Γρηγορίου Ναζιανζηνού επιγράμματα

Eπιγράμματα του Γρηγορίου του Ναζιανζηνού
Συγγραφέας:



I 92 Γρηγορίου Ναζιανζηνού

Επεξεργασία

ἐν Καισαρείᾳ εἰς τὸν ναὸν τοῦ ἁγίου Βασιλείου

ἦν ὅτε Χριστὸς ἴαυεν ἐφ’ ὁλκάδος ἔμφυτον ὕπνον, τετρήχει δὲ θάλασσα κυδοιμοτόκοισιν ἀήταις,
δείματί τε πλωτῆρες ἀνίαχον· "ἔγρεο, σῶτερ·ὀλλυμένοις ἐπάμυνον." ἄναξ δὲ κέλευεν ἀναστὰς
ἀτρεμέειν ἀνέμους καὶ κύματα, καὶ πέλεν οὕτως· θαύματι δὲ φράζοντο θεοῦ φύσιν οἱ παρεόντες.

VIII 2 Γρηγορίου Ναζιανζηνού

Επεξεργασία
Σῶμα δίχα ψυχῆς ζώειν πάρος ἢ ἐμὲ σεῖο, Βασίλιε, Χριστοῦ λάτρι φίλ᾽, ὠιόμην·
ἀλλ᾽ ἔτλην καὶ ἔμεινα. τί μέλλομεν; οὔ μ᾽ ἀναείρας θήσεις ἐς μακάρων σήν τε χοροστασίην;
μή με λίπηις, μή, τύμβον ἐπόμνυμι· οὔποτε σεῖο λήσομαι, οὐδ᾽ ἐθέλων. Γρηγορίοιο λόγος.

VIII 123 Γρηγορίου Ναζιανζηνού

Επεξεργασία
εἰς τὸν αὐτόν
Εἰκοσέτης πᾶσαν Εὐφήμιος, ὡς μίαν οὔτις,
Ἑλλάδα κ᾽ Αὐσονίην μοῦσαν ἐφιπτάμενος,
στράπτων ἀγλαΐῃ τε καὶ ἤθεσιν ἦλθ᾽ ὑπὸ γαῖαν.
αἰαῖ: τῶν ἀγαθῶν ὡς μόρος ὠκύτερος.

(μετάφραση)

Στα είκοσί του χρόνια ο Ευφήμιος
στην Ελληνίδα κ’ Ιταλίδα μούσα
είχε εντρυφήσει όσο κανένας άλλος.
Κι αστράφτοντας απ’ ομορφιά και ήθος
κάτ’ απ’ τη γη ήρθε• αλίμονο, είναι τόσο
γοργή η θανή των αγαθών ανθρώπων.

VIII 171 Γρηγορίου Ναζιανζηνού

Επεξεργασία
Παῖδες χριστιανῶν, τόδ᾽ ἀκούσατε, οὐδὲν ὁ τύμβος;
πῶς οὖν ὑμετέρους χώννυτ᾽ ἀριπρεπέας;
ἀλλ᾽ ἔστιν καὶ πᾶσι γέρας τόδε, μηδὲ τάφοισιν
βάλλειν ἀλλοτρίοις δυσμενέας παλάμας.
εἰ δ᾽, ὅτι μὴ νέκυς οἶδε τὰ ἐνθάδε, τοῦτ᾽ ἀδίκαστον,
πείθομαι, ἢν σὺ φέρηις πατρὸς ὕβρινφθιμένου.