ΙΔ. Περὶ τῆς ἀνθρωπίνης φύσεως
Συγγραφέας:
Έπη ηθικά
Patrologicae cursus completus. Series graeca. PG 37: Gregorii Theologi opera quae exstant omnia. Pars 3. ed. J. P. Migne, Paris 1862


Χθιζὸς ἐμοῖς ἀχέεσσι τετρυμένος, οἶος ἀπ᾽ ἄλλων
Ἥμην ἐν σκιερῶι ἄλσεϊ, θυμὸν ἔδων.
Καὶ γάρ πως φιλέω τόδε φάρμακον ἐν παθέεσσιν,
Αὐτὸς ἐμῶι θυμῶι προσλαλέειν ἀκέων.

5 Αὖραι δ᾽ ἐψιθύριζον ἅμ᾽ ὀρνιθέεσσιν ἀοιδοῖς,
Καλὸν ἀπ᾽ ἀκρεμόνων κῶμα χαριζόμεναι,
Καὶ μάλα περ θυμῶι κεκαφηότι. Οἱ δ᾽ ἀπὸ δένδρων
Στηθομελεῖς, λιγυροὶ, ἠελίοιο φίλοι,
Τέττιγες λαλαγεῦντες ὅλον κατεφώνεον ἄλσος.

10 Πὰρ δ᾽ ὕδωρ ψυχρὸν ἐγγὺς ἔκλυζε πόδας,
Ἦκα ῥέον δροσεροῖο δι᾽ ἄλσεος. Αὐτὰρ ἔγωγε
Τὼς ἐχόμην κρατερῶς ἄλγεος, ὡς ἐχόμην.
Τῶν μὲν ἄρ᾽ οὐκ ἀλέγιζον, ἐπεὶ νόος, εὖτε πυκασθῆι
Ἄλγεσιν, οὐκ ἐθέλει τέρψιος ἀντιάειν.

15 Αὐτὸς δὲ, στροφάλιγξιν ἑλισσομένοιο νόοιο,
Τοίην ἀντιπάλων δῆριν ἔχων ἐπέων·
Τίς γενόμην, τίς δ᾽ εἰμὶ, τί δ᾽ ἔσσομαι; Οὐ σάφα οἶδα.
Οὐδὲ μὲν ὅστις ἐμοῦ πλειότερος σοφίην.
Ἀλλ᾽ αὐτὸς νεφέληι κεκαλυμμένος ἔνθα καὶ ἔνθα,

20 Πλάζομαι οὐδὲν ἔχων, οὐδ᾽ ὄναρ, ὧν ποθέω.
Πάντες γὰρ χθαμαλοὶ καὶ ἀλήμονες, οἷσι παχείης
Σαρκὸς ἐπικρέμαται κυανέη νεφέλη.
Κεῖνος δ᾽ ἐστὶν ἐμεῖο σοφώτερος, ὃς πλέον ἄλλων
Ἤπαφεν ἧς κραδίης ψεῦδος ἑτοιμολόγον. Εἰμί.

25 Φράζε τί τοῦτο; Τὸ μὲν παρέθρεξεν ἐμεῖο·
Ἄλλο δὲ νῦν τελέθω, ἄλλ᾽ ἔσομ᾽, εἴ γ᾽ ἔσομαι.
Ἔμπεδον οὐδέν· ἔγωγε ῥόος θολεροῦ ποταμοῖο
Αἰὲν ἐπερχόμενος, ἑσταὸς οὐδὲν ἔχων.
Τίπτε με τῶνδ᾽ ἐρέεις; τί δέ σοι πλέον εἰμὶ, δίδαξον.

30 Καὶ νῦν τῆιδε μένων, δέρκεο μή σε φύγω.
Οὔτε δὶς ὃν τοπάροιθε, ῥόον ποταμοῖο περήσεις
Ἔμπαλιν, οὔτε βροτὸν ὄψεαι, ὃν τοπάρος.
Ἦν πάρος ἐν χροῒ πατρὸς, ἔπειτά μ᾽ ἐδέξατο μήτηρ,
Ξυνὸν δ᾽ ἀμφοτέρων. Ἔνθεν ἔπειτα κρέας

35 Ἄκριτον, ἄβροτον, αἶσχος ἀνείδεον, οὔτε λόγοιο,
Οὔτε νόου μετέχον, μητέρα τύμβον ἔχον.
Δὶς ταφέες, ζώοντες ἐπὶ φθορᾶι. Ἣν γὰρ ὁδεύω
Ζωὴν, τήνδ᾽ ὁρόω τῶν ἐτέων δαπάνην,
Ἥ μοι γῆρας ἔχευεν ὀλοίϊον. Εἰ δέ με κεῖθι

40 Αἰὼν οὐ φθινύθων δέξεται, οἷα φάτις,
Φράζεο μὴ ζωὴ μὲν ἔχηι μόρον, ἡ δὲ τελευτὴ
Ζωή σοί γε πέληι, ἔμπαλιν ἣ δοκέεις.
Οὐδὲν ἔφυν. Τί κακοῖσι δαμάζομαι, ὥς τι πεπηγός;
Τοῦτο γὰρ ἡμερίων ἄτροπόν ἐστι μόνον,

45 Συμφυὲς, ἀστυφέλικτον, ἀγήραον. Ἐξότε κόλπων
Μητρὸς ὀλισθήσας πρῶτον ἀφῆκα δάκρυ,
Ὁσσατίοις, οἵοις τε συναντήσασθαι ἔμελλον
Πήμασι, δακρυχέων πρὶν βιότοιο θίγω!
Χώρην μέν τιν᾽ ἄθηρον ἀκούομεν, ὥς ποτε Κρήτην,

50 Καί τινα καὶ κρυερῶν ἀλλοτρίην νιφάδων·
Θνητῶν δ᾽ οὔ ποτέ τις τόδ᾽ ἐπεύξατο, ὡς ἀδάμαστος
Τοῦδε βίου στυγερῶν ἔνθεν ἀπῆλθε μόγων.
Ἀδρανίη, πενίη τε, τόκος, μόρος, ἔχθος, ἀλιτροὶ,
Θῆρες ἁλὸς, γαίης, ἄλγεα, πάντα βίος.

55 Πήματα μὲν καὶ πάμπαν ἀτερπέα πόλλ᾽ ἐνόησα,
Τῶν δ᾽ ἀγαθῶν οὐδὲν πάμπαν ἄμοιρον ἄχους,
Ἐξέτι τοῦ, ὅτε μοι πικρὴν ἐπομόρξατο ποινὴν
Γεῦσίς τ᾽ οὐλομένη, καὶ φθόνος ἀντιπάλου.
Σοὶ μὲν δὴ, σὰρξ, τοῖα δυσαλθέϊ, εὐμενέοντι

60 Ἐχθρῶι, καὶ πολέμωι οὔποτε λυομένωι,
Θηρὶ πικρὸν σαίνοντι, πυρὶ ψύχοντι, τὸ θαῦμα!
Θαῦμα μέγ᾽, εἴ ποτ᾽ ἐμοί γ᾽ ὕστατον εὐμενέοις.
Ψυχὴ, σοὶ δ᾽ ἄρ᾽ ἔπειτα λελέξεται ὅσσ᾽ ἐπέοικε.
Τίς, πόθεν, ἢ τί πέλεις; τίς δέ σε νεκροφόρον

65 Θήκατο, καὶ στυγερῆισι πέδαις ἐνέδησε βίοιο,
Ἐς χθόνα βριθομένην πάντοθε; Πῶς ἐμίγης
Πνεῦμα πάχει, σαρξὶν δὲ νόος, καὶ ἄχθεϊ κούφη;
Ταῦτα γὰρ ἀλλήλοις μάρναται ἀντιθέτως.
Εἰ μὲν δὴ σάρκεσσιν ὁμόσπορος ἐς βίον ἦλθες,

70 Ὤ μοι συζυγίης τηλόθεν οὐλομένης!
Εἰκών εἰμι Θεοῖο, καὶ αἴσχεος υἱὸς ἐτύχθην·
Αἰδέομαι τιμῆς μητέρα μαργοσύνην.
Ῥεῦσις γάρ μ᾽ ἐφύτευσεν, ὁ δ᾽ ἔφθιτο· νῦν βροτός· αὖθις
Οὐ βροτὸς, ἀλλὰ κόνις· ἐλπίδες ὑστάτιαι.

75 Εἰ δὲ σύ γ᾽ οὐρανίη, τίς, ὅθεν; ποθέοντα δίδαξον.
Εἰ μὲν ἄημα Θεοῦ καὶ λάχος, ὡς φρονέεις,
Ῥίψον ἀτασθαλίην, καὶ πείθομαι. Οὐ γὰρ ἔοικε
Τοῦ καθαροῦ ῥυπαρὴν ἔμμεναι, οὐδ᾽ ὀλίγον.
Οὐδὲ γὰρ ἠελίοιο λάχος σκότος, οὐδὲ πονηροῦ

80 Πνεύματος αἰγλῆεν ἔκγονον ἐξεφάνη.
Πῶς δ᾽ ὀλοοῦ Βελίαο τινάγμασι τόσσον ἐλαύνηι,
Καί περ ἐπουρανίωι Πνεύματι κιρναμένη;
Εἰ γὰρ τοῖον ἔχουσα βοηθόον ἐς χθόνα νεύεις,
Αἲ αἳ τῆς ἀκράτου σῆς ὀλοῆς κακίης!

85 Εἰ δ᾽ οὔ μοι θεόθεν σὺ, τίς ἡ φύσις; ἦ μέγα τάρβος,
Μή ποτε μαψιδίωι κύδεϊ φυσιόω. Πλάσμα
Θεοῦ, παράδεισος, Ἔδεμ, κλέος, ἐλπὶς, ἐφετμὴ,
Ὄμβρος ὁ κοσμολέτης, ὄμβρος ὁ πυρσοπόλος,
Αὐτὰρ ἔπειτα νόμος, γραπτὸν ἄκος· αὐτὰρ ἔπειτα

90 Χριστὸς ἑὴν μορφὴν ἡμετέρηι κεράσας,
Ὥς κεν ἐμοῖς παθέεσσι παθὼν Θεὸς, ἄλκαρ ὀπάζοι,
Καί με θεὸν τελέσηι εἴδεϊ τῶι βροτέωι.
Ἀλλ᾽ ἔμπης ἀδάμαστον ἔχω μένος, ἐς δὲ σίδηρον
Αὐτοφόνωι μανίηι σπεύδομεν, ὥστε σύες

95 Τίπτ᾽ ἀγαθὸν βιότοιο; Θεοῦ φάος; Ἀλλ᾽ ἄρα καὶ τοῦ
Εἴργει με φθονερὴ καὶ στυγερὴ σκοτίη.
Οὐδὲν πλεῖον ἔμοιγε. Τί δ᾽ οὐ πλέον ἐστὶ κακοῖσιν;
Αἴθε γὰρ ἶσον ἔχον, καὶ μάλα περ μογέων!
Κεῖμ᾽ ὀλιγοδρανέων· τάρβος δέ με θεῖον ἔκαμψε·

100 Τέτρυμ᾽ ἠματίαις φροντίσι καὶ νυχίαις.
Οὗτος ὁ βρισαύχην με καὶ ὕπτιον ὦσεν ὀπίσσω,
Λάξ τ᾽ ἐπέβη. Σὺ δέ μοι δείματα πάντα λέγε,
Τάρταρον ἠερόεντα, πυριφλεγέθοντας, ἱμάσθλας,
Δαίμονας, οἳ ψυχῶν πράκτορες ἡμετέρων.

105 Μῦθος ἅπαντα κακοῖσι, τὸ δ᾽ ἐν ποσὶ μοῦνον ἄριστον·
Οὐδὲν ἐπιστρέφεται τῆς βασάνου κακίη.
Λώϊον ἦν ἀλιτροῖσιν ἐς ὕστερον ἔμμεν᾽ ἄτιτα,
Ἢ ἐμὲ νῦν κακίης πήμασιν ἀσχαλαᾶιν.
Ἀλλὰ τί μοι, βροτέων τί δέ μοι τόσον ἄλγε᾽ ἀείδειν;

110 Ἡμετέρης γενεῆς πᾶσιν ἔπεστιν ἄχος.
Οὔ μοι χθὼν ἀτίνακτος, ἅλα κλονέουσιν ἀῆται.
Ὧραι δ᾽ ἀλλήλαις εἶξαν ἐπεσσύμεναι.
Νὺξ ἦμαρ κατέπαυσε, τὸ δ᾽ ἤχλυσεν ἠέρα χεῖμα.
Ἄστρασιν ἠέλιος, ἠελίωι δὲ νέφος

115 Κάλλος ἀπημάλδυνε, παλίζωος δὲ σελήνη·
Αὐτὰρ ὅγ᾽ ἡμιφανὴς οὐρανὸς ἀστερόεις
Καὶ σύ ποτ᾽ ἀγγελικοῖσιν, Ἑωσφόρος, ἦσθα χοροῖσι,
Βάσκανε, νῦν δ᾽ ἔπεσες αἶσχος ἀπ᾽ οὐρανίων
Ἵλαθί μοι, βασίλεια κεδνὴ, Τριὰς, οὐδὲ σὺ πάμπαν

120 Γλῶσσαν ἐφημερίων ἔκφυγες ἀφραδέων.
Πρόσθε Πατὴρ, μετέπειτα Πάϊς μέγας, αὐτὰρ ἔπειτα
Πνεῦμα Θεοῦ μεγάλου, βάλλετ᾽ ἐπεσβολίαις.
Ποῖ στήσεις με φέρουσα κακοφραδὲς ἔνθε μέριμνα;
Ἵστασο. Πάντα Θεοῦ δεύτερα. Εἶκε λόγωι.

125 Οὐδέ με μαψιδίως τεῦξεν Θεός. Ἔμπαλιν ὠιδῆς
Ἵσταμαι· ἡμετέρης τοῦτ᾽ ὀλιγοφρενίης.
Νῦν ζόφος, αὐτὰρ ἔπειτα λόγος, καὶ πάντα νοήσεις,
Ἢ Θεὸν εἰσορόων ἢ πυρὶ δαπτόμενος.
Ὥς μοι ταῦτ᾽ ἐπάεισε φίλος νόος, ἄλγος ἔπεσσεν.

130 Ὀψὲ δ᾽ ἀπὸ σκιεροῦ ἄλσεος οἴκαδ᾽ ἔβην,
Ἄλλοτε μὲν γελόων ἑτερόφρονα, ἄλλοτε δ᾽ αὖτε
Κῆρ ἄχεϊ σμύχων, μαρναμένοιο νόου.