστὶ Κάρυστος.
Ἐπαίνετος δ᾽ ἐν Ὀψαρτυτικοῖς κορύφαιναν αὐτόν φησιν ὀνομάζεσθαι.
69. ἵπποι. μήποτε τούτους ἱππίδια καλεῖ Ἐπίχαρμος ὅταν λέγῃ:
κορακῖνοι δὲ κοριοειδέες,
... 3 πίονες χἰππίδια λεῖα, φυκιοφάγοι κουρίδες.
Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ:
ἢ σκάρον ἢ κῶθον τροφίην καὶ ἀναιδέα λίην
χάννους τ᾽ ἐγχέλυάς τε καὶ ἐννυχίην πίτυνον,
ὁ ἢ μύας ἢ ἵππους ἠὲ γλαύκην κορύδυλιν.
μνημονεύει αὐτοῦ καὶ Ἀντίμαχος ὁ Κολοφώνιος ἐν τῇ Θηβαίδι λέγων οὕτως :
ἢ ὕκην ἢ ἵππον ἢ ὃν κίχλην καλέουσιν. [p. 368]
70.
ἰουλίδες, . περὶ τούτων Δωρίων ἐν τῷ περὶ ἰχθύων φησὶν ‘ ἰουλίδας ἕψειν μὲν ἐν ἅλμῃ, ὀπτᾶν δ᾽ ἐπὶ τηγάνου.’ Νουμήνιος δέ:
κεῖνο δὲ δὴ σκέπτοιο, τό κεν καὶ ἰουλίδα μάργον
πολλὸν ἀποτροπόῳτο καὶ ἰοβόλον σκολόπενδραν.
ἰούλους δ᾽ ὁ αὐτὸς ὀνομάζει τὰ ἔντερα τῆς γῆς διὰ τούτων
καὶ δὲ σύ γε μνήσαιο δελείατος ὅττι παρ᾽ ἄκρα
δήεις αἰγιαλοῖο γεώλοφα: οἱ μὲν ἴουλοι
κέκληνται, μέλανες, γαιηφάγοι, ἔντερα γαίης.
ἠὲ καὶ ἑρπήλας δολιχήποδας, ὁππότε πέτραι
ἀμμώδεις κλύζωνται ἐπ᾽ ἄκρῃ κύματος ἀγῇ,
ἔνθεν ὀρύξασθαι θέμεναὶ τ᾽ εἰς ἄγγος ἀολλεῖς.
71. κίχλαι καὶ κόσσυφοι. διὰ τοῦ ητα Ἀττικοὶ κίχλην λέγουσι, καὶ ὁ λόγος οὕτως ἔχει. τὰ γὰρ εἰς λα λήγοντα θηλυκὰ πρὸ τοῦ λ ἕτερον λ ἔχει, Σκύλλα, σκίλλα, κόλλα, βδέλλα, ἅμιλλα, ἄμαλλα: τὰ δὲ εἰς λη οὐκέτι, ὁμίχλη, φύτλη, γενέθλη, αἴγλη, τρώγλη, ὁμοίως οὖν καὶ τρίγλη. Κρατῖνος:
τρίγλην δ᾽ εἰ μὲν ἐδηδοκοίη τένθου τινὸς ἀνδρός.
Διοκλῆς δ᾽ ἐν πρώτῳ Ὑγιεινῶν ‘οἱ δὲ πετραῖοι,’ φησίν, ‘ καλούμενοι μαλακόσαρκοι, κόσσυφοι, κίχλαι, πέρκαι, κωβιοί, φυκίδες, ἀλφηστικός.’ Νουμήνιος δὲ ἐν Ἁλιευτικῷ: [p. 370]
γλαύκους ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρων
κόσσυφον ἢ κίχλας ἁλιειδέας.
Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ:
βαμβραδόνες τε καὶ κίχλαι λαγοὶ δράκοντές τ᾽ ἄλκιμοι.
Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ ζωικῶν ‘ καὶ τὰ μὲν μελανόστικτα, ὥσπερ κόσσυφος, τὰ δὲ ποικιλόστικτα, ὥσπερ κίχλη.’ Παγκράτης δ᾽ ὁ Ἀρκὰς ἐν ἔργοις θαλαττίοις τὴν κίχλην πολλοῖς ὀνόμασί φησι καλεῖσθαι:
οἷς ἤδη κίχλην οἰνώδεα, τὴν καλαμῆες
σαῦρον κικλήσκουσι καὶ αἰολίην, ὀρφίσκον,
πιότατον κεφαλῇ.
Νίκανδρος δ᾽ ἐν τετάρτῳ Ἑτεροιουμένων φησίν
ἢ σκάρον ἢ κίχλην πολυώνυμον.
72. κάπρος καὶ κρέμυς. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων φησί ‘τὰ δὲ ἀνόδοντα καὶ λεῖα ὡς ῥαφίς. καὶ τὰ μὲν λιθοκέφαλα ὡς κρέμυς, τὰ δὲ σκληρότατα, τραχύδερμα ὡς κάπρος, καὶ τὰ μὲν δίραβδα ὥσπερ σεσερῖνος, τὰ δὲ πολύραβδα καὶ ἐρυθρόγραμμα ὡς σάλπη.’ τοῦ δὲ κάπρου μνημονεύει καὶ Δωρίων καὶ Ἐπαίνετος. Ἀρχέστρατος δέ φησιν
αὐτὰρ ἐς Ἀμβρακίαν ἐλθὼν εὐδαίμονα χώραν
τὸν κάπρον ἂν ἐσίδῃς ὠνοῦ καὶ μὴ κατάλειπε, [p. 372]
κἂν ἰσόχρυσος ἔῃ, μή σοι νέμεσις καταπνεύσῃ
δεινὴ ἀπ᾽ ἀθανάτων τὸ γάρ ἐστιν νέκταρος ἄνθος,
τούτου δ᾽ οὐ θέμις ἐστὶ φαγεῖν θνητοῖσιν ἅπασιν
οὐδ᾽ ἐσιδεῖν ὄσσοισιν, ὅσοι μὴ πλεκτὸν ὕφασμα
σχοίνου ἑλειοτρόφου κοῖλον χείρεσσιν ἔχοντες
εἰώθασι δονεῖν ψήφους αἴθωνι λυγισμῷ
ἄρθρων μηλείων τ᾽ ἐπ᾽ ἄγρην δωρήματα βάλλειν.
73. κίθαρος. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων ἢ περὶ ἰχθύων ‘ὁ κίθαρος, φησί, καρχαρόδους, μονήρης, φυκοφάγος, τὴν γλῶτταν ἀπολελυμένος, καρδίαν λευκὴν ἔχων καὶ πλατεῖαν.’ Φερεκράτης Δουλοδιδασκάλῳ:
κίθαρος γεγενῆσθαι κἀγοράζειν κίθαρος ὤν.
β. ἀγαθὸν γ᾽ ὁ κίθαρος καὶ πρὸς Ἀπόλλωνος πάνυ.
α. ι ἐκεῖνο θράττει μ᾽, ὅτι λέγουσιν, ὦ ' γαθή,
ἔνεστιν ἐν κιθάρῳ τι κακόν.
Ἐπίχαρμος Ἥβας γάμῳ
ἦν δ᾽ ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς.
ὅτι δὲ διὰ τὸ ὄνομα ἱερὸς εἶναι νενόμισται τοῦ [p. 374] Ἀπόλλωνος εἴρηκεν Ἀπολλόδωρος. Καλλίας δ᾽ ἢ Διοκλῆς Κύκλωψι:
κίθαρος ὀπτὸς καὶ βατὶς θύννου τε κεφάλαιον τοδί.
ὁ δ᾽ Ἀρχέστρατος ἐν τῇ Ἡδυπαθείᾳ:
κίθαρον δὲ κελεύω,
ἂν μὲν λευκὸς ἔῃ στερεός τε μέγας τε πεφύκῃ,
ἕψειν εἰς ἅλμην καθαρὰν κατὰ φύλλα καθέντα:
ἂν δ᾽ ᾖ πυρρὸς ἰδεῖν καὶ μὴ λίαν μέγας, ὀπτᾶν
ὀρθῇ κεντήσαντα δέμας νεοθῆγι μαχαίρᾳ,
καὶ πολλῷ τυρῷ καὶ ἐλαίῳ τοῦτον ἄλειφε
χαίρει γὰρ δαπανῶντας ὁρῶν, ἐστὶν δ᾽ ἀκόλαστος.
74. κορδύλος:2. τοῦτον Ἀριστοτέλης φησὶν ἀμφίβιον εἶναι καὶ τελευτᾶν ὑπὸ τοῦ ἡλίου αὐανθέντα. Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ κουρύλον αὐτὸν καλεῖ:
τοῖσί κεν ἄρμενα πάντα παροπλίσσαιο δέλετρα,
κουρύλον ἢ πειρῆνα ἢ εἰναλίην ἕρπηλαν.
μέμνηται δὲ καὶ κορδυλίδος ἐν τούτοις:
ἢ μύας ἢ ἵππους ἠὲ γλαύκην κορύδυλιν.
75. κάμμοροι. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ:
ἔτι δὲ πὸτ τούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμοροι.
καὶ Σώφρων δ᾽ ἐν γυναικείοις μίμοις αὐτῶν [p. 376] μέμνηται. ἐστὶ δὲ καρίδων γένος καὶ ὑπὸ Ῥωμαίων οὕτως καλοῦνται,
76. καρχαρίαι. Νουμήνιος ὁ Ἡρακλεώτης ἐν τῷ Ἁλιευτικῷ φησιν
ἄλλοτε καρχαρίην, ὁτὲ δὲ ῥόθιον ψαμαθῖδα. σώφρων
Θυννοθήρᾳ: ‘ἁ δὲ γαστὴρ ὑμέων καρχαρίας, ὅκκα τινὸς δῆσθε.’ Νίκανδρος ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις τὸν καρχαρίαν καλεῖσθαί φησι καὶ λάμιαν καὶ σκύλλαν.
77. κεστρεύς. ἱκέσιός φησι: ‘ τῶν δὲ καλουμένων λευκίσκων πλέονά ἐστιν εἴδη. λέγονται γὰρ οἱ μὲν κέφαλοι, οἱ δὲ κεστρεῖς, ἄλλοι δὲ χελλῶνες, οἱ δὲ μυξῖνοι. ἄριστοι δ᾽ εἰσὶν οἱ κέφαλοι καὶ πρὸς τὴν γεῦσιν καὶ πρὸς τὴν εὐχυλίαν. δεύτεροι δ᾽ εἰσὶ τούτων οἱ λεγόμενοι κεστρεῖς, ἥσσονες δ᾽ οἱ μυξῖνοι: καταδεέστεροι δὲ πάντων οἱ χελλῶνες οἱ δὲ λεγόμενοι βάκχοι εὔχυλοι εἰσι σφόδρα καὶ οὐ πολύτροφοι καὶ εὐέκκριτοι.’ Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων τῶν κεστρέων τὸν μὲν θαλάττιον ἐκτίθεται, τὸν δὲ ποτάμιον οὐ δοκιμάζει, εἴδη δὲ τοῦ θαλαττίου κέφαλον καὶ νῆστιν. τὸν δὲ κατὰ τῆς κεφαλῆς τοῦ κεστρέως ἐχῖνον σφόνδυλον ὀνομάζει διαφέρειν τέ φησι κεφάλου κεφαλῖνον, ὃν καὶ βλεψίαν καλεῖσθαι. Ἀριστοτέλης δ᾽ ἐν πέμπτῳ μορίων ‘ἄρχονται μέν, φησί, κύειν τῶν κεστρέων οἱ μὲν χελλῶνες Ποσειδεῶνος μηνὸς καὶ ὁ σαργὸς καὶ ὁ μύξος καλούμενος καὶ ὁ κέφαλος: [p. 378] κύουσι δὲ τριάκοντα ἡμερῶν. ἔνιοι δὲ τῶν κεστρέων οὐ γίνονται ἐκ συνδυασμοῦ, ἀλλὰ φύονται ἐκ τῆς ἰλύος καὶ τῆς ἄμμου.’ ἐν δ᾽ ἄλλοις φησὶν ὁΣ32 Ἀριστοτέλης: ‘ὁ κεστρεὺς καρχαρόδους ὢν οὐκ ἀλληλοφαγεῖ, ἅτε δὴ οὐδ᾽ ὅλως σαρκοφαγῶν, ἐστὶ δὲ ὁ μέν τις κέφαλος, ὁ δὲ χελλών, ὁ δὲ φεραῖος. καὶ ὁ μὲν χελλὼν πρὸς τῇ γῇ νέμεται, ὁ δὲ φεραῖος οὔ. καὶ τροφῇ χρῆται ὁ μὲν φεραῖος τῇ ἀφ᾽ αὑτοῦ γενομένῃ μύξῃ, ὁ δὲ χελλὼν ἄμμῳ καὶ ἰλύι. λέγεται δὲ καὶ ὅτι τὸν γόνον τῶν κεστρέων οὐδὲν τῶν θηρίων κατεσθίει, ἐπεὶ οὐδ᾽ οἱ κεστρεῖς οὐδένα τῶν ἰχθύων.’ Εὐθύδημος δ᾽ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ταρίχων εἴδη κεστρέων εἶναι κέφαλον καὶ σφηνέα καὶ δακτυλέα. καὶ κεφάλους μὲν λέγεσθαι διὰ τὸ βαρυτέραν τὴν κεφαλὴν ἔχειν, σφηνέας δὲ ὅτι λαγαροὶ καὶ τετράγωνοι, τὰ δὲ τῶν δακτυλέων τὸ πλάτος ἔχει ἔλασσον τῶν δυεῖν δακτύλων. θαυμαστοὶ δ᾽ εἰσὶ τῶν κεστρέων οἱ περὶ Ἄβδηρα ἁλισκόμενοι, ὡς καὶ Ἀρχέστρατος εἴρηκε. δεύτεροι δὲ οἱ ἐκ Σινώπης, 78. καλοῦνται δὲ οἱ κεστρεῖς ὑπό τινων πλῶτες, ὥς φησι Πολέμων ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ ποταμῶν, καὶ Ἐπίχαρμος δ᾽ ἐν Μούσαις οὕτως αὐτοὺς ὀνομάζει:
αἰολίαι πλῶτές τε κυνόγλωσσοὶ τ᾽, ἐνῆν δὲ σκιαθίδες. ι
Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ ζῴων ἠθῶν καὶ βίων φησὶν ὅτι ζῶσιν οἱ κεστρεῖς κἂν ἀφαιρεθῶσι τὰς κέρκους, ἀπεσθίεται δ᾽ ὁ μὲν κεστρεὺς ὑπὸ [p. 380] λάβρακος, ὁ δὲ γόγγρος ὑπὸ μυραίνης. ἡ δὲ λεγομένη παροιμία ‘κεστρεὺς νηστεύει’ ἐπὶ τῶν δικαιοπραγούντων ἀκούεται, ἐπειδὴ οὐ σαρκοφαγεῖ ὁ κεστρεύς. Ἀναξίλας ἐν Μονοτρόπῳ Μάτωνα τὸν σοφιστὴν ἐπὶ γαστριμαργίᾳ διαβάλλων φησί:
τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον
ἀναρπάσας Μάτων ἐγὼ δ᾽ ἀπόλλυμαι.
ὁ δὲ καλὸς Ἀρχέστρατός φησι:
κεστρέα δ᾽ Αἰγίνης ἐξ ἀμφιρύτης ἀγόραζε,
ἀνδράσι τ᾽ ἀστείοισιν ὁμιλήσεις.
Διοκλῆς Θαλάττῃ:
ἅλλεται δ᾽ ὑφ᾽ ἡδονῆς
κεστρεύς.
79. ὅτι δὲ εἶδος κεστρέων οἱ νήστεις Ἄρχιππος Ἡρακλεῖ γαμοῦντί φησιν
νήστεις κεστρέας, κεφάλους. ς32
Ἀντιφάνης Λάμπωνι:
κεστρεῖς ἔχων ἀλλ᾽ οὐ στρατιώτας τυγχάνεις
νήστεις.
Ἄλεξις Φρυγί
ἐγὼ δὲ κεστρεὺς νῆστις οἴκαδ᾽ ἀποτρέχω.
Ἀμειψίας Ἀποκοτταβίζουσιν
ἐγὼ δ᾽ ἰὼν πειράσομαι
εἰς τὴν ἀγορὰν ἔργον λαβεῖν ἧττόν γ᾽ ἂν οὖν
νῆστις καθάπερ κεστρεὺς ἀκολουθήσεις ἐμοί.
Εὔφρων Αἰσχρᾷ:
Μίδας δὲ κεστρεύς ἐστι: νῆστις περιπατεῖ. [p. 382]
Φιλήμων Συναποθνῄσκουσιν
ἠγόρασα νῆστιν κεστρέ᾽ ὀπτὸν οὐ μέγαν.
Ἀριστοφάνης Γηρυτάδῃ :
ἆρ᾽ ἔνδον ἀνδρῶν κεστρέων ἀποικία;
ὡς μὲν γάρ ἐστε νήστιδες, γιγνώσκεται.
Ἀναξανδρίδης Ὀδυσσεῖ:
τὰ πόλλ᾽ ἄδειπνος περιπατεῖ, κεστρῖνός ἐστι νῆστις.
Εὔβουλος Ναυσικάᾳ:
ὃς νῦν τετάρτην ἡμέραν βαπτίζεται,
νῆστιν πονήρου κεστρέως τρίβων βίον.
80. τούτων ποτὲ λεχθέντων ἐπὶ τῷ καλῷ τούτῳ ὄψῳ τῶν κυνικῶν τις ἑσπέριος ἐλθὼν ἔφη: “ ἄνδρες φίλοι, μὴ καὶ ἡμεῖς ἄγομεν Θεσμοφορίων τὴν μέσην, ὅτι δίκην κεστρέων νηστεύομεν; ὡς γὰρ ὁ Δίφιλός φησιν ἐν Λημνίαις::
οὗτοι δεδειπνήκασιν ὁ δὲ τάλας ἐγὼ
κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας.
” ὑπολαβὼν δὲ Μυρτίλος: “
καὶ στῆτ᾽ ἐφεξῆς,
ἔφη, κατὰ τὸν Θεοπόμπου Ἡδυχάρην,
κεστρέων νῆστις χορός,
λαχάνοισιν ὥσπερ χῆνες ἐξενισμένοι.
οὐ πρότερον γάρ τινος μεταλήψεσθε, ἕως ἂν ἢ ὑμεῖς ἢ ὁ συμμαθητὴς ὑμῶν Οὐλπιανὸς εἴπητε διὰ τί νῆστις μόνος τῶν ἰχθύων ὁ κεστρεὺς [p. 384] καλεῖται.” καὶ ὁ Οὐλπιανὸς ἔφη: “ ὅτι οὐδὲν δέλεαρ ἐσθίει ἔμψυχον, καὶ ἀνελκυσθεὶς δ᾽ οὐ δελεάζεται οὔτε σαρκὶ οὔτε ἄλλῳ τινὶ ἐμψύχῳ, ὡς Ἀριστοτέλης ἱστορεῖ φάσκων ὅτι καὶ νῆστις ὢν φαῦλός ἐστι καὶ ὅτι ἐὰν φοβηθῇ κρύπτει τὴν κεφαλὴν ὡς τὸ πᾶν κρύπτων σῶμα. Πλάτων τε ἐν Ἑορταῖς φησιν
ἐξιόντι γὰρ ἁλιεὺς ἀπήντησεν φέρων μοι κεστρέας,
ἰχθῦς ἀσίτους καὶ πονηροὺς ἒν γ᾽ ἐμοί,
σὺ δέ μοι εἰπέ, ὦ Θετταλὸν πάλαισμα Μυρτίλε, διὰ τί οἱ ἰχθύες ὑπὸ τῶν ποιητῶν ἔλλοπες καλοῦνται.” καὶ ὅς: “ἤτοι διὰ τὸ ἄφωνοι εἶναι: βούλονται γὰρ κατὰ τὴν ἀναλογίαν ἴλλοπές τινες εἶναι διὰ τὸ εἴργεσθαι φωνῆς. ἐστὶ γὰρ τὸ μὲν ἴλλεσθαι εἴργεσθαι, ἡ δὲ ὂψ φωνή. καὶ γὰρ τοῦτ᾽ ἀγνοεῖς ἔλλοψ τις ὤν.” “ ἐγὼ δὲ κατὰ τὸν σοφὸν Ἐπίχαρμον μηδὲν ἀποκρινομένου τοῦ κυνὸς
τὰ πρὸ τοῦ δύ᾽ ἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω,
καὶ φημὶ ἔλλοπες διὰ τὸ εἶναι λεπιδωτοί. λέξω δὲ καὶ μὴ προβληθέντος διὰ τί οἱ Πυθαγορικοὶ τῶν μὲν ἄλλων ἐμψύχων μετρίως ἅπτονται, τινά. δὲ καὶ θύοντες, ἰχθύων μόνων οὐ γεύονται τὸ παράπαν. ἢ διὰ τὴν ἐχεμυθίαν; θεῖον γὰρ ἡγοῦνται [p. 386] τὴν σιωπήν. ἐπεὶ οὖν καὶ ὑμεῖς, ὦ Μολοττικοὶ κύνες, πάντα μὲν σιωπᾶτε, πυθαγορίζετε δὲ οὔ, ἡμεῖς μὲν ἄλλους ἰχθυολογήσομεν.”
81. κορακῖνος. “οἱ μὲν θαλάττιοι, φησὶν Ἱκέσιος, ὀλιγότροφοι καὶ εὐέκκριτοι, εὐχυλίᾳ δὲ μέσοι.” Ἀριστοτέλης δ᾽ ἐν πέμπτῳ ζῴων μορίων συμβαίνειν μέν φησι σχεδὸν πᾶσι τοῖς ἰχθύσι ταχεῖαν γίνεσθαι τὴν αὔξησιν, οὐχ ἥκιστα δὲ κορακίνῳ. τίκτει δὲ πρὸς τῇ γῇ καὶ τοῖς βρυώδεσι καὶ δασέσι. Σπεύσιππος δ᾽ ἐν δευτέρῳ Ὁμοίων ἐμφερεῖς φησιν εἶναι μελάνουρον καὶ κορακῖνον. Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ φησι:
ῥηιδίως ἕλκοιο καὶ αἰολίην κορακῖνον.
μήποτ᾽ οὖν καὶ οἱ παρ᾽ Ἐπιχάρμῳ αἰολίαι λεγόμενοι ἐν Μούσαις κορακῖνοί εἰσι. φησὶ γάρ:
αἰολίαι πλῶτές τε κυνόγλωσσοί τε.
ἐν δὲ Ἥβας γάμῳ καὶ τῶν αἰολιῶν μνημονεύει ὡς διαφόρων
μύες ἀλφησταί τε κορακῖνοί τε κοριοειδέες,
αἰολίαι πλῶτές τε κυνόγλωσσοί τε.
Εὐθύδημος δ᾽ ἐν τῷ περὶ ταρίχων τὸν κορακῖνόν φησιν ὑπὸ πολλῶν σαπέρδην προσαγορεύεσθαι. ὁμοίως δ᾽ εἴρηκε καὶ Ἡρακλέων ὁ Ἐφέσιος, ἔτι δὲ Φυλότιμος ἐν Ὀψαρτυτικῷ. ὅτι δὲ καὶ πλατιστακὸς καλεῖται ὁ σαπέρδης, καθάπερ καὶ ὁ κορακῖνος, Παρμένων φησὶν ὁ Ῥόδιος ἐν πρώτῳ μαγειρικῆς διδασκαλίας. Ἀριστοφάνης δ᾽ ἐν [p. 388] Τελμησσεῦσι ‘ μελανοπτερύγων, ἔφη, κορακίνων.’ ὑποκοριστικῶς δὲ ὠνόμασεν αὐτοὺς Φερεκράτης ἐν Ἐπιλήσμονι:
τοῖς σοῖσι συνὼν κορακινιδίοις
καὶ μαινιδίοις.
Ἄμφις δ᾽ ἐν Ἰαλέμῳ
ὅστις κορακῖνον ἐσθίει θαλάττιον
γλαύκου παρόντος, οὗτος οὐκ ἔχει φρένας.
οἱ δὲ Νειλῶται κορακῖνοι ὅτι γλυκεῖς καὶ εὔσαρκοι, ἔτι δὲ ἡδεῖς, οἱ πεπειραμένοι ἴσασιν. ὠνομάσθησαν δὲ διὰ τὸ διηνεκῶς τὰς κόρας κινεῖν καὶ οὐδέποτε παύεσθαι. καλοῦσι δ᾽ αὐτοὺς οἱ Ἀλεξανδρεῖς πλάτακας ἀπὸ τοῦ περιέχοντος.
82. κυπρῖνος, τῶν σαρκοφάγων καὶ οὗτος, ὡς Ἀριστοτέλης ἱστορεῖ, καὶ συναγελαστικῶν. τὴν δὲ γλῶτταν οὐχ ἐπὶ τῷ στόματι, ἀλλ᾽ ὑπὸ τὸ στόμα κέκτηται. Δωρίων δ᾽ αὐτὸν ἐν τοῖς λιμναίοις καὶ ποταμίοις καταλέγων γράφει οὕτως: ‘ λεπιδωτόν, ὃν καλοῦσί τινες κυπρῖνον.’
83. κωβιοί. πολύχυλοι, ὥς φησιν Ἱκέσιος, εὐστομίᾳ διαφέροντες, εὐέκκριτοι, ὀλιγότροφοι καὶ κακόχυμοι, διαφέρουσι δ᾽ εὐστομίᾳ οἱ λευκότεροι τῶν μελάνων, ἡ δὲ τῶν χλωρῶν κωβιῶν σὰρξ χαυνοτέρα ἐστὶν καὶ ἀλιπεστέρα: καὶ χυλὸν ἐλάττονα, καὶ λεπτότερον ἐναφιᾶσι, τροφιμώτεροί δέ εἰσὶ διὰ τὸ μέγεθος. Διοκλῆς φησι τοὺς πετραίους αὐτῶν μαλακοσάρκους εἶναι. Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ κώθους αὐτοὺς καλεῖ: '
[p. 390]
ἢ σκάρον ἢ κῶθον τροφίην καὶ ἀναιδέα λίην.
καὶ Σώφρων ἐν τῷ Ἀγροιώτῃ ‘ κωθωνοπλύται’ φησὶ καὶ τὸν τοῦ θυννοθήρα δὲ υἱὸν ἴσως ἀπὸ τούτου Κωθωνίαν προσηγόρευσεν. Σικελιῶται δ᾽ εἰσὶν οἱ τὸν κωβιὸν κώθωνα καλοῦντες, ὡς Νίκανδρός φησιν ὁ Κολοφώνιος ἐν ταῖς Γλώτταις καὶ Ἀπολλόδωρος ἐν τοῖς περὶ Σώφρονος. Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ κωβιοὺς ὀνομάζει:
τρυγόνες τ᾽ ὀπισθόκεντροι καὶ μάλ᾽ ἁδροὶ κωβιοί.
Ἀντιφάνης δ᾽ ἐν Τίμωνι ἐπαινῶν τοὺς κωβιοὺς καὶ ὁπόθεν εἰσὶ κάλλιστοι δηλοῖ διὰ τούτων
ἥκω πολυτελῶς ἀγοράσας εἰς τοὺς γάμους,
λιβανωτὸν ὀβολοῦ τοῖς θεοῖς καὶ ταῖς θεαῖς
πάσαισι, τοῖς δ᾽ ἥρωσι τὰ ψαίστ᾽ ἀπονεμῶ.
ἡμῖν δὲ τοῖς θνητοῖς ἐπριάμην κωβιούς.
ὡς προσβαλεῖν δ᾽ ἐκέλευσα τὸν τοιχωρύχον,
τὸν ἰχθυοπώλην, ‘ προστίθημι, φησί, σοὶ
τὸν δῆμον αὐτῶν εἰσὶ γὰρ Φαληρικοί.’
ἄλλοι δ᾽ ἐπώλουν, ὡς ἔοικ᾽, Ὀτρυνικούς.
Μένανδρος Ἐφεσίῳ:
τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων
δραχμῶν ἐτίμα κωβιούς ... σφόδρα.
ποταμίων δὲ κωβιῶν μνημονεύει Δωρίων ἐν τῷ περὶ ἰχθύων. [p. 392]84.
κόκκυγες. Ἐπίχαρμος:
κἀγλαοὶ κόκκυγες, οὓς παρσχίζομες
πάντας, ὀπτᾶντες δὲ χἀδύναντες αὐτοὺς χναύομες.
καὶ Δωρίων δέ φησι δεῖν αὐτοὺς ὀπτᾶν παρασχίσαντας κατὰ ῥάχιν καὶ παρηδύνειν χλόῃ, τυρῷ, σιλφίῳ, ἁλί, ἐλαίῳ: στρέφοντα δὲ ἀλείφειν καὶ ὑποπάσσειν ἁλὶ ὀλίγῳ, ἀφελόντα δὲ ὄξει ῥᾶναι. ἐρυθρὸν δ᾽ αὐτὸν καλεῖ ἀπὸ τοῦ συμβεβηκότος Νουμήνιος οὕτως :
ἄλλοτ᾽ ἐρυθρὸν
κόκκυγ᾽ ἢ ὀλίγας πεμφηρίδας, ἄλλοτε σαῦρον,
85. κύων καρχαρίας, περὶ τούτων φησὶν Ἀρχέστρατος ὁ τῶν ὀψοφάγων Ἡσίοδος ἢ Θέογνις: ἦν δὲ καὶ ὁ Θέογνις περὶ ἡδυπάθειαν, ὡς αὐτὸς περὶ αὑτοῦ φησιν διὰ τούτων
τῆμος δ᾽ ἠέλιος μὲν ἐν αἰθέρι μώνυχας ἵππους
ἄρτι παραγγέλλοι μέσσατον ἦμαρ ἔχων,
δείπνου δὴ λήγοιμεν, ὅσου τινὰ θυμὸς ἀνώγοι,
παντοίων ἀγαθῶν γαστρὶ χαριζόμενοι.
χέρνιβα δ᾽ αἶψα θύραζε φέροι, στεφανώματα δ᾽ εἴσω
εὐειδὴς ῥαδινῇς χερσὶ Λάκαινα κόρη.
οὐδὲ τὸ παιδεραστεῖν ἀπαναίνεται ὁ σοφὸς οὗτος : λέγει γοῦν
εἰ θείης, Ἀκάδημε, 6 ἐφίμερον ὕμνον ἀείδειν,
ἆθλον δ᾽ ἐν μέσσῳ παῖς καλὸν ἄνθος ἔχων [p. 394]
σοί τ᾽ εἴη καὶ ἐμοὶ σοφίης πέρι δηρισάντοιν
γνοίης χ᾽ ὅσσον ὄνων κρέσσονες ἡμίονοι.
ὁ δ᾽ οὖν Ἀρχέστρατος ἐν ταῖς καλαῖς ταύταις ὑποθήκαις παραινεῖ:
ἐν δὲ Τορωναίων ἄστει τοῦ καρχαρία χρὴ
τοῦ κυνὸς ὀψωνεῖν ὑπογάστρια κοῖλα κάτωθεν.
εἶτα κυμίνῳ ταῦτα πάσας ἁλὶ μὴ συχνῷ ὄπτα:
ἄλλο δ᾽ ἐκεῖσε, φίλη κεφαλή, μηδὲν προσενέγκῃς,
εἰ μὴ γλαυκὸν ἔλαιον. ἐπειδὰν δ᾽ ὀπτὰ γένηται,
ἤδη τριμμάτιόν τε φέρειν καὶ ἐκεῖνα ἐτ᾽ αὐτοῦ.
ὅσσα δ᾽ ἂν ἐν λοπάδος κοίλης πλευρώμασιν ἕψῃς
μήθ᾽ ὕδατος πηγὴν ἱερὴν μήτ᾽ οἴνινον ὅξος
συμμίξῃς ἀλλ᾽ αὐτὸ μόνον κατάχευον ἔλαιον
αὐχμηρόν τε κύμινον ὁμοῦ, δ᾽ εὐώδεα φύλλα.
ἕψε δ᾽ ἐπ᾽ ἀνθρακιῆς φλόγα τούτοις μὴ προσενεγκὼν~
καὶ κίνει πυκινῶς, μὴ προσκαυθέντα λάθῃ σε.
ἀλλ᾽ οὐ πολλοὶ ἴσασι βροτῶν τόδε θεῖον ἔδεσμα
οὐδ᾽ ἔσθειν ἐθέλουσιν, ὅσοι κεπφαττελεβώδη
ψυχὴν κέκτηνται θνητῶν εἰσὶν τ᾽ ἀπόπληκτοι
ὡς ἀνθρωποφάγου τοῦ θηρίου ὄντος. ἅπας δὲ
ἰχθὺς σάρκα φιλεῖ βροτέην, ἄν που περικύρσῃ.
τούτου τοῦ ἰχθύος μέρος ἐστὶ καὶ ὁ ὑπὸ Ῥωμαίων καλούμενος θυρσίων, ἥδιστος ὢν καὶ τρυφερώτατος.
86. λάβρακες. οὗτοι, ὡς Ἀριστοτέλης ἱστορεῖ, [p. 396] μονήρεις εἰσὶ καὶ σαρκοφάγοι, γλῶσσαν δ᾽ ἔχουσιν ὀστώδη καὶ προσπεφυκυῖαν, καρδίαν τρίγωνον ἐν δὲ πέμπτῳ ζῴων μορίων τίκτειν αὐτοὺς καθάπερ τοὺς κεστρεῖς καὶ χρυσόφρυας μάλιστ᾽ οὗ ἂν ποταμοὶ ῥέωσι. τίκτουσι δὲ χειμῶνος καὶ τίκτουσι δίς, Ἱκέσιος δέ φησιν ὅτι οἱ λάβρακες εὔχυλοί εἰσι καὶ οὐ πολύτροφοι, πρὸς δὲ τὴν ἔκκρισιν ἥσσονες, εὐστομίᾳ δὲ πρῶτοι κρίνονται, ὠνομάσθη δ᾽ ὁ ἰχθὺς παρὰ τὴν λαβρότητα. λέγεται δὲ ὅτι καὶ συνέσει τῶν ἄλλων ἰχθύων διαφέρει, ἐπινοητικὸς ὢν τοῦ διασῴζειν ἑαυτόν, διὸ καὶ ὁ κωμῳδιοποιὸς Ἀριστοφάνης φησί:
λάβραξ ὁ πάντων ἰχθύων σοφώτατος. Ἀλκαῖος
δ᾽ ὁ μελοποιὸς μετέωρόν φησιν αὐτὸν νήχεσθαι. ὁ δὲ σοφὸς Ἀρχέστρατος:
λάμβανε δ᾽ ἐκ Γαίσωνος ὅταν Μίλητον ἵκηαι,
κεστρέα τὸν κέφαλον καὶ τὸν θεόπαιδα λάβρακα.
εἰσὶ γὰρἐνθάδ᾽ ἄριστοι: ὁ γὰρ τόπος ἐστὶ τοιοῦτος.
πιότεροι δ᾽ ἕτεροι πολλοὶ Καλυδῶνί τε κλεινῇ Ἀμβρακίᾳ
τ᾽ ἐνὶ πλουτοφόρῳ Βόλβῃ τ᾽ ἐνὶ λίμνῃ: ἀλλ᾽ οὐκ εὐώδη γαστρὸς κέκτηνται ἀλοιφὴν
οὐδ᾽ οὕτω δριμεῖαν. ἐκεῖνοι δ᾽ εἰσίν, ἑταῖρε,
τὴν ἀρετὴν θαυμαστοί. ὅλους δ᾽ αὐτοὺς ἀλεπίστους
ὀπτήσας μαλακῶς γλίσχρης προσένεγκε δίχ᾽ ἅλμης.
μηδὲ προσέλθῃ σοί περὶ τοὔψον τοῦτο πονοῦντι
μήτε Συρακόσιος μηδεὶς μήτ᾽ Ἰταλιώτης. [p. 398]
οὐ γὰρ ἐπίστανται χρηστοὺς σκευαζέμεν ἰχθῦς,
ἀλλὰ διαφθείρουσι κακῶς τυροῦντες ἅπαντα
ὄξει τε ῥαίνοντες ὑγρῷ καὶ σιλφίου ἅλμῃ.
τῶν δὲ πετραίων ἰχθυδίων τῶν τρισκαταράτων
πάντων εἰσὶν ἄριστοι ἐπισταμένως διαθεῖναι
καὶ πολλὰς ἰδέας κομψῶς παρὰ δαιτὶ δύνανται
ὀψαρίων τεύχειν γλίσχρων ἡδυσματολήρων.
87. καὶ Ἀριστοφάνης δ᾽ ἐν Ἱππεῦσι μνημονεύει ὡς διαφόρων γινομένων τῶν περὶ τὴν Μίλητον λαβράκων, ὅταν οὕτως λέγῃ
ἀλλ᾽ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.
ἐν δὲ Λημνίαις,
ου᾽ κρανίον λάβρακος, οὐχὶ κάραβον πρίασθαι,
ὡς διαφόρου ὄντος τοῦ τῶν λαβράκων ἐγκεφάλου καθάπερ καὶ τοῦ τῶν γλαύκων, καὶ Εὔβουλος δ᾽ ἐν Τιτθαῖς φησι:
μὴ πολυτελῶς, ἀλλὰ καθαρείως: ὅ τι ἂν ᾖ
ὁσίας ἕνεκα, σηπίδια ἢ τευθίδια
πλεκτάνια μικρά πουλύποδος, νῆστίν τινα,
μήτραν, χόρια, πῦον, λάβρακος κρανίον
εὐμέγεθες.
ὁ δὲ Γαίσων οὗ Ἀρχέστρατος μνημονεύει ἡ Γαισωνὶς λίμνη ἐστὶ μεταξὺ Πριήνης καὶ Μιλήτου ἡνωμένη τῇ θαλάσσῃ, ὡς Νεάνθης ὁ Κυζικηνὸς ἱστορεῖ ἐν τῇ σ᾽ τῶν Ἑλληνικῶν. Ἔφορος δ᾽ ἐν τῇ πέμπτῃ ποταμὸν εἶναί φησι τὸν Γαίσωνα περὶ Πριήνην, ὃν εἰσρεῖν εἰς λίμνην. Ἄρχιππος ἐν Ἰχθύσι μνημονεύων τῶν λαβράκων φησὶν [p. 400]
Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος,
Ἕρμαιος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ
καὶ τοὺς λάβρακας ἐντερεύων.
88. λατός, τοῦτον κατὰ τὴν Ἰταλίαν κράτιστον εἶναί φησιν Ἀρχέστρατος λέγων οὕτως:
τὸν δὲ λάτον τὸν κλεινὸν ἐν Ἰταλίῃ πολυδένδρῳ
ὁ Σκυλλαῖος ἔχει πορθμός, θαυμαστὸν ἔδεσμα.
οἱ δ᾽ ἐν τῷ Νείλῳ ποταμῷ γινόμενοι λάτοι τὸ μέγεθος εὑρίσκονται καὶ ὑπὲρ διακοσίας λίτρας ἔχοντες, ὁ δὲ ἰχθὺς οὗτος λευκότατος ὢν καὶ ἥδιστός ἐστι πάντα τρόπον σκευαζόμενος, παραπλήσιος ὢν τῷ κατὰ τὸν Ἴστρον γινομένῳ γλάνιδι. φέρει δ᾽ ὁ Νεῖλος καὶ ἄλλα γένη πολλὰ ἰχθύων καὶ πάντα ἥδιστα, μάλιστα δὲ τὰ τῶν κορακίνων. πολλὰ γὰρ καὶ τούτων γένη. φέρει δὲ καὶ τοὺς μαιώτας καλουμένους, ὧν μνημονεύει Ἄρχιππος ἐν Ἰχθύσι διὰ τούτων:
τοὺς μαιώτας καὶ σαπέρδας καὶ γλάνιδας.
εἰσὶ δὲ πολλοὶ περὶ τὸν Πόντον, φέροντες τὴν ὀνομασίαν ἀπὸ τῆς λίμνης τῆς Μαιώτιδος. Νειλῷοι δ᾽ εἰσὶν ἰχθύες, εἲ γ᾽ ἔτι μνημονεύειν δύναμαι πολυέτη τὴν ἀποδημίαν ἔχων, νάρκη μὲν ἡ ἡδίστη, χοῖρος, σῖμος, φάγρος, ὀξύρυγχος, ἀλλάβης, σίλουρος, συνοδοντίς, ἐλέωτρις, ἔγχελυς, θρίσσα, ἄβραμις, τύφλη, λεπιδωτός, φῦσα, κεστρεύς. εἰσὶ δὲ καὶ ἄλλοι οὐκ ὀλίγοι.
89. λειόβατος. οὗτος καλεῖται καὶ ῥίνη. ἐστὶ δὲ λευκόσαρκος, ὡς Ἐπαίνετος ἐν ' Ὀψαρτυτικῷ. [p. 402] Πλάτων Σοφισταῖς:
κἂν ᾖ γαλεός, κἂν λειόβατος, κἂν ἔγχελυς.
90. μύραιναι. Θεόφραστος ἐν τῷ περὶ τῶν ἐν τῷ ξηρῷ διαιτωμένων ἔγχελύν φησιν καὶ μύραιναν πολὺν χρόνον δύνασθαι ἔξω τοῦ ὑγροῦ ζῆν διὰ τὸ μικρὰ ἔχειν βράγχια καὶ ὀλίγον δέχεσθαι τὸ ὑγρόν. τροφίμους δ᾽ αὐτὰς εἶναί φησιν ὁ Ἱκέσιος οὐχ ἧττον τῶν ἐγχέλεων, ἀλλὰ καὶ τῶν γόγγρων. Ἀριστοτέλης δὲ ἐν δευτέρῳ ζῴων μορίων ἐκ μικροῦ φησιν αὐτὴν ταχεῖαν τὴν αὔξησιν λαμβάνειν καὶ εἶναι καρχαρόδουν τίκτειν τε πᾶσαν ὥραν μικρὰ ᾠά. Ἐπίχαρμος δ᾽ ἐν Μούσαις χωρὶς τοῦ ς μυραίνας αὐτὰς καλεῖ οὑτωσὶ λέγων
οὔτε οἱ γόγγρων τι παχέων οὔτε μυραινᾶν ἀπῆς.
ὁμοίως δὲ καὶ Σώφρων. Πλάτων δ᾽ ἢ Κάνθαρος ἐν τῇ Συμμαχίᾳ σὺν τῷ ς:
βατίς τε καὶ σμύραινα
πρόσεστιν.
Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων τὴν ποταμίαν φησὶ μύραιναν ἔχειν μίαν ἄκανθαν μόνην, ὁμοίαν τῷ ὀνίσκῳ τῷ καλουμένῳ γαλλαρίᾳ. Ἀνδρέας δ᾽ ἐν τῷ περὶ δακέτων τῶν μυραινῶν φησιν δακούσας ἀναιρεῖν τὰς ἐξ ἔχεως, εἶναι δ᾽ αὐτὰς ἧττον καὶ περιφερεῖς καὶ ποικίλας. Νίκανδρος δ᾽ ἐν Θηριακοῖς,
μυραίνης δ᾽ ἔκπαγλον, ἐπεὶ μογεροὺς ἁλιῆας
πολλάκις ἐμβρύξασα κατεπρήνιξεν ἐπάκτρων
εἰς ἅλα φυζηθέντας, ἐχετλίου ἐξαναδῦσα: [p. 404]
εἰ ἔτυμον κείνην γε σὺν οὐλοβόροις ἐχίεσσι
θόρνυσθαι, προλιποῦσαν ἁλὸς νόμον, ἠπείροισιν.
Ἀνδρέας δ᾽ ἐν τῷ περὶ τῶν ψευδῶς πεπιστευμένων ψεῦδός φησιν εἶναι τὸ μύραιναν ἔχει μίγνυσθαι προερχομένην ἐπὶ τὸ τεναγῶδες: οὐδὲ γὰρ ἐπὶ τενάγους ἔχεις νέμεσθαι, φιληδοῦντας ἀμμώδεσιν ἐρημίαις. Σώστρατος δὲ ἐν τοῖς περὶ ζῴων ἐστὶ δὲ δύο ταῦτα βιβλία συγκατατίθεται τῇ μίξει.
91. μῦρος. ὁ δὲ μῦρος, ὥς φησιν Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων, διαφέρει τῆς σμυραίνης. ἡ μὲν γὰρ ποικίλον καὶ ἀσθενέστερον, ὁ δὲ μῦρος λειόχρως καὶ ἰσχυρὸς καὶ τὸ χρῶμα ὅμοιον ἔχει ἴυγγι ὀδόντας τε ἔσωθεν καὶ ἔξωθεν. Δωρίων δὲ τὸν μῦρόν φησι τὰς διὰ σαρκὸς ἀκάνθας οὐκ ἔχειν, ἀλλ᾽ ὅλον εἶναι χρήσιμον καὶ ἁπαλὸν ὑπερβολῇ, εἶναι δὲ αὐτῶν γένη δύο: εἰσὶ γὰρ οἱ μὲν μέλανες, οἱ δ᾽ ὑποπυρρίζοντες, κρείσσονες δ᾽ εἰσὶν οἱ μελανίζοντες. Ἀρχέστρατος δὲ ὁ ἡδονικὸς φιλόσοφός φησιν
Ἰταλίας τε μεταξὺ κατὰ στενοκύμονα πορθμὸν
ἡ πλωτὴ μύραινα καλουμένη ἄν ποτε ληφθῇ,
ὠνοῦ τοῦτο γάρ ἐστιν ἐκεῖ θαυμαστὸν ἔδεσμα.
92. Μαινίδες. ταύτας φησὶν Ἱκέσιος εὐχυλοτέρας εἶναι τῶν κωβιῶν, λείπεσθαι δὲ εὐστομίᾳ καὶ τῷ πρὸς τὴν ἔκκρισιν τῆς κοιλίας συνεργεῖν. Σπεύσιππος δ᾽ ἐν δευτέρῳ Ὁμοίων ὅμοιά φησιν εἶναι [p. 406] τῇ μαινίδι βόακας καὶ σμαρίδας, ὧν μνημονεύειν καὶ ' Ἐπίχαρμον ἐν Γᾷ καὶ Θαλάσσᾳ οὕτως:
ὅκχ᾽ ὁρῇ βῶκάς τε πολλοὺς καὶ σμαρίδας.
Ἐπαίνετος δ᾽ ἐν Ὀψαρτυτικῷ φησι: ‘ σμαρίδα, ἣν ἔνιοι καλοῦσι κυνὸς εὐναί.’ Ἀντιφάνης δ᾽ ἐν Ἀγροίκῳ ἢ Βουταλίωνι Ἑκάτης βρώματα καλεῖ τὰς μαινίδας διὰ τὴν βραχύτητα, λέγων οὕτως:
τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικα
ἀνθρωποφάγους ἰχθῦς. β. τί φής, ὦ φίλτατε,
ἀνθρωποφάγους; πῶς; Γ. οὓς ἂν ἄνθρωπος
φάγοι
δηλονότι: ταῦτα δ᾽ ἐστὶν Ἑκάτης βρώματα,
ἅ φησιν οὗτος, μαινίδας καὶ τριγλίδας.
καλοῦνται δέ τινες καὶ λευκομαινίδες, ἃς ἔνιοι βόακας ὀνομάζουσι. Πολίοχος Κορινθιαστῇ:
ὅπως σε πείσῃ μηδὲ ]δὲ εἷς, πρὸς τῶν θεῶν,
τοὺς βόακας, ἄν ποτ᾽ ἔλθῃ, λευκομαινίδας καλεῖν.
93. μελάνουρος. περὶ τούτου φησὶ Νουμήνιος ἐν Ἁλιευτικῷ :
σκορπίον ἢ πέρκαισι καθηγητὴν μελάνουρον
Ἱκέσιος δ᾽ αὐτὸν σαργῷ φησιν παραπλήσιον εἶναι, καταδεέστερον δὲ τῇ εὐχυλίᾳ καὶ τῇ εὐστομίᾳ, μικρῶς δὲ παραστύφειν καὶ εἶναι τρόφιμον. μνημονεύει δ᾽ αὐτοῦ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ:
ἦν δὲ σαργῖνοί τε μελάνουροί τε. [p. 408]
Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ ζῳικῶν γράφει οὕτως: ‘ὀρροπυγόστικτοι δὲ τῶν ἰχθύων μελάνουρος καὶ σαργὸς πολύγραμμοί τε καὶ μελανόγραμμοι.’ ὅμοιον δὲ εἶναι τῷ μελανούρῳ φησὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων τὸν καλούμενον ψύρον: ἐν Νουμήνιος καλεῖ ψόρον οὕτως::
ἢ ψόρον ἢ σάλπας ἢ αἰγιαλῆα δράκοντα.
94. μορμύρος. τροφιμώτατος, ὥς φησιν Ἱκέσιος. Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ μύρμας αὐτοὺς ὀνομάζει, εἰ μὴ διάφοροι τὴν φύσιν εἰσίν. γράφει δ᾽ οὕτως
καὶ χελιδόνες τε μύρμαι θ᾽, οἵ τε κολιᾶν μέζονες
ἐντί.
Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύας μορμύλους αὐτοὺς καλεῖ. Λυγκεὺς δ᾽ ὁ Σάμιος ἐν τῇ ὀψωνητικῇ τέχνῃ, ἣν προσεφώνησέ τινι τῶν ἑταίρων δυσώνῃ, φησίν ‘ οὐκ ἄχρηστον δὲ πρὸς τοὺς ἀτενίζοντας καὶ μὴ συγκαθιέντας τῇ τιμῇ καὶ τὸ κακῶς λέγειν παρεστηκότα τοὺς ἰχθύας, ἐπαγόμενον Ἀρχέστρατον τὸν γράψαντα τὴν Ἡδυπάθειαν ἢ τῶν ἄλλων τινὰ ποιητῶν καὶ λέγοντα τὸ μέτρον
μόρμυρος αἰγιαλεὺς κακὸς ἰχθὺς οὐδὲ ποτ᾽ ἐσθλός.
καὶ ‘ τὴν ἀμίαν ὠνοῦ φθινοπώρου,’ νῦν δ᾽ ἐστὶν ἔαρ. καί:
κεστρέα τὸν θαυμαστὸν ὅταν χειμὼν ἀφίκηται,
νῦν δ᾽ ἐστὶ θέρος: καὶ πολλὰ τῶν τοιούτων, [p. 410] ἀποσοβήσεις γὰρ πολλοὺς τῶν ὠνουμένων καὶ προσεστηκότων τοῦτο δὲ ποιῶν ἀναγκάσεις τὸ σοὶ δοκοῦν λαβεῖν αὐτόν.’
95. νάρκη. Πλάτων ἢ Κάνθαρος ἐν Συμμαχίᾳ:
νάρκη γὰρ ἑφθὴ βρῶμα χάριεν γίγνεται.
ὁ δὲ φιλόσοφος Πλάτων ἐν Μένωνί φησι: ‘τῇ θαλαττίᾳ νάρκῃ: καὶ γὰρ αὕτη τὸν πλησιάζοντα ναρκᾶν ποιεῖ.’ ἡ δὲ κλῆσις αὐτῆς καὶ παρ᾽ Ὁμήρῳ:
νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ.
Μένανδρος δ᾽ ἐν Φανίῳ διὰ τοῦ α ἔφη:
ὑπελήλυθὲν τέ μου
νάρκα τις ὅλον τὸ δέρμα,
μηδενὸς τῶν παλαιῶν οὕτω κεχρημένου. Ἱκέσιος δέ φησιν ἀτροφωτέραν καὶ ἀχυλοτέραν αὐτὴν εἶναι ἔχειν τε χονδρῶδές τι διακεχυμένον, εὐστόμαχον πάνυ. Θεόφραστος δ᾽ ἐν τῷ περὶ τῶν φωλευόντων διὰ τὸ ψῦχός φησι τὴν νάρκην κατὰ γῆς δύεσθαι. ἐν δὲ τῷ περὶ τῶν δακέτων καὶ βλητικῶν διαπέμπεσθαί φησι τὴν νάρκην τὴν ἀφ᾽ αὑτῆς δύναμιν καὶ διὰ τῶν ξύλων καὶ διὰ τῶν τριοδόντων, ποιοῦσαν ναρκᾶν τοὺς ἐν χεροῖν ἔχοντας. εἴρηκε δὲ τὴν αἰτίαν Κλέαρχος ὁ Σολεὺς ἐν τῷ περὶ νάρκης, ἅπερ μακρότερα ὄντα ἐπιλέλησμαι, ὑμᾶς δ᾽ ἐπὶ τὸ σύγγραμμα ἀναπέμπω, ἐστὶ δ᾽ ἡ νάρκη, ὥς φησιν Ἀριστοτέλης, τῶν σελαχωδῶν καὶ τῶν σκυμνοτοκούντων. θηρεύει δ᾽ εἰς τροφὴν ἑαυτῆς τὰ ἰχθύδια προσαπτομένη καὶ [p. 412] ναρκᾶν καὶ ἀκινητίζειν ποιοῦσα. Δίφιλος δ᾽ ὁ Λαοδικεὺς ἐν τῷ περὶ τῶν Νικάνδρου Θηριακῶν μὴ πᾶν τὸ ζῷόν φησι τὴν νάρκην ἐμποιεῖν, μέρος δέ τι αὐτῆς, διὰ πείρας πολλῆς φάσκων ἐληλυθέναι, ὁ δ᾽ Ἀρχέστρατός φησι:
καὶ νάρκην ἑφθὴν ἐν ἐλαίῳ ἠδὲ καὶ οἴνῳ
καὶ χλόῃ εὐώδει καὶ βαιῷ ξύσματι τυροῦ,
Ἄλεξις ἐν Γαλατείᾳ:
νάρκην μὲν οὖν, ὥς φασιν, ὠνθυλευμένην
ὀπτᾶν ὅλην.
ἐν δὲ Δημητρίῳ:
ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος
ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους
ἁπαλοὺς ὑπ᾽ ἀκάνθης μηδὲ ἓν τούτους παθεῖν
96. ξιφίας, τοῦτον Ἀριστοτέλης φησὶν ἔχειν τοῦ ῥύγχους τὸ μὲν ὑποκάτω μικρόν, τὸ δὲ καθύπερθεν ὀστῶδες μέγα, ἴσον τῷ ὅλῳ αὐτοῦ μεγέθει: τοῦτο δὲ καλεῖσθαι ξίφος: ὀδόντας δ᾽ οὐκ ἔχειν τὸν ἰχθύν. Ἀρχέστρατος δέ φησιν
ἀλλὰ λαβὲ ξιφίου τέμαχος Βυζάντιον ἐλθὼν
οὐραίου γ᾽ αὐτὸν τὸν σφόνδυλον. ἐστὶ δὲ κεδνὸς
κἀν πορθμῷ πρὸς ἄκραισι Πελωριάδος προβολαῖσι.
τίς οὕτως τακτικὸς ἀκριβὴς ἢ τίς οὕτως κριτὴς ὄψων ὡς ὁ ἐκ Γέλας, μᾶλλον δὲ Καταγέλας οὗτος ποιητής; ὃς ἀκριβῶς οὕτως διὰ λιχνείαν καὶ τὸν [p. 414] πορθμὸν διέπλευσε καὶ τῶν μερῶν ἑκάστου τῶν ἰχθύων τὰς ποιότητας καὶ τοὺς χυμοὺς διὰ τὴν λιχνείαν ἐξήτασεν, ὥς τινα πραγματείαν βιωφελῆ καταβαλλόμενος. 97.
ὀρφῶς. καλεῖται δὲ καὶ ὀρφός, ὡς Πάμφιλος.
Ἀριστοτέλης δ᾽ ἐν πέμπτῳ ζῴων μορίων ταχεῖαν λέγων γίνεσθαι τοῖς ἰχθύσι τὴν αὔξησιν, καὶ ὀρφώς, φησίν ἐκ μικροῦ γίνεται μέγας ταχέως, ἐστὶ δὲ καὶ σαρκοφάγος καὶ καρχαρόδους, ἔτι δὲ καὶ μονήρης, ἴδιον δ᾽ ἐν αὐτῷ ἐστι τὸ τοὺς θορικοὺς πόρους μὴ εὑρίσκεσθαι καὶ τὸ δύνασθαι πολὺν χρόνον ζῆν μετὰ τὴν ἀνατομήν. ἐστὶ δὲ καὶ τῶν φωλευόντων ἐν ταῖς χειμεριωτάταις ἡμέραις χαίρει τε πρόσγειος μᾶλλον ὢν ἢ πελάγιος. ζῇ δ᾽ οὐ πλέον δύο ἐτῶν. μνημονεύων δ᾽ αὐτοῦ Νουμήνιός φησι:
τοῖσί κεν εὐμαρέως θαλάμης ἄπο μακρὸν ἀείροις
σκορπίον ἢ ὀρφὸν περιτρηχέα: τῶν γάρ ἐπ᾽ ἄκρης ...
καὶ πάλιν
γλαύκους ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρουν
κόσσυφον.
Δωρίων δὲ τὸν νέον φησὶν ὀρφὸν ὑπ᾽ ἐνίων καλεῖσθαι ὀρφακίνην. Ἄρχιππος δ᾽ ἐν Ἰχθύσιν
ἱερεὺς γὰρ ἦλθ᾽ αὐτοῖσιν ὀρφώς του θεῶν.
Κρατῖνος δ᾽ Ὀδυσσεῦσι:
τέμαχος ὀρφὼ χλιαρόν.
Πλάτων Κλεοφῶντι: [p. 416]
σὲ γάρ, γραῦ, συγκατῴκισεν σαπρὰν
ὀρφῷσι σελαχίοις τε καὶ φάγροις βοράν.
Ἀριστοφάνης Σφηξὶν
ἢν μὲν ὠνῆταί τις ὀρφώς, μεμβράδας δὲ μὴ 'θέλῃ.
τὴν μέντοι ἑνικὴν εὐθεῖαν ὀξυτόνως προφέρονται Ἀττικοί. Ἄρχιππος Ἰχθύσιν, ὡς πρόκειται, τὴν δὲ γενικὴν Κρατῖνος Ὀδυσσεῦσι: ‘ τέμαχος ὀρφὼ χλιαρόν.’
98. Ὄρκυνος. Δωρίων ἐν τῷ περὶ ἰχθύων τοὺς ὀρκύνους ἐκ τῆς περὶ ῾ Ἡρακλέους στήλας θαλάσσης περαιουμένους εἰς τὴν καθ᾽ ἡμᾶς ἔρχεσθαι θάλασσαν διὸ καὶ πλείστους ἁλίσκεσθαι ἐν τῷ Ἰβηρικῷ καὶ Τυρρηνικῷ πελάγει: κἀντεῦθεν κατὰ τὴν ἄλλην θάλασσαν διασκίδνασθαι. Ἱκέσιος δὲ τοὺς μὲν ἐν Γαδείροις ἁλισκομένους πιμελεστέρους εἶναι, μετὰ δὲ τούτους τοὺς ἐν Σικελίᾳ. τοὺς δὲ πόρρω ῾ Ἡρακλείων στηλῶν ἀλιπεῖς διὰ τὸ πλείονα τόπον ἐκνενῆχθαι. ἐν Γαδείροις μὲν οὖν τὰ κλειδία καθ᾽ αὑτὰ ταριχεύεται, ὡς καὶ τῶν ἀντακαίων αἱ γνάθοι καὶ οὐρανίσκοι καὶ οἱ λεγόμενοι μελανδρύαι ἐξ αὐτῶν ταριχεύονται. Ἱκέσιος δέ φησι τὰ ὑπογάστρια αὐτῶν λιπαρὰ ὑπάρχοντα τῇ εὐστομίᾳ πολὺ διαλλάσσειν τῶν ἄλλων μερῶν, τὰ δὲ κλειδία εὐστομώτερα εἶναι τούτων.
99. ὄνος: καὶ ὀνίσκος. ὄνος, φησὶν Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν, ἔχει στόμα ἀνερρωγὸς ὁμοίως [p. 418] τοῖς γαλεοῖς: καὶ οὐ συναγελαστικός. καὶ μόνος οὗτος ἰχθύων τὴν καρδίαν ἐν τῇ κοιλίᾳ ἔχει καὶ ἐν τῷ ἐγκεφάλῳ λίθους ἐμφερεῖς μύλαις. φωλεύει τε μόνος ἐν ταῖς ὑπὸ κύνα θερμοτάταις ἡμέραις, τῶν ἄλλων ταῖς χειμεριωτάταις φωλευόντων. μνημονεύει δ᾽ αὐτῶν Ἐπίχαρμος ἐν Ἥβας γάμῳ:
μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστορας ὄνους
. διαφέρει δ᾽ ὄνος ὀνίσκου, ὥς φησι Δωρίων ἐν τῷ περὶ ἰχθύων γράφων οὕτως : ‘ ὄνος, ὃν καλοῦσί τινες γάδον: γαλλερίας, ὃν καλοῦσί τινες ὀνίσκον τε καὶ μάξεινον.’ Εὐθύδημος δ᾽ ἐν τῷ περὶ ταρίχων ‘οἱ μὲν βάκχον, φησί, καλοῦσιν, οἱ δὲ γελαρίην, οἱ δὲ ὀνίσκον.’ Ἀρχέστρατος δέ φησι:
τὸν δ᾽ ὄνον Ἀνθηδών, ὁ τὸν καλλαρίαν καλέουσιν,
ἐκτρέφει εὐμεγέθη, σομφὴν δ᾽ ἄρ᾽ ἔχει τινὰ σάρκα
κἄλλως οὐχ ἡδεῖαν ἔμοιγ᾽, ἄλλοι δὲ λίην νιν
αἰνοῦσιν: χαίρει γὰρ ὁ μὲν τούτοις, ὁ δ᾽ ἐκείνοις.
100. πουλύπους. πουλύποδος. οὕτως φασὶν οἱ Ἀττικοί ὡς καὶ Ὅμηρος:
ὡς δ᾽ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
ἀνάλογον παρὰ τὸ ποὺς γάρ γέγονεν. τὴν δὲ αἰτιατικὴν πουλύπουν φασίν, ὡς Ἀλκίνουν καὶ Οἰδίπουν. καὶ τρίπουν δὲ λέβητα Αἰσχύλον εἰρηκέναι ἐν Ἀθάμαντι ἀπὸ ἁπλοῦ τοῦ ποὺς ὡς [p. 420] νοῦς. τὸ δὲ πώλυπον λέγειν Αἰολικὸν: Ἀττικοὶ γὰρ πουλύπουν λέγουσιν. Ἀριστοφάνης Δαιδάλῳ:
καὶ ταῦτ᾽ ἔχοντα πουλύπους καὶ σηπίας.
καὶ πάλιν
τὸν πουλύπουν μοι ἔθηκε.
καὶ πάλιν
πληγαὶ λέγονται πουλύπου πιλουμένου.
Ἀλκαῖος Ἀδελφαῖς μοιχευομέναις:
ἠλίθιον εἶναι νοῦν τε πουλύποδος ἔχειν.
Ἀμειψίας Κατεσθίοντι:
δεῖ μέν, ὡς ἔοικε, πολλῶν πουλύπων.
Πλάτων Παιδίῳ,
ὥσπερ τοὺς πουλύποδας πρώτιστα σέ.
Ἀλκαῖος:
ἔδω δ᾽ ἐμαυτὸν ὡς πουλύπους.
οἱ δὲ πουλύποδα προφέρονται ἀνάλογον τῷ ποὺς ποδὸς ποδὶ πόδα. Εὔπολις Δήμοις:
ἀνὴρ πολίτης πουλύπους ἐς τοὺς τρόπους.
101. Διοκλῆς δ᾽ ἐν α# Ὑγιεινῶν ‘τὰ δὲ μαλάκια, φησί, πρὸς ἡδονὴν καὶ πρὸς τὰ ἀφροδίσια: μάλιστα δὲ οἱ πουλύποδες.’ ἱστορεῖ δ᾽ Ἀριστοτέλης τὸν [p. 422] πολύποδα ἔχειν πόδας ὀκτώ, ὧν τοὺς μὲν ἄνω δύο καὶ κάτω ἐλαχίστους, τοὺς δ᾽ ἐν μέσῳ μεγίστους ἔχειν δὲ καὶ κοτυληδόνας δύο, αἷς τὴν τροφὴν προσάγεσθαι: τοὺς δ᾽ ὀφθαλμοὺς ἐπάνω τῶν ἄνω δύο ποδῶν τὸ δὲ στόμα καὶ τοὺς ὀδόντας ἐν μέσοις τοῖς ποσί. ἀναπτυχθεὶς δὲ ἐγκέφαλον ἔχει διμερῆ, ἔχει δὲ καὶ τὸν λεγόμενον θόλον, οὐ μέλανα καθάπερ σηπία ἀλλ᾽ ὑπέρυθρον, ἐν τῷ λεγομένῳ μήκωνι. ὁ δὲ μήκων κεῖται ἐπάνω τῆς κοιλίας οἱονεὶ κύστις. σπλάγχνον δ᾽ οὐκ ἔχει ἀναλογοῦν. τροφῇ δὲ χρῆται ἔστιν ὅτε καὶ τοῖς τῶν κογχυλίων σαρκιδίοις, τὰ ὄστρακα ἐκτὸς τῶν θαλαμῶν ῥίπτων ὅθεν διαγινώσκουσιν οἱ θηρεύοντες. ὀχεύει δὲ συμπλεκόμενος καὶ πολὺν χρόνον πλησιάζει διὰ τὸ ἄναιμος εἶναι. τίκτει δὲ διὰ τοῦ λεγομένου φυσητῆρος, ὅς ἐστι πόρος τῷ σώματι, καὶ τίκτει ᾠὰ βοτρυδόν. 102. λέγουσι δὲ καὶ ὡς ἂν ἀπορήσῃ τροφῆς αὑτὸν κατεσθίει. ὧν εἷς ἐστι καὶ ὁ κωμῳδιοποιὸς Φερεκράτης. οὗτος γὰρ ἐν τοῖς ἐπιγραφομένοις Ἀγρίοις φησίν
ἐνθρύσκοισι καὶ βρακάνοις
καὶ στραβήλοις ζῆν ὁπόταν δ᾽
ἤδη πεινῶσιν σφόδρα ...
ὡσπερεὶ τοὺς πουλύποδας
... νύκτωρ περιτρώγειν αὑτῶν τοὺς δακτύλους;
καὶ Δίφιλος ἐν Ἐμπόρῳ:
πουλύπους
ἔχων ἁπάσας ὁλομελεῖς τὰς πλεκτάνας.
β. οὐ περιβεβρωκὼς αὑτόν ἐστι, φίλτατε.
τοῦτο δ᾽ ἐστὶ ψεῦδος. ὑπὸ γὰρ τῶν γόγγρων [p. 424] διωκόμενος τοὺς πόδας ἀδικεῖται., λέγεται δ᾽ ὡς, ἄν τις ταῖς θαλάμαις αὐτοῦ ἅλας ὑποσπείρῃ, εὐθέως ἐξέρχεται. ἱστορεῖται δὲ καὶ ὅτι φεύγων διὰ τὸν φόβον μεταβάλλει τὰς χρόας καὶ ἐξομοιοῦται τοῖς τόποις ἐν οἷς κρύπτεται, ὡς καὶ ὁ Μεγαρεὺς Θέογνίς φησιν ἐν ταῖς ἐλεγείαις:
πουλύπου ὀργὴν ἴσχε πολυπλόκου, ὃς ποτὶ πέτρῃ
τῇ προσομιλήσῃ τοῖος ἰδεῖν ἐφάνη.
ὁμοίως ἱστορεῖ καὶ Κλέαρχος ἐν δευτέρῳ περὶ παροιμιῶν παρατιθέμενος τάδε τὰ ἔπη, οὐ δηλῶν ὅτου ἐστί:
πουλύποδός μοι, τέκνον, ἔχων νόον, Ἀμφίλοχ᾽ ἥρως,
τοῖσιν ἐφαρμόζου τῶν κεν κατὰ δῆμον ἵκηαι.
103.
περὶ δὲ Τροιζῆνα τὸ παλαιόν,
φησὶν ὁ αὐτὸς Κλέαρχος, ‘οὔτε τὸν ἱερὸν καλούμενον πουλύπουν οὔτε τὸν κωπηλάτην πουλύπουν νόμιμον ἦν θηρεύειν, ἀλλ᾽ ἀπεῖπον τούτων τε καὶ τῆς θαλαττίας χελώνης μὴ ἅπτεσθαι. ὁ δὲ πουλύπους ἐστὶ συντηκτικὸς καὶ λίαν ἀνόητος : πρὸς γὰρ τὴν χεῖρα τῶν διωκόντων βαδίζει καὶ διωκόμενος ἔστιν ὅτε οὐχ ὑποχωρεῖ, συντήκονται δ᾽ αὐτῶν αἱ θήλειαι μετὰ τὸν τόκον καὶ παρίενται διὸ καὶ ῥᾳδίως ἁλίσκονται. ἑωράθησαν δέ ποτε καὶ ἐπὶ τὸ ξηρὸν ἐξιόντες, μάλιστα δὲ πρὸς τὰ τραχέα τῶν χωρίων φεύγουσι γὰρ τὰ λεῖα. καὶ χαίρουσι δὲ τῶν φυτῶν ταῖς ἐλαίαις καὶ πολλάκις εὑρίσκονται ταῖς πλεκτάναις περιειληφότες τὸ στέλεχος.’ ἐφωράθησαν δὲ καὶ συκέαις προσπεφυκυίαις τῇ θαλάσσῃ προσπλεκόμενοι καὶ [p. 426] τῶν σύκων ἐσθίοντες, ὥς φησι Κλέαρχος ἐν τῷ περὶ τῶν τῷ ὑγρῷ.᾿ ‘ ἐστὶ δὲ δεῖγμα τοῦ ἥδεσθαι αὐτοὺς τῇ ἐλαίᾳ καὶ τοῦτο: ἐάν τις κλάδον τοῦ φυτοῦ τούτου καθῇ εἰς τὴν θάλασσαν καθ᾽ ἥν εἰσι πουλύποδες καὶ μικρὸν ἐπίσχῃ, ἀπονητὶ ἀνέλκει τῷ κλάδῳ περιπλεκομένους ὅσους ἐθέλει. ἔχουσι δὲ τὰ μὲν ἄλλα μέρη ἰσχυρότατα, τὸν δὲ τράχηλον ἀσθενῆ.’ 104. λέγεται δ᾽ αὐτῶν τὸν ἄρρενα ἕλκειν αἰδοιῶδές τι ἐν μιᾷ τῶν πλεκτανῶν ἐν ᾗ αἱ δύο μεγάλαι κοτυληδόνες εἰσίν. εἶναι δὲ τοῦτο νευρῶδες μέχρι εἰς μέσην τὴν πλεκτάνην ἅπαν προσπεφυκός. ἐν δὲ πέμπτῳ μορίων φησὶν Ἀριστοτέλης: ‘ πουλύπους ὀχεύει τοῦ χειμῶνος καὶ τίκτει τῷ ἔαρι. φωλεύει δὲ περὶ δύο μῆνας, ἐστὶ δὲ πολύγονον τὸ ζῷον. διαφέρει δὲ ὁ ἄρρην τῆς θηλείας τῷ τε τὴν κεφαλὴν ἔχειν προμηκεστέραν καὶ τὸ καλούμενον ὑπὸ τῶν ἁλιέων αἰδοῖον ἔχειν ἐν τῇ πλεκτάνῃ, ἐπῳάζει δὲ ὅταν τέκῃ: διὸ καὶ χείριστοί εἰσι κατὰ τὸν χρόνον τοῦτον, ἀποτίκτει δ᾽ ὁ μὲν πουλύπους ἢ εἰς θαλάμας ἢ εἰς κεράμιον ἤ τι ἄλλο τοιοῦτο κοῖλον, καὶ μεθ᾽ ἡμέρας πεντήκοντα ἐκ τῶν ᾠῶν πουλυπόδια ἐξέρπει ὥσπερ τὰ φαλάγγια πολλά, ὁ δὲ θῆλυς πουλύπους ὁτὲ μὲν ἐπὶ τοῖς ᾠοῖς, ὁτὲ δ᾽ ἐπὶ τῷ στόματι προκάθηται τῆς θαλάμης, τὴν πλεκτάνην ἐπέχων.’ Θεόφραστος δ᾽ ἐν τῷ περὶ τῶν μεταβαλλόντων τὰς χρόας τὸν πολύποδά φησι τοῖς πετρώδεσι μάλιστα μόνοις συνεξομοιοῦσθαι, τοῦτο ποιοῦντα φόβῳ καὶ φυλακῆς χάριν, ἐν δὲ τῷ περὶ τῶν ἐν τῷ ξηρῷ διατριβόντων ζῴων οὐ δέχεσθαί φησι τοὺς πολύποδας τὴν θάλατταν. ἐν [p. 428] δὲ τῷ περὶ τῶν κατὰ τόπους διαφορῶν ὁ Θεόφραστος πολύποδας οὐ γίνεσθαί φησιν περὶ Ἑλλήσποντον. ψυχρὰ γὰρ ἡ θάλασσα αὕτη καὶ ἧττον ἁλμυρά, ταῦτα δ᾽ ἀμφότερα πολέμια πολύποδι ‘ὁ105. δὲ ναυτίλος καλούμενος, φησὶν Ἀριστοτέλης, πολύπους μὲν οὔκ ἐστιν, ἐμφερὴς δὲ κατὰ τὰς πλεκτάνας. ἔχει δὲ τὸ νῶτον ὀστρακόδερμον. ἀναδύνει δὲ ἐκ τοῦ βυθοῦ ἐφ᾽ ἑαυτὸν ἔχων τὸ ὄστρακον, ἵνα μὴ τὴν θάλατταν ἕλκῃ: ἐπαναστραφεὶς δ᾽ ἐπιπλεῖ ἄνω ποιήσας δύο τῶν πλεκτανῶν, αἳ μεταξὺ αὑτῶν λεπτὸν ὑμένα ἔχουσιν διαπεφυκότα, ὡς καὶ τῶν ὀρνίθων οἱ πόδες ὁρῶνται μεταξὺ τῶν δακτύλων δερμάτινον ὑμένα ἔχοντες : ἄλλας δὲ δύο πλεκτάνας καθίησιν εἰς τὴν θάλασσαν ἀντὶ πηδαλίων, ὅταν δέ τι προσιὸν ἴδῃ, δείσας συστέλλει τοὺς πόδας καὶ πληρώσας αὑτὸν τῆς θαλάσσης κατὰ βυθοῦ ὡς τάχος χωρεῖ.’ ἐν δὲ τῷ περὶ ζωικῶν καὶ ἰχθύων ‘ πολύπους, φησί, τις ὁ μὲν τρεψίχρως, ὁ δὲ ναυτίλος.’ 106. εἰς τὸν ναυτίλον τοῦτον φέρεταί τι Καλλιμάχου τοῦ Κυρηναίου ἐπίγραμμα οὕτως ἔχον
κόγχος ἐγώ, Ζεφυρῖτι, πάλαι τέρας. ἀλλὰ σὺ νῦν με,
Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον ἔχεις,
ναυτίλον ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται,
τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,
εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων
ποσσί νιν, ὥστ᾽ ἔργῳ τοὔνομα συμφέρεται,
ἔστ᾽ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι [p. 430]
σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη,
μηδέ μοι ἐν θαλάμῃσιν ἔθ᾽, ὡς πάρος εἰμὶ γὰρ
ἄπνους,
τίκτηται νοτερῆς ὤεον ἁλκυόνης.
Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν οἶδε γὰρ ἐσθλὰ
ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπ᾽ Αἰολίδος.
ἔγραψε δὲ καὶ Ποσείδιππος εἰς τὴν ἐν τῷ Ζεφυρίῳ τιμωμένην ταύτην Ἀφροδίτην τόδε τὸ ἐπίγραμμα:
τοῦτο καὶ ἐν πόντῳ καὶ ἐπὶ χθονὶ τῆς Φιλαδέλφου
Κύπριδος ἱλάσκεσθ᾽ ἱερὸν Ἀρσινόης,
ἣν ἀνακοιρανέουσαν ἐπὶ Ζεφυρίτιδος ἀκτῆς
πρῶτος ὁ ναύαρχος θήκατο Καλλικράτης.
ἡ δὲ καὶ εὐπλοΐην δώσει καὶ χείματι μέσσῳ
τὸ πλατὺ λισσομένοις ἐκλιπανεῖ πέλαγος,
τοῦ πολύποδος μνημονεύει καὶ ὁ τραγικὸς Ἴων ἐν Φοίνικι λέγων
καὶ τὸν πετραῖον πλεκτάναις ἀναίμοσι
στυγῶ μεταλλακτῆρα πουλύπουν χροός.
107. εἴδη δ᾽ ἐστὶ πολυπόδων ἑλεδώνη, πολυποδίνη, βολβιτίνη, ὀσμύλος, ὡς Ἀριστοτέλης ἱστορεῖ καὶ Σπεύσιππος. ἐν δὲ τῷ περὶ ζωικῶν Ἀριστοτέλης μαλάκιά φησιν εἶναι πουλύποδας, ὀσμύλην, ἑλεδώνην, σηπίαν, τευθίδα: Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ:
πώλυποί τε σηπίαι τε καὶ ποταναὶ τευθίδες
χἀ δυσώδης βολβιτὶς γραῖαί τ᾽ ἐριθακώδεες. Ἀρχέστρατος
δέ φησι:
πούλυποι ἔν τε Θάσῳ καὶ Καρίᾳ εἰσὶν ἄριστοι: [p. 432]
καὶ Κέρκυρα τρέφει μεγάλους πολλοὺς τε τὸ
πλῆθος.
Δωριεῖς δ᾽ αὐτὸν διὰ τοῦ ω καλοῦσι πώλυπον, ὡς Ἐπίχαρμος. καὶ Σιμωνίδης δ᾽ ἔφη: ‘ πώλυπον διζήμενος.’ Ἀττικοὶ δὲ πουλύπουν ἐστὶ δὲ τῶν σελαχωδῶν τὰ χονδρώδη δ᾽ οὕτω λέγεται:
πουλύποδες, γαλεοί τε κύνες.
μαλάκια δὲ καλεῖται τὰ τευθιδώδη. σελάχια δὲ τὰ τῶν ῥινῶν φῦλα. 108.
πάγουροι. τούτων μέμνηται Τιμοκλῆς ἢ
Ξέναρχος ἐν Πορφύρᾳ οὕτως: ι
εἶθ᾽ ἁλιεὺς ὢν ἄκρος σοφίαν
ἐπὶ μὲν παγούροις τοῖς ὁ θεοῖς ἐχθροῖσι καὶ
ἰχθυδίοις εὕρηκα παντοδαπὰς τέχνας,
γέροντα βούγλωττον δὲ μὴ ταχέως πάνυ
συναρπάσομαι; καλὸν γ᾽ ἂν εἴη.
109. πηλαμὺς, Φρύνιχος ἐν Μούσαις μνημονεύει.Ἀριστοτέλης δ᾽ ἐν πέμπτῳ ζῴων μορίων ‘αἱ πηλαμύδες, φησί, καὶ οἱ θύννοι τίκτουσιν ἐν τῷ Πόντῳ, ἄλλοθι δὲ οὔ.’ μνημονεύει αὐτῶν καὶ Σοφοκλῆς ἐν Ποιμέσιν
ἔνθ᾽ ἡ πάροικος πηλαμὺς χειμάζεται,
πάραυλος Ἑλλησποντίς.ὡραία ὡραία θέρους
τῷ Βοσπορίτῃ: τῷδε γὰρ θαμίζεται. [p. 434]
110. πέρκαι. τούτων μέμνηται Διοκλῆς καὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων, παραπλησίας εἶναι λέγων πέρκην, χάνναν, φυκίδα. Ἐπίχαρμος δέ φησι:
κομαρίδας τε καὶ κύνας, κέστρας τε πέρκας τ᾽ αἰόλας.
Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ:
ἄλλοτε δ᾽ αὖ πέρκας, ὁτὲ δὲ στροφάδας παρά πέτρην
φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν
σκορπίον.
πέρκη. καὶ ταύτης Ἐπίχαρμος ἐν Ἥβας γάμῳ
μέμνηται καὶ Σπεύσιππος ἐν β᾽ τῶν Ὁμοίων καὶ Νουμήνιος, ὧν τὰ μαρτύρια πρόκειται. Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν ἀκανθοστεφῆ φησιν εἶναι καὶ ποικιλόχροα φυκίδα. τῶν δὲ γραμμοποικίλων πλαγίαις τε ταῖς ῥάβδοις κεχρημένων πέρκη. καὶ παροιμία δὲ ἐστιν ‘ἕπεται πέρκη μελανούρῳ’
111. ῥαφίδες. καὶ τούτων μέμνηται Ἐπίχαρμος λέγων
κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε.
Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων ‘βελόνην, φησίν, ἣν καλοῦσιν ῥαφίδα.’ Ἀριστοτέλης δ᾽ ἐν πέμπτῳ ζῴων μορίων βελόνην αὐτὴν καλεῖ, ἐν δὲ τῷ περὶ ζωικῶν ἢ ἰχθύων ῥαφίδα αὐτὴν ὀνομάσας ἀνόδουν φησὶν αὐτὴν εἶναι, καὶ Σπεύσιππος αὐτὴν βελόνην καλεῖ .
112. ῥίνῃ. Δωρίων ἐν τῷ περὶ ἰχθύων ἐν Σμύρνῃ [p. 436] φησὶν τὰς ῥίνας διαφόρους γίνεσθαι, καὶ πάντα δὲ τὰ σελαχώδη τὸν Σμυρναικὸν κόλπον ἔχειν διαφέροντα. Ἀρχέστρατος δέ φησιν
καὶ σελάχη μέντοι κλεινή Μίλητος ἄριστα
ἐκτρέφει: ἀλλὰ τί χρὴ ῥίνης λόγον ἢ πλατυνώτου
λειοβάτου ποιεῖσθαι; ὁμῶς κροκόδειλον ἂν ὀπτὸν
δαισαίμην ἀπ᾽ ἰπνοῦ, τερπνὸν παίδεσσιν Ἰώνων.
113. σκάρος. τοῦτον Ἀριστοτέλης φησὶν καρχαρόδοντα εἶναι καὶ μονήρη καὶ σαρκοφάγον ἔχειν τε στόμα μικρὸν καὶ γλῶτταν οὐ λίαν προσπεφυκυῖαν, καρδίαν τρίγωνον, ἧπαρ λευκόν, τρίλοβον, ἔχειν τε χολὴν καὶ σπλῆνα μέλανα, τῶν δὲ βραγχίων τὸ μὲν διπλοῦν, τὸ δὲ ἁπλοῦν. μόνος δὲ καὶ τῶν ἄλλων ἰχθύων μηρυκάζει, χαίρει δὲ τῇ τῶν φυκίων τροφῇ: διὸ καὶ τούτοις θηρεύεται, ἀκμάζει δὲ θέρους. Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ φησὶν
ἁλιέων, ὁ σπάρους
καὶ σκάρους, τῶν οὐδὲ τὸ σκᾶρ θεμιτὸν ἐκβαλεῖν
θεοῖς.
Σέλευκος δ᾽ ὁ Ταρσεὺς ἐν τῷ Ἁλιευτικῷ μόνον φησὶ τῶν ἰχθύων τὸν σκάρον οὐ καθεύδειν ὅθεν οὐδὲ νύκτωρ ποτὲ ἁλῶναι. τοῦτο δ᾽ ἴσως διὰ φόβον αὐτῷ συμβαίνει. Ἀρχέστρατος δ᾽ ἐν τῇ Γαστρονομίᾳ::
σκάρον ἐξ Ἐφέσου ζήτει, χειμῶνι δὲ τρίγλας [p. 438]
ἔσθι᾽ ἐνὶ ψαφαρῇ ληφθέντας Τειχιοέσσῃ
Μιλήτου κώμῃ Καρῶν πέλας ἀγκυλοκώλων
κἀν. ἄλλῳ δὲ μέρει φησὶν
καὶ σκάρον ἐν παράλῳ Καλχηδόνι τὸν μέγαν ὄπτα,
πλύνας εὖ: χρηστὸν δὲ καὶ ἐν Βυζαντίῳ ὄψει
καὶ μέγεθος κυκλίᾳ ἴσον ἀσπίδι νῶτα φοροῦντα.
τοῦτον ὅλον θεράπευε τρόπον τοιόνδε: λαβών νιν,
ἡνίκ᾽ ἂν εὖ τυρῷ καὶ ἐλαίῳ πάντα πυκασθῇ,
κρίβανον ἐς θερμὸν κρέμασον κἄπειτα κατόπτα.
πάσσειν δ᾽ ἁλσὶ κυμινοτρίβοις καὶ γλαυκῷ ἐλαίῳ
ἐκ χειρὸς κατακρουνίζων θεοδέγμονα πηγήν.
Νίκανδρος δ᾽ ὁ Θυατειρηνὸς δύο γένη φησὶν εἶναι σκάρων καὶ καλεῖσθαι τὸν μὲν ὀνίαν, τὸν δὲ αἴολον.
114. σπάρος. τοῦτον Ἱκέσιος εὐχυλότερον μὲν εἶναι μαινίδος καὶ ἄλλων δὲ πλειόνων τροφιμώτερον. Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ
αὐτὸς ὁ Ποτιδὰν ἄγων γαύλοισιν ἐν Φοινικικοῖς
εἷκε καλλίστους ἄδην, λᾳταγὸς ἁλιέων, σπάρους
καὶ σκάρους, τῶν οὐδὲ τὸ σκᾶρ θεμιτὸν ἐκβαλεῖν θεοῖς.
Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ :
ἢ σπάρον ἢ ὕκας ἀγεληίδας. [p. 440]
μνημονεύει δ᾽ αὐτοῦ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων.
115. σκορπίος. Διοκλῆς ἐν πρώτῳ τῶν πρὸς Πλείσταρχον Ὑγιεινῶν τῶν μὲν νεαρῶν φησιν ἰχθύων ξηροτέρους εἶναι τὰς σάρκας σκορπίους, κόκκυγας, ψήττας, σαργούς, τραχούρους, τὰς δὲ τρίγλας ἧττον τούτων ξηροσάρκους. οἱ γὰρ πετραῖοι μαλακοσαρκότεροὶ εἰσιν. Ἱκέσιος δέ φησι: ‘τῶν σκορπίων ὁ μέν ἐστι πελάγιος, ὁ δὲ τεναγώδης. καὶ ὁ μὲν πελάγιος πυρρός, ὁ δ᾽ ἕτερος μελανίζων. διαφέρει δὲ τῇ γεύσει καὶ τῷ τροφίμῳ ὁ πελάγιος. εἰσὶ δὲ οἱ σκορπίοι σμηκτικοί, εὐέκκριτοι, πολύχυλοι, πολύτροφοι, χονδρώδεις γάρ εἰσι.’ τίκτει δ᾽ ὁ σκορπίος δίς, ὥς φησιν Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων. Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ:
φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν
σκορπίον ἢ πέρκαισι καθηγητὴν μελάνουρον.
ὅτι δὲ καὶ πληκτικός ἐστιν Ἀριστοτέλης ἱστορεῖ ἐν τῷ περὶ ἰχθύων ἢ ζωικῶν. Ἐπίχαρμος δ᾽ ἐν Μούσαις ποικίλον εἶναί φησι τὸν σκορπίον
σκορπίοι τε ποικίλοι γλαῦκοί τε, σαῦροι πίονες.
μονήρης δ᾽ ἐστὶ καὶ φυκοφάγος. ἐν δὲ πέμπτῳ ζῴων μορίων ὁ Ἀριστοτέλης σκορπίους καὶ σκορπίδας ἐν διαφόροις τόποις ὀνομάζει, ἄδηλον δὲ εἰ τοὺς αὐτοὺς λέγει: ὅτι καὶ σκόρπαιναν καὶ σκορπίους πολλάκις ἡμεῖς ἐφάγομεν καὶ διάφοροι καὶ οἱ χυμοὶ καὶ αἱ χρόαι εἰσὶν οὐδεὶς ἀγνοεῖ. ὁ [p. 442] δ᾽ ὀψαρτυτὴς Ἀρχέστρατος ἐν τοῖς χρυσοῖς ἔπεσι λέγει:
ἐν δὲ Θάσῳ τὸν σκορπίον ὠνοῦ, ἐὰν ᾖ
μὴ μείζων πυγόνος: μεγάλου δ᾽ ἀπὸ χεῖρας ἴαλλε.
116. σκόμβρος. ' Ἀριστοφάνης Γηρυτάδῃ. ἱκέσιός φησι τοὺς σκόμβρους ἐλαχίστους μὲν εἶναι κατὰ τὸ μέγεθος, τροφιμωτέρους δὲ τῶν κολιῶν καὶ εὐχυλοτέρους, οὐ μὴν εὐεκκριτωτέρους. μνημονεύει αὐτῶν οὕτως καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ:
καὶ χελιδόνες τε μύρμαι θ᾽, οἵ τε κολιᾶν μείζονες
ἐντὶ καὶ σκόμβρων, ἀτὰρ τᾶν θυννίδων γα μείονες.
117. σάργοι. ‘ οὗτοι, ὥς φησιν Ἱκέσιος, στύφουσι μᾶλλον καὶ τῶν μελανούρων εἰσὶ τροφιμώτεροι.’ Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ πανοῦργον εἶναί φησι περὶ τὰς θήρας τὸν σαργόν
κόσσυφον ἢ κίχλας ἁλιειδέας, ἄλλοτε δ᾽ ἄλλῃ
σαργὸν ἐπικέλσοντα, ὁ λινοπληγέστατον ἰχθύν.
Ἀριστοτέλης δὲ ἐν πέμπτῳ μορίων τίκτειν αὐτόν φησιν δίς, ἔαρος, εἶτα μετοπώρου. Ἐπίχαρμος δὲ ἐν Ἥβας γάμῳ :
αἰ δὲ λῇς, σαργοί τε χαλκίδες τε καὶ τοὶ πόντιοι.. :
ὡς διαφόρους δὲ τοὺς σαργίνους ἐν τοῖσδε καταλέγει:
ἦν δὲ σαργῖνοί τε μελάνουροί τε καὶ τὸ φίνταται
ταινίαι λεπταὶ μέν, ἁδῆαι δέ. [p. 444]
ὁμοίως δὲ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων φησὶ σαργίνους διὰ τοῦτ᾽ αὐτοὺς καλῶν καὶ χαλκίδας. ὁ δὲ σοφὸς Ἀρχέστρατός φησιν
ἡνίκα δ᾽ ἂν δύνοντος ἐν οὐρανῷ ' Ὠρίωνος
μήτηρ οἰνοφόρου βότρυος χαίτην ἀποβάλλῃ,
τῆμος ἔχειν ὀπτὸν σαργὸν τυρῷ κατάπαστον,
εὐμεγέθη, θερμόν, δριμεῖ δεδαιγμένον ὄξει:
σκληρὸς γὰρ φύσει ἐστίν. ἅπαντα δέ μοι θεράπευε
τὸν στερεὸν τοιῷδε τρόπῳ μεμνημένος ἰχθύν.
τὸν δ᾽ ἀγαθὸν μαλακόν τε φύσει καὶ πίονα σάρκα
ἁλσὶ μόνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας:
τὴν ἀρετὴν γάρ ἔχει τῆς τέρψιος αὐτὸς ἐν αὑτῷ.
118.
Σάλπη. Ἐπίχαρμος Ἥβας γάμῳ:
ἀόνες φάγροι τε λάβρακές τε καὶ τὸ πίονες
σκατοφάγοι σάλπαι βδελυχραί, ἁδέαι δ᾽ ἐν τῷ θέρει. Ἀριστοτέλης
δ᾽ ἐν πέμπτῳ μορίων ἅπαξ τίκτειν φησὶν αὐτὴν τοῦ μετοπώρου. ἐστὶ δὲ πολύγραμμος καὶ ἐρυθρόγραμμος, ἔτι δὲ καρχαρόδους καὶ μονήρης, λέγεσθαι δὲ καὶ ὑπὸ τῶν ἁλιέων φησὶν ὡς καὶ κολοκύντῃ θηρεύεται χαίρουσα τῷ βρώματι. Ἀρχέστρατος δέ φησιν
σάλπην δὲ κακὸν μὲν ἔγωγε
ἰχθὺν εἰς ἀεὶ κρίνω βρωτὴ δὲ μάλιστα
ἐστὶ θεριζομένου σίτου, λαβὲ δ᾽ ἐν Μυτιλήνῃ
αὐτήν.
Παγκράτης δ᾽ ἐν ἔργοις θαλασσίοις: [p. 446]
σάλπαι τ᾽ ἰσομήκεες ἰχθῦς,
ἅς τε βόας πορκῆες ἁλίζωοι καλέουσιν,
οὕνεκα γαστέρι φῦκος ἀεὶ ἀλέουσιν ὀδοῦσιν.
ἐστὶ δὲ ποικίλος ὁ ἰχθύς, ὅθεν καὶ τὸν Λοκρὸν ἢ Κολοφώνιον Μνασέαν συνταξάμενον τὰ ἐπιγραφόμενα παίγνια διὰ τὸ ποικίλον τῆς συναγωγῆς Σάλπην οἱ συνήθεις προσηγόρευον. Νυμφόδωρος δὲ ὁ Συρακόσιος ἐν τῷ τῆς Ἀσίας Περίπλῳ Λεσβίαν φησὶ γενέσθαι Σάλπην τὴν τὰ παίγνια συνθεῖσαν. ἄλκιμος δ᾽ ἐν τοῖς Σικελικοῖς ἐν Μεσσήνῃ φησὶ τῇ κατὰ τὴν νῆσον Βότρυν γενέσθαι εὑρετὴν τῶν παραπλησίων παιγνίων τοῖς προσαγορευομένοις Σάλπης. Ἄρχιππος δὲ ἐν Ἰχθύσιν ἀρσενικῶς εἴρηκεν ὁ σάλπης :
ἐκήρυξεν βόαξ,
σάλπης δ᾽ ἐσάλπιγξ᾽ ἕπτ᾽ ὀβολοὺς μισθὸν φέρων.
γίνεται δ᾽ ὅμοιος ἰχθὺς ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ ὁ καλούμενος στρωματεύς, ῥάβδους ἔχων δι᾽ ὅλου τοῦ σώματος τεταμένας χρυσιζούσας, ὡς ἱστορεῖ Φίλων ἐν τῷ Μεταλλικῷ,
συνόδοντες119. καὶ Συναγρίς. καὶ τούτων Ἐπίχαρμος μέμνηται:
συναγρίδας μαζούς τε συνόδοντάς τ᾽ ἐρυθροποικίλους.
Νουμήνιος Ἁλιευτικῷ διὰ τοῦ υ λέγων φησὶν
ἢ λευκὴν συνόδοντα βόηκάς τε τρικκούς τε.
[p. 448] καὶ πάλιν
τοῖσί κε θηρήσαιο φαγεῖν λελιημένος ἰχθὺν
ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον.
σινόδοντα δὲ αὐτὸν λέγει διὰ τοῦ ι Δωρίων, ἔτι δὲ Ἀρχέστρατος ἐν τούτοις:
αὐτὰρ τὸν σινόδοντα μόνον ζήτει παχὺν εἶναι:
ἐκ πορθμοῦ δὲ λαβεῖν πειρῶ καὶ τοῦτον, ἑταῖρε.
ταὐτὰ δὲ ταῦτα κυρῶ φράζων καὶ πρὸς σέ, Κλέαινε.
Ἀντιφάνης δ᾽ ἐν Ἀρχεστράτῃ
: τὶς δ᾽ ἐγχέλειον ἂν φάγοι
ἢ κρανίον σινόδοντος;
120. σαῦρος. τούτου μνημονεύει Ἄλεξις ἐν Λεύκῃ: μάγειρος δ᾽ ἐστὶν ὁ λέγων
ἐπίστασαι τὸν σαῦρον ὡς δεῖ σκευάσαι;
β. ἀλλ᾽ ἂν διδάσκῃς. α. ἐξελὼν τὰ βράγχια,
πλύνας, περικόψας τὰς ἀκάνθας τὰς κύκλῳ
παράσχισον χρηστῶς διαπτύξας θ᾽ ὅλον
τῷ σιλφίῳ μάστιξον εὖ τε καὶ καλῶς
τυρῷ τε σάξον ἁλσὶ τ᾽ ἠδ᾽ ὀριγάνῳ.
Ἔφιππος δ᾽ ἐν Κύδωνι πολλῶν καὶ ἄλλων ἰχθύων κατάλογον ποιούμενος καὶ τοῦ σαύρου μνημονεύει διὰ τούτων
θύννου τεμάχη, γλάνιδος, γαλεοῦ,
ῥίνης, γόγγρου, κεφάλου, πέρκης,
σαῦρος, φυκίς, βρίγκος, τρίγλη,
κόκκυξ, φάγρος, μύλλος, λεβίας, [p. 450]
σπάρος, αἰολίας, θρᾷττα, χελιδών,
καρίς, τευθίς, ψῆττα, δρακαινίς,
πουλυπόδειον, σηπία, ὀρφώς,
κωβιός, ἀφύαι, βελόναι, κεστρεῖς.
Μνησίμαχος δ᾽ ἐν Σ32Ἱπποτρόφῳ
τῶν καρχαριῶν
νάρκη, βάτραχος, πέρκη, σαῦρος,
τριχίας, φυκίς, βρίγκος, τρίγλη,
κόκκυξ.
σκεπινός. τούτου μνημονεύων Δωρίων ἐν τῷ
περὶ ἰχθύων καλεῖσθαί φησιν αὐτὸν ἀτταγεινόν. 121.
σκίαινα. Ἐπίχαρμος Ἥβας γάμῳ:
αἰολίαι πλῶτές τε κυνόγλωσσοὶ τ᾽, ἐνῆν δὲ σκιαθίδες.
Νουμήνιος δὲ σκιαδέα αὐτὸν καλεῖ ἐν τούτοις:
τοῖσί κε θηρήσαιο λαβεῖν λελιημένος ἰχθὺν
ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον
ἠὲ φάγρον λοφίην, ὁτὲ δ᾽ ἀγρόμενον σκιαδῆα.
συαγρίδες. τούτων μνημονεύει Ἐπίχαρμος ἐν
Ἥβας γάμῳ καὶ ἐν Γᾷ καὶ Θαλάσσᾳ.
122. Σφύραιναι. ταύτας φησὶν Ἱκέσιος τροφιμωτέρας εἶναι τῶν γόγγρων, ἀπειθεῖς δὲ τὴν γεῦσιν καὶ ἀστόμους, εὐχυλίᾳ δὲ μέσους. ὁ δὲ Δωρίων ‘ σφύραιναν, φησίν, ἣν καλοῦσι κέστραν.’ Ἐπίχαρμος δ᾽ ἐν Μούσαις κέστραν ὀνομάσας οὐκ ἔτι σφυραίνας ὀνομάζει ὡς ταὐτὸν οὔσας [p. 452]
χαλκίδας τε καὶ κύνας κέστρας τε πέρκας τ᾽ αἰόλας.
καὶ Σώφρων ἐν ἀνδρείοις ‘ κέστραι βότιν κάπτουσαι.’ Σπεύσιππος δὲ ἐν δευτέρῳ Ὁμοίων ὡς παραπλήσια ἐκτίθεται κέστραν, βελόνην, σαυρίδα. καὶ οἱ Ἀττικοὶ δὲ ὡς ἐπὶ τὸ πολὺ τὴν σφύραιναν καλοῦσι κέστραν, σπανίως δὲ τῷ τῆς σφυραίνης ὀνόματι ἐχρήσαντο. Στράττις γοῦν ἐν Μακεδόσιν ἐρομένου τινὸς Ἀττικοῦ ὡς ἀγνοοῦντος τὸ ὄνομα καὶ λέγοντος :
ἡ σφύραινα δ᾽ ἐστὶ τίς;
φησὶν ὁ ἕτερος:
κέστραν μὲν ὔμμες ὡττικοὶ κικλήσκετε.
Ἀντιφάνης ἐν Εὐθυδίκῳ:
πάνυ συχνὴ
σφύραινα. β. κέστραν ἀττικιστὶ δεῖ λέγειν.
Νικοφῶν δ᾽ ἐν Πανδώρᾳ:
κέστραι τε καὶ λάβρακες.
Ἐπίχαρμος Ἥβας γάμῳ:
κέστρας τε πέρκας τ᾽ αἰόλας.
123.
σηπία. Ἀριστοφάνης Δαναίσι:
καὶ ταῦτ᾽ ἔχοντα σηπίας καὶ πουλύπους.
ὡς αἰτίας ἡ παραλήγουσα παροξύνεται, ὡς Φιλήμων ἱστορεῖ , ὁμοίως καὶ ταῦτα: τηλία, ταινία, οἰκία, τὴν σηπίαν δὲ Ἀριστοτέλης πόδας ἔχειν ὀκτώ, ὧν τοὺς ὑποκάτω δύο μεγίστους, προβοσκίδας δύο καὶ μεταξὺ αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ τὸ στόμα, ἔχει δὲ καὶ ὀδόντας δύο τὸν μὲν [p. 454] ἄνω, τὸν δὲ κάτω καὶ τὸ λεγόμενον ὄστρακον ἐν τῷ νώτῳ. ἐν δὲ τῇ μύτιδι ὁ θολός ἐστιν αὕτη δὲ κεῖται παρ᾽ αὐτὸ τὸ στόμα κύστεως τρόπον ἐπέχουσα. ἐστὶ δ᾽ ἡ κοιλία πλακώδης καὶ λεία, ὁμοία τοῖς τῶν βοῶν ἠνύστροις. τρέφονται δ᾽ αἱ μικραὶ σηπίαι τοῖς λεπτοῖς ἰχθυδίοις, ἀποτείνουσαι τὰς προβοσκίδας ὥσπερ ὁρμιὰς καὶ ταύταις θηρεύουσαι. λέγεται δ᾽ ὡς ὅταν ὁ χειμὼν γένηται τῶν πετριδίων ὥσπερ ἀγκύραις ταῖς προβοσκίσι λαμβανόμεναι ὁρμοῦσι. διωκομένη τε ἡ σηπία τὸν θολὸν ἀφίησι καὶ ἐν αὐτῷ κρύπτεται ἐμφήνασα φεύγειν εἰς τοὔμπροσθεν. λέγεται δὲ ὡς καὶ θηρευθείσης τῆς θηλείας τριόδοντι οἱ ἄρρενες ἐπαρήγουσιν ἀνθέλκοντες αὐτὴν ἂν δ᾽ οἱ ἄρρενες ἁλῶσιν, αἱ θήλειαι φεύγουσιν. οὐ διετίζει δ᾽ ἡ σηπία, καθάπερ οὐδ᾽ ὁ πολύπους. ἐν δὲ πέμπτῳ ζῴων μορίων ‘αἱ σηπίαι, φησί, καὶ αἱ τευθίδες νέουσιν ἅμα καὶ συμπεπλεγμέναι, τὰ στόματα καὶ τὰς πλεκτάνας ἐφαρμόττουσαι καταντικρὺ ἀλλήλαις: ἐφαρμόττουσιν δὲ καὶ τὸν μυκτῆρα εἰς τὸν μυκτῆρα. τῶν τε μαλακίων τίκτουσιν πρῶται τοῦ ἔαρος αἱ σηπίαι καὶ τίκτουσι πᾶσαν ὥραν καὶ κυίσκονται πεντεκαίδεκα ἡμέραις.’ ὅταν δέ τέκωσι τὰ ᾠά, ὁ ἄρρην παρακολουθῶν καταφυσᾷ καὶ στιφρᾷ. βαδίζουσι δὲ κατὰ ζυγά. καί ἐστιν ὁ ἄρρην τῆς θηλείας ποικιλώτερός τε καὶ μελάντερος τὸν νῶτον. 124. Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ φησί:
πώλυποι τε σηπίαι τε καὶ ποταναὶ τευθίδες. [p. 456]
τοῦτο δὲ σημειωτέον πρὸς Σπεύσιππον λέγοντα εἶναι ὅμοια σηπίαν τευθίδα. Ἱππώνακτος δ᾽ ἐν τοῖς ἰάμβοις εἰπόντος ‘ σηπίης ὑπόσφαγμα’ οἱ ἐξηγησάμενοι ἀπέδωκαν τὸ τῆς σηπίας μέλαν. ἐστὶ δὲ τὸ ὑπόσφαγμα, ὡς Ἐρασίστρατός φησιν ἐν Ὀψαρτυτικῷ, ὑπότριμμα. γράφει δὲ οὕτως: ‘ὑπόσφαγμα δ᾽ εἶναι κρέασιν ὀπτοῖς ἐκ τοῦ αἵματος τεταραγμένου μέλιτι, τυρῷ, ἁλί, κυμίνῳ, σιλφίῳ, ὄξει ἑφθὸν.’ καὶ Γλαῦκος δ᾽ ὁ Λοκρὸς ἐν Ὀψαρτυτικῷ οὕτως γράφει: ‘ὑπόσφαγμα δ᾽ αἷμα ἑφθὸν καὶ σίλφιον καὶ ἕψημα ἢ μέλι καὶ ὄξος καὶ γάλα καὶ τυρὸς καὶ φύλλα εὐώδη τετμημένα ’ ὁ δὲ πολυμαθέστατος Ἀρχέστρατός φησιν
σηπίαι Ἀβδήροις τε Μαρωνείᾳ τ᾽ ἐνὶ μέσσῃ.
Ἀριστοφάνης Θεσμοφοριαζούσαις:
ἰχθὺς ἐώνηταί τις ἢ σηπίδιον;
καὶ ἐν Δαναίσιν
ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια.
Θεόπομπος Ἀφροδίτῃ:
ἀλλ᾽ ἔντραγε
τὴν σηπίαν τηνδὶ λαβοῦσα καὶ τοδὶ
τὸ πουλυπόδειον.
περὶ δὲ ἑψήσεως σηπιδίων Ἄλεξις ἐν Πονήρᾳ παράγει μάγειρον τάδε λέγοντα:
σηπίας τόσας
δραχμῆς μιᾶς τρίς τῶν δὲ τὰς μὲν πλεκτάνας [p. 458]
καὶ τὰ πτερύγια συντεμὼν ἑφθὰς ποῶ.
τὸ δ᾽ ἄλλο σῶμα κατατεμὼν πολλοὺς κύβους
σμήσας τε λεπτοῖς ἁλσὶ δειπνούντων ἅμα
ἐπὶ τὸ τάγηνον σίζον ἐπεισιὼν φέρω.
125. τρίγλῃ, κίχλη διὰ τοῦ η. τὰ γὰρ εἰς λα λήγοντα θηλυκὰ ἕτερον αἰτεῖ λάβδα, Σκύλλα, Τελέσιλλα: ὅσα δ᾽ ἐπιπλοκὴν ἔχει τοῦ γ εἰς γ λήγει, τρώγλη, αἴγλη, ζεύγλη. τὴν δὲ τρίγλην φησὶν Ἀριστοτέλης τρὶς τίκτειν τοῦ ἔτους ἐν πέμπτῳ μορίων, τεκμαίρεσθαι λέγων τοὺς ἁλιεῖς τοῦτο ἐκ τοῦ γόνου τρὶς φαινομένου περί τινας τόπους, μήποτ᾽ οὖν ἐντεῦθέν ἐστι καὶ τὸ τῆς ὀνομασίας, ὡς ἀμίαι ὅτι οὐ κατὰ μίαν φέρονται, ἀλλ᾽ ἀγεληδόν, σκάρος δὲ ἀπὸ τοῦ σκαίρειν καὶ καρίς, ἀφύαι δ᾽ ὡς ἂν ἀφυεῖς οὖσαι, τουτέστιν δυσφυεῖς: θύω, θύννος ὁ ὁρμητικός, διὰ τὸ κατὰ τὴν τοῦ κυνὸς ἐπιτολὴν ὑπὸ τοῦ ἐπὶ τῆς κεφαλῆς οἴστρου ἐξελαύνεσθαι. ἐστὶ δὲ καρχαρόδους, συναγελαστική, παντόστικτος, ἔτι δὲ σαρκοφάγος, τὸ δὲ τρίτον τεκοῦσα ἄγονός ἐστι: γίνεται γάρ τινα σκωλήκια αὐτῇ ἐν τῇ ὑστέρᾳ ἃ τὸν γόνον τὸν γινόμενον κατεσθίει. ἀπὸ δὲ τοῦ συμβεβηκότος Ἐπίχαρμος ὀνομάζει αὐτὰς κυφὰς ἐν Ἥβας γάμῳ διὰ τούτων [p. 460]
ἆγε δὴ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας.
Σώφρων δ᾽ ἐν τοῖς ἀνδρείοις τριγόλας τινὰς ἐν τούτοις ὀνομάζει: ‘ τριγόλᾳ ὀμφαλοτόμῳ’ καὶ τριγόλαν τὸν εὐδιαῖον. ἐν δὲ τῷ ἐπιγραφομένῳ Παιδικὰ ποιφυξεῖς φησί: ‘ τρίγλας μὲν γένηον, τριγόλα δ᾽ ὀπισθίδια.’ κἀν τοῖς γυναικείοις δὲ ἔφη: ‘ τρίγλαν γενεᾶτιν.’ Διοκλῆς δ᾽ ἐν τοῖς πρὸς Πλείσταρχον σκληρόσαρκον εἶναί φησι τὴν τρίγλαν. Σπεύσιππος δ᾽ ἐμφερῆ φησιν εἶναι κόκκυγα, χελιδόνα, τρίγλαν. ὅθεν Τρύφων φησὶν ἐν τοῖς περὶ ζῴων τὸν τριγόλαν τινὰς οἴεσθαι κόκκυγα εἶναι διά τε τὸ ἐμφερὲς καὶ τὴν τῶν ὀπισθίων ξηρότητα, ἣν σεσημείωται ὁ Σώφρων λέγων ‘ τρίγλας μὲν γένηον, ὁ τριγόλα δ᾽ ὀπισθίδια.’ 126. Πλάτων δ᾽ ἐν Φάωνί φησι:
τρίγλη δ᾽ οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι:
παρθένου Ἀρτέμιδος γὰρ ἔφυ καὶ στύματα μισεῖ,
τῇ δὲ Ἑκάτῃ ἀποδίδοται ἡ τρίγλη διὰ τὴν τῆς ὀνομασίας κοινότητα: τριοδῖτις γὰρ καὶ τρίγληνος, καὶ ταῖς τριακάσι δ᾽ αὐτῇ τὰ δεῖπνα φέρουσι. κατὰ τὸ παραπλήσιον δ᾽ οἰκειοῦσιν Ἀπόλλωνι μὲν κίθαρον, Ἑρμῇ δὲ βόακα, Διονύσῳ δὲ κιττὸν [p. 462] καὶ ' Ἀφροδίτῃ φαλαρίδα, ὡς Ἀριστοφάνης ἐν Ὄρνισι, κατὰ συνέμφασιν τοῦ φαλλοῦ. καὶ τὴν νῆτταν δὲ καλουμένην Ποσειδῶνί τινες οἰκειοῦσι. καὶ τὸν θαλάττιον γόνον, ὃν ἡμεῖς μὲν ἀφύην, ἄλλοι δὲ ἀφρῖτιν ὀνομάζουσιν, οἱ δὲ ἀφρὸν προσφιλέστατον δ᾽ εἶναι καὶ τοῦτον Ἀφροδίτῃ διὰ τὸ καὶ αὐτὴν ἐξ ἀφροῦ γεννηθῆναι. Ἀπολλόδωρος δ᾽ ἐν τοῖς περὶ θεῶν τῇ Ἑκάτῃ φησὶ θύεσθαι τρίγλην διὰ τὴν τοῦ ὀνόματος οἰκειότητα: τρίμορφος γὰρ ἡ θεός, Μελάνθιος δ᾽ ἐν τῷ περὶ τῶν ἐν Ἐλευσῖνι μυστηρίων καὶ τρίγλην καὶ μαινίδα, ὅτι καὶ θαλάττιος ἡ Ἑκάτη. Ἡγήσανδρος δὲ ὁ Δελφὸς τρίγλην παραφέρεσθαι ἐν τοῖς Ἀρτεμισίοις διὰ τὸ δοκεῖν τοὺς θαλασσίους λαγὼς θανασίμους ὄντας θηρεύειν ἐπιμελῶς καὶ καταναλίσκειν. διόπερ ὡς ἐπ᾽ ὠφελείᾳ τῶν ἀνθρώπων τοῦτο ποιοῦσα τῇ κυνηγετικῇ θεῷ ἡ κυνηγέτις ἀνάκειται. γενεᾶτιν δὲ ἔφη τὴν τρίγλην Σώφρων, ἐπεὶ αἱ τὸ γένειον ἔχουσαι ἡδίονές εἰσι μᾶλλον τῶν ἄλλων. Ἀθήνησι δὲ καὶ τόπος τις Τρίγλα καλεῖται, καὶ αὐτόθι ἐστὶν ἀνάθημα τῇ Ἑκάτῃ Τριγλανθίνῃ. διὸ καὶ Χαρικλείδης ἐν Ἁλύσει φησί
δέσποιν᾽ Ἑκάτη τριοδῖτι,
τρίμορφε, τριπρόσωπε,
τρίγλαις κηλευμένα.
127. ἐὰν δ᾽ ἐναποπνιγῇ τρίγλη ζῶσα ἐν οἴνῳ καὶ τοῦτο ἀνήρ πίῃ, ἀφροδισιάζειν οὐ δυνήσεται, ὡς Τερψικλῆς ἱστορεῖ ἐν τῷ περὶ ἀφροδισίων, κἂν γυνὴ [p. 464] δὲ πίῃ τοῦ αὐτοῦ οἴνου, οὐ κυίσκεται. ὁμοίως δὲ οὐδὲ ὄρνις, ὁ δὲ πολυίστωρ Ἀρχέστρατος ἐπαινέσας τὰς κατὰ Τειχιοῦντα τῆς Μιλησίας τρίγλας ἑξῆς φησι:
κἀν Θάσῳ ὀψώνει τρίγλην κου᾽ χείρονα λήψῃ
ταύτης: ἐν δὲ Τέῳ χείρω, κεδνὴ δὲ καὶ αὐτή:
ἐν δ᾽ Ἐρυθραῖς ἀγαθὴ θηρεύεται αἰγιαλῖτις.
Κρατῖνος δ᾽ ἐν Τροφωνίῳ φησὶν
οὐδ᾽ Αἰξωνίδ᾽ ἐρυθρόχρων ἐσθίειν ἔτι τρίγλην
οὐδὲ τρυγόνος οὐδὲ δεινοῦ φυὴν μελανούρου.
Ναυσικράτης δ᾽ ὁ κωμῳδιοποιὸς ἐπαινεῖ τὰς Αἰξωνικὰς τρίγλας ἐν Ναυκλήροις λέγων οὕτως:
μετ᾽ αὐτῶν δ᾽ εἰσὶν ἐκπρεπεῖς φύσιν
αἱ ξανθοχρῶτες, αἷς κλύδων Αἰξωνικὸς
πασῶν ἀρίστας ἐντόπους παιδεύεται:
αἷς καὶ θεὰν τιμῶσι φωσφόρον κόρην,
δείπνων ὅταν πέμπωσι δῶρα ναυτίλοι.
β. τρίγλας λέγεις.
128.
Ταινίαι. καὶ τούτων Ἐπίχαρμος μέμνηται:
καὶ ταὶ φίνταται
ταινίαι λεπταὶ μέν, ἁδῆαι δὲ κὠλίγου πυρός.
Μίθαικος δ᾽ ἐν Ὀψαρτυτικῷ ‘ ταινίαν, φησίν, ἐκκοιλίξας, τὰν κεφαλὰν ἀποταμών, ἀποπλύνας καὶ ταμὼν τεμάχεα κατάχει τυρὸν καὶ ἔλαιον.’ πλεῖσται δὲ γίνονται καὶ κάλλισται κατὰ τὸν πρὸς τῇ Ἀλεξανδρείᾳ Κάνωπον καὶ ἐν Σελευκείᾳ τῇ πρὸς Ἀντιοχείᾳ, ὅταν δ᾽ Εὔπολις ἐν Προσπαλτίοις λέγῃ: [p. 466]
μήτηρ τις αὐτῷ Θρᾷττα ταινιόπωλις,
τὴν ἐπὶ τῶν ὑφασμάτων λέγει καὶ τῶν ζωνῶν αἷς αἱ γυναῖκες περιδέονται.
129. τράχουροι. τούτων ὡς ξηροτέρων μέμνηται Διοκλῆς. Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ φησιν
ἀλκύονας κίγκλους τε καὶ ἀπλοΐῃ τράχουρον.
ταυλωπίας. περὶ τούτου Ἀρχέστρατος ἱστορεῖ:
καὶ νεαροῦ μεγάλου τ᾽ αὐλωπία ἐν θέρει ὠνοῦ
κρανί᾽ ὅταν Φαέθων πυμάτην ἁψῖδα διφρεύῃ:
καὶ παράθες θερμὸν ταχέως καὶ τρίμμα μετ᾽ αὐτοῦ.
ὄπτα δ᾽ ἀμφ᾽ ὀβελίσκον ἑλὼν ὑπογάστριον αὐτοῦ.
130. Τευθὶς. Ἀριστοτέλης εἶναί φησι καὶ ταύτην τῶν συναγελαζομένων ἔχειν τε τὰ πλεῖστα τῆς σηπίας, τὸν τῶν ποδῶν ἀριθμόν, τὰς προβοσκίδας. τῶν δὲ ταύτης ποδῶν οἱ μὲν κάτω μικροὶ εἰσιν, οἱ δ᾽ ἄνω μείζους: καὶ τῶν προβοσκίδων ἡ δεξιὰ παχυτέρα, καὶ τὸ ὅλον σωμάτιον τρυφερὸν καὶ ὑπομηκέστερον. ἔχει δὲ καὶ θολὸν ἐν τῇ μύτιδι οὐ μέλανα ἀλλ᾽ ὠχρὸν καὶ τὸ ὄστρακον μικρὸν λίαν καὶ χονδρῶδες. τεῦθος. ὁ δὲ τεῦθος μόνῳ τούτῳ διαφέρει, τῷ μεγέθει: γίνεται δὲ καὶ τριῶν σπιθαμῶν, τὸ δὲ χρῶμά ἐστιν ὑπέρυθρος καὶ τῶν ὀδόντων τὸν μὲν [p. 468] κάτω ἐλάττονα ἔχει, τὸν δὲ ἄνω μείζονα, ἄμφω δὲ μέλανας καὶ ὁμοίους ῥύγχει ἱέρακος. ἀναπτυχθεὶς δὲ κοιλίαν ἔχει ὁμοίαν ταῖς ὑείαις. ἐν δὲ ε᾽ μορίων βραχύβιά φησιν εἶναι τὸν τεῦθον καὶ τὴν σηπίαν, Ἀρχέστρατος δ᾽ ὁ πᾶσαν γῆν καὶ θάλασσαν διὰ γαστριμαργίαν περιελθών φησι:
τευθίδες ἐν Δίῳ τῷ Πιερικῷ παρὰ χεῦμα
Βαφύρα: καὶ ἐν Ἀμβρακίᾳ παμπληθέας ὄψει.
Ἄλεξις δὲ ἐν Ἐρετρικῷ τάδε ποιεῖ λέγοντα μάγειρον
τευθίδες, σπίναι, βατίς, χῆμος, ἀφύαι,
κρεᾴδι᾽, ἐντερίδια: ἀλλὰ τὰς μὲν τευθίδας,
τὰ πτερύγι᾽ αὐτῶν συντεμών, στεατίου
μικρὸν παραμίξας, περιπάσας ἡδύσμασι
λεπτοῖσι χλωροῖς ὠνθύλευσα.
καὶ πέμμα δέ τι τευθίδα ὀνομάζειν Ἰατροκλέα ἐν Ἀρτοποιικῷ φησι Πάμφιλος. 131.
ὗες. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ:
ἦν δ᾽ ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς.
λέγει δέ τινας καὶ ὕας διὰ τούτων
χαλκίδες θ᾽ ὕες τε ἱέρακές τε χὠ πίων κύων,
εἰ μὴ ἄρα οὗτοι οἱ αὐτοί εἰσι τῷ κάπρῳ. Νουμήνιος δ᾽ ἐν τῷ Ἁλιευτικῷ ἄντικρυς ὕαινάν τινα καταριθμεῖται ἐν τούτοις:
κανθαρίδα προφανεῖσαν ὕαινάν τε τρίγλην τε. [p. 470]
καὶ Διονύσιος δ᾽ ἐν Ὀψαρτυτικῷ τῆς ὑαίνης μνημονεύει. Ἀρχέστρατος δ᾽ ὁ ὀψοδαίδαλος:
ἐν δ᾽ Αἴνῳ καὶ τῷ Πόντῳ τὴν ὗν ἀγόραζε,
ἣν καλέουσί τινες θνητῶν ψαμμῖτιν ὀρυκτήν.
τούτου τὴν κεφαλὴν ἕψειν μηδὲν προσενεγκὼν
ἥδυσμ᾽, ἀλλ᾽ ἐς ὕδωρ μόνον ἐνθεὶς καὶ θαμὰ κινῶν
ὕσσωπον παράθες τρίψας, κἂν ἄλλο τι χρῄζῃς,
δριμὺ διεὶς ὄξος: κᾆτ᾽ ἔμβαπτ᾽ εὖ καὶ ἐπείγου
οὕτως ὡς πνίγεσθαι ὑπὸ σπουδῆς καταπίνων.
τὴν λοφιὰν δ᾽ ὀπτᾶν αὐτῆς καὶ τἄλλα τὰ πλεῖστα.
μήποτ᾽ οὖν καὶ ὁ Νουμήνιος ἐν τῷ Ἁλιευτικῷ τὴν ὗν ψαμαθῖδα καλεῖ ἐπὰν λέγῃ:
ἄλλοτε καρχαρίην, ὁτὲ δὲ ῥόθιον ψαμαθῖδα.
132. υκαι. καὶ τὸν ὕκην Καλλίμαχος ἐν ἐπιγράμμασιν ἱερὸν ἰχθὺν καλεῖ διὰ τούτων θεὸς
δὲ οἱ ἱερὸς ὕκης.
Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ :
ἢ σπάρον ἢ ὕκας ἀγεληίδας ἢ ἐπὶ φάγρον
πέτρῃ ἀλωόμενον.
Τίμαιος δ᾽ ἐν τῇ ιγ᾽ τῶν ἱστοριῶν περὶ τοῦ Σικελικοῦ πολιχνίου λέγω δὲ τῶν Ὑκάρων διαλεγόμενος προσαγορευθῆναί φησι τὸ πολίχνιον διὰ τὸ τοὺς πρώτους τῶν ἀνθρώπων ἐλθόντας ἐπὶ τὸν τόπον ἰχθῦς εὑρεῖν τοὺς καλουμένους ὕκας [p. 472] καὶ τούτους ἐγκύους : δι᾽ οὓς οἰωνισαμένους Ὕκαρον ὀνομάσαι τὸ χωρίον. Ζηνόδοτος δέ φησι Κυρηναίους τὸν ὕκην ἐρυθρῖνον καλεῖν. Ἕρμιππος δὲ ὁ Σμυρναῖος ἐν τοῖς περὶ Ἱππώνακτος ὕκην ἀκούει τὴν ἰουλίδα: εἶναι δ᾽ αὐτὴν δυσθήρατον, διὸ καὶ Φιλίταν φάναι:
οὐδ᾽ ὕκης ἰχθὺς ἔσχατος ἐξέφυγε.
133. φάγρος . Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων παραπλήσιά φησιν εἶναι φάγρον, ἐρυθρῖνον, ἥπατον. ἐμνημόνευσε δ᾽ αὐτοῦ καὶ Νουμήνιος ἐν τοῖς προκειμένοις. Ἀριστοτέλης δὲ σαρκοφάγον φησὶν αὐτῶν εἶναι καὶ μονήρη καρδίαν τε ἔχειν τρίγωνον ἀκμάζειν τε ἔαρος. Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ φησὶν
ἀόνες φάγροι τε καὶ λάβρακες.
μνημονεύει δ᾽ αὐτῶν καὶ Μεταγένης ἐν Θουριοπέρσαις. Ἀμειψίας δ᾽ ἐν Κόννῳ:
ὀρφῷσι σελαχίοις τε καὶ φάγροις βοράν.
Ἱκέσιος δέ φησι: ‘ φάγροι καὶ χρόμις καὶ ἀνθίας καὶ ἀκαρνᾶνες καὶ ὀρφοὶ καὶ συνόδοντες καὶ συναγρίδες τῷ μὲν γένει παραπλήσιοι ὑπάρχουσιν γλυκεῖς τε γὰρ καὶ παραστύφοντες καὶ τρόφιμοι: κατὰ λόγον δὲ καὶ δυσέκκριτοι. τροφιμώτεροι δ᾽ αὐτῶν οἱ σαρκώδεις καὶ γεωδέστεροι ἐλάττονά τε πιμελὴν ἔχοντες.’ Ἀρχέστρατος δέ φησι ‘Σειρίου ἀντέλλοντος’ δεῖν τὸν φάγρον ἐσθίειν [p. 474]
Δήλῳ τ᾽ Εἰρετρίᾳ τε κατ᾽ εὐλιμένους ἁλὸς οἴκους.
τὴν κεφαλὴν δ᾽ αὐτοῦ μόνον ὠνοῦ καὶ μετ᾽ ἐκείνης
οὐραῖον τὰ δὲ λοιπὰ δόμον, φίλε, μηδ᾽ ἐσενέγκῃς.
μνημονεύει τοῦ φάγρου καὶ Στράττις ἐν Λημνομέδᾳ:
πολλοὺς ἥδη μεγάλους τε φάγρους ἐγκάψας.
καὶ ἐν Φιλοκτήτῃ:
κᾆτ᾽ εἰς ἀγορὰν ἐλθόντες ἁδροὺς
ὀψωνοῦσιν μεγάλους τε φάγρους
καὶ Κωπᾴδων ἁπαλῶν τεμάχη
στρογγυλοπλεύρων.
ἐστὶ δὲ καὶ γένος λίθου φάγρος. ἡ γὰρ ἀκόνη κατὰ Κρῆτας φάγρος, ὥς φησι Σιμίας. 134.
χάνναι. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ:
μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστορας
ὄνους.
Νουμήνιος ἐν Ἁλιευτικῷ:
χάννους τ᾽ ἐγχέλυάς τε καὶ ἐννυχίην πύτινον.
μνημονεύει δ᾽ αὐτοῦ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζωικῶν ποικιλερυθρομέλαιναν αὐτὴν ὀνομάζει καὶ ποικιλόγραμμον διὰ τὸ μελαίναις γραμμαῖς πεποικίλθαι.
135. Χρόμις. καὶ τούτου μνημονεύει Ἐπίχαρμος λέγων
καὶ σκιφίας χρόμις θ᾽, ὃς ἐν τῷ ἦρι κὰτ τὸν
Ἀνάνιον ἰχθύων πάντων ἄριστος. [p. 476]
Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ :
ὕκην ἢ κάλλιχθυν, ὁτὲ χρόμιν, ἄλλοτε δ᾽ ὀρφόν.
καὶ Ἀρχέστρατος:
τὸν χρόμιν ἐν Πέλλῃ λήψῃ μέγαν ἐστὶ δὲ πίων
ἂν θέρος ᾖ καὶ ἐν Ἀμβρακίᾳ.
136.
χρύσοφρυς. Ἄρχιππος ἐν Ἰχθύσιν:
ἱεροὺς Ἀφροδίτης χρυσόφρυς Κυθηρίας.
τοὺς δ᾽ ἰχθῦς τούτους φησὶν Ἱκέσιος καὶ τῇ γλυκύτητι καὶ τῇ ἄλλῃ εὐστομίᾳ πάντων εἶναι ἀρίστους, εἰσὶ δὲ καὶ τροφιμώτατοι. τίκτουσι δέ, ὥς φησιν Ἀριστοτέλης, ὁμοίως τοῖς κεστρεῦσιν οὗ ἂν ποταμοὶ ῥέωσιν. μνημονεύει δ᾽ αὐτῶν καὶ Ἐπίχαρμος ἐν Μούσαις καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων. Εὔπολις δ᾽ ἐν Κόλαξί φησιν `
δραχμῶν ἑκατὸν ἰχθῦς ἐώνημαι μόνον
ὀκτὼ λάβρακας, χρυσόφρυς δὲ δώδεκα.
ὁ δὲ σοφὸς Ἀρχέστρατος ἐν ταῖς ὑποθήκαις λέγει:
χρύσοφρυν ἐξ Ἐφέσου τὸν πίονα μὴ παράλειπε,
ὃν κεῖνοι καλέουσιν ἰωνίσκον λαβὲ δ᾽ αὐτὸν
θρέμμα Σελινοῦντος σεμνοῦ, πλῦνον δέ νιν ὀρθῶς,
εἶθ᾽ ὅλον ὀπτήσας παράθες, κἂν ᾖ δεκάπηχυς.
137. χαλκίδες καὶ τὰ ὅμοια, θρίσσαι, τριχίδες, ἐρίτιμοι. ἱκέσιός φησιν ‘αἱ λεγόμεναι χαλκίδες καὶ οἱ τράγοι καὶ αἱ ῥαφίδες καὶ αἱ θρίσσαι [p. 478] ἀχυρώδεις καὶ ἀλιπεῖς καὶ ἄχυλοι.’ Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ:
χαλκίδες θ᾽ ὕες τε ἱέρακές τε χὠ πίων κύων.
Δωρίων δὲ χαλκιδικὰς αὐτὰς ὀνομάζει. Νουμήνιος δέ φησι:
σὺ δ᾽ ἂν καὶ χαλκίδ᾽ ἐκείνῃ
αὕτως ἀμπείραις ὀλίγην καὶ μαινίδα.
διαφέρει δὲ τῆς χαλκίδος ὁ χαλκεύς, οὗ μνημονεύει Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ καὶ Εὐθύδημος ἐν τῷ περὶ ταρίχων λέγων αὐτοὺς γίνεσθαι ἐν τῇ Κυζικηνῶν χώρᾳ περιφερεῖς τε εἶναι καὶ κυκλοειδεῖς. θρισσῶν δὲ μέμνηται Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων καὶ ἰχθύων ἐν τούτοις : ‘ μόνιμα θρίσσα, ἐγκρασίχολος, μεμβράς, κορακῖνος, ἐρυθρῖνος, τριχίς.’ τριχίδων δὲ Εὔπολις ἐν Κόλαξιν
ἐκεῖνος ἦν φειδωλός, ὃς ἐπὶ τοῦ βίου
πρὸ τοῦ πολέμου μὲν τριχίδας ὠψώνησ᾽ ἅπαξ,
ὅτε τἀν Σάμῳ δ᾽ ἦν, ἡμιωβελίου κρέα.
Ἀριστοφάνης Ἱππεῦσι:
αἱ τριχίδες εἰ γενοίαθ᾽ ἑκατὸν τοὐβολοῦ.
Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων καὶ τῆς ποταμίας μέμνηται θρίσσης καὶ τὴν τριχίδα τριχίαν ὀνομάζει. Νικοχάρης Λημνίαις:
τριχίας δὲ καὶ τὰς πρημνάδας τὰς θυννίδας
ἐπὶ δεῖπνον ἡκούσας ὑπερπληθεῖς ... [p. 480]
πρημνάδας δὲ τὰς θυννίδας ἔλεγον. Πλάτων Εὐρώπῃ :
ἁλιευόμενός ποτ᾽ αὐτὸν εἷλον ἀνδράχνῃ
μετὰ πρημνάδων κἄπειτ᾽ ἀφῆχ᾽ ὅτι ἦν βόαξ.
ὁμοίως δὲ καὶ Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων ἐν δὲ τῷ ἐπιγραφομένῳ περὶ ζωικῶν τριχίδα. τῶν δὲ λεγομένων ἐσθ᾽ ὅτι ἥδεται ὀρχήσει καὶ ᾠδῇ καὶ ἀκούσασα ἀναπηδᾷ ἐκ τῆς θαλάσσης, τῶν δ᾽ ἐριτίμων μέμνηται Δωρίων ἐν τῷ περὶ ἰχθύων λέγων κατὰ τὸ αὐτὸ ποιεῖν ταῖς χαλκίσιν, ἡδεῖς δ᾽ εἶναι τὰς ἐν ὑποτρίμματι. Ἐπαίνετος δέ φησι ‘ γαλῆν, σμαρίδα, ἢν ἔνιοι καλοῦσι κυνὸς εὐναί, χαλκίδας, ἃς καλοῦσι καὶ σαρδίνους, ἐριτίμους, ἱέρακα, χελιδόνα.’ Ἀριστοτέλης δ᾽ ἐν πέμπτῳ ζῴων ἱστορίας σαρδίνους αὐτὰς καλεῖ. Καλλίμαχος δ᾽ ἐν ἐθνικαῖς ὀνομασίαις γράφει οὕτως: ‘ ἐγκρασίχολος, ἐρίτιμος Χαλκηδόνιοι. τριχίδια, χαλκίς, ἴκταρ, ἀθερίνη Ἀθηναῖοι.’ ἐν ἄλλῳ δὲ μέρει καταλέγων ἰχθύων ὀνομασίας φησὶν ‘ ὄζαινα, ὀσμύλιον Θούριοι, ἴωπες, ἐρίτιμοι Ἀθηναῖοι.’ τῶν δὲ ἰώπων μνημονεύει Νίκανδρος ἐν β᾽ Οἰταικῶν:
[p. 482]
ὡς δ᾽ ὁπότ᾽ ἀμφ᾽ ἀγέλῃσι νεηγενέεσσιν ἰώπων
ἢ φάγροι ἢ σκῶπες ἀρείονες ἠὲ καὶ ὀρφός.
Ἀριστοφάνης δ᾽ ἐν Ὁλκάσιν
ὦ κακοδαίμων ὅστις ἐν ἅλμῃ πρῶτον τριχίδων ἀπεβάφθη.
τοὺς γὰρ εἰς τὸ ἀπανθρακίζειν ἐπιτηδείους ἰχθῦς εἰς ἅλμην ἀπέβαπτον ἣν καὶ Θασίαν ἐκάλουν ἅλμην. ὡς καὶ ἐν Σφηξὶν ὁ αὐτός φησιν ποιητής ι
καὶ γὰρ πρότερον δὶς ἀνθρακίδων ἅλμην πιών.
138. Θρᾶιτται. ἐπεὶ δ᾽ ἐνταῦθα τοῦ λόγου ἐσμὲν προδιειλέγμεθά τε περὶ θρισσῶν, φέρε εἴπωμεν τίνες εἰσὶν αἱ παρὰ Ἀρχίππῳ ἐν Ἰχθύσι τῷ δράματι θρᾷτται. κατά τὰς συγγραφὰς γὰρ τῶν ἰχθύων καὶ Ἀθηναίων ταυτὶ πεποίηκεν ‘ἀποδοῦναι δ᾽ ὅσα ἔχομεν ἀλλήλων, ἡμᾶς μὲν τὰς Θρᾴττας καὶ Ἀθερίνην τὴν αὐλητρίδα καὶ Σηπίαν τὴν Θύρσου καὶ τοὺς Τριγλίας καὶ Εὐκλείδην τὸν ἄρξαντα καὶ Ἀναγυρουντόθεν τοὺς Κορακίωνας καὶ Κωβιοῦ τοῦ Σαλαμινίου τὸν τόκον καὶ Βάτραχον τὸν πάρεδρον τὸν ἐξ ' Ὠρεοῦ.’ ἐν τούτοις ἄν τις ζητήσειε ποίας θρᾴττας παρὰ τοῖς ἰχθύσιν εἶναι συμβέβηκεν, τοῖς ἀποδοῦναι τοῖς ἀνθρώποις συντίθενται: ἐπεὶ οὖν ἰδίᾳ μοι συγγέγραπταί τι περὶ τούτου, αὐτὰ τὸ καιριώτατα νῦν λέξω. ἰχθύδιον οὖν ἐστιν ἀληθῶς ἡ θρᾷττα θαλάττιον. καὶ μνημονεύει αὐτοῦ Μνησίμαχος ἐν Ἱπποτρόφῳ ποιητὴς δ᾽ ἐστὶν οὗτος τῆς μέσης κωμῳδίας: λέγει δ᾽ οὕτως: [p. 484]
μύλλος, λεβίας, σπάρος, αἰολίας,
θρᾷττα χελιδών, καρίς, τευθίς.
Δωρόθεος δ᾽ ὁ Ἀσκαλωνίτης ἐν τῷ ὀγδόῳ πρὸς τοῖς ἑκατὸν τῆς λέξεων συναγωγῆς θέτταν γράφει, ἤτοι ἡμαρτημένῳ περιτυχὼν τῷ δράματι ἢ διὰ τὸ ἄηθες τοῦ ὀνόματος αὐτὸς διορθώσας ἐξήνεγκεν. ὅλως δ᾽ οὐδ᾽ ἔστι τὸ τῆς θέττης ὄνομα παρὰ οὐδενὶ τῶν Ἀττικῶν, ὅτι δὲ θρᾷτταν ἔλεγον τὸ θαλάττιον ἰχθύδιον καὶ Ἀναξανδρίδης παρίστησιν ἐν Λυκούργῳ λέγων οὕτως:
καὶ συμπαίζει καριδαρίοις
μετὰ περκιδίων καὶ θρᾳττιδίων.
καὶ Ἀντιφάνης ἐν Τυρρηνῷ:
δήμου δ᾽ Ἁλαιεύς ἐστιν. β. ἓν γὰρ τοῦτό μοι
κατάλοιπόν ἐστιν, καὶ κακῶς ἀκούσομαι.
α. τί δῆτα τοῦτο; β. θρᾷτταν ἢ ψῆττὰν τιν᾽ ἢ
μύραιναν ἢ κακὸν τί μοι δώσει μέγα
θαλάττιον.
139. ψῆτται. ταύτας Διοκλῆς ἐν τοῖς ξηροτέροις καταριθμεῖται. Σπεύσιππος δ᾽ ἐν β᾽ Ὁμοίων παραπλήσιά φησιν εἶναι ψῆτταν, βούγλωσσον, ταινίαν. Ἀριστοτέλης δ᾽ ἐν ε᾽ ζῴων μορίων γράφει: ‘ὁμοίως δὲ καὶ τῶν ἰχθύων οἱ πλεῖστοι ἅπαξ τίκτουσιν, οἷον οἱ χυτοὶ οἱ τῷ δικτύῳ περιεχόμενοι, χρόμις, ψῆττα, θύννος, πηλαμύς, κεστρεύς, χαλκίδες καὶ τὰ τοιαῦτα.’ ἐν δὲ τῷ περὶ ζωικῶν [p. 486] ‘ σελάχη, φησί, βοῦς, τρυγών, νάρκη, βατίς, βάτραχος, βούγλωττος, ψῆττα, μῦς.’ Δωρίων δὲ ἐν τῷ περὶ ἰχθύων γράφει: ‘ τῶν δὲ πλατέων βούγλωττον, ψῆτταν, ἔσχαρον, ὃν καλοῦσι καὶ κόριν.’ βουγλώσσους δ᾽ ὀνομάζει καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ
ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος.
Λυγκεὺς δ᾽ ὁ Σάμιος ἐν ἐπιστολαῖς τὰς καλλίστας γίνεσθαί φησι ψήττας περὶ Ἐλευσῖνα τῆς Ἀττικῆς. Ἀρχέστρατος δέ φησιν
εἶτα λαβεῖν ψῆτταν μεγάλην καὶ τὴν ὑπότρηχυν
βούγλωσσον, ταύτην δὲ θέρευς, περὶ Χαλκίδα κεδνήν.
Ῥωμαῖοι δὲ καλοῦσι τὴν ψῆτταν ῥόμβον, καί ἐστι τὸ ὄνομα Ἑλληνικόν. Ναυσικράτης ἐν Ναυκλήροις: προειπὼν δὲ περὶ γλαύκου τοῦ ἰχθύος ἐπιφέρει:
αἱ ξανθοχρῶτες, ἃς κλύδων Αἰξωνικὸς
πασῶν ἀρίστας ἐντόπους παιδεύεται:
αἷς καὶ θεὰν τιμῶσι φωσφόρον κόρην,
δείπνων ὅταν πέμπωσι δῶρα ναυτίλοι.
β. τρίγλαν λέγεις γαλακτοχρῶτα Σικελὸς ὃν
πήγνυσοχλος ῥόμβος.
140. πεπληρωκότες τὴν περὶ ἰχθύων γενομένην τοῖς δειπνοσοφισταῖς ἀδολεσχίαν, ὦ Τιμόκρατες, αὐτοῦ τὸν λόγον καταπαύσαντες, εἰ μή τι καὶ ἄλλων σοι δεῖ βρωμάτων, παραθήσομέν σοι καὶ ἃ Εὔβουλος εἴρηκεν ἐν Λάκωσιν ἢ Λήδᾳ: [p. 488]
πρὸς τούτοισιν δὲ παρέσται σοι
θύννου τέμαχος, κρέα δελφακίων
χορδαὶ τ᾽ ἐρίφων ἧπάρ τε κάπρου
κριοῦ τ᾽ ὄρχεις χόλικές τε βοὸς
κρανία τ᾽ ἀρνῶν νῆστις τ᾽ ἐρίφου
γαστήρ τε λαγώ, φύσκη, χορδή,
πνεύμων ἀλλᾶς τε.
ἐμφορηθεὶς οὖν καὶ τούτων ἔασον ἡμᾶς καὶ τοῦ σωματίου ἐπιμέλειαν ποιήσασθαι, ἵνα δυνηθῇς τὰ μετὰ ταῦτα εὐλόγως σιτεῖσθαι.