Δίκη Συμφώνων (τοῦ Σίγμα πρὸς τὸ Ταῦ ὑπὸ τοῖς ἑπτὰ φωνήεσιν)
Συγγραφέας:
ρητορικά


1 Ἐπὶ ἄρχοντος Ἀριστάρχου Φαληρέως, Πυανεψιῶνος ἑβδόμῃ ἱσταμένου, γραφὴν ἔθετο τὸ Σῖγμα πρὸς τὸ Ταῦ ἐπὶ τῶν ἑπτὰ Φωνηέντων βίας καὶ ὑπαρχόντων ἁρπαγῆς, ἀφῃρῆσθαι λέγον πάντων τῶν ἐν διπλῷ ταῦ ἐκφερομένων.
2 Μέχρι μέν, ὦ Φωνήεντα δικασταί, ὀλίγα ἠδικούμην ὑπὸ τουτουὶ τοῦ Ταῦ καταχρωμένου τοῖς ἐμοῖς καὶ καταίροντος ἔνθα μὴ δεῖ, οὐ βαρέως ἔφερον τὴν βλάβην καὶ παρήκουον ἔνια τῶν λεγομένων ὑπὸ τῆς μετριότητος, ἣν ἴστε με φυλάσσοντα πρός τε ὑμᾶς καὶ τὰς ἄλλας συλλαβάς· ἐπεὶ δὲ ἐς τοσοῦτον ἥκει πλεονεξίας τε καὶ ἀνομίας, ὥστε ἐφ᾿ οἷς ἡσύχασα πολλάκις οὐκ ἀγαπῶν, ἄλλ᾿ ἤδη καὶ πλείω προσβιάζεται, ἀναγκαίως αὐτὸ εὐθύνω νῦν παρὰ τοῖς ἀμφότερα εἰδόσιν ὑμῖν. δέος δὲ οὐ μικρόν μοι ἐπὶ τούτοις τῆς ἀποθλίψεως ἐπέρχεται τῆς ἐμαυτοῦ· τοῖς γὰρ προπεπραγμένοις ἀεί τι μεῖζον προστιθὲν ἄρδην με τῆς οἰκείας ἀποθλίψει χώρας, ὡς ὀλίγου δεῖν ἡσυχίαν ἀγαγόντα μηδὲ ἐν γράμμασιν ἀριθμεῖσθαι, ἐν ἴσῳ δὲ κεῖσθαι τοῦ ψόφου.
3 Δίκαιον οὖν οὐχ ὑμᾶς, οἳ δικάζετε νῦν, ἀλλὰ καὶ τὰ λοιπὰ γράμματα τῆς πείρας ἔχειν τινὰ φυλακήν· εἰ γὰρ ἐξέσται τοῖς βουλομένοις ἀπὸ τῆς καθ᾿ αὑτὰ τάξεως ἐς ἀλλοτρίαν βιάζεσθαι καὶ τοῦτο ἐπιτρέψετε ὑμεῖς, ὧν χωρὶς οὐδὲν καθόλου τι γράφεται, οὐχ ὁρῶ τίνα τρόπον αἱ συντάξεις τὰ νόμιμα, ἐφ᾿ οἷς ἐτάχθη τὰ κατ᾿ ἀρχάς, ἕξουσιν. ἀλλ᾿ οὔτε ὑμᾶς οἶμαί ποτε ἐς τοσοῦτον ἀμελείας τε καὶ παροράσεως ἥξειν, ὥστε ἐπιτρέψαι τινὰ μὴ δίκαια, οὔτε, εἰ καθυφήσετε τὸν ἀγῶνα ὑμεῖς, ἐμοὶ παραλειπτέον ἐστὶν ἀδικουμένῳ.
4 ὡς εἴθε καὶ τῶν ἄλλων ἀνεκόπησαν τότε αἱ τόλμαι εὐθὺς ἀρξαμένων παρανομεῖν, καὶ οὐκ ἂν ἐπολέμει μέχρι νῦν τὸ Λάμβδα τῷ Ῥῶ διαμφισβητοῦν περὶ τῆς κισήρεως καὶ κεφαλαργίας, οὔτε τὸ Γάμμα τῷ Κάππα διηγωνίζετο καὶ ἐς χεῖρας μικροῦ δεῖν ἤρχετο πολλάκις ἐν τῷ γναφείῳ ὑπὲρ γναφάλλων, ἐπέπαυτο δ᾿ ἂν καὶ πρὸς τὸ Λάμβδα μαχόμενον, τὸ μόγις ἀφαιρούμενον αὐτοῦ καὶ μάλιστα παρακλέπτον, καὶ τὰ λοιπὰ δ᾿ ἂν ἠρέμει συγχύσεως ἄρχεσθαι παρανόμου· καλὸν γὰρ ἕκαστον μένειν ἐφ᾿ ἧς τετύχηκε τάξεως· τὸ δὲ ὑπερβαίνειν ἐς ἃ μὴ χρὴ λύοντός ἐστι τὸ δίκαιον.
5 καὶ ὅ γε πρῶτος ἡμῖν τοὺς νόμους τούτους διατυπώσας, εἴτε Κάδμος ὁ νησιώτης εἴτε Παλαμήδης ὁ Ναυπλίου, καὶ Σιμωνίδῃ δὲ ἔνιοι προσάπτουσι τὴν προμήθειαν ταύτην οὐ τῇ τάξει μόνον, καθ᾿ ἣν αἱ προεδρίαι βεβαιοῦνται, διώρισαν, τί πρῶτον ἔσται ἢ δεύτερον, ἀλλὰ καὶ ποιότητας, ἃς ἕκαστον ἡμῶν ἔχει, καὶ δυνάμεις συνεῖδον. καὶ ὑμῖν μέν, ὦ δικασταί, τὴν μείζω δεδώκασι τιμήν, ὅτι καθ᾿ αὑτὰ δύνασθε φθέγγεσθαι, ἡμιφώνοις δὲ τὴν ἐφεξῆς, ὅτι προσθήκης εἰς τὸ ἀκουσθῆναι δεῖται· πασῶν δὲ ἐσχάτην ἐνόμισαν ἔχειν μοῖραν ἐννέα τῶν πάντων, οἷς οὐδὲ φωνὴ πρόσεστι καθ᾿ αὑτά. τὰ μὲν οὖν φωνήεντα φυλάσσειν ἔοικε τοὺς νόμους τούτους.
6 Τὸ δέ γε Ταῦ τοῦτο, οὐ γὰρ ἔχω χείρονι αὐτὸ ὀνομάσαι ῥήματι ἢ ᾧ καλεῖται, ὃ μὰ τοὺς θεούς, εἰ μὴ ἐξ ὑμῶν δύο συνῆλθον ἀγαθοὶ καὶ καθήκοντες ὁραθῆναι, τό τε Ἄλφα καὶ τὸ ῏Υ, οὐκ ἂν ἠκούσθη μόνον, τοῦτο τοίνυν ἐτόλμησεν ἀδικεῖν με πλείω τῶν πώποτε βιασαμένων, ὀνομάτων μὲν καὶ ῥημάτων ἀπελάσαν πατρῴων, ἐκδιῶξαν δὲ ὁμοῦ συνδέσμων ἅμα καὶ προθέσεων, ὡς μηκέτι φέρειν τὴν ἔκτοπον πλεονεξίαν. ὅθεν δὲ καὶ ἀπὸ τίνων ἀρξάμενον, ὥρα λέγειν.
7 Ἐπεδήμουν ποτὲ Κυβέλῳ, τὸ δέ ἐστι πολίχνιον οὐκ ἀηδές, ἄποικον, ὡς ἔχει λόγος, Ἀθηναίων ἐπηγόμην δὲ καὶ τὸ κράτιστον Ῥῶ, γειτόνων τὸ βέλτιστον· κατηγόμην δὲ παρὰ κωμῳδιῶν τινι ποιητῇ· Λυσίμαχος ἐκαλεῖτο, Βοιώτιος μέν, ὡς ἐφαίνετο, τὸ γένος ἀνέκαθεν, ἀπὸ μέσης δὲ ἀξιῶν λέγεσθαι τῆς Ἀττικῆς· παρὰ τούτῳ δὴ τῷ ξένῳ τὴν τοῦ Ταῦ τούτου πλεονεξίαν ἐφώρασα· μέχρι μὲν γὰρ ὀλίγοις ἐπεχείρει, τέτταρα κατατολμῶν καὶ τετταράκοντα λέγειν, ἔτι δὲ τήμερον καὶ τὰ ὅμοια ἐπισπώμενον ἴδια ταυτὶ λέγειν, ἀποστεροῦν με τῶν συγγεγενημένων καὶ συντεθραμμένων γραμμάτων, συνήθειαν ᾤμην καὶ οἰστὸν ἦν μοι τὸ ἄκουσμα καὶ οὐ πάνυ τι ἐδακνόμην ἐπ᾿ αὐτοῖς.
8 ὁπότε δὲ ἐκ τούτων ἀρξάμενον ἐτόλμησε καττίτερον εἰπεῖν καὶ κάττυμα καὶ πίτταν, εἶτα ἀπερυθριᾶσαν καὶ βασίλισσαν βασίλιτταν ὀνομάζειν, οὐ μετρίως ἐπὶ τούτοις ἀγανακτῶ καὶ πίμπραμαι δεδιὸς μὴ τῷ χρόνῳ καὶ τὰ σῦκα τῦκά τις ὀνομάσῃ. καί μοι πρὸς Διὸς ἀθυμοῦντι καὶ μεμονωμένῳ τῶν βοηθησόντων σύγγνωτε τῆς δικαίας ὀργῆς· οὐ γὰρ περὶ μικρὰ καὶ τὰ τυχόντα ἐστὶν ὁ κίνδυνος, ἀφαιρουμένῳ τῶν συνήθων καὶ συνεσχολακότων μοι γραμμάτων. κίσσαν μου, λάλον ὄρνεον, ἐκ μέσων ὡς ἔπος εἰπεῖν τῶν κόλπων ἁρπάσαν κίτταν ὠνόμασεν· ἀφείλετο δέ μου φάσσαν ἅμα νήσσαις τε καὶ κοσσύφοις ἀπαγορεύοντος Ἀριστάρχου· περιέσπασε δὲ καὶ μελισσῶν οὐκ ὀλίγας· ἐπ᾿ Ἀττικὴν δὲ ἦλθε καὶ ἐκ μέσης αὐτῆς ἀνήρπασεν ἀνόμως ῾Υμησσὸν ὁρώντων ὑμῶν καὶ τῶν ἄλλων συλλαβῶν.
9 ἀλλὰ τί λέγω ταῦτα; Θεσσαλίας με ἐξέβαλεν ὅλης Θετταλίαν ἀξιοῦν λέγειν, καὶ πᾶσαν ἀποκέκλεικέ μοι τὴν θάλασσαν οὐδὲ τῶν ἐν κήποις φεισάμενον σευτλίων, ὡς τὸ δὴ λεγόμενον μηδὲ πάσσαλόν μοι καταλιπεῖν.῞Οτι δὲ ἀνεξίκακόν εἰμι γράμμα, μαρτυρεῖτέ μοι καὶ αὐτοὶ μηδέποτε ἐγκαλέσαντι τῷ Ζῆτα σμάραγδον ἀποσπάσαντι καὶ πᾶσαν ἀφελομένῳ Σμύρναν, μηδὲ τῷ Ξῖ πᾶσαν παραβάντι συνθήκην καὶ τὸν συγγραφέα τῶν τοιούτων ἔχοντι Θουκυδίδην σύμμαχον· τῷ μὲν γὰρ γείτονί μου Ῥῶ νοσήσαντι συγγνώμη, καὶ παρ᾿ αὐτῷ φυτεύσαντί μου τὰς μυῤῥίνας καὶ παίσαντί μέ ποτε ὑπὸ μελαγχολίας ἐπὶ κόῤῥης.
10 κἀγὼ μὲν τοιοῦτον. τὸ δὲ Ταῦ τοῦτο σκοπῶμεν ὡς φύσει βίαιον καὶ πρὸς τὰ λοιπά. ὅτι δὲ οὐδὲ τῶν ἄλλων ἀπέσχετο γραμμάτων, ἀλλὰ καὶ τὸ Δέλτα καὶ τὸ Θῆτα καὶ τὸ Ζῆτα, μικροῦ δεῖν πάντα ἠδίκησε τὰ στοιχεῖα, αὐτά μοι κάλει τὰ ἀδικηθέντα γράμματα. ἀκούετε, Φωνήεντα δικασταί, τοῦ μὲν Δέλτα λέγοντος· ἀφείλετό μου τὴν ἐνδελέχειαν, ἐντελέχειαν ἀξιοῦν λέγεσθαι παρὰ πάντας τοὺς νόμους· τοῦ Θῆτα δακρύοντος καὶ τῆς κεφαλῆς τὰς τρίχας τίλλοντος ἐπὶ τῷ καὶ τῆς κολοκύνθης ἐστερῆσθαι· τοῦ Ζῆτα, τὸ συρίζειν καὶ σαλπίζειν, ὡς μηκέτ᾿ αὐτῷ ἐξεῖναι μηδὲ γρύζειν. τίς ἂν τούτων ἀνάσχοιτο; ἢ τίς ἐξαρκέσειε δίκη πρὸς τὸ πονηρότατον τουτὶ Ταῦ;
11 Τὸ δὲ ἄρα οὐ τὸ ὁμόφυλον τῶν στοιχείων μόνον ἀδικεῖ γένος, ἀλλ᾿ ἤδη καὶ πρὸς τὸ ἀνθρώπειον μεταβέβηκε τουτονὶ τὸν τρόπον· οὐ γὰρ ἐπιτρέπει γε αὐτοὺς κατ᾿ εὐθὺ φέρεσθαι ταῖς γλώσσαις· μᾶλλον δέ, ὦ δικασταί, μεταξὺ γάρ με πάλιν τὰ τῶν ἀνθρώπων πράγματα ἀνέμνησε περὶ τῆς γλώσσης, καὶ ταύτης με τὸ μέρος ἀπήλασε καὶ γλῶτταν ποιεῖ τὴν γλῶσσαν. ὦ γλώσσης ἀληθῶς νόσημα Ταῦ. ἀλλὰ μεταβήσομαι πάλιν ἐπ᾿ ἐκεῖνο καὶ τοῖς ἀνθρώποις συναγορεύσω ὑπὲρ ὧν εἰς αὐτοὺς πλημμελεῖ· δεσμοῖς γάρ τισι στρεβλοῦν καὶ σπαράττειν αὐτῶν τὴν φωνὴν ἐπιχειρεῖ. καὶ ὁ μέν τι καλὸν ἰδὼν καλὸν εἰπεῖν αὐτὸ βούλεται, τὸ δὲ παρεισπεσὸν ταλὸν εἰπεῖν αὐτοὺς ἀναγκάζει ἐν ἅπασι προεδρίαν ἔχειν ἀξιοῦν· πάλιν ἕτερος περὶ κλήματος διαλέγεται, τὸ δὲ τλῆμον γάρ ἐστιν ἀληθῶς-τλῆμα πεποίηκε τὸ κλῆμα. καὶ οὐ μόνον γε τοὺς τυχόντας ἀδικεῖ, ἀλλ᾿ ἤδη καὶ τῷ μεγάλῳ βασιλεῖ, ᾧ καὶ γῆν καὶ θάλασσαν εἶξαί φασι καὶ τῆς αὑτῶν φύσεως ἐκστῆναι, τὸ δὲ καὶ τούτῳ ἐπιβουλεύει καὶ Κῦρον αὐτὸν ὄντα Τῦρόν τινα ἀπέφηνεν. ἀνάσχοιτο; ἢ τίς ἐξαρκέσειε δίκη πρὸς τὸ πονηρότατον τουτὶ Ταῦ;
12 Οὕτω μὲν οὖν ὅσον ἐς φωνὴν ἀνθρώπους ἀδικεῖ· ἔργῳ δὲ πῶς; κλάουσιν ἄνθρωποι καὶ τὴν αὑτῶν τύχην ὀδύρονται καὶ Κάδμῳ καταρῶνται πολλάκις, ὅτι τὸ Ταῦ ἐς τὸ τῶν στοιχείων γένος παρήγαγε· τῷ γὰρ τούτου σώματί φασι τοὺς τυράννους ἀκολουθήσαντας καὶ μιμησαμένους αὐτοῦ τὸ πλάσμα ἔπειτα σχήματι τοιούτῳ ξύλα τεκτήναντας ἀνθρώπους ἀνασκολοπίζειν ἐπ᾿ αὐτά· ἀπὸ δὲ τούτου καὶ τῷ τεχνήματι τῷ πονηρῷ τὴν πονηρὰν ἐπωνυμίαν συνελθεῖν. τούτων οὖν ἁπάντων ἕνεκα πόσων θανάτων τὸ Ταῦ ἄξιον εἶναι νομίζετε; ἐγὼ μὲν γὰρ οἶμαι δικαίως τοῦτο μόνον ἐς τὴν τοῦ Ταῦ τιμωρίαν ὑπολείπεσθαι, τὸ τῷ σχήματι τῷ αὑτοῦ τὴν δίκην ὑποσχεῖν.