Γλώσσαι
Συγγραφέας:
Δ


†<δαάναι>
διάζεσθαι, ὅσον εἰς τὴν χρείαν τοῦ στήμονος μεριζόμενον καθάπτεσθαι
<δαβῇ>
καίηται. Λάκωνες
<δαβελός>
δαλός. Λάκωνες
<δαβούλ>
ἡ ἄρκτος. Χαλδαῖοι
†<δάγμνος>
οἰκτρός. πένης. ἐλεεινός
<δάγκλον>
δρέπανον
†<δαγνόν>
πυκνόν
<δαγόμενον>
ἐῤῥωμένον
*<δᾷδα>
λαμπάδα vAS
*<δᾷδας>
λαμπηδόνας (g) SP
*<δᾷδες>
λαμπάδες g
[<δαδαίνειν>
ἀντέχειν. ἀτενίζειν. μεριμνᾶν. φροντίζειν. ἀθρῆσαι]  : [<δαδεῦνται>· διαιροῦσιν. εὐωχοῦνται]
*<δᾳδουχεῖ>
λάμπει, φέγγει. φωτίζει. [φαίνει vgS
*<δᾳδουχίας>
λαμπαδηφορίας AS λυχναψίας. φωτισμοῦ (2. Macc. 4,22)
*<δᾳδοῦχος>
λυχνάπτης. [λαμπαδηφόρος SP
*<δᾳδουχοῦνται>
φαίνονται AS
*<δᾳδουχῶν>
διαλάμπων. SPn φωτίζων SP
<δαδύσσεσθαι>
ἕλκεσθαι. [σπαράσσεσθαι (Sophr. fr. 117) (pn)
<δαείω>
οἶδα, ἐπίσταμαι (Φ 61 ..)
<δαείς>
μαθών (δ 396?) S
<δάειν>
κακουργεῖν
<δάειρα>
δαέρα γὰρ εἶναι .... τὸν τοῦ ἀνδρὸς ἀδελφὸν δηλοῖ. [καὶ <δαήμων> ἔμπειρος.]
<δαῖσαι>
χορτάσαι σιτίων (Eur. Or. 15 ..)
<δᾶερ>
ἀνδράδελφε (Ζ 355)
*<δαείω>
μάθω (Κ 425) AS
*<δᾶερ ἐμεῖο κυνός>
τοῦ ἀνδρός μου ἀδελφὲ τῆς ἀναιδοῦς (Ζ 344) AS
[<δαεινόν>
κλαύσιμον]
†<δάελον>
διάδηλον
<δαερόν>
μέλαν. καὶ τὸ καιόμενον
*<δαέρων>
τοῦ ἀνδρὸς ἀδελφῶν (Ω 762 ..) AS
<Δαήλης>
ἱερεὺς Ἀρτέμιδος
*a) <δαήμεναι>
<μαθεῖν> (Ζ 150) S b) *<<δαήμονες>>· ἔμπειροι vgA γυναῖκες
(*)<δαήμων>
ἔμπειρος τεχνίτης
*<δαήμονος>
ἐμπείρου τεχνίτου (Ο 411) S
<δαήμων>
εἰδήμων, [ἐπιστήμων r *ἔμπειρος Σ
*<δαῆναι>
μαθεῖν (δ 493) g
<δαηρόν>
θερμόν, καυματηρόν, λαμπρόν, προφανές
<δάης>
μάχης μεγάλης
*<δάηται>
καίηται (Υ 316) S
†<δάθεα>
ἅρπη φρεατία. Ταραντῖνοι
*<δαίδαλα>
κατασκευάσματα ποικίλα (Ε 60) vgAS
<δαιθμόν>
ἐμπρησμόν  : *<δαΐα>· μεγάλη, ἄπειρος s σεμνή, φοβερά
†<δαΐαν>
τὴν ἀρουμένην σεμνήν
*<δ' αἰάζω>
ἀναβοῶ. στενάζω (Eur. Or. 80) gASP
*<δαιδαλέην>
ποικίλην (Σ 612) AS
<Δαιδάλεια>
Ἀριστοφάνης τὸν ὑπὸ Δαιδάλου κατασκευασθέντα ἀνδριάντα, ὡς διὰ τὸ ἀποδιδράσκειν δεδεμένον
*<δαιδαλέοισιν>
εὖ πεποικιλμένοις (Ν 331 ..) AS
*<δαιδάλεον>
ποικίλον S εὐεργές (Χ 314)
*<δαιδάλων>
ποικίλων (r) AS
*<δαί>
δέ, n "τίς δαί" (Eur. Med. 1012 ..) S
*<δαΐδες>
λαμπάδες. g λύχνοι
*<δαΐδων>
λαμπάδων (Σ 492) S
<Δαιδάλου ποίημα>
... καὶ τὸ κοσμούμενον ὑπὸ Πλαταιέων ξύλον
<δαιδήσσουσι>
βασανίζουσι
<δαιδύσσεσθαι>
ἕλκεσθαι
<δᾳδῶχορ>
λυχνία
*<δαῖε>
[διεμέριζεν] ἔκαιεν (Ε 4) gAS
<δαίειν>
καίειν (P) φλέγειν
[δαιεμῶν
δαιμόνων]
<δαΐζοι>
διαμερίζοι
*<δαίεται>
διαμερίζεται s καίεται g (α 48) [αἰσχύνεται δικάζεται s]
<δαιέλιξι>
τοῖς πεπυρακτωμένοις ξύλοις κατὰ τὸ ἀρχαῖον μετὰ προσβολῆς πυρσῶν, παρὰ Ἀργείοις
*<δαϊζόμενος>
κατακοπτόμενος. κατακαιόμενος AS
*<δαΐζων>
διακόπτων (Η 247 ..) ASg
<δαιθμός>
διαίρεσις, μερισμός
*<δαῆσαι>
διδάξαι rg
<δαῖμα>
σπιθαμήν. καὶ τὸ ἔγκωλον τοῦ σχοινίου. στήμονα δὲ Ταραντῖνοι
<δαιμονᾷ>
ὑπὸ δαίμονος κατέχεται (Aesch. Choe. 566) r(p)
†<δαιμοί>
οἱ καταδικασθέντες τὰς οὐσίας εἰς βασιλέως
<δαιμόνιον>
θεῖον. μόρσιμον (Eur. Phoen. 352)
<δαίμονες>
οἱ θεοί, δαήμονές τινες ὄντες, r οἷον ἔμπειροι· ἢ ὅτι πάντα μερίζουσιν, ἀπὸ τοῦ δάσασθαι  : *<δαιμόνιε>· μακάριε. (r) vgAS κακόδαιμον (Β 190 ..) (r) Sn
<δαιμονίζειν>
τὸ δαίμονα ἡγεῖσθαι, καὶ ἀποθεοῦσθαι (Soph. fr. 173)
<δαιμονίην>
μακαρίαν. θειοτάτην
*<δαιμονίη>
μακαρία (Γ 399) S
<δαιμονητιᾷ>
δαιμονίζεται. Κρῆτες
<δαίμων>
δαήμων. θερμόφρων. ἢ [θεός (Γ 420 ..) s
†<δαιμοδία>
ἡ τῶν ἀρίστων ἐπιβολή r
*<δαίνυ>
ἑστίασιν, εὐωχίαν [παρασκεύαζε (Ι 70) S
*<δαΐ>
μάχῃ, A ὡς γραῦς γραΐ, καὶ ναῦς ναΐ (Ν 286)
<δαΐν>
μάχην. νίκην λαμπάδων (Callim. fr. 518)
[<δαϊνόν>
πυκνόν. καύσιμον]
*<δαίνυντο>
εὐωχοῦντο (Α 468) Sn
<δαίνυσθαι>
εὐωχεῖσθαι. vgAS τρέφεσθαι (Ε 805) AS
<δαιομένων>
μεριζομένων
<δαϊζόμενος>
μεριζόμενος. τὴν γνώμην διαιρούμενος. (Ξ 20)
*<δαΐξας>
κατακόψας vgAS
<δάϊξε>
κατέκοψε
[<δαΐζομαι>
διελεύσομαι]
*<δάϊον τέρας>
τὸ πολεμικὸν σημεῖον (Eur. Phoen 1023) gAS
*<δαιόμενον>
καιόμενον (Θ 75) (S) μεριζόμενον
<δαίμονα δώσω>
λείπει <κακόν>, ἵνα <ᾖ> κακὸν δαίμονα δώσω (Θ 166)
*<δαϊκταμένων>
ἐν πολέμῳ ἀναιρεθέντων (Φ 146) AS
<δαΐζει>
διασπᾷ. τέμνει. σχίζει. θάπτει. πορθεῖ. σκυλεύει.
†<δαίε λέμυθον>
δίελε. σαφήνισον
<δαίνυνται>
ἑστιῶνται. θερμαίνονται
<δάϊον>
ἰσχυρόν. ἀγαθόν
<Δαῖρα>
ἡ αὐτὴ τῇ Δαείρᾳ (Aesch. fr. 277)
†<Δαῖροι>
Θάσιοι
<δαί>
σύνδεσμος ἴσος <τῷ> <δέ> συμπλεκτικῷ παρὰ τῷ ποιητῇ (α 225 ..)
<δαίς>
πεύκη, λαμπάς [εὐωχία. ἢ μάχη καὶ σώφρων]
<δαίς>
Σοφοκλῆς, "ἦλθε δὲ Δαὶς θάλεια πρεσβίστη θεῶν" (fr. 548) ἡ δι' ἐράνων εὐωχία· ἔνιοι δὲ τὰς Μούσας. Τριπτολέμῳ.
*<δαῖτα>
εὐωχίαν (Α 424) vgAS  : <δαίσιμον>· ἐδώδιμον r
<δαιταλεύς>
*ὁ ἐπὶ τὰ δεῖπνα πορευόμενος. Tnw δαιτυμών (Aesch. Prom. 1024)
*[<δαιταί>
λαμπάδες] s
<Δαισιανός>
δρομεύς ἐστιν ἐπὶ βραδυτῆτι καὶ πενίᾳ κωμῳδούμενος (Com. ad. fr. 822)
*<δαίτας>
μεριστάς Sn <Μακεδόνες> nw
<δαίτηισιν>
εὐωχίαις (Κ 217)
*<δαιτός>
εὐωχίας, εὐφρασίας (Α 468 ..) AS
<δαιτὸς ἀκουάζεσθον>
ἐν εὐωχίᾳ τιμῆς ἀξιοῦσθε, ἢ οὐ πρῶτοι καλεῖσθε; (Δ 343)
*<δαιτροί>
μερισταί Σ
*<δαιτὸς ἐΐσης>
τῆς ἐξ ἴσου μεριζομένης εὐωχίας, AS ἤτοι τροφῆς (Α 468 ..)
*<δαιτρεύειν>
διαιρεῖν, n(g) διανέμειν (Λ 704)
<δαιτρόν>
μεμετρημένον πρὸς μέρος. (Δ 262) <οἱ> μὲν διαιρετόν, μεριστόν, οἱ δὲ μάγειρον (α 141)
*<δαιτρός>
μάγειρος διαιρῶν gn τὰ κρέα, n ἢ ὁ ἐν τραπέζῃ κόπτων τὰ μέρη (α 141) AS <Δαὶς> γὰρ ἡ εὐωχία S
<δαιτροπόνος>
σιτοπόνος, σιτοποιός
<δαιτυμόνες>
*σύνδειπνοι. Sn ἀριστηταί. vg(A) εὐωχούμενοι. (δ 621) Sn ἢ μάγειροι
<δαΐφρονος>
συνετοῦ vgAS περὶ τὸν πόλεμον (Β 23 ..)
*<δαΐφρων>
συνετός S πολεμικός, AS πολεμικὰ φρονῶν (Β 875 ..) [<Δαὶς> γὰρ [μάχη] εὐωχία A] καὶ σώφρων
[<δαΐω>
μάθω]
<δαίων>
καίων S
*<δαίω>
καίω ἐξάπτω vgAS
<δάκε>
ἐλύπησε (Ε 493)
(*)<δακέθυμον>
λυποῦντα τὴν ψυχήν (Greg. Naz. c. 2,1,13,25 [37,1229])
<δάκετον>
θηρίον (Callim. fr. 515) (p)
*<δάκη>
θηρία (Eur. Hipp. 646) gS καὶ <δάκος>· ἑρπετόν
<δάκια>
τὰ ἄγρια ὀρνιθάρια
*<δάκνει>
λυπεῖ (Eur. Hipp. 1313) s
<δακνίς>
ὀρνέου εἶδος  : <δαιῶσαι>· πορθῆσαι
<δακρυόεντα>
κλαίοντα
<δακρυόεσσαν>
δακρύειν ποιοῦσαν (Ζ 455)
<δακρυοέσσης>
δακρύων παραιτίου (Ν 765) (S)
<δακρυπλώειν>
πλημμυρεῖν τοῖς δάκρυσιν (τ 122)
*<δακρυροῶν>
δάκρυα ῥέων vgS
<δακρυώτατον>
ἀτυχέστατον
<δακτύλιοι>
οἱ τετρημένοι λίθοι, ἐξ ὧν τὰ ἀπόγεια σχοινία ἐξάπτεται. καὶ τῆς θύρας τὸ ἐπίσπαστρον <καὶ τοῦ πηδαλίου τὸ ἄκρον δακτύλιος>
<δακτύλιος>
Ἀττικῶς διέστελλεν (Ar. fr. 320,12). καὶ τὸ μὲν ἁπλοῦν <δακτυλίδιον> ἐκάλουν, τὸ δὲ γλυφὴν ἔχον <σφραγίδιον>. [καὶ τοῦ πηδαλίου τὸ ἄκρον <δάκτυλος>]
<δακτύλιος φαρμακίτης>
ὃν οἱ φαρμακοπῶλαι εἰώθασι πιπράσκειν ἀντιφάρμακον. (Eupol. fr. 87)
<δάκτυλος>
οὕτω καλεῖται ῥυθμοῦ εἶδος καὶ κρούματος. χρῶνται δὲ αὐτῷ μάλιστα οἱ αὐληταί (Ar. Nub. 651)
<δακτυλοδείκτων>
... (Aesch. Ag. 1332)
<δακτυλωτὸν ἔκπωμα>
ἔνιοι τὸ κέρας. ἄμεινον δὲ τὸ <ξυστρωτὸν> λεγόμενον. ἢ διὰ τὸ ὦτα ἔχειν ἔξωθεν καὶ δύνασθαι τοῖς δακτύλοις κρατεῖσθαι, οἱ δὲ ὅτι ἔξωθεν οἱ δάκτυλοι ἐνείροντο (Ion trag. fr. 1)
†<δάλα>
ἄμπελος
*<δάκω φρένα>
λυπήσω τὴν διάνοιαν (Eur. Phoen. 383) S
<δαλάγχαν>
θάλασσαν
<δάλαν>
λύμην
<δάλεμον>
δηλήμονα
<δάλεστον>
ὄνον. Κρῆτες
<δαλῇ>
κακουργῇ
<δαλήσασθαι>
λυμήνασθαι, ἀδικῆσαι
†<δαλίδας>
τὰς μεμνηστευμένας
<δαλίον>
δαλόν. ἐν ταῖς ἱεροποιΐαις εἰώθασι τὸν δαλὸν ἐμβάλλειν εἰς τὴν χέρνιβα καὶ περιῤῥαίνειν τὸν βωμόν (Ar. Pac. 959)
<δαλιοχεῖν>
τὸ παιδὶ συνεῖναι. Ἀμπρακιῶται. τινὲς δὲ τὸ μοιχεύειν
<δαλιοχός>
μοιχός S <<δαλιοχεῖον>· ὁ τόπος τῆς μοιχείας> s  : <δαλής>· μωρός S
<δάλλει>
κακουργεῖ
<δαλλώ>
ἡ ἀπόπληκτος. οἱ δὲ τὴν ἔξωρον παρθένον, ἢ γυναῖκα [καὶ] πρεσβυτέραν, ὅταν συμπαίζῃ ταῖς παρθένοις. ὑπερῆλιξ
<δᾶλον>
ζῆλον. *ἢ λαμπάδα, ἢ ξύλον κεκαυμένον, (Ν 320) δαλίον ἡμίφλεκτον (ε 488) S(vg)
<δαλός>
μελάνουρος ἰχθύς S *ἢ λαμπάς, vgS ἢ ξύλον κεκαυμένον, vg τὸ ἐξημμένον ξύλον· S παρὰ τὸ <δαίεσθαι> ἤγουν καίεσθαι (Ο 421)
†<δαλμᾶναι>
εἰκάσαι
†<δαλοῦν>
σύντομον
[<δαλῶ>
ὑπερῆλιξ. νεώτερος]
<δάλτιον>
πινάκιον. οἷον γραμματίδιον
*<δαμᾷ>
δαμάζει (Α 61) vgS
<δαμᾷ>
δαμάζων. δαμάζει, ὑποτάσσει
<δάμαλις>
μόσχος. καὶ κατὰ παντὸς νέου
<δαμάλην>
τὸν ἔρωτα. ἤτοι τὸν δαμάζοντα. ἢ ἀγέρωχον (Anacr. fr. 2,1)
<δαμάλλοντες>
δαρδάπτοντες
*<δάμαρ>
γυνὴ vgSP ἔχουσα ἄνδρα (Ξ 503 ..)
[<δάμαρης>
ὀχετός]
<δαμαρίππεως>
εἶδος ἰσχάδων. Εὔπολις (fr. 407)
<δαμαρούσιος>
ὀχετὸς δημόσιος
*<δάμαρτι>
γυναικὶ Sn γαμετῇ (Γ 122)
*<δάμαρτος>
τῆς γαμετῆς (Eur. Or. 361 ..) S
<δάμασσεν>
ἀνεῖλεν (Ε 106)
<δαμάσσετο>
ἐδάμασε (Ε 278)
<δαμάσῃ>
ἀποκτείνῃ (ε 468)
<Δαμασικόνδυλον>
Εὔπολις, ὡς ἂν τὸν Δαμασίστρατον, ὄντα Χῖον παλαιστήν, οὕτως λέγει (fr. 408)
<Δαμασκός>
αἷμα σάκκου
<Δαμάστης>
οὕτως ὁ Προκρούστης ἐκαλεῖτο
<δαματρίζειν>
τὸ συνάγειν τὸν Δημητριακὸν καρπόν. Κύπριοι  : <δαμάτριον>· ἄνθος ὅμοιον ναρκίσσῳ
<Δάμεια>
ἑορτὴ παρὰ Ταραντίνοις
*<δαμείς>
δαμασθείς S ἐν πολέμῳ ἀναιρεθείς (Γ 429)
<δαμεῖσα>
δαμασθεῖσα (Aesch. Prom. 602?)
<δαμεῦσαι>
αἰσχῦναι. κοινοποιῆσαι
<δαμῆναι>
δαμασθῆναι S ἐπὶ γυναικός (γ 262), ἀναιρεθῆναι ἐπὶ ἀνδρός (δ 397 ..)
*<δαμήμεναι>
ὑποταχθῆναι (Κ 403) (g) S
<δαμιουργοί>
αἱ πόρναι
*<δάμνα>
ἐδάμαζε (Π 103) Σ
<δαμάσαιμι>
δαμάζοιμι (δ 637)
*<Δανάη>
θυγάτηρ Ἀκρισίου (Ξ 319) S
<δαμνάμενοι>
δαμαζόμενοι, βιαζόμενοι (Ν 16 ..)
<δάμναται>
ἕλκει. βιάζεται. φθείρει (Hes. Theog. 122)
*<δαμνᾶι>
δαμάζει (λ 221) vgS
*<δάμνησι>
δαμάζει (Ε 746) S (Σ)
<δάμνηται>
δαμάζηται
<δαμνάμεναι>
δαμαζόμεναι
†<δαμνόν>
δεινόν
<δάμνος>
ἵππος. Τυῤῥηνοί
<δαμνῆτις>
δαμάζουσα. τιμωρός
<δάμνια>
θύματα, σφάγια (γ 444 v. l.)
†<δαμοσόνιος>
εἶδος βοτάνης
†<δαμοῦαι>
οἱ ἐπὶ †Μελαντίας πεμπόμενοι. Λάκωνες
<δαμοῦχοι>
οἱ τὸν δῆμον ἔχοντες (Soph. O. C. 1087). ἦσαν δὲ καὶ κατά τινας πόλεις ἀρχαὶ ἀποδεδειγμέναι δημούχων
<δαμοφανής>
τὸ ἱμάτιον. οἱ Λάκωνες
<δαμπόν>
τὸ πυρίεφθον [Λάκωνες]. Κρῆτες
†<δαμώσικτον>
δεδοκιμασμένον. Λάκωνες
<δαμώματα>
κοινώματα, δημοσιώματα (Ar. Pac. 797 = Stesich. fr. 37)
<δαμώμενος>
ἀγαλλόμενος. οἱ δὲ παίζων
<δαμώδεις>
δημόται. ἢ οἱ ἐντελεῖς, παρὰ Λάκωσι
<δάν>
μακρῶς, ἢ πολὺν χρόνον. Ἠλεῖοι [καὶ χώρα περὶ Δαμασκὸν καὶ Σιδῶνα]  : *<δανά>· ξηρά, sp καύσιμα [ξύλα (ο 322) p
[<δαινά>
ἢ δή, ὡσδί]
*<Δαναοί>
οἱ Ἕλληνες (Α 42 ..) sp
<δανάκη>
νομισμάτιόν τι βαρβαρικόν, δυνάμενον πλέον ὀβολοῦ ὀλίγῳ, Γ#. ἐλέγετο δὲ καὶ ὁ τοῖς νεκροῖς διδόμενος ὀβολός (Callim. fr. 278)
<δάνας>
μερίδας. Καρύστιοι
<δανδαλίδες>
κάχρυες. κριθαί. ἢ σῖτος πεφρυγμένος
<δάνδαλος>
ὁ ἐριθακός, τὸ ὄρνεον
<δανδαρίκαι>
οἱ †βολευταί
<δανδαίνειν>
ἀτενίζειν. φροντίζειν, μεριμνᾶν
<δανδαλίδαι>
αἱ δοῦλαι. Ταραντῖνοι
<δανειστήν>
καὶ τὸν δανεισάμενον
†<δανές>
ἀληθές. - ἢ δῶρον. ἢ μερίδα. ἢ ἰσχύν. γέρας. ἢ δάνειον
<δανήλοφα>
μακροτράχηλα, ἐκτεταμένους ἔχοντα τοὺς λόφους. ἢ ὑψηλοτράχηλα, μετεώρους ἔχοντα τοὺς λόφους. ἢ πίονας
<Δανιήλ>
κρίσις p Θεοῦ. ἑρμηνεύεται δὲ ἡ <δὰν> κρίσις
[<δανιεῖν>
κακουργεῖν· οἱ δὲ δανίζειν]
(*)<δανίζει>
μεταδίδει τοῖς ἐνδεέσι. κιχρᾷ (Psalm. 36,26)
(*)<δάνειον>
ὄφλημα, χρέος. (Matth. 18,27) [δῶρον p
*<δανῷ>
ξηρῷ g(S) h
<>δάντα>
ζυγά (Θ 69)
[<δάνυντο>
εὐωχοῦντο]
<δανῶν>
κακοποιῶν. κτείνων. Μακεδόνες
<δάξα>
θάλασσα. ps Ἠπειρῶται
<δᾴωι νόσῳ>
ἐπικρατεῖ νόσῳ
<δαναιόν>
πολυχρόνιον (s)
<δάοχος>
μοιχός snw
<δάος>
*φῶς, S δᾷδα. (δ 300) πῦρ, φλόξ, φέγγος, αὐγή. καὶ ὑπὸ Φρυγῶν λύκος
*<Δᾶος, Σαγγάριος>
δούλων ὀνόματα S [εἰ καὶ ἐλεύθερος. καὶ] εἰς κωμῳδίαν εἰσαγόμενα S  : [<δάρπακες>· θαυμάλωπες]
<δάπανα>
ἀναλωτικά, ἢ τὰ δαπανώμενα
<δαπάνη>
τροφή (Thuc. 3,31,1)
<δαπέδοις>
οἴκοις, ἐρειπίοις (Eur. Hipp. 230)
*<δάπεδον>
ἔδαφος, vgs γῆ. d (κ 227) [δριματόψυχος]. ἢ οἶκος, s ἐρείπιον (Eur. Or. 330)
*<δάπις>
τάπης (Ar. Plut. 527 ..) s
*<δάπτειν>
ἐσθίειν (Λ 481 ..) S
<δάπιδες>
ποικίλα ὑφάσματα. τάπητες
<δάπτης>
δεινός
*<δάπτουσιν>
ἐσθίουσιν (Π 159) S
<δάπτομαι>
διασπαράσσομαι. κατεσθίομαι. τρύχομαι (Aesch. Prom. 437)
*<δάπτων>
κατεσθίων (Greg. Naz. c. 2,1,1,32 [37,972])
<δ' ἄρ'>
δή S "<Ἰνώ>" (ε 461)
<δ' ἄρα>
ὡς δή. Εὐριπίδης [Ἰνοῖ] (Bacch. 166)
*<Δαρδανίη>
χώρα (γ 216) (S)
†<δάραι>
θυμῷ
<δάρδα>
μόλυσμα
<Δάρδανος ἀνήρ>
ὁ πατὴρ τοῦ Δαρδάνου (Β 701 ..)
<δαρδαίνει>
μολύνει
<Δαρδάνιαι πύλαι>
αἱ τῆς Ἰλίου, ἤτοι ἀπὸ Δαρδάνου κληθεῖσαι, <ἢ> διότι ἐπὶ τὴν Δαρδανίαν χώραν ἔφερον. τὰς δὲ αὐτὰς καὶ Σκαιὰς Ὅμηρος καλεῖ (Ε 789 ..)
*<δαρδάπτειν>
λάβρως ἐσθίειν. vg σπαράσσειν (Λ 497 ..)
*<δαρδάπτουσιν>
ἐσθίουσι, gSn σπαράττουσιν, Sn μετὰ σπαραγμοῦ κατεσθίουσιν· PS κυρίως μὲν ἐπὶ θηρίου (Λ 497), λέγει δὲ Ὅμηρος καὶ ἐπ' ἀνθρώπων· "χρήματα δαρδάπτουσι" (ξ 92) διασπῶντες ἀναλίσκουσι.
<δαρδάψαι>
ῥῆξαι. σπαράξαι. [ταράξαι]
<Δαρεῖος>
ὑπὸ Περσῶν ὁ φρόνιμος, ὑπὸ δὲ Φρυγῶν ἕκτωρ· καὶ ἀστραγάλων δέ τις βόλος οὕτως καλεῖται
<δαρεικοί>
οἱ χρυσοῖ στατῆρες· ἐκλήθησαν δέ, ὥς τινές φασιν, ἀπὸ Δαρείου τοῦ τῶν Περσῶν βασιλέως
<δάριρ>
τὸ ἀπὸ τοῦ μεγάλου δακτύλου ἐπὶ τὸν μικρὸν διάστημα
<δάριν>
σπιθαμήν. Ἀρκάδες  : <δάρκες>· δέσμαι
<δαρόν>
μακρὸν χρόνον, καὶ ἐπιπολύ (Eur. Or. 55). - καὶ ἑορτήν. καὶ ἄρτον τινὲς τὸν ἄζυμον
<δάρος>
τὸ βουτύπιον
<δάρπη>
σαργάνη. κόφινος
<Δάῤῥων>
Μακεδονικὸς δαίμων, ᾧ ὑπὲρ τῶν νοσούντων εὔχονται
<δάρτινον>
πέπλον λινοῦν
<δάρυλλος>
ἡ δρῦς, ὑπὸ Μακεδόνων
<δαρχμάς>
δραχμάς
<δας - >
ἐπὶ τοῦ πολλοῦ καὶ μεγάλου. *ἢ [λαμπάδας. ἢ] λαμπάς gSΣ
<δάσσαντο>
ἐμερίσαντο (Α 368)
*<δάσασθαι>
μερίσασθαι (Σ 511 ..) S
*<δασάμενοι>
μερισάμενοι (Hdt. 7,119,2) vgS
<δασάσκετο>
ἐμερίζετο (Ι 333)
*<δασέως>
πυκνῶς S
<δασθῆναι>
διαιρεθῆναι, μερισθῆναι
<δασκάζει>
ὑποφεύγει
<δάσκιον>
μεγάλως σκιάζον διὰ τὸ σύνδενδρον καὶ δασύ (ε 470 ..)
[<δασκόν>
δασύ]
<δάσματα>
διαμερίσματα
<δάσμευσις>
διαίρεσις (Xen. Anab. 7,1,37?)
<δασμολογεῖ>
ἐπιμερίζει
*<δασμολόγοι>
φορολόγοι. μερισταί vgS
<δασμολογοῦσι>
φορολογοῦσι
*<δασμόν>
μερισμόν Sn τέλος (Soph. O. R. 36) S
*<δασμός>
φόρος. μερισμός (Α 166) Σ
*<δασμούς>
μερισμούς. φόρους (v) S
*<δάσονται>
βρώσονται. μεριοῦνται (Χ 354) g
<δασμοφόροι>
μερισταί
<δάσος>
σύνδενδρος τόπος, ὑλώδης, δασύτης
<δασπέταλον>
πολύφυλλον
<δασπλής>
μεγάλων κακῶν ἀναπιμπλαμένη. πολλοῖς πλησιάζουσα. οἱ δὲ ἄπληστος, τιμωρητική, καὶ χαλεπή. ἐπὶ τῆς Ἐρινύος
<δάσπλητα>
πολυμιγῆ. καὶ τολμηρόν (Simon. fr. 38)  : <δασπλῆτις>· δυσχερὴς τοῖς προσπελάζουσι. δυσπροσπέλαστος. (o 234) πολλοὺς μισοῦσα, ἢ μετιοῦσα. τολμηρά, θρασεῖα
<δάσσα>
λάχανα
<δασσάσκετο>
διενείματο. ἔτρωγεν, ἔφαγε
<δασύ>
τραχύ. πυκνόν (ξ 51) S συνεχές
<δασύς>
†παράγωγος
<δασύπους>
λαγωός (Levit. 11,5) (vg)S
<δατεῖται>
νέμει. s διαιρήσει
<δατέεσθαι>
μερίζεσθαι (Greg. Naz. c. 2,2,4,169)
<δατέν>
ζητεῖν
<δατεῦ>
λάβε s
<δατεῦντο>
ἐπορεύοντο "ποσὶ δατεῦντο" (Ψ 121)
<δάτησις>
διαίρεσις, μερισμός
<Δᾶτις>
στρατηγὸς Περσῶν
<δατός>
ὁ τρυγητός, ‖ ἢ πόλεως ὄνομα, ἐπὶ λίαν εὐδαιμόνων
<δατούμενοι>
μεριζόμενοι
<Δατύλλου ἡμέρα>
ἐπὶ Πανδίων φησί
<δατύς>
κουράλλιον. νύμφη λευκόκηρος (Theocr. 2,110)
<δατύσσειν>
λαφύσσειν. ἐσθίειν
<δατῶναι>
ζειαί
<δαύακες>
θυμάλωπες
<δαύειν>
κοιμᾶσθαι (Sapph. fr. 83)
†<δανάς>
μέλαινα. καὶ πονηρά
<δαῦκος>
ὁ θρασύς. καὶ βοτάνη τις Κρητική
<Δαυλίαν κορώνην>
ἀντὶ τοῦ ἀηδόνα. οὕτως δὲ [ἀηδὼν] ἐλέχθη <ἀπὸ τοῦ τὰ περὶ τὸν Τηρέα ἐν Δαυλίᾳ τῆς Φωκίδος συστῆναι> (Ar. fr. 716)
<Δαῦλις>
ἑορτὴ ἐν Ἄργει, μίμημα τῆς Προίτου πρὸς Ἀκρίσιον μάχης
<Δαυλίς>
πόλις
<δαῦλον>
δασύ. ‖ ἡμίφλεκτον ξύλον
<δαυμάσαι>
ἐκκαῦσαι
<δαῦτα>
λάχανα. οἱ δὲ χλωραί  : <δαυχμόν>· εὔκαυστον ξύλον δάφνης
[<δαῦγος>
δασύς]
<Δαφνίτης>
Ἀπόλλων, παρὰ Συρακουσίοις
<δαφοινοί>
λίαν φοίνιοι (Λ 474)
<δαφοινόν>
μέλαν. δεινόν. ποικίλον. ἐρυθρόν, πυῤῥόν (Κ 23)
<δαφνοπώλην>
τὸν Ἀπόλλωνα λέγουσιν, ὡς Ἀριστοφάνης (fr. 764)
<δάψαι>
*σπαράξαι g καταφαγεῖν μετὰ σπαραγμοῦ. τὸ δὲ αὐτὸ καὶ δαρδάψαι *καὶ διακόψαι. g καὶ ῥῆξαι
*<δαψιλέστατος>
πολυ<τελέστατος>. λέγεται δὲ καὶ ἐπὶ <τῶν> ῥευμάτων, καὶ <ἐπὶ τῶν> μεγαλοψυχούντων vgS
<δαψιλῇ>
πολλῆι (Hdt. 3,130 v. l.) (S)
<δαψιλῶς>
ἀφθόνως
*<δαῶμεν>
μάθωμεν (Β 299) ns
<δέα>
θεά, ὑπὸ Τυῤῥηνῶν. ‖ καὶ δείματα, φόβοι
<δέαται>
φαίνεται, δοκεῖ
<δεάμην>
ἐδοκίμαζον. ἐδόξαζον
<δέατος>
δέους. Σοφοκλῆς Κηδαλίωνι (fr. 305)
<δέγμενος>
προσδεχόμενος n, προσμένων (Β 794)
<δεγμόν>
ὅρμον
<>δεγμών>
χρόνος
<δέδαεν>
ἐδίδαξεν. (ζ 233) ἐπίσταται. φαίνεται
<δεδάηκας>
ἔμαθες, ἔγνως (θ 146)
<δεδάηκεν>
ἔμαθεν, s μεμάθηκεν, ἔγνω (θ 134)
†<δέδαλοι>
προμαχῶνες
†<δεδάλας>
δεσμάς
<δεδάμωται>
ἐπιτετήδευται
<δέδαον>
ἔδειξαν. ἐδίδαξαν
<δεδάρδαφε>
καταβέβρωκε
*<δέδασται>
διῄρηται, [μεμέρισται (Α 125) SPp
<δεδάμασται>
ὑποτέτακται
<δεδαυμένον>
περιπεφλεγμένον (Semon.? fr. 30)
*[<δέ>
δέ "τί δέ"] S
[<δέδεια>
φοβοῦ]
<δεδεγμένος>
[διακεκομμένος (Τ 211 ..) n] ἐπιτηρήσας. ἐκδεχόμενος (Δ 107) (g) S  : <δεδέηται>· ἐν χρείᾳ καὶ ἐν ἐνδείᾳ γεγένηται (Xen. Anab. 7,7,14)
*<δεδέημαι>
δέομαι. S ἐδεήθην (3 Reg. 8,59) vgS
<δεδέξο<μαι>>
ἐνεδρεύσω (Ε 238)
<δεδειαί>
δειλίαι (Dem. 4,8?)
*<δὲ δεῖσαι>
φοβῆσαι vA
*<δείδεσθαι>
εὐλαβεῖσθαι, nw φοβεῖσθαι w
*<δεδιττόμενος>
ἐκφοβῶν (Plat. Phaedr. 245 b) hdSΣ
*<δέδειχα>
ἔδειξα (Deut. 4,5) vgS
(*)<δεδείχασι>
κατέδακον. ἐλύπησαν (Greg. Naz. c. 2,1,35,8 [37,1323])
*<δεδιώς>
φοβούμενος (Dem. 18,263) vgS
*<δεδεκώς>
δήσας vS
<δέδεξο>
ὑπόμεινον (Ε 228) (S)
<δεδέξομαι>
δέξομαι (Ε 238)
<δεδήει>
ἐφλέγη (Μ 466)
<δέδηεν>
ἔλαμπεν (Υ 18)
*<δεδήσεται>
δεθήσεται (Plat. rep. 2,361 e) S
<δεδῇσθε>
δεδεμένοι εἴητε
*<δεδήει>
ἐξεγήγερτο. διεκέκαυτο (Β 93) Snp
<δεδήιωται>
πεπόρθηται
<δεδηνῶσθαι>
ἐνεχυράσασθαι, ἐνδήσασθαι ἐνεχύροις
<δεδηγμένος>
βεβλημένος. Ταραντῖνοι
<δεδμήατο>
δεδαμασμένοι <ἦσαν ἢ> κατεσκευασμένοι (Γ 183)
<δεδιακόνηκε>
διῴκηκε. διηκόνησε (Archedic. com. fr. 3,8)
†<δεδιαλμένον>
κεκοσμημένον. διατεταγμένον
<δεδείκελον>
ἀεὶ φοβούμενον, δειλόν
<δεδίνηται>
εἴληται
*a) <δεδίξασθαι>
ἐκφοβῆσαι Σ διῶξαι (Σ 164) Σs b) <<δεδίξεςθαι>·> τὰ παιδία ἀπὸ φρέατος εἰς δέος ἄξειν. (Υ 201)
<δεδίσκετο>
δίδωσιν (σ 121) ‖ ἐκφοβεῖ
<δεδίσκηται>
ἔῤῥιπται
*<δεδίσσεσθαι>
εὐλαβεῖσθαι. φοβεῖσθαι (Β 190) g
*<δέδιθι>
εὐλαβοῦ. φοβοῦ (Ε 827) n
†<δεδμάων>
κριὸς ἡγεμών
<δεδμήαται>
κρατοῦνται  : <δεδμήατο>· ὑποτεταγμένοι εἰσί (Γ 183)
*<δεδμημένοι>
[δεδοκιμασμένοι.] δεδαμασμένοι. (Ζ 245) ᾠκοδομημένοι (Κ 2) SP
*<δεδμήμεσθα>
δεδμημένοι ἐσμέν (Ε 878) (Σ)
(*)<δεδμῆσθαι>
κρατεῖσθαι. (Ω 678) οἰκοδομεῖσθαι. (Ζ 249) ὑποτετάχθαι (Ε 878)
*<δέδοικεν>
ἐφοβήθη (Eur. Phoen. 959 ..) (vgP)S
*<δεδοκημένος>
ἐπιτηρῶν (Ο 730) S (Σ)
<δεδόκητο>
ἐπεθύμει. προσεδόκα. ἐσκοπεῖτο
*<δέδοκται>
ἐφάνη. (Eur. Med. 1236) vgS ἐψηφίσατο. διέγνωστο
*<δέδορκε>
βλέπει (Χ 95) SPΣ
<δεδορκότες>
ὁρῶντες, ἰδόντες (Eur. Hipp. 1193?)
<δεδορκώς>
βλέπων, ὁρῶν (τ 446? Eur. Phoen. 377 ..?)
<δέδουπε>
τέθνηκεν, ὡς ἐπὶ τὸ πλεῖστον ἐν πολέμῳ
*<δεδουπότος>
τεθνηκότος. πεπτωκότος (Ψ 679) p
†<δεδρίομεν>
†ῥέξομεν
<δέδρακας>
ἐποίησας (Eur. Hec. 1048)
†<δεδροικώς>
δοικώς
<δεδυημένη>
κεκακωμένη
*<δέδυκεν>
ὑπεισῆλθε (Ε 811) gΣ
*<δέει>
φόβῳ. (Thuc. 1,26,2?) vn [χρείᾳ]
*<δέει>
χρῄζεις (Ar. Nub. 493 ..) s
*<δέειν>
χρείαν ἔχειν S
*<δέεις>
ἀπέχεις (Isocr. 11,5?) S
<δέελον>
δῆλον, φανερόν (Κ 466)
<δέελος>
δεσμός. ἅμμα
†<δεήλαδες>
φύλακες
<δέημα>
ἐρώτημα, ἀπὸ τοῦ δεῖσθαι (Ar. Ach. 1059?)
<δέημος>
νόμος. ἢ δεσμός
<δέησις>
παράκλησις. r ἢ χρεία s
<δεθέντα>
δεσμευθέντα
*<δεῖ>
πρέπει. χρή. χρεία ἐστίν. δεσμεύει Σ
<δεία>
ἔνδεια r
<δείασθεν>
ἐδόκουν
<Δεῖγμα>
τόπος ἐν Ἀθήναις οὕτως καλούμενος (Ar. Eq. 979)
<δειδέχατο>
ἐδεξιοῦντο, ἐφιλοφρονοῦντο (Δ 4)  : <δειδεγμένοι>· δεξιούμενοι
<δείδεκτο>
ἐδεξιοῦτο. διὰ φιλίας ἠσπάζετο καὶ λόγων (Ι 224)
<δειδέχαται>
ἤσπασται. διαδέχεται (Call. fr. 87)
<δειδήμονες>
φοβεροί. αἰσχυντηροί. [εὐλαβεῖς s δειλοί (Γ 56) (sr)
*<δείδια>
[φοβοῦ δειλαίνου] δέδοικα. φοβοῦμαι (Ν 49 ..) S
*<δειδίξεσθαι>
φοβήσειν (γ 201) nS
*<δείδιθι>
εὐλαβοῦ n. φοβοῦ. (Ε 827 ..) ASn
*<δειδίσσεσθαι>
εὐλαβεῖσθαι, φοβεῖσθαι n. φεύγειν (Β 190)
*<δείδοικα>
φοβοῦμαι (Α 555 ..) S
*<δείδω>
φοβοῦμαι (Κ 39) Sr
<δειδίσκετο>
ἐδεξιοῦτο (υ 197)
<δειελιήσας>
τὴν δειλινὴν ὥραν διατρίψας. ἢ τὸ δειλινὸν ἔμβρωμα λαβών. οἷον δειπνήσας (ρ 599)
<δειελιῆσαι>
πληρωθῆναι τοῦ δειλινοῦ
<δείελος ὀψὲ δύων>
ὁ ἑσπέριος ἀστήρ. ἀπὸ τοῦ ὑστερεῖν καὶ δεῖσθαι αὐτὸν τοῦ ἡλίου ἀπολειπόμενον ἐν τῇ δύσει. οὕτω γὰρ καὶ ἡ ἑσπέρα <δειλινὴ> καὶ <δείλη> ὠνόμασται (Φ 232)
†<δείεμα>
βρῶμα
*<δείλαιοι>
μάταιοι. ἄθλιοι S
<Δεηβών>
κρίσις ἑρμηνεύεται. ἔστι δὲ τόπος, ἔνθα ἵδρυται ἱερὸν Μωαβιτῶν (Esai. 15,2)
<δεικανᾶσθαι>
δεξιοῦσθαι
[<δεικεῖν>
ἀφεῖναι. ῥῖψαι]
*<δείκελον>
φάσμα AS ὁμοίωμα gAS
<>δεικές>
λαμπρόν. S περιφανές. ‖ καὶ γὰρ <<δείκανα>> τὰ ποικίλα ὑφάσματα καὶ μορφὰς ἔχοντα· καὶ γὰρ τὰ πρόσωπα <δείκανα καὶ δείκηλα>
*<δεικανόωντο>
ἐδεξιοῦντο (Ο 86) S
<δείκηλα>
εἰκόνες, ὁμοιώματα. ἢ κατ' εἶδος ὅμοια τοῖς πράγμασι (Democr. fr. 123) καὶ προσωπεῖα
<δεικηλισταί>
μιμηταὶ παρὰ Λάκωσι
[<δείκηλα>
τὰ ὁμοιώματα]
<δεικνύμενος>
δεξιούμενος (Ι 196)
*<δεικνῦσι>
δεικνύουσιν AS σημαίνουσιν. δεξιοῦνται  : <δεικνύμενος>· φωνῇ ἀσπαζόμενος. (Ι 196) ἢ δωρούμενος. (δ 59) καὶ ἐπιδεικνύμενος. καὶ δεξιούμενος (Ψ 701)
<δείλαιον>
μάταιον (P) r ἀχρεῖον. δειλόν, ἄναλκες
<δειλάκρα>
δειλαία (Ar. Plut. 973)
<δειλακρίων>
ἐλεεινός, ταλαίπωρος (Ar. Pac. 193)
<δειλανθείς>
κλεφθείς. ἀπατηθείς
<δειλάσαι>
δειλιάσαι
<δειλιῶν>
φοβούμενος (r)
[<δείληθι>
φοβοῦ]
<δειλήμονες>
εἰδήμονες. εὐλαβεῖς. ἢ δειλοί, καὶ ἄτολμοι (Γ 56 v. l.)
<δείλη ὀψία>
περὶ δύσιν ἡλίου (Thuc. 3,74,2 ..) s (gn)
<δειλίην>
δειλότητα (Hdt. 8,26,2)
<δείλη πρωΐα>
ἡ μετ' ἄριστον ὥρα (Hdt. 8,6,1) r
<δειλοκοπήσας>
ἐξαπατήσας p ἐκφοβήσας (Hermipp. fr. 88)
<δειλός>
δείλαιος (ε 299)
<δειλόν>
πονηρόν. ἀνάλγητον. ἀσθενῆ. κακόν
<δειλώ>
δειλαίους, ἀθλίους, δυϊκῶς (Ε 574)
*<δεῖμα>
δέος, A φόβος, vA φόβητρον (Ε 682)
<δεῖμαι>
οἰκοδομῆσαι r
<Δειμάλωτα>
τὰ λεπτὰ τῶν βοσκημάτων. οἱ δὲ Λάκωνες νεκρά
<δειμαλέον>
φοβερόν
*<δειμαίνει>
ἐκφοβεῖται gAS
*<δειμαίνων>
φοβούμενος (Eur. Or. 6 ..) vgS
*<δειμαλέος>
ὁ εὐλαβής vgAS
*<δειμάμενοι>
οἱ οἰκοδομοῦντες, ἢ [οἰκοδομήσαντες vgSP
*<δείμασι>
φόβοις (Eur. Hec. 70) vgS
*<δείμασθαι>
†φοβεῖσθαι (gΣ)
*<δείματα>
φοβήματα (Sap. 17,8) gSn
*<δειματοῦται>
φοβερὰ λέγει, gAS ἢ ἀκούει. ἢ φοβεῖται A
<δειματούτω>
φοβείτω, ταραττέτω
<δειματουμένη>
φοβουμένη, (v)r εὐλαβουμένη (Eur. Andr. 42) r
<δειματώδει>
φοβερῷ (gΣ)
*<Δεῖμος>
Φόβος (Δ 440) rgA
*<δειμάτων>
φόβων PΣ
*<δείμομεν>
οἰκοδομήσωμεν (Η 337) nΣ
<δεῖν>
δεσμεύειν καὶ δέον r [καὶ δέησιν καὶ [τὸ πνεῖν s φέρειν εὑρίσκειν.] καὶ στρέφειν. Κύπριοι  : *<δεῖν>· χρή. ἀναγκαῖον vg πρέπον, [ἢ προσῆκον (vg)
<δεινά>
καταπληκτικά, φοβερά (Β 321)
*<δεῖναι>
αἱ τῶν ὑδάτων συστροφαί (gAS)
*<δείναις>
συστροφαῖς (Eur. Tro. 83) n
*<δείνας>
κινήσεις. [τὰ κοιλώματα τῶν ὑδάτων (Iob 28,10 v. l.) AShd
<δεινεύει>
κυκλεύει
<δεινεύειν>
βουλεύεσθαι κακά
*<δείνη>
συστροφή vgAS
<δεινὰ δέ>
φοβερὰ δέ (Soph. O. R. 1267)
<δεινήεντα>
περιστρεφόμενα. (Φ 206 ..) [φοβερά]
<δεῖνος>
τὸ περιστρεφόμενον
<δείνησιν>
κίνησιν. S συστροφήν
<Δεινιάδες>
ὑποδημάτων εἶδος ἀνδρείων
<δεινοί>
σπουδαῖοι περὶ τὸ πρᾶγμα
*<δείνοις>
κινήσεσι AS
*<δεινοπαθεῖ>
δεινῶς ἔχει. χαλεπῶς ἔχει, ἢ καὶ πάσχει χαλεπῶς vgAS
<δεῖνος>
δείνησις. εἶδος δέους. φοβερά. καὶ εἶδος ἐκπόματος (Stratt. fr. 34 ..) καὶ ὄρχησις (Apolloph. fr. 1) ἢ δέους ἄξιος
<δεινός>
κακός. φοβερός. ἐστραμμένος. [δυνατός *s ‖ πανοῦργος. <ἱκανός>. ἀκολάκευτος q. vgAS
*<δεινότατος>
πάνυ φρόνιμος vgAS
<δεινοῖσι>
φοβεροῖς (Κ 254)
<δεινὼ δέ οἱ>
δεινῶς δὲ αὐτῷ (Α 200)
*<δεῖν ᾠήθην>
ἀναγκαῖον ἐλογισάμην, δέον εἶναι ὑπέλαβον (Dem. 29,11?) vgAS
*<δεινωποί>
δειματώδεις. φοβεροί gAS
a) *<δεινῶς>
πάνυ s b) *<<δείνωσις>>· σκότωσις. δεινότης Σ
*<δείνωσιν>
δύναμιν. vAS δεινότητα. συστροφήν gAShd
<δεινωτήν>
πεποικιλμένην ἐν κύκλῳ, ἢ τετορνευμένην, ἢ τὴν ἱμᾶσι διειλημμένην (Ν 407). χρῆται γὰρ Ὅμηρος ἐπὶ τῆς κοίτης τῇ λέξει (Γ 391)
<δεινωτοῖς>
κυκλοτερέσι [πεποικιλμένην] (Γ 391)
<δεῖξαι>
δηλῶσαι, [φανερῶσαι r (Γ 452 ..)
†<δειομένη>
δεισομένη
<Δειπάτυρος>
θεὸς παρὰ Στυμφαίοις  : <δειπνήεντα>· δειπνοφόρα, εὖ δυνάμενα τρέφειν ἡμᾶς
<δειπνηστύν>
τὴν τοῦ δείπνου ὥραν
<δειπνολογία>
οἱ περὶ δείπνου λόγοι
*<δεῖπνον>
τὸ καθ' ἡμᾶς ἄριστον. (Σ 560) r. gPn ἢ τροφὴν ἑσπερινήν
<δεῖπνον ἕλοντο>
ἐδείπνησαν (Β 399)
<δειπνοφόροι>
παρὰ Ἀθηναίοις καθίστανται ἐν τῇ τῶν Ὠσχοφορίων ἑορτῇ αἱ δειπνοφόροι (Hyperid. ap. Harp. 52,23)
<δειρά>
†δείμοιρα. τράχηλος. διαίρεσις
<δειράδας>
ἐξοχάς, κορυφάς (Soph. Ant. 832)
<δειράζειν>
κλέπτειν
<δειράδες>
αὐχένες *καὶ [τραχηλοειδεῖς <τόποι> τῶν ὀρῶν. Σ καὶ ἐξέχοντα μέρη *ἢ τὰς νάπας ἢ τὰς φάραγγας vgA
<δειράρ>
κορυφή
*<δείραντες>
ἐκδείραντες (Act. ap. 5,40) AS
<δείρειν>
ἐκδείρειν r
*<δειρή>
τράχηλος r vgS αὐχήν s
*<δειρήν>
αὐχένα, [τράχηλον (Γ 371) n
<δειριᾶν>
λοιδορεῖσθαι. Λάκωνες
†<δειρεῖοι>
λοίδοροι. οἱ αὐτοί
<δεῖρος>
λόφος. καὶ ἀνάντης τόπος
<δειροτομῆσαι>
διατεμεῖν, διατεμῆσαι (χ 349)
*<δεῖσαι>
εὐλαβηθῆναι, φοβηθῆναι. δέος γὰρ ὁ φόβος S
<δεισίλος>
δειλός r
<δεισιάδα>
τὴν μοῖραν. οἱ δὲ διμοιρίαν
<δεισιδαίμων>
*ὁ τὰ εἴδωλα σέβων SP εἰδωλολάτρης. ‖ ὁ εὐσεβὴς p καὶ δειλὸς περὶ θεούς
*<δεισιδαιμονία>
φοβοθεΐα (Act. ap. 25,19) n
*<δεῖται>
δέεται, g χρῄζει gAS
*<δειφήσαντες>
ψηλαφήσαντες n
(*)<δειφόμενος>
ψηλαφήσας
*<δειφῶν>
ζητῶν δίκην τοῦ προσήκοντος gAp
<δεκάδα>
τάξιν τινά
<δεκάβοιον>
ἀριθμὸς ποσός. καὶ σταθμὸς ποσός, ἐφ' ᾧ τετύπωτο βοῦς. ἔνιοι δὲ Δηλίων τὸν βοῦν νόμισμα εἶναί φασι  : <δεκαδάρχαι>· οἱ τῶν δεκάδων ἡγεμόνες, οὓς καὶ δωδεκάρχους ἔλεγον. ἦσαν γὰρ σὺν τῷ δεκάρχῳ δώδεκα q
<δεκάδαρχος>
οἱ μὲν ἀπὸ τοῦ δεκαδαρχεῖν. οἱ δὲ ἀπὸ τοῦ δεκάζειν, ὅπερ ἐστὶ τοὺς δικαστὰς πείθειν δώροις. ἦν δὲ καὶ ὄνομα. καὶ ὁ τελώνης
<δεκάδες>
οἱ ἐκ τῆς τάξεως τῶν δέκα στρατιωτῶν συνεστῶτες (Β 123)
<δεκάδρομοι>
οἱ δέκα <ἔτη> ἐν τοῖς ἀνδράσι <δρόμου μετ-> εσχηκότες, ὑπὸ Κρητῶν
*<δεκάζειν>
διαφθείρειν χρήμασιν ἢ δώροις q gAS
*<δεκάζεσθαι>
δωροδοκεῖσθαι SΣ
<δεκάζων>
ὁ εἰς δέκατον ἀριθμὸν ἥκων. ἔλεγον δὲ οὕτως καὶ τὸ κατὰ δέκα διαφθείρειν τὸν δικαστήν, ἢ τοὺς κριτάς· καὶ ἁπλῶς τὸ διαφθείρειν δικαστήν (Isocr. 8,50)
<δεκανᾶται>
ἀσπάζεται
<δεκάπουν στοιχεῖον>
οἱ ἐπὶ δεῖπνον κληθέντες τὰς ὥρας οὕτως ἐξελάμβανον, πρὸς τὴν σκιὰν ἀναμετροῦντες (Ar. Eccles. 652)
*<δεκασθείς>
δωροδοκηθείς, ἐπιτιμηθείς AS, ἐντραπείς S
<δεκάτα>
τάξις. ἄθροισμα. καὶ ἡ τῶν η# ἁρμάτων τάξις
<δεκατεύειν>
τελωνεῖν, δεκάτην εἰσπράττεσθαι (Ar. fr. 455). ἔλεγον δὲ καὶ τὸ ἀρκτεύειν δεκατεύειν, ἐπεὶ ἔπρασσον αὐτὸ αἱ παρθένοι περὶ τὸν δεκαετῆ χρόνον οὖσαι (Lys. fr. ap. Harp. 54,6) q
<δεκατευταί>
τελῶναι, (p) οἱ τὴν δεκάδα ἢ δεκάτην ἐκλέγοντες. ὡς [τὸ δεκάζειν δεκατεύειν q (Antiph. orat. fr. 10 Bl.)
<δεκάτη>
τὸ δέκατον μέρος τῆς οὐσίας
<δεκατηλόγοι>
τελῶναι (Dem. 23,177)
<δεκάτην θύομεν>
τῇ δεκάτῃ ἡμέρᾳ τὰ ὀνόματα τοῖς βρέφεσιν ἐτίθεσαν. ὁ δὲ Ἀριστοτέλης τῇ ἑβδόμῃ φησί
<δεκάτη προτέρα>
ἡ πρὸ εἰκάδος· ὡς <ὑστέρα>· ἡ μετ' εἰκάδα
<δέκα τοὐβολοῦ>
<ἐπὶ> οὐδενὸς ἀξίου. βέλτιον δὲ εἰς μικρότητα τίθεσθαι αὐτό (Com. ad. fr. 763)
<δεκαδώρῳ ἁμάξῃ>
ἧς ἡ διάμετρος τῶν τροχῶν δέκα δώρων. Δῶρον δέ, ὡς μέν τινες, ἡ παλαιστή, ὡς δὲ ἕτεροι, ὅταν τοὺς τέσσαρας δακτύλους συστρέψας ἐγείρῃς τὸν ἀντίχειρα, ὡς Πλούταρχος (Hes. op. 424)
<δεκάφυια>
δεκαπλάσια (Callim. fr. 162), <δίφυια> δὲ διπλάσια  : †<δεκάχειλε>· πρὸς ἀποδοχὴν ἐπιτήδειον
<δεκάχειλοι>
δεκακισχίλιοι (Ε 680 v. l.) (A)
<δεκάχοια>
δεκαπλᾶ
*<δεκέτες>
δεκαετές AS
*<δεκέτης>
δεκαετής S
<δεκτή>
χλαῖνα, χλανίς
<δεκτῆρες>
ὑποδοχεῖς p
<δέκτης>
πτωχός, ἐπαίτης. ἀπὸ τοῦ δέχεσθαι (δ 248)
*<δεκτόν>
εὐπρόσδεκτον (Esai. 61,2 ..) vgAS
(*)<δεκτός>
ἀρεστός (Luc. 4,24)
<δέκων>
ὁ δεκαζόμενος
*<δελεάζει>
ἐξαπατᾷ AS
*<δελεαζόμενος>
παγιδευόμενος (Iacob. 1,14) AS
*<δέλεαρ>
ἀπάτη, δόλος (Eur. Tro. 700) gAS
*<δελεασθείς>
ἀπατηθείς (Ios. b. Iud. 5,120?) AS
<δελεδώνη>
ὁ μύλλος ἰχθύς
<δελέαστρα>
παγίδες (Nicoph. com. fr. 4) p
<δέλετρον>
φανός, ὃν οἱ νυκτερεύοντες φαίνουσι
<Δελέφατ>
ὁ τῆς Ἀφροδίτης ἀστήρ, ὑπὸ Χαλδαίων
<δελῆτι>
δελέατι
<δελήτιον>
[βελήτιον] <τὸ δέλεαρ> (Sophr. fr. 118) p
[<δελία>
δάφνη]
<δελιχρά>
τὰ †ἡμίχοιρα
<δέλλει>
βάλλει A
<δέλλιθες>
σφῆκες. ἢ ζῷον ὅμοιον μελίσσῃ
<δελλίθια>
ἀνθρήνια. οἱ δὲ κηρία
<Δέλκος>
λίμνη ἰχθυοφόρος περὶ τὴν Θρᾴκην
<δελφάκιον>
χοιρίδιον. οὕτως ἔλεγον καὶ τὸ γυναικεῖον
<δελφακοῦσθαι>
τελειοῦσθαι τὰς ὗς (Ar. Ach. 786)
<δελφίνιον>
εἶδος βοτάνης
<Δελφικὸν τρίποδα>
τὸν τοῦ Ἀπόλλωνος ἐν Δελφοῖς
<Δελφικὴ μάχαιρα>
ἀπὸ κατασκευῆς, λαμβάνουσα ἔμπροσθεν μέρος σιδηροῦν, ὡς Ἀριστοτέλης  : <δελφῖνες>· πολεμιστήριον μηχάνημα ἐν ναυμαχίαις. καὶ ἡ ἔχουσα αὐτὸ <δελφινοφόρος ναῦς> (Pherecr. fr. 12?) οἱ δὲ διὰ τὰ κρεμαννύμενα βάρη, δελφίνων σχῆμα ἔχοντα, ἃ ταῖς λῃστρικαῖς ναυσὶν ἐμβάλλεται
<Δελφύς>
*μήτρα A καὶ ὁ ἐν Δελφοῖς δράκων
<δελφύων>
γαστέρων
*<δέλτος>
πινακίδιον (Eur. Hipp. 856) Phn ἢ πλάκες
<δέμα>
σχοινίον
*<δέμας>
σῶμα gASn μορφή. (Α 115 ..) ἰδέα. τρόπος (Λ 596 ..) n [στρῶμα]
*<δέμας πυρὸς αἰθομένοιο>
τρόπον πυρὸς S καιομένου (Λ 596 ..)
*<δέμει>
οἰκοδομεῖ AS
[<δέμει>·] ὁδός
<δεμελεῖς>
βδέλλαι
*<δέμνια>
στρώματα. κοῖται (λ 188) vgAS
*<δεμνίοις>
κοίταις. στρωμναῖς (Eur. Or. 35 ..) AS
<δεμνιοτήρην>
ἔγκοιτον. τὰ δέμνια τηροῦντα h
<δεμνιοτήρη πόνον>
Αἰσχύλος Ἀγαμέμνονι. καθόσον οἱ νεοσσοὶ ἔτι τοιοῦτοί εἰσιν, ὡς τὰ δέμνια τηρεῖν καὶ κατέχειν, μηδέπω πέτεσθαι δυνάμενοι· <πόνον> δὲ τὰ περὶ τὴν τροφὴν αὐτῶν (Aesch. Ag. 53)
[<δεμῶν>
χρόνος]
*<δεννάζων>
λοιδορῶν (Soph. Ai. 243) (gAh)
<δενδρέῳ>
τῷ δένδρῳ (Γ 152)
<δενδαλίδας>
οἱ μὲν ἄνθος τι, ἄλλοι τὰς λευκὰς κάχρυς, οἱ δὲ τὰς ἐπτισμένας κριθὰς πρὸ τοῦ φρυγῆναι, οἱ δὲ τὰς ἐκ κριθῶν μάζας γενομένας (Nicoph. com. fr. 15)
<δενδίλλει>
σκαρδαμύττει. διανεύει. σημαίνει. ἀτιμάζει. σκώπτει
*<δενδίλλων>
τοῖς ὀφθαλμοῖς διανεύων (Ι 180) vgAS
†<δένεμορ>
γῆ τις πετρώδης, εὔθρυπτος, παρὰ Λάκωσιν
<δενναστόν>
καταγέλαστον. λοιδορούμενον μετὰ καταγέλωτος
<Δενδυρίτης>
κροκόδειλος
<δενδρυάζειν>
ταπεινῶς ὑποδύνειν καὶ ὑπὸ τὰς δρῦς παραφεύγειν, προστρέχειν σκέπῃ  : <Δένθις>· οἶνος. Λάκωνες (Alcm. fr. 117)
<δεννόν>
κακολόγον
†<δεντή>
δέλεαρ
<δεξαμεναί>
ὑδάτων δοχεῖα. καὶ <αἱ> ἐν τῷ σώματι φλέβες· Δημόκριτος· (fr. 135) καὶ †ἐπισκίαι
<δέξασθαι>
λαβεῖν. παρὰ τῷ ποιητῇ (Α 112)
<Δεξιάδην>
οἱ μὲν ὄνομα κύριον, [οἱ δὲ] Δεξιοῦ παῖδα. οἱ δὲ ἐπιῤῥηματικῶς ἐκ δεξιῶν, δεξιῶς. (Η 15) [ἐπεὶ ἐκδεξιὼν θεῶν βροτοὶ ἐπὶ δεξιμήλου]
*<δεξιάς>
συνθήκας (Eur. Med. 21) AS
<δεξιαί>
αἱ γινόμεναι κατὰ συνθήκας ἐπαφαὶ τῶν δεξιῶν χειρῶν, εἰς σύμβολον τοῦ βέβαια ἔσεσθαι, καὶ ἦν μετὰ τὰ συντιθέμενα (Β 341)
<δεξιμήλοις>
ἐπηκόοις καὶ ἱλαροῖς θεοῖς· [ἀπὸ τοῦ δέχεσθαι τὰ θυόμενα μῆλα p καὶ <δεξίμηλοι ἐσχάραι> (Eur. Andr. 1138)
*<δεξιός>
συνετός (p) ἀγαθός, vgP καλός. P ἐπιδέξιος. εὔθετος
*<δεξιοῦται>
προσάγεται vgAS
<δεξιότοιχοι>
ἐρέται οἱ κατὰ τὸ δεξιὸν μέρος. τίθεται δὲ καὶ ἐπὶ χορευτῶν
<δεξιότερον>
δεξιόν (Ε 393)
<δέξις>
τῶν ἐν τῷ ἥπατι μερῶν παρὰ τοῖς θύταις <ἡ> καλουμένη <δοχή>
<δεξιώσασθαι>
ἐγγυήσασθαι γυναικί
<δεξιόν>
†εἶδος μέρους
<Δεξώ>
ὁ Κρατῖνος (fr. 401) ὠνοματοποίησεν ἀπὸ τοῦ δέχεσθαι δῶρα
<δεξιωσάμενος>
δεξάμενος
<δέοιμι>
δεσμεύοιμι (θ 253)
†<δέομαι>
δοκῶ
<δεόμενοι>
χρῄζοντες. δεσμοῦντες
[<δεόμενος>
καιόμενος]
*<δεομένων>
χρῃζόντων AS
[<δεόμενος>
νόμος. δεσμός]
<δέον>
εἰς [δέησις] δέον. [οὕτω Περικλέα φασὶ λογιζόμενον <εἰς τὸ δέον> προσγράφειν, ὃ σημαίνει εἰς προδοσίαν δεδομένον χρῆμα (Ar. Nub. 859) q *πρέπον, AS ἀναγκαῖον (Dem. 18,288)  : *<δέοντα>· χρῄζοντα. ASn λείποντα (Hdt. 1,14,4 ..) n πρέποντα (Dem. 18,108) AS
*<δέοντο>
ἐδεσμεύοντο (Σ 553) gS
<δεόντων>
δεσμευέτωσαν (μ 54)
*<δεόντως>
προσηκόντως vgAS
<δέος>
*φόβος. (Hebr. 12,28) vgAS ἢ θεός
*<δέουσι>
δεσμεύουσιν (Hdt. 4,72,4) vgAS ἀπέχουσι (Dem. 24,142 ..) AS
*<δέπας>
ποτήριον. gASnT παρὰ τὸ δέχεσθαι τὸ πόμα (Δ262) nT
<δεπάεσσι>
ποτηρίοις (Δ 3)
<δέρα>
ὑπερβολὴ ὄρους. οἱ δὲ τὰ σιμὰ τῶν ὀρέων
<δέραι>
αἱ †συνάσκιαι. Λάκωνες
<δέραια>
περιτραχήλια (Men. Epitr. 86). παίγνια. τὸ αὐτὸ καὶ <δέραιοι>
<δέρας>
δέρμα προβάτου (Eur. Med. 5 ..)
*<δέργμα>
ὀφθαλμός. r. s ὅρασις (Eur. Med. 187)
<δέργματα>
ὄμματα (Eur. Hec. 1265)
*<δεργμάτων>
ὄψεων, AS ὀμμάτων (Eur. Phoen. 660 ..) καὶ <δεργμῶν>
<δέρεθρον>
λίμνη ἀποχώρησιν ἔχουσα
<δέρη>
*τράχηλος. g (AS) αὐχήν
*<δέρις>
τράχηλος gPn
<δερίαι>
λοιδορίαι
†<δερίπιον>
φλοιόν
*<δέρκειν>
βλέπειν, vgA ὁρᾶν
<δέρκεσθαι>
ὁρᾶσθαι (Ρ 675)
<δερκομένου>
ὁρῶντος (Ξ 141 v. l.)
*<δερκομένῳ>
ὁρῶντι, βλέποντι (Ξ 141) AP
[<δερκύλλειν>
αἱμοποτεῖν. ἄλλοι <δερμύλλειν> διὰ τοῦ μ]
*<δέρκων>
βλέπων, ὁρῶν (g)
<δέρμα>
πήρα [καὶ δέσμη]
<δέρμα>
δορά
*<δέρμη>
ὁδός A <καὶ δέσμη>
<δέρμα Λιβυκόν>
ὡς κάλλιστον
<δέρμητες>
οἱ ἐξ ἐφήβων περίπολοι  : <δερμηστής>· ὁ σκώληξ, ἢ ὁ σὴς ὁ τὰ δέρματα ἐσθίων. Ἀρίσταρχος ὄφιν (Soph. fr. 411)
<δέρξιος>
ὄψεως
*<δέρος>
δέρμα (Eur. Phoen. 1120) r. AS
<δερμύλλει>
αἰσχροποιεῖ. οἱ δὲ ἐκδέρει (p)
<δέῤῥεις>
τὸ παχὺ ὕφασμα, ᾧ εἰς παραπέτασμα ἐχρῶντο. ἴσως δὲ καὶ δερματίνοις ἐχρήσαντο †περὶ τῶν αὐλῶν
<δεῤῥιδόγομφοι>
πύλαι δέῤῥεις ἔχουσαι, παραπετάσματα (Com. ad. fr. 858)
*<δέῤῥις>
δέρμα. βύρσα (Zach. 13,4) r. AS
<δεῤῥιστήρ>
περιδέραιον ἵππου
*<δεῤῥιστήρ>
συνάγχη περιαυχένιος (vgASn)
*<δέῤῥιον>
τρίχινον σακίον r. AS
<δέρτρα>
τύμπανα r
<δέρτρον>
δέρμα. s ὑμήν. λαπάρα. ἦτρον. ἐπιγάστριον. Ἄμεινον δὲ τὸ περιτόναιον ἀκούειν. ἢ ὑμένα, [ἐπίπλουν (λ 579) p
<δεσαύχενες>
ἀσκοί, διὰ τὸ ἐκ τῶν αὐχένων δεδέσθαι
*<δ' ἐς βρωτύν>
δεῖπνον (Τ 205) gAS
<δεσμά>
πέδαι (Eur. Bacch. 447 ..)
<δέσματα>
ἐπιδέσμια (Χ 468)
*<δεσμεῖν ἀμάλλας>
δεσμεῖν τὰς δεσμὰς τῶν σταχύων AS
<δεσμή>
†ὁδός
<δεσμοί>
ἧλοι (A)
<δεσμοὶ Τυῤῥηνικοί>
οἷς ἐχρήσαντο Ἀθηναῖοι
<δεσμίης>
μαστιγίας <ὃς> ἄξιός ἐστι δεσμῶν
<δεσμόν>
οὐδετέρως Ἀττικοί. καὶ σημεῖον παρὰ τοῖς θύταις
<δεσμός>
[σῶμα. μορφή.] ἧλος. [εἶδος]
<δεσποίνας>
γυναῖκας. Θεσσαλοί
<δεσπότην κεκαρμένοι>
ἔνιοι μὲν ἵππου κουρᾶς εἶδος εἶναί φασιν. ἐκαλεῖτο δὲ ἀπὸ τοῦ κείρειν τοὺς αὐχένας, ἐπειδὰν ὁ δεσπότης τοῦ ἵππου τελευτήσῃ. βέλτιον ἦν δέ· δεσπότην πενθοῦντες· ἐπειδὴ καὶ τοὺς ἵππους ἀπέκειρον ἐπὶ τοῖς θανάτοις τῶν δεσποτῶν (trag. ad. fr. 206)  : [*<δετρός>· μάγειρος vgAS]
†<δέτις>
παλάνθη
<δεταί>
λαμπάδες (Λ 553) S καὶ αἱ πέδαι. καὶ τὰ δράγματα, παρὰ τὸ συνδεῖν
[<δέτρον>
δέρμα τοῦ ἥπατος ἢ [διάπυρον. διαφανές] AS
<Δευάδαι>
οἱ Σάτοι, παρὰ Ἰλλυρίων
<Δεύας>
τοὺς κακοὺς θεούς, Μάγοι
<δεύἁσθαι>
γεύσασθαι
<δεύειν>
μαλάττειν. τύπτειν
*<δεύει>
μίσγει. [βρέχει (Β 471) Ss φύρει (s) ἐνδεῖ
<δεύεσθαι>
βρέχεσθαι. ἐπιδεῖσθαι (Ν 310)
*<δεύεται>
βρέχεται s
*<δευθέντα>
βραχέντα (gAS) Σ
<Δευκαλίδαι>
οἱ Σάτυροι
*<δεύκει>
φροντίζει g
<δευκές>
[λαμπρόν.] ὅμοιον
[<δευλόν>
πονηρόν. ἀχρεῖον]
<δευοίατο>
ἐπιδέοιντο (Ε 202)
<δευοίατο>
ἐπιδεεῖς γένοιντο (Β 128)
<δευόμενα>
δεόμενα
<δευομένα>
δεομένη (Eur. Tro. 276)
*<δευόμενος>
δεόμενος. (Χ 492) βρεχόμενος AS χρῄζων (S)
<δεύοντο>
ἐδέοντο. ἔχρῃζον. (Β 709) [ἐβρέχοντο S
*<δεῦρο>
ἐνθάδε gSΣ ἐλθέ dΣ εἰς τοῦτον τὸν τόπον AS ἢ ἐπὶ τοῦ παρόντος, vgAS ἢ νῦν. vg ἢ παρακελευστικῶς· δεῦρό νυν, ἢ τρίποδος περιδώμεθα (Ψ 485)
*<δεύρω>
δεῦρο (Γ 240) n
<Δεύς>
Ζεύς (Ar. Ach. 911?)
<δεῦσαι> *βρέξαι. vgAS βάψαι (Eur. Phoen. 224) μαλάξαι (Xen. Oecon. 10,11)
<δευσοποιόν>
τὸ ἔμμονον καὶ μὴ ἐκπλυνόμενον βάμμα. οἱ δὲ τὸ γνησίως βεβαμμένον, ἤτοι πορφύρα, ἢ ἄλλο τι (Plat. rep. 4,429 e)
*<δεύσω>
βρέξω SP
*<δευσοποιός>
βαφεύς vgAS  : <δεῦτ' ἄγετε>· δεῦτε φέρετε (Η 350)
*<δεύτατος>
ὕστατος, [ἔσχατος, gAS μεθ' ὃν οὐκ ἔστιν ἕτερος (Τ 51)
<δεύτερα ἄλφιτα>
τὰ δευτερεῖα καὶ εὐτελῆ
*<δευτεραγωνιστής>
δεύτερος ἀγωνιζόμενος (Dem. 19,10) AS
<δευτέρα φθίνοντος>
ἀπὸ τῆς τριακάδος
<δευτερίας>
†καλλιπος οἶνος εὐτελής (Nicoph. com. fr. 20)
<δευτερίναρ>
ὁ μετὰ τὸ ὕδωρ ἐπιχεθῆναι εἰς τὰ στέμφυλα οἶνος
†<δεῦρολαὸς>
ὁ ἐξ ἐφήβων Ἀθηναίων
<δευτερόποτμος>
ὁ ὑπό τινων <ὑστερόποτμος>. οὕτω δὲ ἔλεγον, ὁπόταν τινὶ ὡς τεθνεῶτι τὰ νομιζόμενα ἐγένετο, καὶ ὕστερον ἀνεφάνη ζῶν. ὁ δὲ Πολέμων (p. 93 Pr.) καὶ ἀπειρῆσθαι τοῖς τοιούτοις εἰσιέναι εἰς τὸ ἱερὸν τῶν Σεμνῶν φησι Θεῶν. ἢ ὁ φημισθεὶς ἐπὶ ξένης τετελευτηκώς, ἔπειτα ἐπανελθών. ἢ ὁ δεύτερον διὰ γυναικείου κόλπου διαδύς· ὡς ἔθος ἦν παρὰ Ἀθηναίοις ἐκ δευτέρου γεννᾶσθαι
<δευτέρων ἀμεινόνων>
παροιμία ἐπὶ τῶν θυομένων ἐκ δευτέρου, ὅταν αὐτοῖς τὰ πρότερα ἱερὰ μὴ καλὰ ὀφθῇ, καὶ ἐπὶ δεύτερα τραπῶσι λέγοντες "<δευτέρων ἀμεινόνων>." Μνημονεύει Πλάτων (leg. 4,723 d)
<δέχεσθαι>
λαμβάνειν (Eur. Rhes. 192?) (r) ἀσπάζεσθαι (Eur. Alc. 775)
†<δέγμα>
νόμιμον
<δέχθαι>
λαβεῖν (Α 23 ..)
*<δέχμενος>
[προσ] διαδεχόμενος (Ι 131 v. l.?) ASn
<δέχομαι>
ὁμολογῶ
<δεψήσας>
μαλάξας (μ 48) r
<δή>
οὖν. σύνδεσμος r
†<δηγῆ> καὶ σιωπᾷ
<δήλη>
τάχα καὶ φθορὰ δένδρων
†<δήβοιλοι>
κιθαρῳδοί
<δὴ γάρ>
ἤδη γάρ (α 194)
[*<δηγῆρες>
στρουθοί gAS]
*<δηγοῖ>
πληροῖ AS
*<δῆγμα>
[παράδειγμα. καὶ] σπάραγμα ὀδόντων (Xen. Mem. 1,3,12) AS
*<δήετε>
εὑρήσετε (Ι 418) S  : *<δῄειν>· πολεμεῖν. φονεύειν g
<δήεις>
εὑρήσεις. r. S ὄψει. μαθήσῃ (Ν 260)
*<δηθά>
πολὺν χρόνον. (Β 435) ASn συνεχῶς (φ 131) n
<δηθαγόρον>
ἐπὶ πολὺ λέγουσαν
*<δηθαίωνας>
μακραίωνας. μακροβίους (vg) An
<δηθάκι>
r πυκνῶς, πολλάκις (p)
*<δηθὰ ματεύσομεν>
ἐπιπολὺ ζητήσομεν (Ξ 110) AS
<δηθά τε καὶ δόλιχον>
ἐπὶ πολὺν καὶ [δῆθεν ὡς δὴ] μακρὸν χρόνον (Κ 52)
<δῆθεν>
*ὡς δή [ἢ] φησιν. (Eur. Or. 1320 ..) vgAS ἢ ἐντεῦθεν r
*<δῆθεν>
ὡς μάλιστα P ὡς δή. vgAS ἐξεπίτηδες
<δηθύνειν>
ἐγχρονίζειν (ρ 278)
*<δηθύνοντα>
χρονίζοντα, AS βραδύνοντα (r) (A 27) (p)
[<δηθυρεῖν>
σχολάζειν (p) διατρίβειν]
<δηϊάλωτοι>
αἰχμάλωτοι (r)
*<δήϊοι>
πολέμιοι (Ι 76) r. vgAS
<δηΐοιο>
καυστικοῦ (S) πολεμικοῦ. φθαρτικοῦ (Β 415)
<δηϊοτής>
πολεμικὴ διάθεσις. *μάχη. vgAS παρὰ τὸ δήϊον
*<δηϊοτῆτος>
μάχης (Ε 348) Σ
<δηίοισι>
τοῖς πολεμίοις (Δ 373)
<δηίουν>
ἐμάχοντο. ἐπορθοῦντο (Λ 71)
<δηιοῦσι>
πολεμοῦσιν
[<δηίεσθαι>
διώξατο (Μ 276)]
<δηιωθέντων>
αἰκισθέντων (Δ 417)
*<δηιῶν>
διακόπτων (Ρ 65) AS
*<δηιώσας>
κατακόψας (Ξ 518) SΣ
*<δηλαδή>
φανερόν vg ἐστιν. r ἢ δηλονότι (Eur. Or. 789) r. vgAS
<δηλαίνουσι>
παίζουσι s
<δηλαινομένη>
βλαπτομένη (r)
*<δηλαϊστή>
ἐλεεινή (Ezech. 5,15 v. l.) gAS
*<δηλάτωρ>
κατήγορος AS. r
*<δηλαυγῶς>
ἄγαν φανερῶς (Marc. 8,25 v. l.) S
<δήλεσθαι>
θέλειν, βούλεσθαι
<δήλῃ>
βούλῃ
*[<δηληγατιῶν>
ἀφορίζων AS]
†<δηληθήσονται>
θεωρηθήσονται  : <δηλήματα>· βλαπτικά (μ 286)
<δηλήμονας>
*βλαπτικούς, κλέπτας. AS κακούργους. λυμεῶνας
<δηλήμων>
κακοῦργος. λυμαντήρ, λυμεών. [κακῶς] διαπραττόμενος
[<δηλήσας>
καμών. [διαπραξάμενος]]
<δηλήσασθαι>
*βλάψαι. gAS διακόψαι. φθεῖραι (Δ 67)
<δηλήσατο>
ἔβλαψεν. ἐφθείρετο. ἐκακοποίησε (χ 278)
<δηλήσεις>
στάσεις (s)
*<δηλήσηται>
βλάψῃ. φθείρῃ (Γ 107) g
<δήλησις>
ὀργή s λώβησις. κακουργία. φθορά
*<δηλήσονται>
ψεύσονται. βλάψουσι AS
*<δηλητήριον φάρμακον>
βοτάνη θανάσιμος r. vgAS
<Δηλιασταί>
οἱ εἰς Δῆλον πεμπόμενοι θεωροί (Lycurg. fr. ap. Harp. 55,14) p
[<δήλιοι>
οἱ ἀδελφὰς γεγαμηκότες]
*<δῆλον>
φανερόν, vgAS ὁρατόν. (υ 333) καὶ τὸ τοῦ Ἀπόλλωνος ἱερόν (ζ 162)
<δηλονότι>
φανερὸν ὅτι (Dem. 18,130)
<δήλονται>
θέλουσι
*<δήλων>
ὁράσεων gAS ἐνυπνίων (Ose. 3,4) S (Σ)
<δήλως>
ἀπερικαλύπτως
*<δηλῶσαι>
φράσαι. δεῖξαι. σημᾶναι (Soph. O. R. 1041) vgAS
<Δηλιακὸς βωμός>
τὸ περιτρέχειν κύκλῳ τὸν ἐν Δήλῳ βωμὸν καὶ τύπτειν· ἤρξατο τούτου Θησεύς, χαριστήριον τῆς ἀπὸ τοῦ λαβυρίνθου φυγῆς
*<δημαγωγεῖ>
στρατηγεῖ r. gP (.r)
*<δημαγωγίας>
ὀχλοποιήσεις AS
*<δημαγωγός>
ἄρχων, ἐκ τοῦ τὸν δῆμον ἄγειν καὶ διοικεῖν vgAS [δημόσιος]
*<δημαγωγοῦντα>
στρατηγοῦντα ASn
<Δημαρέτειον>
νόμισμα ἐν Σικελίᾳ, ὑπὸ Γέλωνος κοπέν, ἐπιδούσης αὐτῷ Δημαρέτης τῆς γυναικὸς εἰς αὐτὸ τὸν κόσμον
*<δημαρχία>
ὅτε δῆμος ἄρχει gAS
<δήμαρχοι>
οἱ πρότερον καλούμενοι <ναύκραροι>· ἄρχοντες δὲ ἦσαν καὶ ἠνεχύραζον οὗτοι τοὺς ὀφείλοντας (Ar. fr. 484?)
*<δήμαρχον>
τὸν ἐνεχυραστήν vgAS  : *<δημαστρεύεσθαι>· ἐπιπολὺ ὑπερτίθεσθαι (Ο 512) gAS
<δημεῖαι>
αἱ τῶν δήμων συστάσεις
*<δημελέητος>
ἐλεεινός gAS
<δημεύειν>
τὸ οὐσίαν τινὸς δημοσιῶσαι. καὶ τὸ ἐνδημεῖν. ἔνιοι τὸ δημαγωγεῖν λέγουσι q
<δημεύσεις>
ἁρπάσεις
*<δημεύσας>
δημοσιεύσας (g) AS
<δημεχθηλός>
μισούμενος ὑπὸ τοῦ δήμου r
*<δημηγορῆσαι>
ἐν δήμῳ λαλῆσαι vgAS
*<δημηγορῶν>
εἰς τὸν δῆμον λέγων (Dem. 19,10) SPn
<Δήμητρα>
τὸν σῖτον· Γλαύκων
<Δημητριάς>
κριθὴ ἑξάστιχος
<Δημήτριος>
τραγῳδῶν ὑποκριτής· καὶ ἴσως ὑπεκρίθη τὸν Ἀγαμέμνονος θάνατον, πελέκει κατὰ πολλοὺς γενόμενον (Com. adesp.)
<δήμια>
*δημόσια. (Ρ 250) S καὶ δημιόπρατα
<Δημίασι πύλαις>
κοιναῖς, ἐπεὶ προεστήκεσαν ἐν ταῖς πύλαις αἱ πόρναι. ὁ δὲ Ἀντίπατρος τὸ γυναικεῖον μόριον δημόσιον ἔφη. οἱ δὲ τὰς Κεραμεικὰς πύλας· πρὸς γὰρ αὐτάς φασιν ἑστάναι τὰς πόρνας. μήποτε οὖν ἀντὶ τοῦ <Διομῇσι πύλαις> Δημίασιν εἶπεν διὰ τὴν ἐγγύτητα τῶν ὀνομάτων (Com. ad. fr. 805)
*<δήμιον>
κοινόν. [δημόσιον gΣ πολιτικόν (β 32)
<δημίην Κύπριν>
πόρνην.
<δημιόπρατα>
τὰ δημευθέντα κτήματα, καὶ ὑπὸ δήμου πιπρασκόμενα (Ar. Eq. 103)
<δήμιος>
ὁ τοὺς καταγνωσθέντας ἀναιρῶν, *ἢ ὁ ὑπηρέτης τῶν βασάνων (Aeschin. 2,126) r. AS
*<δημιουργεῖ>
τὰ μὴ ὄντα ποιεῖ (Plat. Soph. 219 c) AS
<δημιουργεῖον>
χαλκεῖον. ἐργαστήριον
<δημιουργός>
*χειροτέχνης. vgAS κατασκευαστής
<δημιουργός>
ὁ ἥλιος, ὅτι πάντα πέσσει καὶ τελειοῖ
<δημιουργός>
ἐπὶ μὲν τῶν ἀνδρῶν τὸ ἔθνος ἐκλήθη, ὅτι χειροτέχναι ἦσαν καὶ βάναυσοι· καὶ παρὰ τοῖς Δωριεῦσιν οἱ ἄρχοντες, τὰ δημόσια πράττοντες, ὥσπερ Ἀθήνησιν οἱ <δήμαρχοι>. Λέγονται καὶ οἱ τεχνῖται καταχρηστικώτερον. λέγεται δὲ καὶ γυνὴ <δημιουργός>, ἣ ἐν τοῖς γάμοις πέμματα πέσσει (Men. fr. 518,12? Antiphan. fr. 225,3)
<δημιουργῶν>
τὸν δῆμον διοικῶν
<δημοαδῆ>
περιβόητον
<δημοβόρος>
ὁ τὰ κοινὰ τοῦ δήμου κατεσθίων S *ἢ ὁ τὰ δημόσια Σ (Α 231)
*<δημογέροντες>
οἱ τοῦ δήμου ἐντιμότατοι (Γ 149) pΣ
<δημοειδέος>
δημώδους, ὀχλικῆς (Hippocr. art. 78)
<Δημήτερος ἀκτή>
τὸ ἀκρότατον καὶ ἐξοχώτατον τῶν Δημητριακῶν καρπῶν, τῶν πυρῶν. μεταφορικῶς ἀπὸ τῶν ἀκρωτηρίων καὶ τῶν ἐξεχόντων τόπων τῶν παραθαλασσίων. ἢ ἄλευρον (Ν 322 ..)
†<δημοθέσεση>
ἐθεώρει
<δημοθεές>
θεωρούμενον
*a) <δημοθοινία>
ἡ τοῦ δήμου εὐωχία. vgAS b) <δημοθοινία> ἡ τοῦ δήμου θυσία gAS
<δημοκαλλίας>
τοὺς περὶ τὰ δημόσια ἀναστρέφοντας (Com. ad. fr. 69)
*<δημόκοινον>
δημόσιον AS
<δημόκοινος>
δημόσιος βασανιστής q πόρνος. καὶ δήμιος (Soph. fr. 712)
*<δημοκόμπος>
δημηγόρος. S δήμῳ ἐπαιρόμενος r. AS
*<δημον>
λίπος. (Φ 127) ἢ ὄχλον r. AS
<δημοκώκυτος>
ἀθρήνητος. [ἀνελεήμων r
*<δημωδέστερον>
ἀσχημονέστερον, διὰ τὸ ἐν ὄψει πάντων γινόμενον vAS
<δημός>
ὁ ἐπίπλους τοῦ ἱερείου, ἀπὸ τοῦ εὐκέατος εἶναι, δαϊμός τις ὠνομασμένος. καὶ τὸ λίπος, <ὀξυτόνως·> προπερισπωμένως δέ τι πολιτικὸν σύστημα
<δῆμον ἐόντα>
[ὀξυτόνως] δημότην, καὶ ἕνα τῶν πολλῶν (Μ 213)
<δῆμον Ἐρεχθῆος>
τὰς Ἀθήνας, περιφραστικῶς (Β 547)
<Δημοκλεῖδαι>
οἱ ξένοι καὶ μοιχοί, ἀπὸ Δημοκλείδου τοιούτου ὄντος, (Com. ad. fr. 71) καθάπερ καὶ τοὺς ἡταιρηκότας Τιμάρχους ἔλεγον, (Aeschin. 1,157) τοὺς δὲ πονηροὺς Εὐρυβάτους, Κιλλικῶνας δὲ τοὺς προδότας (Ar. Pac. 363?)  : <Δημονήσιος χαλκός>· δύο εἰσὶ πρὸς τῷ Βυζαντίῳ νῆσοι, κοινῇ μὲν Δημόνησοι λεγόμεναι, ἰδίᾳ δὲ διαλλάττουσαι· ἡ μὲν γὰρ Χαλκῖτις, ἡ δὲ Πιτυοῦσσα
<δημόσσους>
τὸν δῆμον σώζων. ἢ ὁ δημοδίωκτος
<δημοσιεύειν>
τὸ δημοσίᾳ ὑπηρετεῖν ἐπὶ μισθῷ (Ar. Ach. 1030?)
<δημοποίητον>
ὁ κατὰ ψήφισμα δήμου [γεγονὼς πολίτης, p ξένος ὢν φύσει
*<δημόσιον>
δεσμωτήριον (Thuc. 5,18,7) s
<δημοστροφεῖν>
ἐν δήμῳ ἀναστρέφειν
<Δῆμος καλός>
Πυριλάμπους υἱὸς ἦν οὗτος Δῆμος ὄνομα καὶ τὴν ὥραν κάλλιστος· ἔθος δὲ ἦν τοῖς ἐρασταῖς ἐπιγράφειν πανταχοῦ τὰ τῶν παίδων ὀνόματα
<δημολάλητος>
δημοβόητος
<δημοτελῆ ἱερά>
καὶ δημοτελῆ μέν, εἰς ἃ θύματα διδῷ ἡ πόλις· δημοτικὰ δέ, εἰς ἃ οἱ δῆμοι
<δημοτεύεσθαι>
τὸ μετέχειν δήμου καὶ πολιτείας κατὰ νόμον
<δημότης>
ὁ ἐκ τοῦ δήμου. δηλοῖ δὲ καὶ ἰδιώτην
<δημοτικά>
τὰ τοῖς πολλοῖς ἐμπρέποντα
<δήμου ἄνδρα>
δημότην ἄνδρα (Β 198)
<δημοῦσθαι>
εὐφραίνεσθαι, εὐθυμεῖσθαι δημοσίᾳ, [παίζειν (Plat. Theaet. 161 e) ps
<δημοῦται>
παίζει. θωπεύει
<δήμου τ' ἄνδρα>
δημότην ἄνθρωπον (Β 198)
<δήμου>
πόλεως (Ζ 158 ..)
<δήμου ἀρίστω>
δημότας ἀρίστους, δυϊκῶς (Λ 328)
[<δημοφάλιον>
ἑτεροῖον, ἀλλοῖον]
<δημόφαντον>
δημόσιον
<δημώδης>
παιδιώδης
<δημώδη>
δημόσια
<δημώματα>
παίγνια p
*<δημωφελής>
δῆμον ὠφελῶν vgAS
*<δήν>
ἐπὶ πολὺν χρόνον (Α 512) n
<δηναιόν>
πολυχρόνιον, (gAS) ἀρχαῖον
<δηναιά>
ἀχρεῖα καὶ ἄφορα δένδρα
*<δηνάριον>
τὸ νόμισμα r. vgAS ἢ εἶδος ἀργυρίου (Matth. 20,9 ..) SPn
†<δηνάσας>
διεξελθών. διεξῆλθες  : <δὴν δ' ἄνεω>· ἐπὶ πολὺ ἀχανεῖς, ἥσυχοι, ἄφωνοι (λ 30)
*<δήνεα>
βουλεύματα (Δ 361) pn
<δῆνος>
βούλευμα r
<δὴν ἧστο>
ἐπὶ πολὺ ἐκαθέζετο (Α 512)
*<δήξεται>
δάκνει (Eur. Med. 1370) AS
*<δήξομαι>
λυπήσω vgAS, ἀνιάσομαι (Eur. Bacch. 351) AS
<δῆος>
βωβός. Κρῆτες
*<δῃουμένη>
ἀπολλυμένη. ἠρημωμένη. καταστρεφομένη. πορθουμένη AS
<δῃουμένων>
ἀναιρουμένων
*<δῃοῦν>
πορθεῖν vgAS
<δή>
οὖν· <χρὴ δή>· [ἢ] χρὴ οὖν
<δῃοῦντες>
διακόπτοντες. καίοντες. ἐλαττοῦντες. πολεμοῦντες
<δῃούντων>
ἀνελόντων
<δήποθεν>
λέξις συναπτική, ὡς καὶ τὸ δήπου
<δήποθεν>
λέξις συναπτική, ὡς καὶ τὸ <δήπου>
*<δηπορτᾶτος>
ἐξορισιμαῖος AS
<δή ῥα>
ἄρα δή. ἤδη
<δηράδες>
βουνοί
<δή ῥα δή>
ὡς δή
*<δ' ἠριγένεια>
ἡμέρα (Α 477) (r.) ASh
<δῆριν>
μάχην (Ρ 158) (r.) vgAS
[*<δηρή>
τράχηλος (S)]
*<δηρίσασθαι>
μαχήσασθαι (Ρ 734 v. l.) AS
<δηρίττειν>
ἐρίζειν (r)
[<δηρότης] δηρόν>
ἐπὶ πολὺν καιρόν (Β 435 ..) r. AS
†<δηρότη>
κακουργία
†<>δῆσαι>
ῥῖψαι
<δῆσαι πρὸς σανίδι>
Ἀττικῶς· βασανίσαι ἐν τῷ δεσμωτηρίῳ (Ar. Thesm. 940?)
<δησάντων>
δησάτωσαν (μ 50)
<δήσαντι>
ὁμοίως
*<δῆτα>
οὕτως. vgAS ἢ τοίνυν S
†<δητός>
ὕστερος
<δητταί>
αἱ ἐπτισμέναι κριθαί
<δὴ τότε>
καὶ τότε δή (Α 476)  : *<δηφένσωρ>· ἔκδικος r. ASp
<Δηώ>
Δημήτηρ r
<δῃωθέντω>
ἀναιρεθέντων. (Δ 417) *[καυθέντων (Greg Naz. arc. 1,483) g
<δῄωσαν>
κατέκοψαν. AS ἔπρησαν. [ἠφάνισαν (r)
<δῃώσαντες>
*πραιδεύσαντες. vgAS πορθήσαντες. καταπολεμήσαντες (Π 158) (Sn)
<δῄωσε>
κατέκοψε. ἐφόνευσε
<δῃώσωσι>
κατακόψωσι. φονεύσωσι. καταπολεμήσωσιν (Δ 416)
*<δια>
τὸν Δία AS. [ἢ εὐγενής.] [καὶ πρόθεσις. S ἐνδοξοτάτη, rs καὶ ἀγαθή
<διάβαθρα>
εἶδος ὑποδήματος γυναικείου
<διαβάλλει>
καταγινώσκει. ὑβρίζει. παραπατᾷ. παραλογίζεται (Dem. 18,24)
<διάβασις>
πορεία. r γέφυρα. πέραμα (Xen. Anab. 2,3,10)
<διαβάτης>
ὄργανόν τι τεκτονικόν.
<διαβάσιμος>
διαβατός
*<διαβαίνει>
διαπερᾷ vgAS
<διαβεβαιοῦται οὐδέν>
ἀντὶ τοῦ ἀσύμφωνον
(*)<διαβήματα>
πορείας. περιπατήματα (Psalm. 84,14)
<διὰ βίου>
διὰ παντός r, ἀεί
*<διαβιῶσαι>
ζῆσαι (Exod. 21,21) ASn
<διαβόητος>
ἐπὶ καλῷ φήμην ἔχων, ἢ κακῷ
<διαβολή>
λοιδορία. ἢ <διαβολή>· ὑπόπτευσις. ἢ ὑπόληψις
<διαβολίαν>
διαβολήν
[<διάβουλοι>
διπλοῖ. δίβουλοι]
<διαβούλια>
ἀμφιβολία. AS ἐνθυμήματα, vgAS διαλογισμοί Ose. 4,9 ..) AS
<διαβολεύρ>
ὁ ἐν τοῖς ἱστοῖς πρόβολος. Λάκωνες
†<διαβουνίν>
τὸ ἐν τοῖς πότοις τράγημα μεταξὺ ἐσθιόμενον
*<διαβριθῆ>
βαρέα ASw
*<διαβριθοῦς>
ἰσχυρᾶς AS
<διαβρόχους>
βεβρεγμένους
*<διαβύσει>
διακαμμύσει AS
<διαγέγραπται>
διακέκοπται (Ar. Nub. 774)
<διάγειν>
παρέλκειν. ἐξαπατᾶν (Thuc. 1,90,5?)  : *<διαγγέλλει>· ἀπαγγέλλει. vAS διαδραμεῖ (Rom. 9,17) AS
<διαγγέλλω>
ἀπαγγέλλω, διέξειμι τῷ λόγῳ
<διάγει>
διατρίβει (Dem. 8,26?) AS
*[<διαγενής>
εὐγενής] (AS)
†<διάγγαρον>
δικέφαλον
<διαγλαίνειν>
διαλυμαίνεσθαι
<διαγλάψας>
διαγλύψας. διασκαλεύσας (δ 438)
<διάγματα>
διακλάσματα
*<διαγνούς>
διακρίνας. δίκαιον αἰσθόμενος. AS ἐπιγνούς, συνιείς, νοήσας
*<διαγνῶναι>
ἐπιγνῶναι (Η 324) n
*a) <διάγνωθι>
νόησον vgAS b) <<διαγνώμη>>· διάγνωσις (Thuc. 1,87,6 ..) Σs
<Διαγόρας>
Διόδωρος ὁ Ταρσεὺς ἀναγινώσκει περισπῶν <δι' ἀγορᾶς, διὰ τὸ τοὺς μύστας βακχάζειν, τουτέστιν ἄιδειν τὸν Ἴακχον δι' ἀγορᾶς βαδίζοντας (Ar. Ran. 320)
*<διαγορεύει>
θεσπίζει. (r) vgAS διαγγέλλει (Sus. 61) vgAS
<διάγραμμα>
διάταγμα. ψήφισμα
<διαγραμμισμός>
παιδιά τις ἑξήκοντα ψήφων λευκῶν καὶ μελαινῶν ἐν χώραις ἑλκομένων. τὸ δὲ αὐτὸ καὶ <γραμμὰς> ἐκάλει (Philem. fr. 209)
<διάγραπτος δίκη>
ἥτις καὶ <ἐξεσμένη> ἐλέγετο
<διαγραφαί>
αἱ συνθῆκαι
<διαγράφειν>
διαξύειν. ἀπαλείφειν. ἀκυροῦν
<διαγραφή>
ἐπὶ ζωγραφικοῦ πίνακος εἴρηται
(*)<διαγραφάριος>
ὁ ἀπαιτῶν δημόσια
<διαγράφω>
ἀποδοκιμάζω (Ar. Lys. 676)
<διαγωγάν>
διαίρεσιν. διανομήν. διέλευσιν
<διαγωγή>
ἀναστροφή r
a) *<δι' ἃ δή>
δι' ἅπερ gAS b) *<διαδέχεται>· <κληρονομεῖ> s
*<διάδηλοι>
φανεροί (Thuc. 4,68,5) AS
*<διάδημα>
στέμμα βασιλέως, AS κεφαλῶν κόσμος· ἤγουν στέφανος ἢ βασιλέως σύμβολον (1. Macc. 13,32) SPn
a) *<διαδιδράσκει>
διαφεύγει gΣ b) *<διαδιδράσκετε>· <διαφεύγετε> ASPn
<διαδικαιοῦν>
φανερῶς ἀποφαίνεσθαι (Thuc. 4,106,2)  : <διαδικασία>· ἡ ἐπίκρισις S τοῦ ἐπιτηδείου πρὸς λειτουργίαν καὶ πρὸς τὰ ἄλλα. *ἢ ἀμφισβήτησις. κρίσις (Aeschin. 3,146) AS
<διὰ δίκης>
τὸ εἰς δίκην καλεῖν. Ἀττικοί (Soph. Ant. 742)
<διαδοιδυκίζειν>
ὀρχεῖσθαι ἀσχημόνως. (Com. ad. fr. 973) [διάδοχος]
<διαδοκίς>
οἱ μὲν [ὑπόθεμα τῶν δοκῶν, πλάγιον ὑπόθεμα,] ἡ τὰς ἄλλας δοκοὺς ἀναδεχομένη· οἱ δὲ δοκῶν πλάγιον ὑπόθεμα
<διαδέλλειν>
διασπᾶν
*<διάδρα>
διάφυγε SPn
<διαδοῦναι δίκας>
τὸ τοῖς ἀδικουμένοις ἀποδοθῆναι τὸ δίκαιον ὑπὸ τῶν ἀδικησάντων
<διὰ δουρός>
διὰ τοῦ ξύλου, καὶ δόρατος (Γ 61)
*<διαδράκοι>
θεάσοιτο (Ξ 344) AS
*<διαδρᾶναι>
διαφυγεῖν vgAS
*<διὰ δρυμά>
δι' ὕλην (Λ 118) n
<διαδύει>
διαφθείρεται
*<διαδύνειν>
διαφυγεῖν AS [διὰ τὰ οἰκήματα]
<διὰ δώματα>
<διὰ τὰ οἰκήματα> (Α 600 ..)
<διαείσεται>
διαγνώσεται (Θ 534)
<διαειπέμεν>
διαλεχθῆναι (δ 215)
*<διάζευξις>
διαχώρισις r. vg
*<διάησι>
διαπνεῖ (Hes. op. 517) AS
<διαείδεται>
φαίνεται (Ν 277) p
†<διέζετο>
διεσχίζετο
*<διαθέει>
διαφεύγει. Sn διατρέχει AS
<διαθέντε>
διαθέμενοι. δυϊκῶς
*<διάθεσις>
σχῆμα. ἀγάπη (vgAS) ἀπόδοσις s προαίρεσις S(A)
<διάθεσιν>
διακόσμησιν
*<δῖα θεάων>
ἀντὶ τοῦ διοτάτη (α 14 ..) A
[<διαθλέοιμεν>
διαγωνιζοίμεθα, κάμοιμεν, ἐργαζοίμεθα· <ἆθλος> δὲ τὸ ἔργον καὶ τὸ ἀγώνισμα καὶ τὸ ἐπαθλεῖν]
<διαθήκη>
συνωμοσία· ἑνικῶς, οὐ πληθυντικῶς τὰς διαθήκας ἔλεγον· δηλοῖ δὲ καὶ διάστασιν, διαίρεσιν, διάκρισιν, διάθεσιν
<διαθήσεις>
νοήσεις
*<διαθήσει>
τιμωρήσεται, κολάσεται, †πράσει vgAS
*<διαθήσομαι>
συντελέσω AS
†<διάθονται>
διαθρήσαντα· διϊδόντα  : <διαθρυλλῶ>· διαομιλῶ. διαψιθυρίζω
*<διαθρύψεις>
συγκόψεις (Lev. 2,6) AS
<διαίνεται>
*βρέχεται. r(Sn) δακρύει [διαίνεσθαι]
<διαιολᾶν>
ἐξαπατᾶν. ποικίλλειν
<διαιρεῖν>
διακρίνειν. ἐξακριβοῦν. *[διαμερίζειν (vgAS)
<διαιρῶσα>
διαιροῦσα
*<διαίρεσις>
τομή, [μερισμός (1. Cor. 12,4) g
<δίαιτα>
θεσμός. *διαγωγή, τροφή A, ἢ καθημερινὴ τροφή AS
*<δίαιτα τοῦ ἀνθρώπου>
τὸ φαγεῖν, τὸ πιεῖν (Iob 5,3) AS
<διαιτηταί>
Ἀθήνησιν ἕτεροί τινες τῶν δικαστῶν, οἷς ἐπέτρεπον οἱ ἀμφισβητοῦντες τὰ ἐγκλήματα, καὶ αὐτοὶ διῄτων· εἰ δὲ μή, ἀνέπεμπον ἐπὶ τοὺς δικαστάς. οἱ δὲ περὶ ξ# ἔτη γεγονότες διῄτων
*<διάιττειν>
διατρέχειν. (v) A διανύειν
<διαιτητής>
κριτής. r βασανιστής
<διαιτητός>
ὁ μὴ κατὰ κλῆρον δικαστής
*<διαιτωμένη>
τρεφομένη r. AS
*<διαιτός>
κριτής r. s
*<δίαιθρον>
διαφανές. καθαρόν. r. A δίυγρον
[<δίαιτρον>
δίοπτρον διαφανές]
<διαίνεται>
βρέχεται, ὑγραίνεται. διαχεῖται, ὑπὸ ὄμβρου βρέχεται
<διὰ καλάμας ἄρνες>
παρὰ Ῥοδίοις ἔριφοι οὕτως εἴρηνται ἐν νόμῳ τινὶ οἱ τὴν καλάμην τῶν σπερμάτων ἐπιβεβοσκημένοι
[<διάκινον>
δυσκίνητον. Κρῆτες]
<διακαυνιάσαι>
διακληρώσασθαι· p καυνὸς γὰρ ὁ κλῆρος (Ar. Pac. 1081)
*<διὰ κενῆς>
ματαίως (Psalm. 24,3) vgAS
*<διακένῳ>
κούφῳ (Num. 21,5) AS
*<διακεισομένων>
διακειμένων ASn
<διακεκριμέναι>
διακεχωρισμέναι (ι 220) (sp)
<διακεκρίσθω>
ἀφοριζέσθω
<διακέρσαι>
διακόψαι pw παραβῆναι (Θ 8)
*<διακεχειρίσθαι>
πορθεῖσθαι AS
<διακεχλοιδώς>
διαρέων ὑπὸ τρυφῆς (Archipp. com. fr. 45)  : <διακίγκλισον>· διάσεισον. <Κίγκλος> δὲ ὄρνεον ἡ σεισοπυγίς (Ar. fr. 29)
<διακλιμακίσας>
διαπαλαίσας. p <Κλίμακες> γὰρ καὶ <κλιμακιςμοὶ> παλαίσματος εἶδος (Plat. com. fr. 124)
*<διακλῶν>
θρύπτων vgAS
<διακλονῶν>
διασείων. δονῶν
*<διακναιομένων>
διαπονουμένων. AS φθειρομένων (r) (Eur. Alc. 109)
<διακναισθέν>
διαφθαρέν (Hippocr. mul. aff. 1,64)
<διακοιρανέοντα>
βασιλικῶς ἐπερχόμενον, ἢ ὡς κοίρανον διαπορευόμενον, διέποντα (Δ 230)
*<διακομισθείς>
διελθών. vgAS βασταχθείς (Plat. leg. 10,905 b) vgA
*<διακοσμηθεῖμεν>
διαταχθείημεν (Β 126)
<διάκονιν>
δυσκίνητον. Κρῆτες
*<διακονουμένων>
ὑπηρετούντων ἢ ἀποκρίσεις τινὰς ἐκπληρούντων AS
<διακοπή>
διαίρεσις. διαχωρισμός
*<διακορεῖς>
κεκορεσμένοι (Plat. leg. 7,810 e?) (g)P
<διακορεύει>
τὴν κόρην διαφθείρει
<διακορίζεται>
διαπαρθενεύεται
[<διακοινώνησον>
διασείσθητι ἐν τῇ πορείᾳ. ἔνιοι πόνησον]
<διακονῆσαι>
κατεργάσασθαι. ἀπολέσαι. βλάψαι
<διακόνιον>
μάζα ἢ ζωμός, καὶ ἡ κρηπὶς τοῦ πλακοῦντος (Pherecr. fr. 156), οἱ δὲ πέμματα ἐξαπτόμενα τῆς εἰρεσιώνης
<διακονίς>
ἐπὶ ὑφῆς ἱματίου ἀνωμάλου, ὅ φαμεν <κονίζειν>. καὶ ἄνθρωπος ὁ μὴ πυκνός
†<διακονίς>
διακόσμησις
<διακοσμησαμένω>
διακοσμησάμενοι. δυϊκῶς
<διακορίζεσθαι>
βλέπειν, ἀτενίσαι
<διακεχλοιδέναι>
θρύπτεσθαι
<διακωχή>
ὁ μεταξὺ χρόνος, καὶ διάστημα χρόνου (Thuc. 3,87,1)
*<διακραδαίνοιντο>
κινοῖντο. <Κραδαίνειν> γὰρ τὸ κινεῖν AS
<Διακρεῖς>
<οὐ> μόνον Εὐβοέων τινές, ἀλλὰ καὶ Ἀθηναίων· καὶ τόπος τῆς Ἀττικῆς καὶ ἡ χώρα <Διακρία>, ἡ ἀπὸ Πάρνηθος εἰς †βαλυλῶνος
<δι' ἄκριας>
κατὰ τὰς ἀκρωρείας (ι 400)
*<διακριβοῦν>
ἀκριβῶς σαφηνίζειν (2 Macc. 2,28) AS
*<διακριδόν>
ἐν διακρίσει ἄριστον (Μ 103) n
<διακριδὸν διαστάντος>
χωρὶς ὄντος
<διακρινθέντας>
χωρισθέντας (Υ 141) S
<διακρινθεῖτε>
διακριθείητε, διαλυθείητε (Γ 102)
<διακρινθήμεναι>
διακριθῆναι, χωρισθῆναι (Γ 98)
<διακρῖναι>
διαχωρίσαι
<διακρινομένω>
διακρινόμενοι. δυϊκῶς
*<διακρινομένων>
μαχομένων (AS)
<διακρίνουσιν>
*διαχωρίζουσιν (Β 475) (vgA) μεσιτεύουσι
*<διάκρισις>
διαίρεσις. r. AS φθορά. διάλυσις
<διακρότως>
σκληρῶς. ἀποκρότως
*<διακρούεσθαι>
ἐξωθεῖν. ἢ ὑπερτίθεσθαι, καὶ ἄλλοτε ἄλλως διαναβάλλεσθαι (Dem. 19,168 ..) vgAS
*<διακρουόμενοι>
διαφεύγοντες Sn
*<διακρούσασθαι>
ἀποῤῥῖψαι AS
<διὰ κτῆσιν δατέοντο>
τὴν οὐσίαν διεμέριζον (Ε 158)
<διάκτορος>
ἄγγελος, ἀπὸ τοῦ διάγειν τὰς ἀγγελίας· ἢ οἷον διατόρως καὶ σαφῶς διαλεγόμενος. ἄγγελος γὰρ ὁ θεός (B 103 .. ε 43)
*<διάκτορος>
εἰρηνικός (Β 103) ASn
*<διάκτορσιν>
ἡγεμόσι. βασιλεῦσιν n
*<διάκτωρ>
διάκονος, ἢ ἄγγελος, ἀπαγγέλλων gAS
<διακυδόμεναι>
διαχεόμεναι
*<διακυκῶσι>
διαταράττουσιν vgAS
<διακυνοφθαλμίζεται>
διυποβλέπεται. διανεύει. ἢ ἀναιδῶς ἀνθίσταται (Com. ad. fr. 975)
<διακυρίττεσθαι>
ἀντιμάχεσθαι· κυρίως δὲ κριῶν
*<διακωδωνίσαι>
δοκιμάσαι (AS)
*<διακωδωνισθέντες>
διαφημισθέντες· gAS ὡς ἐπὶ τὸ πλεῖστον δὲ ἐπὶ τῶν διαπαιζομένων vgAS καὶ χλευαζομένων S λαμβάνεται vgAS
<διακωμῳδῶ>
διατραγῳδῶ  : <διακωνῆσαι>· διακλύσαι· ἀπὸ τοῦ <κωνῆσαι>, ὅπερ ἐστὶν πίσσῃ χρῖσαι
†<διάλ>
τὴν ἔλαφον, Χαλδαῖοι
<διαλαβεῖν>
παλαιστρικόν τι <σχῆμα>
*<διαλαβών>
διαγινώσκων AS, [<διαλλαγή>· φιλία] διαχειρίσας, S δεξάμενος gSΣ [ἀγαθός, ἔνδοξος] [<διαλλακτής>· φιλιώτης, gASP μεσίτης] διελθών
<διαλάμπει>
ὡραΐζεται
[<δι' ἅλα>
διὰ τῆς θαλάσσης]
*<δι' ἅλα πορφυροειδῆ>
διὰ τῆς μελαίνης θαλάσσης (Eur. Tro. 124) AS
<διάλας>
τὰς δήλας καὶ φανεράς
<διάλαυρος>
οἰκία μεγάλη πανταχόθεν λαύραις διειλημμένη, ἡ λεγομένη <περιάμφοδος>
<διαλεγδόν>
διαφερόντως
<διαλέγειν>
ἀνακαθαίρειν, ᾗ δέον ἀπιέναι ἢ ἐκπλεῖν· ἀπὸ δὲ τῶν πεσόντων ἡ μεταφορά
<διαλέγεσθαι>
ἐπὶ τοῦ συνουσιάζειν (Hyperid. fr. 171 J.)
<διαληκᾶσθαι>
διασύρειν. διαμωκᾶσθαι
<διαλεκτικός>
πολύλαλος
*<διάλεκτος>
ὁμιλία. λαλιά AS
<διαλαχόντα>
κληρωσάμενα
*<διάλλασσε>
διάλυε AS
<διαλελημμένων>
διαδεδεμένων. ἢ διακρατουμένων ἑκατέρωθεν
*<διαλελοίπασιν>
ἐπαύσαντο AS
*<διάληψιν>
ἐνθύμησιν. ASn ἢ γνῶσιν (2. Macc. 3,32) Sn
*<διάλειμμα>
διάστημα r. Σp
*<διαλείμματος>
τοῦ διαχωρισμοῦ AS
<διαληλιμμένη>
ἠλειμμένη, κεχρισμένη
<διαλέξαι>
διορύξαι
<διαλήξεις>
[διαλέξεις] διαιρέσεις κλήρου (Antiph. fr. 64)
<διάλεξις>
ὁμιλία
<διαλλαγαί>
μεταβολαὶ καὶ διαλλάξεις, Λάκωνες ἐπὶ τῆς ἔχθρας
*<διαλλαγῶ>
διαχωρισθῶ s
<δι' ἀλλήλων>
...  : [*<διαλλύος>· ὁ ἀντὶ ἄλλου διακονῶν AS]
<διαλογισμοί>
ἀδολεσχίαι
<διάλογος>
λόγος. ποίημα
<δίαλον>
φανερόν
<διαλουφῶν>
διατίλλων, ὀλούφων. οἱ γὰρ Ἀττικοὶ τὸ τίλλειν. οἱ δὲ τὸ ἐκλέγειν τῶν σπορίμων τὴν πόαν
<διαλύγισμα>
διαπλοκή
<διάλυσις>
διάκρισις. φθορά. διαχωρισμός
*<διαλυγίσαντες>
κάμψαντες. περικλάσαντες AS
†<διαλαος>
οἱ μὲν ἐπιμυλίδιον δαίμονα· ἄλλοι δὲ παιδιᾶς εἶδος, ἐν ᾗ διαλέγουσι τὰς ψήφους. βούλεται δὲ λέγειν ὁ Κρατῖνος (fr. 402) τὸν ἔσχατον τῶν πόρνων
*<διαμαρτάνει>
ἀποτυγχάνει (AΣ)
<διαμαρτυρία>
δίκη τις ὁμοία τῇ <παραγραφῇ>· ταύτῃ δὲ ἐναντία ἡ <εὐθυδικία>
*<διαμαρτών>
ἀποτυχών, ἢ διασφαλείς (Dem. 24,48 ..) AS
*†<διάμαστος>
θεός AS [καὶ <διάματος>]
<διαμάττειν>
διαφυρᾶν τὰ ἄλφιτα πρὸς τὸ ποιῆσαι μάζας (Ar. Av. 463?)
*<διαμάχη>
μάχη (Phil. op. mund. 33 ..) AS [διαμελεοί· οἰκέται]
<διαμαξαμένη>
διασμηξαμένη. διαψησαμένη
*†<διαμελεοί>
οἰκέται AS
*<διαμέλλει>
ἀναβολῇ χρῆται AS
<διαμεμετρημένην ἡμέραν>
ἐπὶ τῶν μεγάλων δικῶν τὴν ἡμέραν ἐμέριζον εἰς διαστήματα (Dem. 19,120)
<διάμεσοι>
οὕτως ἐλέγοντο παρὰ Ἀθηναίοις οἱ μέσοι τῶν πλουσίων καὶ πενήτων
[<διαμέστας>
ἀλαζόνα. ἐξαλλάκτην]
<διάμετρος>
ὄργανον γεωμετρικόν. καὶ τὸ διδόμενον εἰς ἀπουσίας λόγον τοῖς τοὺς σιτικοὺς καρποὺς μετροῦσιν
<διαμετρητῷ>
διαμεμετρημένῳ (Γ 344)
*<διαμευστάς>
ἀλαζόνας (AS)
<διαμῆσαι>
διαθερίσαι. *[διακόψαι, Σ διατεμεῖν
<διάμησε>
διέκοψε, διέτεμε. διεθέρισε (Γ 359)
*<διαμευτής>
ψεύστης, ἀπατεών As  : <διαμηρίσαι>· τοῦτο καὶ ἐπὶ παίδων ἀῤῥένων (Ar. Av. 706) καὶ θηλείων (Ar. Av. 669) ἔλεγον
<διάμοιος>
ὁ ἀντ' ἄλλου διακονῶν
*<διαμοιρᾶσαι>
διαμερίσαι (Eur. Hec. 1077 ..) AS(n)
<διαμοιρωμένα>
διαιροῦσα, καὶ διαμερίζουσα
*<διαμπάξ>
διόλου, r. vgASP καθόλου AS διηνεκῶς (Eur. Bacch. 994), ἐξεναντίας P
(*)<διαμπείρας>
διακεντήσας
*<διαμπερές>
διόλου r. gSn †παραγύρως. σαφῶς. τελείως διαμπάξ (Ε 112)
*<διαμπερέως>
σαφῶς. τελείως AS
<διαμύθησις>
παραλογισμός r
<διαμυλλαίνειν>
χλευάζειν. ἐπὶ τοῦ [τὰ χείλη διαστρέφειν r διαμωκᾶσθαι.
<διαμπερονήσει>
διατρήσει· διατμήσει. διακόψει. διακεντήσει. προσηλώσει
<διαπραθέειν>
διαπορθῆσαι (Η 32)
[<διαμφάδιον>
ἀλλοῖον AS <μέλος> S]
<διαμφίδιον μέλος>
ἀλλοῖον, διαπαντὸς κεχωρισμένον. <Ἀμφὶς γὰρ χωρίς. Αἰσχύλος Προμηθεῖ δεσμώτῃ (556)
*<διαμώμενοι>
διασκάπτοντες (Thuc. 4,26,2) gnΣ
*<διαμῶσαι>
ζητοῦσαι (Eur. Bacch. 709) AS
<δῖαν>
*μεγάλην ἢ ἔνδοξον (Β 615) AS. τὸν οὐρανὸν Πέρσαι (Hdt. 1,133,2) καὶ τὴν νῦν καλουμένην Νάξον (λ 324)
<διᾶναι>
σμῆξαι. πλῦναι
<διανακωχή>
διανάπαυσις, οἷον ὁ μεταξὺ χρόνος
*<διάνδιχα>
διαφερόντως. χωρίς. S ἢ διχῶς (Α 189) gAS
<διαναυσθλοῦσθαι>
διαπλεῦσαι
†<διανδής>
πολυχρόνιος. Κρῆτες
*<διανεῖμαι>
διαδοῦναι vgAS
<διανεκές>
διὰ παντός (Plat. Hipp. mai. 301 b)
*<διανέμεται>
μερίζεται AS
*<διανεμηθῇ>
διαδοθῇ (Act. Ap. 4,17) AS
[<διανεύει>
τρέφει. κυκλεῖ]
<διανείμαντε>
διανείμαντες. δυϊκῶς
*<διανηξάμενοι>
διακολυμβήσαντες vgAS διαπεράσαντες S  : <διανίζει>· κρουνίζει. *[διακλύζει. πλύνει AS
*<διανίζεται>
νίπτεται. καθαίρεται vgAS
<διάνιον>
κονία
<διανοητικόν>
...
*<διανοηθείς>
μεταμεληθείς. ἐνθυμηθείς (Gen. 8,21) AS
<διανοοῦμαι>
λογίζομαι
*[<διαντεθῆναι>
τελειωθῆναι AS]
*<διανυκτερεύοντες>
ἀγρυπνοῦντες πᾶσαν τὴν νύκτα AS
*<διανυσθῆναι>
τελειωθῆναι gAS
<διαξιφίσασθαι>
ξίφεσι διαγωνίσασθαι <κυρίως· ἤδη δὲ> καὶ <τὸ> μαχέσασθαι (Ar. Eq. 781)
<διὰ πάντων κριτής>
Βοηθός φησι ἐν τοῖς περὶ Πλάτωνος, ὅτι ὁ νομοθέτης ἐκέλευσε τοῖς κρίνουσιν γράφειν τὰ κεφάλαια ἕκαστον (Plat. rep. 9,580a)
<διαπαρθενεύει>
φθείρει κόρας
*<διαπαρατριβαί>
ἐνδελεχισμοί, [ἐνδελέχειαι (1. Tim. 6,5) vgAS
<διαπατταλευθήσει>
τρόπῳ βύρσης διαταθήσῃ παττάλοις (Ar. Eq. 371)
<διαπεπαρμένον>
τοῖς ἥλοις πεπηγμένον
*<διαπείραντες>
διακεντήσαντες AS
<διαπέπλιχε>
διαβέβηκε· <πλίγματα> γὰρ βήματα
<διαπεπλιχώς>
διεστώς. κεχηνώς (Hippocr. mul. 2,167?)
*<διαπερᾶναι>
τελειῶσαι (Plat. leg. 1,625b?) P (vgAS)
*<διὰ περιόδων>
διὰ κύκλων AS
<διαπεττεύων>
μεταφέρων· μετῆκται δὲ ἀπὸ τῶν πεττῶν
<διαπεττεύεσθαι>
πεττοῖς ἀποπαῖξαι. ἤδη δὲ καὶ τὸ συντελέσαι
<διαπερδικίσαι>
διαλινῆσαι. καὶ διαφυγεῖν (Com. ad. fr. 87)
<διαπεπλίχθαι>
διηλλάχθαι τὰ σκέλη, καὶ ἀντιβαίνειν
†<διαπνεύστας>
παραλογιστικῶς
<διαπέφλοιδεν>
διακέχυται
<διαπεφρούρηται βίος>
Αἰσχύλος Φρυξίν (fr. 265) οἷον ἡ διὰ τοῦ βίου φρουρὰ συντετέλεσται, ἢ διελήλυθεν ὁ χρόνος
*†<διαπέφροιδεν>
†ἐγείρει. διακέχυται AS
†<διαπεφρυκέναι>
διεσκέφθαι. καὶ καθεωρακέναι
<διαπηνηκίσαι>
διακεφαλαιῶσαι. <Πηνήκη> γὰρ γένος περικεφαλαίας. οἱ δὲ τὸ ἀπατῆσαι, ἀπὸ τῆς πηνήκης (Cratin. fr. 282)  : *<διαπεφωνήκαμεν>· ἀπωλόμεθα (Ezech. 37,11) (vg)AS
<διαπιδύει
... διαπηδᾷ>· ... (Hippocr. Hum. 11. Nat. puer. 21)
<διαπίνειν>
προπίνειν. Ἐπιγένης (fr. 8, II 419 K.)
*<διαπληκτίζονται>
διαμάχονται vgAS, φιλονεικοῦσι AS
†<διαπλήσσειν>
διέλκειν. διαπλέκειν
<διαπλήσσοντες>
διασχίζοντες (Ψ 120)
<διαποδίζων>
βασανίζων, ἐπιμελῶς ἐξετάζων
[<διαποδισμός>
εἶδος ὀρχήσεως, ἢ ἁλμοῦ]
*†<διαπονδαρίζει>
διαναβάλλεται, διαναῤῥίπτει AS
*<διαπονηθείς>
λυπηθείς (Act. Ap. 16,18) AS
*<διαπόρησις>
ἀμφιβολία, ἀπορία (v) ASP
*<διαπορθμεῦσαι>
[πραιδεῦσαι]. διαπερᾶσαι (Hdt. 5,52,4) SPn (vg)
*<διαπορθμεύων>
διακομίζων vgAS
<διαπρήσσειν>
κατεναντίον διελθεῖν. καὶ τάσσειν. ἢ σπεύδειν
<διαπορπακίσαι>
<τὸ> διὰ τοῦ πόρπακος [τῆς λαβῆς τὸ] διενεῖραι τὴν χεῖρα
*<διαπραθέειν>
ἐκπορθεῖν (Η 32) AS
*<δι' ἀπορήσεων>
δι' ἀμφιβολιῶν AS
*<διαπρέπειν>
διαφέρειν AS προκόπτειν
*<διαπρεπής>
ἔκδηλος, ἐπίσημος vgAS
*<διαπρέψας>
λαμπρὸς φανείς vgAS
*<διαπρήσσουσα>
διατέμνουσα, n διασχίζουσα (Α 483)
*<διαπρίζει>
διαπερᾷ (n) p
<διαπρίεται>
†διαγοράζει. [μαίνεται r
*<διαπρήσσει>
τάσσει. ἀπατᾷ, ψεύδεται. AS διαπερᾷ p
<διαπρήσσοντες>
διατέμνοντες. καὶ διαπερῶντες
*<διὰ πρό>
<δι'> ὅλου AS διαμπάξ S, διηνεκῶς
<διὰ πρό>
διαμπάξ. δι' ἐναντίας
<διὰ πρὸ δέ>
διαμπάξ, δι' ὅλου (Ν 388)
<διὰ πρὸ δὲ εἴσατο καὶ τῆς>
διῆλθε δὲ καὶ δι' αὐτῆς (Δ 138)
<διαπρύσιον>
*διαπορεύσιμον. SPn μακρόν S διὰ πάντων διεξιόν ASn ἐξάκουστον r A μέγα (Θ 227) (vgAS) διάτονον
*<διαπτάντος>
πετασθέντος (Sap. 5,11) vgAS
*<διαπταῖσαι>
σφαλῆναι n  : [<διαπτεῖν>· ὁρμᾶν]
[<διαπτύς>]
... <διαπτερῶσαι>· ἀνευρῦναι. διαστῆσαι (Hippocr. acut. 58)
<διάπτυε>
<διαπτύει>· ...
<διαπύλιον>
τέλος τι παρ' Ἀθηναίοις οὕτω ἐκαλεῖτο
*<διαπυνθάνεται>
ἐρωτᾷ vgASn
<διαπυρισθέντα>
διοργισθέντα
*<διαπρύσιος>
μέγας, διαβόητος (r) vgASw
*<διάπυρος>
θερμός r. g(AS)
*<διαρθροῦν>
ὁμολογεῖν w (S)
*<διαρθρούμενον>
ἀκριβούμενον vgAS
*<διαρθροῦν>
διαδηλοῦν SPnw
<διαριθμουμένην>
διαλογιζομένην
<διαρικνοῦσθαι>
ἐπὶ σχήματος ὀρχηστικοῦ τίθεται. ὁτὲ δὲ ἐπὶ τοῦ συνεστράφθαι (Cratin. fr. 219)
<διάρινον>
τὸ σίναπυ r
*<διαριπίζεσθαι>
διακοντίζεσθαι AS
*<διαρκές>
ἀρκέσαι [μὴ] δυνάμενον (g)
<διαρκέσαι>
βοηθῆσαι [<διαρκές>]
*<διαρκῆ>
ὠφελοῦσαν n ἢ ἐξαρκοῦσαν (Thuc. 1,15,1? Dem. 3,33?)
<διαρκέστατοι>
πλήρεις. ἀνενδεεῖς
*<διαρκῶς>
ἀσφαλῶς. δι' ὅλου AS ἀρκούντως. δαψιλῶς vgAS ἱκανῶς gS
<δίαρμα>
κούφισμα np
<Δι' Ἅρματος>
τόπος ἐν Πάρνηθι τῆς Ἀττικῆς
<διάρογχας>
τὰ μεταξὺ τῶν ἐπιδέσεων διαστήματα (Hippocr. med. off. 7?)
<διαροθεῦντα>
διασοβοῦντα
<διαῤῥαίσει>
διαφθερεῖ (Ι 78)
<διαῤῥαισθέντος>
διαφθαρέντος (Greg. Naz. c. 2,1,1,189 [37,984]) r
*<διαῤῥαῖσαι>
διαφθεῖραι (Β 473) r. gAS
<διεῤῥαῖσθαι>
διεφθάρθαι
<διαῤῥαίειν>
διαπορθεῖν
*<διαῤῥεῖν>
διαχεῖσθαι vgAS
*<διαῤῥέοντες>
χαῦνοι, καὶ διαλελυμένοι (A) S
*<διαῤῥέουσα>
τρυφηλή (g) S  : *<διαῤῥέουσαι>· διαφθείρουσαι Sn
*<διαῤῥήδην>
φανερῶς. r. vgAS σαφῶς (Greg. Naz. 21,33 p. 1121 c) vg
*<διαῤῥήκτας>
ἐπιβούλους AS
<διαῤῥήξας>
συντρίψας. r σχίσας (Marc. 14,63)
*<διαῤῥήξωμεν>
ἀποῤῥίψωμεν (Ps. 2,3) S(A)
*<διαῤῥυῆναι>
διαφθαρῆναι r. vgAS
<διαῤῥύτους>
διηντλημένους
*<διαρτᾶν>
διασείειν s καὶ ἀπαρτᾶν
*<διαρτᾷ>
κρεμνᾷ. ps διαρμόζει AS
<διαρταμῆσαι>
διελεῖν, κατακόψαι
<διάρτασον>
διάστειλον (Aesch. fr. 318)
<διαρτίζων>
ἀρτία καὶ συνετὰ φθεγγόμενος
*<διαρτίσαι>
ἀναπλάσαι (Iob 33,6?) vgAS
*<διαρτωμένων>
καταρτιζομένων gAS
<διαρύτειν>
ἀντλεῖν
<δίαρχοι>
οἱ Ἑλληνοδίκαι
<διὰ ῥωπήϊα πυκνά>
διὰ χωρίων, ἐν οἷς ῥῶπες φύονται πολλοί. οἱ δὲ ῥῶπες εἶδος φυτοῦ ἱμαντῶδες. *διὰ τῶν συμφύτων τόπων AS (Ψ 122)
<διαρωχμίας>
διαστάσεις
<διασαλακώνισον>
ἀντὶ τοῦ διασαλακώνευσον, οἷον τρυφερῶς βάδισον· τοὺς γὰρ θρυπτομένους <σαλάκωνας> ἔλεγον, ἴσως ἀπὸ τοῦ σαυλοῦσθαι, ὅπερ ἐστὶν θρύπτεσθαι· <σαλάκωνα> δέ φασιν τὸν οὗ μὴ δεῖ δαπανῶντα (Ar. Vesp. 1169)
†<διασάτηρ>
διαπαίζειν. Λάκωνες
<διασαλακώνισον>
διάνυσον. ἀπὸ τοῦ ἐγκεῖσθαι τὸν σαλάκωνα (Ar. Vesp. 1169)
<διασαλακώνισμα>
ἀσελγές τι σχῆμα
<διασαρδονίσαι>
τὸ προσποιητῶς γελάσαι. τὸ δ' αὐτὸ καὶ †<σαρκωνίσαι>
<διασαυλούμενον>
διακινούμενον, καὶ ἐναβρυνόμενον, ἢ διασειόμενον (Ar. fr. 624)
*<διασαφεῖ>
διασαφηνίζει, ἀγγέλλει AS
*<διάσημος>
λαμπρότατος r. AS
(*)<Διάσια>
ἑορτὴ r Ἀθήνησι. καὶ σκυθρωποὺς ἀπὸ τῆς ἑορτῆς ἣν ἐπετέλουν μετά τινος στυγνότητος θύοντες <Διὶ Μειλιχίῳ> (Thuc. 1,126,5)
<διασιλλοῦν>
διασύρειν
<διασιλλοῦσι>
διαμωκῶνται
*<διὰ σκαιῶν>
διὰ τῶν ἀριστερῶν, ἢ τῶν πυλῶν τῶν οὕτω καλουμένων (Γ 263) AS
<διασκανδικίσῃς>
διευριπιδίσῃς· ἡ γὰρ τοῦ Εὐριπίδου μήτηρ σκάνδικας ἐπίπρασκε· <σκάνδικες> δέ εἰσιν εἶδος ἀγρίου λαχάνου (Ar. Eq. 19)
<διασκαριφῆσαι>
ἐπὶ ὀρνέων τῶν τοῖς ὄνυξι σκαλευόντων τὴν γῆν κυρίως λέγεται
<διασκεδάσει>
διασκορπίσει (r) (Esai. 44,25)
†<διασκελίδα>
σπυρίδα, ἣν ἔνιοι †<διασκάλων>
<διασκέπτεται>
διαλογίζεται
*<διασκευάζει>
κατασκευάζει AS
<διάσκεψις>
λογισμός
<διασκηνίψαι>
διαφορῆσαι. διασπεῖραι. <διεσκηνίφθη> δὲ διεσωματίσθη
*<διασκίδναται>
διασκορπίζεται r. gAS
<διασπαθᾶν>
ἀσελγῶς ἀναλίσκειν
*<διασμήχων>
διαξέων (r) ASdw
<διασπαράττει>
διασπᾷ. διαιρεῖ, διαμερίζει
*<διασπάσαι>
διαιρεῖν p διασπαράξαι. [διασχίσαι A
<διασπᾶσθαι>
ὁμοίως
<διασπιδέος πεδίοιο>
ἤτοι τοῦ μεγάλου πεδίου· ἢ τοῦ περιφεροῦς παραπλησίως ἀσπίδι· ἢ ἐν ᾧ πολλαὶ μαχομένων ἀσπίδες κατέπεσαν. λέγει <γάρ>· "κτείνοντες ... διά τ' ἔντεα καλὰ λέγοντες." (Λ 754 sq.)
<διασταδόν>
κεχωρισμένον
<διασταθμῆσαι>
διελεῖν
*<διασταλήσονται>
ἀφορισθήσονται (Gen. 25,23) AS
<διαστάντες>
<διεστηκότες> (Μ 86) S
<διέστησαν>
ἐχωρίσθησαν
*<διαστέλλεται>
διαμερίζεται. (Pp) ἀφορίζεται [διαστελλόμενον]
*<διαστελλόμενον>
<διαμεριζόμενον> AS(gn)
*<διαστέλλουσα>
S ὁμοίως (1 Reg. 3,1)  : <διάστημα>· <χάσμα> r [πόῤῥω, μακράν]
<διαστῆσαι>
δίχα καὶ χωρὶς στῆσαι, χωρίσαι
<διαστησαμένω>
διαχωρίσαντες. δυϊκῶς
*<διαστήτην>
διέστησαν. δυϊκῶς (Α 6) r. gAS
*<διαστίχειν>
διαπορεύεσθαι, Sn διελθεῖν
*<διαστίχονται>
διαπορεύονται S
*<διασχόντι>
διαστήσαντι ASn
*<διαστιχῶν>
διαπορευόμενος (Eur. Andr. 1090) (vgA)Sn
*<διαστιχοῦσα>
διαπορευομένη, διερχομένη (gA)
<διαστιχοῦσι>
διαπορεύονται
<διαστοιχισάμενος>
διαταξάμενος, ἀκολούθως διαθέμενος
*<διαστολή>
διάκρισις, διαίρεσις (Rom. 3,22) r AS
<διὰ στρεπτοῖο>
ἁλυσιδωτοῦ, ἐκ συνεστραμμένων τινῶν γεγονότος, ὑφαντοῦ (Ε 113)
<διαστρεφομένη>
†διαπορευομένη
<διαστύρακοι>
οἱ τὴν μὲν κόρην καὶ τὴν ἅλω μέλαιναν ἔχοντες, τὴν δὲ ἶριν ἔνωχρον
<διασυκάξαι>
διασκεδάσαι. Ταραντῖνοι
<διασύρει>
[διαπαίζει, χλευάζει (r)
*<διασύροντες>
χλευάζοντες, AS παίζοντες
<διασφάγες>
αἱ διεστῶσαι (r) πέτραι τῶν ὀρῶν (Hdt. 3,117)
<διάστροφον>
στραβόν (Eur. Bacch. 1122 ..)
<διασφυδῶσαι>
αὐξῆσαι [ἀπὸ τοῦ σφύζειν]
†<διασαφῶν>
δι' ἑαυτοῦ παρὰ Ἱπποκράτει
<διάσχεσις>
οὕτω λέγεταί τις ἐν μουσικῇ ...., ὡς τὸ <διάστημα>· Σέλευκος δὲ κροῦσμα μουσικόν
*[διασχῶ] <διασχών>
διαστήσας gPΣ
<διαταξαμένω>
διαθέμενοι. δυϊκῶς
<διατάξεων>
διοικήσεων
<διατάττει>
διακοσμεῖ. καθηγεῖται
<διὰ τάχους>
συντόμως
<διατέθεικεν>
εἰς συνήθειαν ἤγαγε
<διατεθώκηται>
διακεχώρισται
<διατείνειν>
διαῤῥήδην λέγειν, <ἀπο>λογεῖσθαι
*<διατείνεσθαι>
διαβεβαιοῦσθαι. φιλονεικεῖν r AS
<διατείνεται>
ἀπολογεῖται. *ὁμοίως (An)  : <διατείνομαι>· ὁμοίως r
*<διατεκμαίρεται>
διαστοχάζει (g) S σημειοῦται
<διατεκμαίρονται>
σημειοῦνται (Greg. Naz. c. 1,2,1,556 [37,564])
*<διατεκμαίρομαι>
στοχάζομαι n(AS)
*<διὰ τέλους>
διαπαντός vgAS
<διατέμνεται>
διασπᾶται. [διακόπτεται (s)
*<διατερσαίνοντες>
διαξηραίνοντες AS
†<διατεύονται>
μερίζονται
*†<διατεύοντο>
ἐμερίζοντο AS
<διατινθαλέος>
διάπυρος (Ar. Vesp. 329)
*<δια τί>
<χάριν τίνος αἰτίας, ἢ ἕνεκεν τίνος> A
*a) <δόκησις>
ὑπόνοια AS b) <διατιμᾶται>· <δοκιμάζεται> g [διατειχίζεται, διατείχισμα]
<διατειχίζειν>
ὅταν πολέμου ὄντος συγκλεισθῶσι, τὰς ῥύμας διατειχίζουσιν, ἵνα μὴ εὐκατάληπτοι ὦσιν
<διατλάς>
ὑπομείνας. καρτερήσας. κακοπαθήσας
<διατμήξας>
λεπτύνας. ἀφανίσας. [διελών. r διασπάσας. *[διακόψας (Φ 3) (vgAS)
[<διατινθάλεος>
διάπυρος]
<διάτοιχοι>
οἱ ἀπὸ τοίχου ἐπὶ τοῖχον
*<διατόνια>
κρίκους (Exod. 35,11) AS
*<διάτορον>
ἐξάκουστον gAS
<διατόρον>
*ὀξύτονον gA καὶ στύραξ
<διάτραμις>
διεῤῥωγὼς τὴν τράμιν, τὸν ἀπὸ ὀσχέου ἐπὶ τὰ ἰσχία τόπον· (Stratt. frg. 74) <τράμις> γὰρ τὰ ἰσχία· καὶ φωνὴ δέ τις οὕτω καλεῖται ὑπὸ τῶν φωνασκῶν
*<διατρανοῦν>
σαφηνίζειν (r). n
*a) <διατρίβει>
διάγει, παρέλκει AS b) [...· ἐπὶ πολὺν χρόνον διατηρήσεις]
<διατριβῆναι>
ἀπολέσθαι (Thuc. 8,78)
<διατρίβοιτε>
παίζοιτε. παρ' Ὁμήρῳ (Δ 42 ..) δὲ <διατρίβειν>· ἐμποδίζειν. παρέλκειν. παρακρούεσθαι
(*)<διατροφάς>
βρώματα (1. Tim. 6,8)
<διατροχάδες>
εἶδος ποιήματος, ὡς ἱστορεῖ Πραξιφάνης [ὄνομα κύριον]
<διατρύγιος>
τρυγήσιμος, ἔγκαρπος, διὰ τὸ τὴν τρύγην ἔχειν. τινὲς δὲ ὁ διὰ μέσων ἀμπέλων κατεσπαρμένος τόπος. οἱ δὲ τόπον ἀγροῦ ἤδη πεπείρων σταφυλῶν· οἱ δὲ ἀνθοῦντα (ω 342)
<διατρυφέν>
κλασθέν, ἀνατριφθέν (Γ 363)
<διαττᾶν>
διασήθειν (Plat. Soph. 226 b?)
*<διᾴττειν>
ὁρμᾶν Sn
*<διᾴττειν σθένος>
ὁρμᾶν διὰ δυνάμεως AS
<δι' ἀτέλειαν>
<διὰ> τὸ ἄπρακτον, παρὰ Σώφρονι (fr. 140). τινὲς δὲ γράφουσι <δι' ἀγγελίαν>
†<διαττερίσαι>
διαδρᾶναι
<δίαττος>
ἡ ἀλευρόττησις, τὸ κόσκινον
*<διᾴττοιεν>
βαδίζοιεν AS
[<διᾳττοῖαν>
τρίβον]
*<διᾴττουσιν>
διατρέχουσι vgAS
(*)<διᾴττοιεν τρίβον>
ὁρμήσουσιν ὁδόν
*<διατυποῦται>
διατίθεται. διαπλάττεται AS
<διατύψαι>
διὰ στενοῦ διελθεῖν
*<διαυγάσαι>
φωτίσαι (2. Petr. 1,19) AS
<διαυγεῖσθαι>
διορᾶσθαι
*<διαυγές>
λαμπρόν, φωτεινόν (v) P
<διαυλία>
ὅταν δύο ᾄδωσι [γράφεται ἄιδωσι]
<διαύλιον>
ὁπόταν ἐν τοῖς μέλεσι μεταξὺ παραβάλλῃ μέλος τι ὁ ποιητὴς παρασιωπήσαντος τοῦ χοροῦ· παρὰ δὲ τοῖς μουσικοῖς τὰ τοιαῦτα <μεσαύλια>
*<δίαυλος>
μέτρον πηχῶν <σ#> vgAS
*<διαύλους>
στενοὺς τόπους (AP) S ὁδούς AS
†<δίαυρος δαλός>
διάπυρος
†<διαύχην>
εὐεξίαν
*<διαφαίνει>
διαδείκνυσι gAS
<διαφανής>
ἐπιφανής. [ἐπίσημος r
*<διαφανές>
λαμπρόν. r διάπυρον A
<διαφαυσκούσῃ>
... διαφαίνειν (Hdt. 3,84.9,45,2)
<διαφάσσειν>
διασιλλαίνειν
*<διαφέρει>
ἀνήκει. προύχει, ὑπερέχει, βέλτιόν ἐστι AS
*<διαφέρονται>
μάχονται AS
*<διαφέρεσθαι>
βαστάζειν. ἀμφιβάλλειν AS
*<διαφερόντως>
ἐξαιρέτως r. vgAS  : <διαφθέρσει>· διαφθερεῖ (Ν 625)
*<διαφορᾶς>
ἔχθρας. (Σ) βδελυρίας (Thuc. 1,81,4 ..)
<διάφλοισβοι>
τεταραγμένοι
*<διαφόρημα>
παίγνιον (Ierem. 37,16) AS
<διάφορον>
ἀμφίλεκτον. καὶ ἀνάλωμα <διάφορον>
†<διαφοιγοιμόρ>
ὑπὸ Λακώνων ἐπὶ πάσῃ ἡμέρᾳ τῆς τῶν φιδιτίων σιτήσεως
*<διαφορώτερον>
κρεῖττον. ὑψηλότερον (Hebr. 1,4) AS
*<διαφοροῦντές σε>
παίζοντές σε (Ierem. 37,16) AS
†<διαφράγιον>
ἀλλοῖον, καὶ διάφορον
*<διάψαλμα>
μουσικοῦ μέλους ἢ ῥυθμοῦ τροπῆς γινομένης, ἢ διανοίας καὶ δυνάμεως λόγου ἐναλλαγῆς (Ps. 3,5) g
*<διαφρονέων>
διανοούμενος g
<διαφλύξιες>
ὑπερφλοισμοὶ ὑγροί [καὶ ὁ ἐν διαφορᾷ τινι γεγονώς]
<διαφυαί>
διακοπαί. διαλογαί
<διάφρυκτος κλῆρος>
κύαμος· ὁ γὰρ κύαμος παρὰ Ἀθηναίοις φρυκτός· ἐλάμβανον δὲ οἱ δικάζοντες τοῦτον ἀντὶ ψήφου
<διαφυγετεῖν>
παρ' ἐλπίδα σωθῆναι
<διάφυσος>
φασκίς
<διαφῦσαι>
διελεῖν
<διαφύσσειν>
διαντλεῖν. καὶ χωρίζειν
*<διαφωνεῖν>
μὴ συμφωνεῖν (vgAS)
<διαχαράττω>
ξέω
<διαχέαι>
διαμελίσαι
†<διαχεθῇ>
διασχεθῇ
<διαχειρίζει>
διοικεῖ
*<διαχέομαι>
ἥδομαι. vgAS χαίρω
<διὰ χειρὸς ἔχειν>
τὸ φυλάττειν (Thuc. 2,13,2)
<διαχειροτονία>
ἡ τῆς χειροτονίας διάκρισις ἐν πλήθει γινομένης (Dem. 22,9; 24,25)
*<διαχεῖται>
διαχέεται. χαίρει gP
*<διαχειρίζεται>
φονεύει vgAS
<διαχεῦαι>
διακόψαι
<διαχοῦ>
διαχώννυε
<διαχρόν>
χλιαρόν
<διὰ χρόνου>
διὰ παντός  : <διαχρῆσθαι>· καταχρῆσθαι
*<διαχρώμενοι>
ἀναιροῦντες AS
*<διαχύσει>
ἁπλώσει AS
*<διάχυσις>
ἔκστασις ὕδατος. AS χαρά. vgAS σύγχυσις S
<διαχύτλαζε>
διακίνει. πλάτυνε. ἢ διάχει. ἢ διακάθαιρε. ἢ διάκρινε. οἱ δὲ πολλοὶ διύγραινε
<διαχωρήσαντε>
διαχωρήσαντες. δυϊκῶς
[<διαψαθάλλειν>
διαστέλλεσθαι πρὸς ἔρευνα]
<διαψαίρειν>
διακαθαίρειν (Eur. fr. 926)
<διαψαίρουσι>
διαπνέουσι. (r) καὶ <ψαίρειν> λέγομεν <τὸ ἱστίον>, ὅταν ἐλαφρῶς διαπνέηται (Ar. Av. 1717)
<διαψαλάττεσθαι>
τὸ εἰς ἔρευναν διαστέλλεσθαι
<διαψηφίζεσθαι>
τὸ ψηφοφορεῖν ἐν δικαστηρίοις
<διαψήφισις>
ἡ ἐξέτασις τῶν πολιτῶν ἡ κατὰ δήμους γινομένη
<διαψοφεῖν>
τὸ παραψοφεῖν
<Δῖα βάλανα>
κάρυα Ποντικά
†<διάβαλον>
μέλι καὶ <γάλα>, μελίκρατον
[<δίβαν>
ὄφιν. Κρῆτες]
<δίβολον>
r φᾶρος διπλοῦν
<διβόλους χλαίνας>
οἱ μὲν διμίτους, οἱ δὲ διπλᾶς
<δίγαμμα>
στοιχεῖόν τι
[<δίγηρες>
στρουθοί]
<δίγλωσσον>
διχόμυθον
<δίγονος>
περιστερά
<δίγονος μάσθλης>
ὁ διπλοῦς. ἢ δυσὶ χρώμασι κεχρωμένος (Soph. fr. 125)
<δίδραχμον>
τὸ τέταρτον τῆς οὐγκίας
<διδασκαλία>
παραίνεσις, νουθεσία
<διδάσκαλος> <<χοροῦ>>
πᾶς ὁ ἐνεργῶν τι περὶ τὴν δραματοποιίαν καὶ <τὴν> τῶν κυκλίων χορῶν παρασκευήν q
<διδασκέτωσαν>
διδαξάτωσαν
<διδασκῆσαι>
διδάξαι (Hes. op. 64)
<διδέασιν>
δεσμεύουσι (Xen. Anab. 5,8,24) r
<δίδει>
δεσμεύει r
<δίδη>
ἔδησεν (Λ 105)
*<δίδημι>
δεσμεύω g  : <διδῆναι>· δῆσαι
[<διδίσκετο>
ἠσπάζετο]
<διδέντων>
δεσμευόντων (μ 54)
<διδίσσεται>
φοβεῖ
[<διδήμονες>
δημοί. ἄθλιοι]
<διδυμάονε>
οἱ δίδυμοι (Ε 548), ἀδελφοὶ r δὲ οἱ κεχωρισμένοι τοῖς σώμασιν ἐν μιᾷ γαστρὶ γεγενημένοι· οἱ δὲ συμφυεῖς δίδυμοι λέγονται (Ψ 641)
<διδράσκων>
φεύγων (r)
<διδυμίου ῥίζα>
βοτάνης εἶδος. καὶ ὁ ὄρχις δὲ οὕτως λέγεται
<δίδυμοι>
παρὰ τῷ ποιητῇ <διδύμους> ἀκούουσι τοὺς διφυεῖς (Ψ 641), <διδυμάονε> δὲ οὓς ἡμεῖς διδύμους (Ε 548). δηλοῖ δὲ καὶ δύο
*[<δίδυξ>
τὸ τριβήδιν gS τοῦ ὀλβίου]
*<δίε>
ἐφοβεῖτο. ἐδεδοίκει (Ε 566) A
<διεβάλλοντο>
ἐξηπάτησαν
<διέβη>
παρῆλθεν r ἐπέρασε
<διεβλήθη>
ἐξηπατήθη
[<διέβη>
διὰ τέλους. ‖ δι' ἑαυτοῦ]
*<διεβοήθη>
ἐνεφανίσθη (Gen. 45,16) gAS
<διεγείρω>
ἐξυπνίζω
<διεγγύησις>
ἡ γινομένη [ἐγγύησις τῶν εἰς τὸ δεσμωτήριον ἀπαγομένων S
*<διέγνωκα>
κέκρικα gAS <διέγνων>· ....
[<διεγκρινισάμενοι>
διακρίνοντες]
<διέγραφεν>
διέξυε
*<διέδην>
διὰ τέλους r. AS
<διεδοιδύκισε>
διέτριψε, τὴν χεῖρα στρογγύλην <ποιήσας> (Com. ad. fr. 974)
†<δέδορκα>
πόπανον παρὰ Συρακουσίοις τετρημένον δι' οὗ ἔστιν διαβλέψαι
*<διέδρα>
ἀπέδρα. [καθέδρα] AS
<δίεδρος>
διαφανής. ἢ λαμπρά. καθέδρα  : *<διέζευκται>· κεχώρισται r. AS
*<<διέθει>·> διέθεε vgAS διέτρεχε gAS
*<διέθηκεν>
ἐτιμωρήσατο AS
*<διεθρύβη>
ἐκλάσθη. διετρίβη (Habac. 3,6) ASn
*<διειδές>
λαμπρόν r. vgAS, διαυγές. vgAS εὔδηλον
<διΐεται>
διυλίζεται
*<διϊέντα>
διαπέμποντα Sw
<διεκδῦσαι>
ἀποδρᾶσαι
*<διϊκνείσθω>
φθανέτω. κεχαλάσθω. ἐγγιζέτω ASn
*<διικνούμενος>
διερχόμενος. vgAS διαδυόμενος vg
*<διεῖλεν>
ἐμέρισε (Gen. 32,8 ..) r. AS
*<διειληφότες>
ἀντὶ τοῦ νομίσαντες ASps
*<δίειμι>
διέρχομαι vgAS
[<διείρεο>
ἐρώτα]
<διειπετέος>
χειμάῤῥου πληρουμένου διὰ τοῦ Διὸς ὄμβρου (Ρ 263)
*<διεῖπε>
διέπει S
*<διεῖπε>
περιήρχετο gΣ περιεῖπε. μετήρχετο AS
<διείρεαι>
διερωτᾷς (δ 492)
*<διείργων>
κωλύων (g)
*<διείρεο>
ἐρώτα (Α 550) ASn
<διείρηται>
διήγγελται
<διείς>
ἀνείς. καὶ διηθήσας (Sotad. com. fr. 1,27). *[διαπέμψας. ἁπλώσας (Deuteron. 32,11) AS
*<δίεισι>
προέρχεται. AS διέρχεται vgASn
[<διειλοκομπάσας>
σχιᾷ καὶ κόμπῳ ἐξηπατήσας]
<δίειξις>
διάστασις
<διειπεῖν>
διηγήσασθαι. διαλεχθῆναι
<διειρύσαι>
διαστῆσαι. διελκύσαι
<διεισόμεθα>
διαπορευσόμεθα. διαγνωσόμεθα
<διεκάναξε>
διέσεισε. διεσάλευσε (Eur. Cycl. 158)
*<διεκβολήν>
δίοδον (Ierem. 12,12) AS
*<διεκδικεῖ>
διεξέρχεται. τιμωρεῖται AS
*<διέκδυσιν>
ἀπόδρασιν ASn
*†<διεκθέστερον>
ἀκριβέστερον AS
<διὲκ θυρῶν>
τοὺς νεκροὺς οὕτω φασὶν ἑδράζεσθαι, ἔξω τοὺς πόδας ἔχοντας πρὸς τὰς αὐλίους θύρας
<διεκναίσθη>
ἀπώλετο  : <διεκνημώσατο>· διέφθειρε
<διεκομισάτην>
δυϊκῶς. διεκόμισαν
*<διεκόρησε>
διέφθειρε κόρην, vgAS διεπαρθένευσε S
*<διεκπαίσαντες>
διεκτρώσαντες gASΣ
*<διέκριθεν>
διεκρίθησαν AS ἀπελύθησαν. S ἐπαύσαντο (Β 815) AS
*<διεκρίθη>
ἐμερίσθη. ἐδίσταζεν. AS εὐλαβήθη (Rom. 4,20) (AS)
<διεκρινάτην>
διέκριναν. δυϊκῶς
<διεκρινάμην>
διέστησα, διεχώρισα (S) ἐδοκίμασα (AS)
*<διεκρουσάμεθα>
ἐξεβάλομεν AS
*<διεκτελέστερον>
ἀκριβέστερον r
<διελέγχοντος>
αἰσχύνοντος. μεμφομένου
*<διελεγχθῶμεν>
εἰς ἔλεγξιν ἀλλήλων ἔλθωμεν (Esai. 1,18) AS
*<διελεῖ>
μεριεῖ (Dan. 11,39) ASw ἐπικρινεῖ
*<διέλιπεν>
ἐπαύσατο AS
*<διελέξατο>
διελέγετο (Λ 407 ..) AS
*<διελέσθαι σκῦλα>
διαμερίζεσθαι πραῖδαν (Ps. 67,13) vgAS
<διελέτην>
διεῖλαν. δυϊκῶς
*<διελευσόμεθα>
παρερχόμεθα vgAS
<δειελιήσας>
τὴν δείλην διεξαγαγών. δειπνήσας (ρ 599)
[<διέλιτην>
δόλιον, κακοῦργον, καὶ πανταχοῦ διερχόμενον]
*<διέλθατε>
κυκλεύσατε AS
*<διέλθῃ>
διαπεράσῃ AS
(*)<διέλθωμεν>
διαπεράσωμεν (Marc. 4,35 ..)
<διέλθυρις>
διάμφοδος
<διελκυστίνδα>
παιδιά τις οὕτω καλεῖται ὑπὸ τῶν παίδων ἐν τῇ παλαίστρᾳ
<διελάφυξας>
διεφόρησας. ἀνήλωσας· (r)· <λαφυγμὸς> γὰρ ἡ διαφόρησις, ἢ διακένωσις (Com. ad. fr. 979?)
[<διελόησας>
τὴν δείλην διαίταν]
<διελομένου>
ἐπικρίνοντος. διαχωρισαμένου
[<δίελος>
δείλη ὀψία]
*<διελών>
διαμερίσας. διανείμας AS
*<διεμοιρήσαντο>
διεμερίσαντο AS
<διεμύλλαινε>
τὰ χείλη διεκίνει καὶ διέστρεφε μυσαττόμενος (Ar. Vesp. 1315)
<διέμπληντο>
ἐνεπεφόρηντο
<δίενος>
διέτης  : *<δι' ἐναντίας>· ἐχθρός AS
<διένειμεν>
διεμέρισε
<διενειμάτην>
διενείμαντο. δυϊκῶς
*<δι' ἔνδειαν φρενῶν>
διὰ μωρίαν gAS
<διενεγκόντα>
κρείττονα φανέντα, *[ἢ διαφέροντα (AS) n
*<διενεγυήσαμεν>
ἐνεχυρισάμεθα AS
*<διενηνοχώς>
ὑπερέχων AS
*<διενήνοχε>
διαφέρει r. vgAS παραλλάττει vgAS
<διενηνοχότων>
διαφερόντων
<διελινήσατο>
ἐξέφυγε
*<δίενται>
διώκονται (Ψ 475) S
*<δι' ἐντεύξεως>
διὰ παρακλήσεως (1. Tim. 4,5) vgAS
*<διεξαγάγῃ>
... AS
<διεξάγω>
ὁδηγῶ
*<διεξίμεναι>
διεξελθεῖν n (Ζ 393) διαφθεῖραι AS
<διεξερέεσθε>
διερωτᾶτε (Κ 432)
*<διέξεισι>
διεξέρχεται vgA
<διεξιφίσω>
διεμαχέσω (Ar. Eq. 781)
*<διεξιών>
λέγων, διηγούμενος (Dem. 18,9 ..) r. vgAS
*<διεξόδους>
ὅθεν ἐκπορεύονται <ἐκροιαί, ῥύακες, ὀχετοί> (Ps. 1,3 ..) A
*<διεξοδικῶς>
πλατέως r. vgAS
*<διεπάλυνεν>
διεσύγχευσε. διεῤῥαπίσθη (Eur. Phoen. 1159) AS
<διεπαλαμήσατο>
διεπράξατο
<δίεπε>
διεῖπε. διέτασσε. διεξῆλθεν (Β 207) εἰπέ (Κ 425?) S
<διέπει>
διοικεῖ. (r) vgAS ἐπιστατεῖ, (r) S διατάσσει
†<διεπέμφρακτο>
διέφθαρτο
*<διέπερσας>
ἐπόρθησας nw
*<διεπεραίνετο>
ἠνύετο vgAS
*<διέπεσεν>
ἀπέθανε (Deut. 2,14) vgAS
<διεπέφραδεν>
ἐνετείλατο. διεσήμηνε (γ 340 ζ 47)
(*)<διεπληκτίζετο>
διεμάχετο, ἐφιλονείκει
†<διέποντα>
πληροῖ
<διεπόρθμευε>
διὰ σκαφιδίου ἔπλεε (Hdt. 8,130,1 v. l.)
<διέπουσιν>
ἐνεργοῦσι. κατορθοῦσι. διαπονοῦσι (Α 166)  : *<διέπρησσον>· διεπορεύοντο. r. S(n) διήνυον. [διεπέρων (Β 785) n
<διεπράθομεν>
ἐπορθήσαμεν (Α 367)
*<διεπρίοντο>
ἐθυμοῦντο. r. vgAS ἔτριζον vgAS τοὺς ὀδόντας (Act. ap. 7,54) S
<διέπρησσε>
διεπέρασε
<διερά>
ὑγρά. ἢ σεσηπότα
<διέργασαι>
φόνευσον (Eur. Hec. 369)
<διεργάθοι>
διαλύσειεν
<διερείξας>
διασχίσας
<διερέσσοντας>
διασείοντας. (Eur. Tro. 1258) [διασχίζοντας]. διαπερῶντας
*<διερέττοντα>
διὰ παντὸς κωπηλατοῦντα gAS
*<διερειδομένα>
στηριζομένη (Eur. Hec. 66) ASps [τοὺς ὀδόντας] S
<διερικνοῦντο>
ἐκάμπτοντο· ἡ γὰρ <ῥικνότης> καμπυλότης ἐστίν, διὸ καὶ τὸ γῆρας <ῥικνὸν> λέγεται. οἱ δέ· ἐκίνουν τὰς ὀσφῦς ἀσχημόνως ὀρχούμενοι
*<διεῤῥίπισε>
διεσκέδασεν· ὡς ἐκ τῆς <ῥιπῆς>, ἥτις τὸν ἄνεμον δηλοῖ AS
*†<διέρκεο>
ὅρα AS
*<διερμηνεύων>
σαφηνίζων AS
*<διερευνᾷ>
ἀναζητεῖ
<διερόν>
*ὑγρόν. r. gAS χλωρόν. ζωόν. ἔναιμον· <ὑγρὸς> γὰρ ὁ ζῶν, ὁ δὲ νεκρὸς <ἀλίβας>
<διερός>
λαμπρός. ζῶν. περιφανής (ζ 201)
<διερούς>
διύγρους
*<διέρπει>
διέρχεται ASn
<διέρχεσθον>
διέρχεσθε. δυϊκῶς
*<διέρχεται>
ἀναγινώσκει AS
<διερχόμενος>
περιερχόμενος, περιάγων (Ζ 392)
*<διεῤῥωγότα>
διεσχισμένα (1 Regn. 4,12 ..) (r). AS
<διερῷ ποδί>
ὑγρῷ ἔτι ἀπὸ τῆς βάσεως ποδί. οἱ δὲ ζώντως, ἐνεργῶς (ι 43)
<διερυμβονήσατε>
διεφορήσατε
<διεσαρδάνισε>
διέσυρε. κατεγέλασεν. οἱ δὲ διέχανε
*<διεσάφησας>
ἑρμήνευσας (vg) AS
<διέσεισε>
διήγειρε. διεσάλευσε (Plat. Tim. 85 e?)  : <δίεσθαι>· διώκειν (Μ 276) Sn τρέχειν. πορεύεσθαι. τρέπεσθαι [ζητεῖν, ἐρευνᾶν]
<διεσίλληνε>
διεχλεύασε
*<δίεσιν>
διαχωρισμόν (g) nΣ
<δίεσις>
παρὰ τοῖς μουσικοῖς καλεῖται μέρος τι τόνου S
<διεσκεδάννυ>
διεσκόρπιζε r
*<διεσκέδασαν>
ἀπέῤῥιψαν (Ps. 118,126) Sn
*<διεσκευασμένης>
διατετυπωμένης gAS
*<διεσκευασμένοι>
ἡτοιμασμένοι AS ἔνοπλοι. ξιφήρεις εἰς πόλεμον (Ios. 4,12) vgAS
*<διεσκευασμένον>
διατετυπωμένον Σ
*<διεσμιλευμένων>
λεπτολογηθέντων AS
*<διεσμιλευμένως>
ἠκριβωμένως (r) vgAS
<διεσοῦτο>
διήρχετο
*<διεσπάρησαν>
διεσκορπίσθησαν (Gen. 9,19 ..) AS
*<διεσπάσθησαν>
διεσχίσθησαν (Ierem. 4,20) AS
<διεσσεύετο>
διήρχετο
<διεσπλεκωμένῃ>
διεφθαρμένῃ (Ar. Plut. 1082)
<διεσποδημένη>
διακεκρουμένη
<διεσποδήσατο>
διέσεισε, διετίναξε
*<διεσταλμένα>
κατεσκευασμένα (Ierem. 22,14) AS
*<διεστείλατο>
διεσαφήσατο (Marc. 9,9 ..) nw
*<διέστη>
διεχωρίσθη (Exod. 15,8) vgAS
*<διεστήκασιν>
διεχωρίσθησαν. AS ἐμάκρυναν πόῤῥω
<διέστηκε>
διακεχώρισται
*<διεστήσατο>
διεχώρισεν gASn
<διέσσυτο>
διεπορεύετο (Β 450 ..)
*<διεστῶτα>
κεχωρισμένα r. (A), πόῤῥω ὄντα
<διεστοιχίζετο>
διετίθετο ἐν στοίχῳ καὶ τάξει, διῄρει ἀπὸ τῶν εἰς τοὺς σηκοὺς εἰσαγόντων τὰ ποίμνια, καὶ διακρινόντων ἐκ τῆς νομῆς ἑκάστῳ τὰ ἴδια (Aesch. Prom. 229)
<διεστομαχίζετο>
ἐλοιδόρησε, κακῶς εἶπεν
<διεσφηκωμένον>
διαδεδεμένον τῷ κέντρῳ, ἀπὸ τοῦ σφηκώματος, ἢ κατὰ τὸ μέσον ὄντα σφῆκα. τὸ γὰρ κέντρον ἐκεῖ ἔχουσι (Ar. Vesp. 1072)
*<διέσχε>
διῆλθε (Υ 416) g  : <διέσχε>· διέσχισε. διέλειπε διεξῆλθε (Λ 253) Sn
<διεσχοινισμένοι>
διεσκορπισμένοι (r)
*<δίεται>
διώκει AS
<διετάθη>
διέτριβε, διῆγεν
<διεταξάσθην>
διετάξαντο. δυϊκῶς
<διεταρίστριαι>
γυναῖκες αἱ τετραμμέναι πρὸς τὰς ἑταίρας ἐπὶ συνουσίᾳ, ὡς οἱ ἄνδρες. οἷον τριβάδες (Plat. conv. 191 e)
<διετεινάτην>
διέτειναν. δυϊκῶς
*<διετέλεσα>
διέμεινα AS
<διετεκτήνατο>
ἐμηχανήσατο
<διετεμόμην>
διέκοψα. διεῖλον
*<διέτμαγεν>
ἐχωρίσθησαν. δυϊκῶς (Α 531 ..) AS καὶ τὸ <διέτμαγον> (v. l.) s
<διετήσιος>
δι' ὅλου τοῦ ἔτους (Ar. fr. 766. Thuc. 2,38,1)
<διέτρεσαν>
διέφυγον. ηὐλαβήθησαν (Λ 481)
<διέτριψεν>
κατέσχεν
<διευθύνεται>
κυβερνᾶται εὐθέως, καλῶς
*<διευκρινεῖ>
σαφηνίζει .... λευκότερον ἢ τρανώτερον ... διετράνωσεν AS
*<διευκρινησάμενοι>
διακρίναντες gASP
*<διευκρινήσας>
σαφηνίσας AS
*<διευλαβοῦντο>
ἐφοβοῦντο (Iob 6,16) AS
*<δι' εὐφρόνης>
διὰ τῆς νυκτός vgAS
[<διέφερε>
διῆγεν]
*<διεφέροντο>
διεμάχοντο ASps
<διέφερε>
διῆγεν. Εὐριπίδης Αὔγῃ (fr. 280)
<διέφθορε>
διέφθαρκεν (Eur. Hipp. 1014) ASn
*<διεφόρησαν>
διεσκόρπισαν (Thuc. 6,100,3) AS
*<διεφύγγανον>
διέφυγον (Aeschin. 3,10. Thuc. 7,44,8) AS
<διεφύλαξας>
διετήρησας. ἐσκέπασας
<διέφυλλε>
διέτιλλε. διέτεμεν
<διέχειν>
διεστάναι. διεληλυθέναι
<διέχευαν>
διέκοψαν. διεῖλον, διεμέρισαν (Η 316)
*<διεχεῖτο>
διεχέετο vgAS
<διέχει>
παρατείνει. διέλκει
*<διεχής>
S διμερής
<διεχώλευον>
διώδευον  : <διεψάθαλλε>· διέφθειρε (Com. ad. fr. 982?)
*<διέψευσται>
[διεφθάρη] διεσφάλη (Dem. 1,21?) vgAS
a) <διεψήσατο>
διεκάθαρε. b) <διεψώμισε>· ...
<δίζα>
αἴξ. †Λάκωνες
<δίζειν>
φροντίζειν. ἐρευνᾶν, [ζητεῖν (r)
(*)<δίζετο>
ἐπεζήτει (Greg. Naz. c. 1,1,8,59 [37,451])
*<διζημένη>
ζητοῦσα (Δ 88) (AS)
<διζησόμεθα>
ζητήσομεν (π 239)
<διηγανές>
λαμπρόν r
*<διήγημα>
ἱστορία (Ezech. 17,2) AS
<διηγκυλίσθαι>
τὸ ἐνεῖραι τοὺς δακτύλους τῇ ἀγκύλῃ τοῦ ἀκοντίου· τίθεται δὲ καὶ ἐπὶ τοῦ ἕτοιμον εἶναι (Xen. Anab. 4,3,28)
*<διηγορευμένοις>
παραγγελθεῖσι (3. Esdr. 5,49?) AS
*<διήθει>
διύλιζεν (AS)
*<διηθεῖτο>
διυλίζετο (vgAS)
*<διηθήσεως>
σειρώσεως. ἐκτήξεως AS
*<διηθῶ>
ἐκθλίβω AS
*<διήκει>
διέρχεται (Soph. O. C. 306) r. gAS
*<διήκειν>
φθάνειν AS
*<διηκνεῖται>
"διήκει <καὶ> χωρεῖ διὰ πάντων διὰ καθαρότητος" (Sap. 7,24) AS
[<διηκνούμενος>
διαδυόμενος. εἰσερχόμενος]
*<διῆκον>
διῆλθον gAS
*<διήκουσα>
διερχομένη, διελθοῦσα P(gAS)
*<διήλασεν>
διῆλθε, διεπέρασεν (Κ 564 ..) vgAS
<διηλάσω>
διηγήσω. διῆλθες
<διηλασίην>
δίοδον
a) <διηλείφθη>
διεφθάρη b) <διῆλθον>· διέβησαν, διεπέρασαν
*[<διηλίτης>
κακοῦργος. ἀπατεών]
<διηλκύσασθον>
διετρίψασθε. δυϊκῶς
*<διήλυσις>
δίοδος S χωρισμός AS ἐκδρομή S
*<διημερεύοντες>
πᾶσαν ποιοῦντες τὴν ἡμέραν (Xen. Cyrup. 7,5,86) (vg)AS
<διήνεγκας>
διήνυσας. διέστρεψας  : <διηνεκές>· δι' ὅλου (Callim. fr. 1,3?) †σκληρόν
<διηνεκέσιν>
ἐκτεταμένοις. μεγάλοις (Μ 297)
*<διηνεκῶς>
ἀεί, s διαπαντός r. AS s πάντοτε. διόλου. διὰ βίου AS
*<διηνέχθη>
ἐμαχήσατο (2. Macc. 3,4) r. vgASn
<διήντετο>
διάζετο ἱστόν
*<διήνυσαν>
διῆλθον (2. Macc. 12,17) AS
*<διῆρες>
ὑπερῷον ASn ἢ κλῖμαξ (Eur. Phoen. 90) S
<διήρεσαν>
διενήξαντο
<διήρεσα χερσί>
ταῖς χερσὶν ὡς κώπαις ἐχρησάμην. διενηξάμην (μ 444)
<διήρη>
διπλᾶ τὰ ἐπαμπεχόμενα ζωστά ἐστιν, οἷον τὰ δι' ὅλου τοῦ σώματος ἡρμοσμένα, ἀναλόγως τῷ ποδήρει
<διήρης ναῦς>
ἣν καὶ <δίκροτον> καλοῦσιν
*<διηρθρωμένον>
συντεταγμένον gAS
<διήρικον>
διῃροῦντο. ἐρήγνυντο
*<διήρκεσεν>
ἀντέσχεν (d)
*<διήρτησαι>
δέδεσαι (d)
†<διήρχθην>
ἐκωλύθην
<διῆσαν>
διέρεισαν
*<δίηται>
διώξει (Η 197) AS ἢ πορεύεται
<διητανές>
λιτόν. διατεταμένον
†<διητία>
ἡμιμέδιμνον
<διηυλήθη>
διεφθάρη
<διηύληται>
ἠχρείωται· λέγεται δὲ καὶ <ἐξηύληται>, ἀπὸ τῶν γλωσσίδων τῶν ἐν τοῖς αὐλοῖς
<διήφυσεν>
ἐξήντλησε (τ 450)
†<διηχήτας>
ἄρτου εἶδος
<διθυμία>
διχοστασία
*<διθύροις>
διπτύχοις gAS
<δίθυρον γραμματείδιον>
δίπτυχον (Men. fr. 327)
*<διΐεται>
διέρχεται vgAS
*<διΐεις>
διέπεμψας gΣa
*<διϊέντα>
διαπέμποντα gn
<διϊθυνόμενοι>
διοικούμενοι, κυβερνώμενοι
*<διϊθυντής>
διοικητής. r. AS ἰθυντής AS
†<διϊκαδία>
ἐπὶ ὁμοίων καὶ ἀπαραλλάκτων ἐτίθετο τοῦτο  : *<διϊκνούμενος>· διερχόμενος (Hebr. 4,12) v gASP
*<διϊπετέος>
ὑπὸ τοῦ Διὸς πληρουμένου (δ 477) AS
<διϊπετέος>
ἐπὶ μὲν τῶν ἄλλων ποταμῶν· ἀπὸ τοῦ Διὸς πληρουμένων, χειμάῤῥων (π 174) ἐπὶ δὲ τοῦ Νείλου· διαυγοῦς, διαφανοῦς, ἢ διαπεπετασμένου (δ 477. P 263)
<Διϊπολίεια>
ἑορτὴ Ἀθήνησιν, ἀπὸ τοῦ Πολιεῖ Διῒ θύειν Ἀθηναίους εἰς μνήμην τοῦ πελάνου καὶ τοῦ βοός (Ar. Pac. 420?)
*<διΐστανται>
διαχωρίζονται AS
*<διϊστάς>
χωρίζων gAS
*<διΐσταται>
διαχωρίζεται r. vgS
<Διῒ Συκασίῳ>
παραπεποίηται παρὰ τὸ συκοφαντεῖν (Com. ad. fr. 77)
<Διῒ φίλε>
Διῒ προσφιλέστατε (Α 74)
<δικαζέμεν>
δικαιοῦν. δικάζειν (Α 542)
*<δίκαια>
ἔννομα AS
*<δικαιαρχία>
ἀρχὴ δικαία AS
<δίκαιον>
εὔλογον (Hippocr. nat. hom. 1) ἴσον, ὅμοιον (art. 10) παρὰ Ἱπποκράτει
*<δικαιοπραγεῖν>
δίκαια πράττειν (AS)
<δικαιότατος Κενταύρων>
ἀντὶ τοῦ ὁ <μόνος> ἐν τοῖς Κενταύροις δίκαιος (Λ 831)
<δικαιωτήριον>
r κριτήριον
*<δικασπόλος>
r δικαστής. gAS βασιλεύς (λ 186)
<δικαιοῦν>
μαστιγοῦν. νουθετεῖν. [<δικαοζειν>· δικάζειν]
<δικαιούμενον>
κολαζόμενον (Plat. leg. 11,934 b)
<δικαιοσύνη>
ἡ χοῖνιξ μυστικῶς
<δικαιότητα>
δικαιοσύνην
<δικαιῶσαι>
κολάσαι
<δικαιωτήρια>
κολαστήρια (Plat. Phaedr. 249 a)
<δίκανα>
ποικίλα ἱμάτια
<δικανούς>
τοὺς περὶ τὰς δίκας διατρίβοντας
<δικανόωνται>
ἐνδείκνυνται, λέγουσιν
*<δικασπόλους>
δικαστάς (Σ) ἢ περὶ τὸ δίκαιον πολουμένους
<δικάσιμοι μῆνες> οὕτως ἐλέγοντο, ἐν οἷς ἐδίκαζον (Plat. leg. 12,958 b?)
<δίκαρ>
τοὺς κριτάς. Ἠλεῖοι
<δικαμπίας>
οἶνος ὁ δύο τροπὰς ὑπομείνας
<δικαστήρια>
Ἀθήνησιν Ἄρειος πάγος κρίνει τὰ φονικά, εἶτα ἡ βουλὴ τῶν φ#· ἐπὶ Παλλαδίῳ [β#] δὲ τῶν ἀκουσίων ἐδικάζοντο, εἶτ' ἐπὶ Δελφινίῳ ἐδικάζετο τοῖς ὁμολογοῦσιν ἀνῃρηκέναι μέν, λέγουσι δὲ ἐννόμως· καὶ τὸ ἐν Πρυτανείῳ ...
<δικαστικόν>
Ἀριστοφάνης ἐν Ὥραις (fr. 574) τριώβολόν φησιν εἶναι· οὐ μέντοι ἕστηκεν, ἀλλ' ἄλλοτε ἄλλως ἐδίδετο
*[<δικάτωρ>
ὁ διπλασίαν τὴν ἀρχὴν ἔχων vg]
*<δικεῖν>
βάλλειν, ῥίπτειν. AS ὅθεν καὶ <δίκτυον> καὶ <δίσκον>
a) <δίκελλον>
... b) <δικραδές>· τὸ ἐξ ἑνὸς <πυθμένος> δύο κλάδους ἔχον
<δικέντρων>
βόλος τις ἀστραγάλων οὕτως ἐκαλεῖτο
<δίκη>
ὁ τρόπος "<μνηστήρων>" (σ 274)
*<<δίκῃ>>
δικαίως (Ψ 542) ἢ προνοίᾳ ASPn
*<δίκηλον>
ἐκτύπωμα, ὁμοίωμα, εἴδωλον. ἀνδριάς. ζῴδιον vgAS [παρὰ Λάκωσιν]
<δίκηλον>
φάσμα. ὄψις. εἴδωλον. μίμημα. ὅθεν καὶ ὁ μιμολόγος παρὰ Λάκωσι <δικηλίκτας>
*<δίκην>
καθάπερ, ὥσπερ, ὁμοίως AS <δίκην τροχοῦ> S
*<δίκηλον>
ἄγαλμα, ἀνδριάντος Sn <εἰκών> n
<δίκη πρόδικος>
ἡ πρὸ τοῦ ἀχθῆναι εἰς δίκην ὁμολογουμένη
<δίκῃ τρέπει>
φυγαδεύει
*<δίκης>
τρόπου n [ὁμοίωσις] ἢ κρίσις g
<δικλίδες>
αἱ θύραι
*<δικλίδες>
δίθυροι (β 345) AS(n)
*<δίκορσος>
δικέφαλος (vgASnp)
<δικράνους>
τὰς τριόδους· δεῖ δὲ νοεῖν <δικράνους> τὰς ἀπὸ μιᾶς ἀρχῆς ἐπὶ δύο ἐκνευούσας, οἷον δύο τέλη ἐχούσας
<δίκρα ὄψις>
ἡ διπλῆ. Αἰσχύλος Τροφοῖς (fr. 52)
*<δίκρατον νόμισμα [ἢ δίκρανον]>
AS ...
<δικρόα ξύλα>
ὁμοίως. δισχιδῆ
<Δικταίῃσι>
Κρητικαῖς (Callim. ep. 22,3?)  : <δικταμνοειδές>· γλήχων τινές, οὐκ <εὖ>· ἔστι γὰρ βοτάνη δίκταμνος
*<δικτάτωρ>
ὁ διπλασίαν τὴν ἀρχὴν ἔχων r. gAS
<δίκτυον>
τοῦ κοσκίνου τὸ μέσον, ἐν ᾧ τὰ λεπτὰ τρήματα. καὶ τὸ ἁλιευτικὸν λίνον, *ἢ σαγήνη AS
*<δικτυωτή>
καγκελλωτή (Iud. 5,28) vgAS
<δίκτυς>
ὁ ἰκτῖνος, ὑπὸ Λακώνων
*<δικτυωτὸν ὑπερῷον>
τὸ πολλὰς θυρίδας ἔχον (4. Regn. 1,2) AS
<δικών>
βάλλων (r) (Eur. Or. 991)
<δίλαξ>
ἡ ἀρία, τὸ φυτόν. Λάκωνες
[<δίλην ὀψεῖαν>
ἀπὸ μεσημβρίας μέχρι δύσεως]
*<διλητήριον>
βλαβερόν (P)
*<διλίτης>
κακοῦργος. ἀπατεών. δόλιος gASp
†[<διλιχοδείρων>
μακροτραχήλων (Β 466)]
<δίλογχον>
τὴν Βενδῖν. οὕτω Κρατῖνος ἐν Θράιτταις (fr. 80) ἐκάλεσεν, ἤτοι ὅτι δύο τιμὰς ἐκληρώσατο, οὐρανίαν τε καὶ χθονίαν <λόγχας> γὰρ ἐκάλουν τοὺς κλήρους) ἢ ὅτι δύο λόγχας φέρει, κυνηγετικὴ οὖσα. οἱ δὲ ὅτι δύο φῶτα ἔχει, τὸ ἴδιον καὶ τοῦ ἡλίου. τὴν γὰρ σελήνην Βενδῖν καὶ Ἄρτεμιν νομίζουσιν
<διμάχαι>
οἱ λεγόμενοι <ἅμιπποι>, οἵτινες ὁτὲ μὲν πεζῇ, ὁτὲ <δὲ> ἐφ' ἵππων μάχονται
*<δίνη>
συστροφὴ ὑδάτων r. (g)
*<διμέδιμνον>
μέτρον χωροῦν δύο μοδίους (n)
*<διμοιρίτης>
διμοιραῖος AS
<δίνεον>
ἔστρεφον. ἀνεστρέφοντο (ι 384)
*<δινεύοιτο>
ἀναστρέφοιτο (gS)
*<δινήεντος>
[τὸ] συστροφὰς τῶν ῥευμάτων ἔχοντος (Β 877) gS
*<δινωτήν>
στρογγύλην, καὶ περιφερῆ (Ν 407) S
*<δινήσας>
στρέψας g κινήσας (Ψ 840)
<δινωτοῖσι λέχεσσι>
στρογγύλοις A ἀπὸ τῆς τῶν κλινοπόδων περιφερείας (Γ 391)
<Δινδυμηνή>
μήτηρ θεῶν, ἀπὸ Δινδύμων ὀρῶν τῆς Φρυγίας
<διξός>
δισσός (Hdt. 3,32,1)  : *<διό>· διὰ τοῦτο r. g
*<διογενές>
εὐγενέστατε (Β 173) gAS
*<διογενής>
ἀγαθός. [εὐγενέστατος (Α 488) r. S(n)
<Διογενίδαι>
γένος Ἀθήνησιν ἰθαγενῶν
*<διόδευσον>
πέρασον AS
<δι' οἶκτον>
δι' ἔλεον. οἰκτιρμόν
<δυοῖν θάτερον>
ἓν ἐκ τῶν δύο (e. g. Dem. 23,195)
*<διοιγνύντες>
ἀνοίγοντες AS
<διοίκησις>
ἡ ἀνάλωσις τῶν χρημάτων
*<διοίξας>
ἀνοίξας AS
*<διοίσει>
παραλλάξει. ἢ κάλλιον ἔσται, ἢ συμφέρον. vgAS ἢ διαφέρει gA
<διοίσεται>
διακριθήσεται. ἢ διάξει, καὶ βιώσεται (Soph. Ai. 511). ἢ διαλελέξεται
*<διοίσουσιν>
διαφέρουσιν r. Pn
*<διοκωχή>
διάστασις χρόνου τινός (Thuc. 3,87,1) (Σ)
<δι' ὀλίγου>
ἀντὶ <τοῦ> μετ' ὀλίγον
<Δίολκος>
ὁ ἀπὸ Λεχαίου ἕως Κεγχρεῶν τόπος
<διολλύει>
ἀφανίζει, φθείρει, *διαπολλύει gAS
<διολουφεῖν>
διατίλλειν. ἢ διασιλλαίνειν. οἱ δὲ κακοσχόλως
*[<διολύγιον>
ἐξηχοῦν ἐπὶ πολύ S(n)]
<διομανεῖς>
ὑπὸ Διὸς μαινόμεναι· ἢ τῷ Διῒ βουλόμεναι μάχεσθαι διὰ μανίαν
<Διομεῖς>
δῆμος Ἀθήνησιν, ἀπὸ τοῦ Διόμου τοῦ Κολύττου παιδός
<Διομήδειος ἀνάγκη>
παροιμία. Κλέαρχος μέν φησι, Διομήδους θυγατέρας γενέσθαι πάνυ μοχθηράς, αἷς ἀναγκάζειν πλησιάζειν τινάς, καὶ εὐθὺς αὐτοὺς φονεύειν· ὁ δὲ τὴν μικρὰν Ἰλιάδα φησὶ (fr. 9 Allen) ἐπὶ τῆς τοῦ Παλλαδίου κλοπῆς γενέσθαι
<διόμνυσθαι>
τὸ ἀπόμνυσθαι (Dem. 18,286)
<διον>
*ἐδιώχθην (Χ 251) n μέγα ἢ πολύ. θεῖον ἢ τὸν ἐκ Διὸς γενόμενον, ἀγαθόν
<διονῦς>
ὁ γυναικίας καὶ παράθηλυς (Phryn. com. fr. 10?)
<δίονται>
διώκονται
<δίοντο>
ἀνεπορεύοντο
<Διονύσια>
ἑορτὴ Ἀθήνησιν Διονύσῳ ἤγετο, τὰ μὲν κατ' ἀγροὺς μηνὸς Ποσειδεῶνος· τὰ δὲ Λήναια μηνὸς Ληναιῶνος· τὰ δὲ ἐν ἄστει Ἐλαφηβολιῶνος q  : <Διονυσιάδες>· ἐν Σπάρτῃ παρθένοι, αἱ ἐν τοῖς Διονυσίοις δρόμον ἀγωνιζόμεναι
<Διονύσου γάμος>
τῆς τοῦ βασιλέως γυναικὸς καὶ θεοῦ γίνεται γάμος
<Διονυσοκουροπυρώνων>
Κρατῖνος ἐν Σεριφίοις (fr. 208)· †αἰσχρῶν Ἀνδροκλέων Διονυσοκουρώνων. Ἔνιοί φασιν, ἐν τῷ αὐτῷ πέντε κωμῳδεῖσθαι, Αἶσχρον, Ἀνδροκλέα, Διονύσιον, Κῦρον, †Πυρῶν, ἁμαρτάνοντες· οὐδεὶς γὰρ Ἀθηναίων ἀναγράφεται <Κῦρος>. Δεῖ οὖν γράφειν <Διονυσιοκουροπυρώνων>· τὸν γὰρ Διονύσιον κουρέα ὄντα κωμῳδεῖ· κουρεὺς δὲ ἦν πρὸς πάππου, ὡς δηλοῖ ὁ τὰς Ἀταλάντας συνθείς (Stratt. fr. 6 = Epicharm. fr. 15)
<Διονυσιοφόροι>
ἀρχή τις ἐν Συρακούσαις
<δι' ὀξειᾶν>
παρὰ τοῖς Πυθαγορικοῖς (e. g. Philol. fr. 6) λέγεται. ἔστι δὲ ἐπὶ τῶν συστημάτων
<διόπαι>
εἶδος ἐνωτίων· τινὲς δὲ ὑποδημάτων (Ar. fr. 320,10)
*<διοπετές>
ἐξ οὐρανοῦ ἐρχόμενον (Act. ap. 19,35) (r). vgASnp
*<διοπετής>
ὑπὸ τοῦ Διὸς πληρούμενος A
<διοπεύειν>
ἐπιμελεῖσθαι νεώς (Dem. 35,20)
†<διοπλῆκτα>
ἰσχυροπλήκτην
<δίοποι>
ἐπιμεληταί (r) (Aesch. Pers. 44 fr. 232 ..)
<δίοπος>
*ἐπίσκοπος vAS ἄρχων. ναύαρχος. ἐπιστάτης. διόπτης
<διοπομπεῖσθαι>
καθαίρειν. ἰδίως δὲ τὸ καθαίροντας <πρὸς> τὸν προστρόπαιον Δία <ἀποπέμπειν>
<διοπτεύειν>
κατασκοπεῖν (r) (Critias fr. 53 D.?)
*<διοπτεύσων>
κατασκεψόμενος (Κ 451) gnΣ
*<διοπτῆρα>
κατάσκοπον (Κ 562) (r). nsΣ
<διοπτήρ>
ὁ κατόπτης τὸ μηχανικὸν ὄργανον
<διόπτρα>
γεωμετρικὸν ὄργανον. καὶ σημεῖον ἐν θυτικῇ v
<διοργανώσεως>
κατασκευῆς
<διορίσαι>, ὃ καὶ <ἐξορίσαι> λέγουσι
τὸ φυγαδεῦσαι (Plat. leg. 9,873 e ..)
*<διορίαν>
προθεσμίαν· ἐὰν δὲ διὰ τοῦ <ω> μεγάλου, καιρὸν σημαίνει gAS  : *<διορίζει>· διακρίνει AS
*<διορίζετο>
διεβεβαιοῦτο vgAS διισχυρίζετο (Dem. 18,111) AS
*<διορισμόν>
χωρισμόν. μερισμόν (Plat. Tim. 38 c) AS
*<διοριστέον>
διαχωριστέον vgAS
<δίορον>
διαστάτην
<διόροφα>
δίστεγα (Gen. 6,16) vgAS
<διορύττει>
σκάπτει
<δῖος>
ὡς ἀπὸ Διὸς τὸ γένος ἕλκων· "δῖος Ἀχιλλεύς" (Α 7) καταχρηστικῶς δὲ ὁ ἀγαθός
*<Διὸς ἀμφίς>
ἑκατέρωθεν τοῦ Διός (Θ 444) AS
*<Διοσημεία>
τεράστιον σημεῖον Ah
<Διὸς ἄνθος>
τοῦτο οὐ λάχανον, ἀλλὰ φυτὸν ἀκανθῶδές φασιν εἶναι οἱ περὶ Θεόφραστον (h. pl. 6,1,1)
<Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν>
ἄγγελοι, ὧν τὸ γένος [ἄγγελοι] καὶ <Διῒ> ἴδιον καὶ ἀνδράσι (Α 334)
<Διὸς αὐγάς>
τὰς ἡμέρας, τὸ φῶς, τὸν αἰθέρα (Ν 837)
<Διὸς βάλανοι>
Ἕρμιππος Φορμοφόροις (fr. 63,20) "τὰς Διὸς βαλάνους καὶ ἀμύγδαλα σιγαλόεντα" τὰ καστάνεια· τινὲς δὲ Ποντικὰ λέγουσιν, <ἢ> Ἡρακλεωτικά
<Διὸς βοῦς>
ὁ τῷ Διῒ ἄνετος βοῦς, ὁ ἱερός. ἔστιν δὲ ἑορτὴ Μιλησίων
<διοσδότους>
ὑπὸ Διὸς δεδομένους
<Διὸς θᾶκοι καὶ πεσσοί (Cratin. fr. 7)
τινὲς γράφουσι <ψῆφοι>. Φασὶ δὲ ἐν τῇ τῶν Ἀθηναίων διαψηφίσει, ὅτε ἠμφισβήτει Ἀθηνᾶ καὶ Ποσειδῶν, τὴν Ἀθηνᾶν Διὸς δεηθῆναι ὑπὲρ αὑτῆς τὴν ψῆφον ἐνεγκεῖν καὶ ὑποσχέσθαι ἀντὶ τούτου τὸ τοῦ Πολιέως ἱερεῖον πρῶτον θύεσθαι ἐπὶ βωμοῦ
<διοσκεῖν>
διαβλέπειν συνεχῶς τὴν ὅρασιν μεταβάλλοντα. τίθεται δὲ καὶ ἐπὶ τοῦ διαφορεῖσθαι τῷ σώματι καὶ τῇ ψυχῇ (Anacr. fr. 3). [καὶ τὸ διαπολέσαι, καὶ τὸ διαφθεῖραι]
<Διὸς ἐγκέφαλος>
παροιμία, ἣν Κλέαρχός (fr. 5 M.) φησιν εἰρῆσθαι, οἷον ἐπὶ τῶν ἄγαν θείων
<Διὸς Κόρινθος>
παροιμία ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων καὶ πραττόντων, ὡς ὁ Πίνδαρός φησιν (Nem. 7,155)
<<Δέχεται καὶ βῶλον Ἀλήτης>
ἐπὶ τῶν πάντα πρὸς τὸ κρεῖττον ἐκδεχομένων>. Ἀλήτην γάρ φασι φεύγοντα κατελθεῖν βουλόμενον εἰς Κόρινθον καὶ βουκόλου τινὸς ἀπαντήσαντος αἰτεῖν τροφήν· τὸν δὲ εἰπεῖν, τροφὴν μὲν οὐκ ἔχειν, ἄραντα δὲ βῶλον δοῦναι αὐτῷ ὡς τοῦ Διὸς ὄντα· τὸν δὲ εἰπεῖν "<δέχεται καὶ βῶλον Ἀλήτης>"
<Διόσκουροι>
οἱ Ἑλένης ἀδελφοί. - Ζῆθος καὶ Ἀμφίων, Λευκόπωλοι καλούμενοι (Eur. Phoen. 606 Antiop. p. XVIII C 55 N.) - καὶ ἀστέρες, οἱ τοῖς ναυτιλλομένοις φαινόμενοι. καὶ σημεῖον ἐν θυτικῇ
<Διὸς κώδιον>
οὕτως ἔλεγον, οὗ τὸ ἱερεῖον <Διΐ> τέθυται, ἐφ' οὗ οἱ καθαιρόμενοι ἑστήκεσαν τῷ ἀριστερῷ ποδί. τινὲς δὲ τὸ μέγα καὶ τέλειον. ὁ δὲ Πολέμων (p. 140 Pr.) τὸ ἐκ τοῦ Διῒ τεθυμένου ἱερείου
<Διὸς μάστιγι>
τῷ κεραυνῷ (Μ 37)
[<διοτήρ>
κατάσκοπος]
<διοτρεφεῖς>
οἱ ἐν βασιλείᾳ τεθραμμένοι (γ 480)
<διοτρεφέων>
ἐκ τοῦ Διὸς ἑλκόντων τὸ γένος (Α 176)
<διοχλεῖ>
ἐκταράττει
<διοχλίζει>
ἀνακινεῖ
[<δίοψ>
οἰκονόμος]
<δίοψιν>
κατασκοπήν. ἢ δι' ὅλου ὄψιν γινομένην, καὶ διαύγειαν
<δίπαιδας>
τοὺς διδύμους γεγεννημένους
*<δίπλακα>
διπλῆν, μεγάλην ps διπλοΐδα, ὥστε διπλῇ χρῆσθαι (Γ 126)
*<δίπλακα δημόν>
διπλοῦν λίπος (Ψ 253) A
<διπλασιάσαι>
διπλᾶ ποιῆσαι
<διπλασιασμός>
ἡ ἐν τακτικοῖς οὕτως ἐνόπλιος κίνησις
<διπλασμός>
ἡ διπλῆ εἰς †πόνον
<διπλῆν>
διπλασίονα. καὶ μεγάλην (Κ 134)
*<διπλοΐδα>
διπλουμένην χλανίδα ἐν τῷ φορεῖσθαι (1. Regn. 2,19) vgA
<διπλοίζειν>
διπλασιάζειν (Aesch. Ag. 835)
<διπλῆ>
ὀρχήσεως εἶδος, ἢ κρούματος
<διπλοῦς ἄνδρας>
τὰ δισύλλαβα ἀνδρῶν ὀνόματα. οἱ δὲ παλινβόλους
[<διπλόϊδα>
διπλοΐδα]  : <δίπνοια τρώματα>· εἰς κενὰ τραύματα (Hippocr.)
<διποδία>
<Λακωνικῆς> ὀρχήσεως εἶδος (Cratin. fr. 162) οἱ δὲ <διποδισμός>
<Διπόλια>
ἑορτὴ Ἀθήνησιν. οἱ δὲ Διϊπόλια, ὡς προδεδήλωται (gl. 1785) [καὶ εἶδος Λακωνικῆς ὀρχήσεως]
<δίπολοι>
διπλαῖ. Αἰσχύλος Προπομποῖς (fr. 209)
<δίπτυον>
Κύπριοι μέτρον. οἱ δὲ τὸ ἡμιμέδιμνον
<διπτύχιξον>
δίπλωσον (Sophro?)
*<δίπτυχα>
δύο περιβολὰς ἔχοντα, [ἢ διπλοῦν] ὥστε τὸ μὲν ὑπεστρῶσθαι [τὸ ἐπίπλουν], τὸ δὲ ἐπιβεβλῆσθαι (Α 461) gΣ
<δίπυλον>
προστῷον
<δίπυροι ἄρτοι>
οἱ ἐκ δευτέρου ὀπτώμενοι (Alcae. com. fr. 5, I 717)
[<διράδαι>
αἱ τῶν ὀρέων ἐξοχαί]
*†<δίρηγες>
στρουθοί S
*<Δίρκης>
πηγῆς (Eur. Phoen. 102. Bacch. 5) r. A
<δίσαλα>
ἀκαθαρσία r
<δισαλέος>
ῥυπαρός r
<δίσδημαι>
ζητῶ
<δεισίθεος>
δεισιδαίμων
<δισκάζεται>
διαφέρεται
<δίσκελλα>
σπυρίς
*<δισκεύει>
δισκοβολεῖ A
<δισκεῦσαι>
δίσκον ῥῖψαι, ἤτοι λιθάσαι
<δίσκην>
δικεῖν. ὑπερβάλλειν
*<δίσκοισι>
τοῖς δίσκοις, λίθοις στρογγύλοις (Β 774 δ 626) (r). A
<δίσκουρα>
ὅσον ἄν <τις> βάλοι δίσκῳ (Ψ 431) [<δισκούρια>· ὅσον ἄν τις βάλλει δισκεύων]
*<δισσά>
διττά (Eur. Alc. 760) vgA
<δισσός>
δύο τρόπους ἔχων, [διπλοῦς r
<διστάζει>
διχονοεῖ, ἀπορεῖ, *[ἀμφιβάλλει (r). vgAn
<διστάσιον>
τὸ πρὸς διπλῆν ἱσταμένον τὴν τιμὴν χρυσίου ἢ ἀργυρίου, ὡς <ἰσοστάσιον> τὸ πρὸς τὴν ἴσην (Plat. Hipparch. 231 d)
†<διστόσῃ>
τῇ ἡλικίᾳ. Ἀρχίλοχος
<δίστομος>
οὕτως ἡ Ἐπίδαυρος ἐκαλεῖτο, ἐπεὶ ἀμφιστόμῳ λιμένι ἐκέχρητο ... συγγραφή
<διττάμενον>
ἀρνούμενον· Κρῆτες
<διτταχῶς>
διχῶς
<δίτοιχος>
ἀναίσθητος
(*)<διυλίζοντες>
διηθμεύοντες, διηθοῦντες (Matth. 23,24)
*<διφᾶν>
ζητεῖν (A) ψηλαφᾶν n ἐρευνᾶν (Π 747) (A)
<δίψακος>
εἶδος βοτάνης
<δίφαν>
τὸν ὄφιν. Κρῆτες
*<διφασία>
διλογία. ἐκ τοῦ μὴ συμφωνεῖν τὰ λεγόμενα A (vg)
*<δίφατον>
διφάσιον, δισσῶς A λεγόμενον
<διφαδεύσει>
ἐξελεῖται
<διφένσωρ>
βασανιστής. κριτής
<διφθέρα>
δέρμα, [βύρσα r δέλτος, γραμματεῖον
<διφθεραλοιφός>
γραμματοδιδάσκαλος παρὰ Κυπρίοις
<δίφορος>
Ἔφορος Κυμαῖος, ὅτι δὶς ἐτέλεσε τῷ διδασκάλῳ Ἰσοκράτει τοὺς τῆς παιδεύσεως μισθούς
<δίφουρα>
γέφυρα. Λάκωνες
<δίφραγες>
τινῶν στρατιωτῶν [τῶν] παρὰ Πάρθοις ταγαί
<δίφραξ>
κλιντήρ. θρόνος γυναικεῖος (Theocr. 14,41?)
<διφρεῦσαι>
διακαθίσαι
*<διφρείας>
ἁρματηλασίας A
<δίφρις>
ὁ ἑδραῖος, καὶ καθήμενος ἀεί, οἷον ἀργός
*<δίφρον>
ἅρμα. καθιστήριον (vg)A (n) κράββατον. ὄχημα (Γ 262 ..)
<διφροφόροι>
αἳ ταῖς κανηφόροις εἵποντο, δίφρους ἐπιφερόμεναι
<διφροφορουμένους>
τοὺς φορείοις φερομένους (Hdt. 3,146,3)
*<διφυᾶ>
διφυῆ, δύο φύσεις ἔχοντα (vg) An
<δίφυιον νυκτός>
τὰ δύο μέρη, τὸ δίμοιρον
*<διφώνους>
διγλώσσους (ps)
*<διφῶσα>
ζητοῦσα. s ψηλαφῶσα (Hes. op. 374) r. (v)A
*<δίχα>
χωρίς. r. AP ἐκτός, ἄνευ (Eur. Bacch. 804 ..) A  : *<δίχα λαλῆσαι>· ἀκατάλληλα λαλῆσαι A
<δίχαλον ζυγόν>
τὸ ἑκατέρωθεν κεκοιλασμένον. <Χηλαὶ> γὰρ καὶ τὰ κοιλώματα. ἔνθεν καὶ <χηλὸς> ἡ κιβωτὸς παρὰ τῷ ποιητῇ (Π 221 ..)
*<διχανδόν>
κεχωρισμένον r. A
<δίχα νυκτός>
τὸ μεσονύκτιον (Arat. 583)
*<διχῇ>
διχῶς r. AP δισσῶς (Dem. 1,17 ..) A
*<διχηλοῦν>
δύο ὁπλὰς ἔχον (Levit. 11,3) vgA
<διχθαδίας>
δισσάς, διπλᾶς (Ι 411)
*<διχόθεν>
ἐκ δύο μερῶν (Thuc. 2,44,2 ..) vgAn
<διχόμυθος>
διάβολος r
<δίχολοι>
διάφοροι. Ἀχαιὸς Καταπείραι· (fr. 39) "<δίχολοι γνῶμαι>" παρὰ τὸ δίχα· ἢ δίτροποι, κατὰ μετάληψιν. <Χόλος> γὰρ ἡ ὀργὴ καὶ <ὀργὴ ὁ> τρόπος. Βακχυλίδης (fr. 34 Sn.)· ὀργαὶ μὲν ἀνθρώπων διακεκριμέναι μυρίαι
*<διχομηνία>
τὸ ἥμισυ τοῦ μηνὸς nps <ἢ> τῆς σελήνης np ὅτε πληροσέληνός ἐστι (Sir. 39,12) n b) <διχομηνία>, ὅτε πεντεκαιδεκαταία vgA <τοῦ μηνὸς ἢ τῆς σελήνης> vgn
†<διχόνδις>
†ἀπύγων
*<διχόνοια>
ἑτερογνωμοσύνη An διχοστασία (Pl. Alc. I 126 c?) r. vgP
<διχονοεῖν>
διστάζειν (r) (n)
<διχοριάζειν>
ἐν δύο χοροῖς ᾄδειν
*<διχοστατεῖ>
μάχεται r. A πολεμεῖ A
<διχοτομία>
ἀναίρεσις r
*<διχοτομήματα>
τμήματα (Exod. 29,17. Ezech. 24,4) vgA
<διψακερόν>
ταλαίπωρον
<δίψαι>
βλάψαι r
<διψάρα>
δέλτος. οἱ δὲ διφθέρα
<διψάς>
ἔχις. ὕδρα. καὶ σημεῖον ἐν θυτικῇ ἐπὶ τοῦ ἥπατος
<διψία κόνις>
ξηρά (Soph. Ant. 246. 429)
<δίψιον>
βλαπτικόν
<>δίψιον Ἄργος>
Ἡσίοδος (fr. 24 Rz) μὲν τὸ ἄνυδρον, Ἀρίσταρχος δὲ τὸ πολυπόθητον (<διψᾶν> γὰρ τὸ ἐπιποθεῖν) ἢ ὑπὸ Διὸς βεβλαμμένον (Soph. fr. 274). <ἶψαι> γὰρ τὸ βλάψαι (Δ 171)
*<διψῆν>
διψᾶν vgA <Ἀττικῶς> vg  : <διψυχία>· ἀπορία
<δίῳ>
τῷ ἐντίμῳ. τῷ ἀγαθῷ. τῷ εὐγενεστάτῳ (Β 57 ..)
<δίωγμα>
θυσία τις Ἀθήνησιν ἐν ἀποῤῥήτῳ τελουμένη ὑπὸ τῶν γυναικῶν ἐν τοῖς Θεσμοφορίοις. τὸ αὐτὸ καὶ <ἀποδίωγμα> ὕστερον ἐκλήθη
*<διῴδει>
ἐφλέγμαινεν (Phil. leg. Gai. 254?) Ahp
<διωθεῖται>
ἀνατρέπεται. ἀνατρέπει
*<διωθεῖτο>
ἀπεκρούετο [ἀνεκρούετο ἀπερίπτετο] ἀπέῤῥιπτε APn
<διωκάθειν>
διώκειν (Plat. Euthyphr. 15 d)
*<δίωκε>
ζήλου. ἐπιτήδευε (1. Tim. 6,11 ..) vgAn
<διώκειν>
καταλαμβάνειν φεύγοντα. ἢ κατατρέχειν ἐν κλίμακι. καὶ φεύγειν μεθ' ὁρμῆς
<διώκετον>
ἐδίωκον. δυϊκῶς. *ἢ διώκουσι (Κ 364) n
*<διῳκισμένοι>
κεχωρισμένοι (Dem. 19,81) (r). vgAP
*<διωκόμενον>
κατηγορούμενον n
*<διωλισθηκόσι>
πεσοῦσι An
*<διωλύγιον>
ἠχοῦν ἐπὶ πολύ A μέγα, psΣ καὶ σφοδρόν, διατεταμένον
*<διόμνυται>
ὀμνύει vgA
<διωμοσία>
ἡ ἀντωμοσία. ἑκάτεροι γὰρ ὤμνυον· ὁ μὲν ἐγκαλεῖν δικαίως· ὁ δὲ ἐγκαλεῖσθαι ἀδίκως
<δίωνται>
διώξουσι (Ρ 110) r
*<διώνυμος>
περιβόητος, ὀνομαστός (vgAn)
†<διώρη>
νῖκος πολέμου Ahp
<διωρίσαμεν>
διεζεύξαμεν, διεστήσαμεν
<διωρίαν>
διαζυγίαν, διαχωρισμόν
<δίωρον>
ἀσύμφωνον. r οἱ δὲ ἀνόμοιον, διάφωνον
<διῶρυξ>
τάφρος r
<διῶσε>
κατέβαλε (φ 244) r
*<διωσάμενοι>
ἀπωθησάμενοι, n ἐκβαλόντες r. vgAn
*<διωστῆρσιν>
ἀναφορεῦσι (Exod. 38,10) Ahp
<διώττας>
ἐργοδιώκτας
†<διωφέλλειν>
διορύσσειν
<διωχής>
δίφρος r ὁ δυνάμενος δύο χωρεῖν (Pherecr. fr. 3)
*<δματέα>
δαμαστέα A  : *<δμηθέντι>· δαμασθέντι An
*[<δμηκῶτες>
πεπληρωμένοι ἢ δεινῶς διακείμενοι A]
<δμῆσις>
δάμασις (Ρ 476) (A)p
*<δμήτειρα>
δαμαστική A ἢ γεννήτρια (Ξ 259)
*<δμήτειρα>
δαμάστρια (Ξ 259) n
<δμηθῆναι>
κρατηθῆναι. διαπολέσθαι. ὑποταγῆναι
<δμῆσαι>
δαμάσαι. κρατῆσαι
<δμητόν>
†βοητόν. ἀναγκαστόν. οἰκοδομητόν
<Δμία>
Ὠκεανοῦ θυγάτηρ καὶ Δήμητρος ...
*<δμῶες>
δοῦλοι (δ 644 ..) r. nps
*<δμωῆισι>
δούλαις (Ζ 323 ..) A
*<δμωΐς>
θεράπαινα r. vgAn δούλη· vgAn ἀπὸ τοῦ δεδμῆσθαι (Eur. Andr. 137 ..)
<δμῶες ἀναγκαῖοι>
οἱ κατὰ ἀνάγκην δουλεύοντες, καὶ οὐ κατὰ προαίρεσιν (ω 209)
*<δμωή>
γυνὴ †μεγάλη v(g) A
*<δμώς>
δοῦλος r. nps θεράπων (ω 256) s
<δνοπάλιζεν>
διὰ τῶν χειρῶν ἐδόνει καὶ ἐκίνει (r) ἀναιρῶν. Δὶς κέχρηται τῇ λέξει ὁ ποιητής (Δ 472. ξ 512)
<δνοπαλίξεις>
οἷον δονήσεις ταῖς χερσὶ καὶ ἐκτινάξεις. οἱ γὰρ πτωχοὶ †ἐπικρύπτουσι τὰ ῥάκη. ἢ διὰ χειρῶν ἕξεις (ξ 512)
†<δνοσ>
ὁ κακοπλασσῶν†
[<δνόσουσι>
διακόψουσι. κακοπαθήσουσι]
<δνοφέη>
σκοτεινή
<δνοφερόν>
*σκοτεινόν r. vgAS μέλαν μ. Sn ἀπὸ τοῦ δνόφου· λέγεται γὰρ τοῖς Αἰολεῦσι <δνόφος> ἀπὸ τοῦ δονεῖσθαι τὰ νέφη (Ι 15) r
<δνόψ>
χιτῶνος εἶδος βαθέος
<δοάζει>
ἀμφιδοξεῖ. [διστάζει p δικάζει
<δοάσσατο>
διενοήθη. ἐβουλεύσατο. ἔδοξε (Ν 458 ..) S
<δοάσσεται>
δοξάζει S ἀρέσκει, συμφέρον καταφαίνει
<δοάσσετο>
ἔδοξεν (ε 474 ..)
<δοιά>
δύο (β 46 ..)  : *<δοιαί>· δύο (Δ 7 ..) An δισσαί. [<δοιαὶ δίκαι>· βουλαὶ δύο Ah]
<δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσιν ὀνείρων>
τὴν ἔκβασιν τῶν ὀνείρων Ὅμηρος μεταφορικῶς εἶπεν (τ 562)
*<δόγματα>
ζητήματα AS προστάγματα (r)
†<δοειδές>
διαφανές
*<δοῖεν>
παράσχοιεν (Α 18 ..) S
<δοιάσαι>
διστάσαι. βουλεύσασθαι
[<δοῖδος>
σπάδων]
<δοιδύσσειν>
...
*<δοῖδυξ>
ἀλετρίβανος ns
<δ' οἱ δέατο>
ἐβουλεύσατο
*<δοίημεν>
δῴημεν vAS
*<δοίης>
δώσεις (Π 625 ..) gA
*†<δοίμασιν>
ἀποφάσεσι, γνώμαις AS
<δοιάς>
δύο
<δοῖτρον>
πύελον. σκάφην
<δοκάζει>
μένει. [ἐπιτηρεῖ (r) δοκεῖ. [προσδοκᾷ (r)
<δοκανά>
καλά, ἄριστα, ἀγαθά
<δόκαι>
ἐνέδραι, παρατηρήσεις
<δοκάν>
θήκην
<δοκεῖν>
ἐοικέναι
<δοκάναι>
αἱ στάλικες, αἷς ἵσταται τὰ λίνα, ἢ κάλαμοι
*<δοκεῖ>
οἴεται, νομίζει vgAS
*<δοκεύειν>
τηρεῖν, φυλάσσειν, ἐπιτηρεῖν (r) AS προσδοκᾶν (Θ 340 ..) (r)
*<δοκεύων>
ἐκδεχόμενος AS
<δοκήσει>
ὑπονοήσει. [νομίσει, προσδοκήσει p δοκιμάσει. στοχάσεται
<δοκήν>
δόκησιν. δοχήν (r)
*<δόκησις>
τὸ μὴ ὄν, νομιζόμενον <δέ>, οἷον φαντασία vgAS
<δοκησίσοφος>
ὁ οἰηματίας p ἐπὶ σοφίᾳ
<δόκησις>
σκοπή. ἀπάντησις. *ὑπόληψις n
<δοκίδες>
οἱ ἰσάκις ἴσοι ἀριθμοὶ πλεονάκις
*<δοκίδων>
δοκῶν vgAS [ὑπολαμβάνων]  : <δοκικῶ>· ἀντὶ τοῦ δοκῶ. ἔπαιξε δὲ Ἕρμιππος ἐν Ἀρτοπώλισι (fr. 12)
<δοκιμαίνονται>
δοκιμάζουσι
*<δοκιμάσας>
κρίνας, ἐξετάσας AS
<δοκιμασία>
ἡ ἐξέτασις τῶν ἀρχόντων q
*<δόκιμον>
χρήσιμον P τέλειον (Rom. 16,10?)
<δοκιμοῦν>
δοκιμάζειν
<δοκίμωμι>
δοκῶ καὶ οἴομαι (Sapph. fr. 37.69 Bgk)
<δόκον>
τὴν ἀγχόνην (Ar. fr. 515)
<δοκος>
σκοπή. προσδοκία. καὶ τὸ ἐν οἰκοδομῇ [ξύλον s
<δοκουμένοις>
δοκιμαζομένοις
<δοκοῦντες>
οἱ ἔνδοξοι (Eur. Hec. 295) r
<δοκοί>
εἶδος ἀστέρων ἐπισημασίαν τινὰ παρεχόντων θεωρεῖσθαι
*<δοκῶμεν>
νομιζοίμεθα (Sirac. prol. 14) (g)
*<δόκωσις>
στέγη (Eccles. 10,18) r. vgAS
*<δόαν>
ἀντὶ τοῦ δι' ὅλου A
<δολάνα>
μαστροπός <Λάκωνες>
*<δολερῶς>
ὑπούλως, δολίως (Ioseph. Ant. Iud. 14,350) AS
*<δολεών>
ὁ δοθιήν AS
<δολίχαυλος>
μακρὸν τὸν αὐλὸν ἔχων· αὐλὸς δὲ λέγεται τοῦ σιδηρίου τὸ κοῖλον, <εἰς> ὃ ἐμβαίνει τὸ ὀξὺ τοῦ δόρατος (ι 156)
*<δόλιος>
πανοῦργος (Eur. Rhes. 894 ..) r
*<δολιομῆτα>
δολιόγνωμε (r) S
<δόλιχοι>
ὀσπρίου εἶδος
*<δολιχά>
μακρά (Δ 533 ..)
*<δολιχήν>
μακράν (δ 393 ..) (s)
*<δολιχεύωσι>
περιοδεύωσι A (Sp)
<δολιχήρετμοι>
μακρόκωποι r δηλοῖ δὲ τοὺς ναυτικούς (θ 191)
*<δολιχόν>
<κύκλον> μακρόν r. ASP
*<δολιχοδείρων>
μακροτραχήλων (Β 460 ..) (r) (nps)
*<δολιχός>
μακρός [ἢ μέτρον γῆς AS
<δολιχόσκιον>
μακρὰν ἔχον σκιάν r. vg, μακρόσκιον Sp ἐξ οὗ τὸ μέγα δηλοῦται· ἢ μακρὰν ἰέναι δυνάμενον (Γ 346 ..)
<δόλοι>
οἱ παραλογισμοί. καὶ στρατηγήματα
(*)<δολοῖ>
φθείρει. [κακουργεῖ (1 Cor. 5,6 v. l.) r
<δολιχόφρων>
πολύφρων s  : <δολιχωπά>· μακρά s
<δολίσκος>
δόλων. παραξιφίς
<δολίφονον>
πέπαικται δὲ τοῦ δολοφονίου (Com. ad. fr. 1357)
[<δολομάν>
μαστροπόν. Λάκωνες]
<δολομῆτα>
δολιόβουλε, κακότεχνε· <μῆτις> γὰρ ἡ βουλή (Α 540)
<Δόλοπες>
ἔθνος p οἱ τὰ ἔσχατα μέρη τῆς Θεσσαλίας οἰκοῦντες (Ι 484)
<δόλοπα>
κατάσκοπον vgAS μαστροπόν
*<δολομήτεω>
δόλια βουλευομένου AS
<δολοπεύει>
ἐπιβουλεύει (r) ἐνεδρεύει
<δόλος>
πάσσαλος
<δόλου τράπεζα>
ἐπὶ τοῦ ἥπατος. σημεῖον ἐν θυτικῇ
<δολοπλοκίας>
τὰς τῶν λόγων πλοκάς
[<δόλοι>
κατάσκοποι]
<δόλαντρον>
κέρας γλοιὸν ἔχον, ᾧ ἁμαξεῖς χρῶνται εἰς τὸν ἄξονα
<Δολόπεσσιν>
ἔστι δὲ ὄνομα ἔθνους Θεσσαλίας (Ι 484)
*<δολοφρονέουσα>
δόλια φρονοῦσα Sn ἀπατῶσα (Γ 405) n
<δολβαί>
θύματα. οἱ δὲ μικτὰ πλακούντια
<δόλπαι>
πλακούντια μικρά. Κῷοι
<δολφός>
ἡ μήτρα r
<δόλωνες>
οἱ μικροὶ ἱστοὶ ἐν τοῖς πλοίοις. ἢ ξιφίδια ἐν ξύλοις ἀποκεκρυμμένα
<δολώσει>
ἀπατήσει (Ar. Eq. 1067)
<δόμα>
τειχίον
*<δόμεναι>
δοῦναι, παρασχεῖν (Α 98) n
<δομέοντι>
οἰκοδομοῦντι
*<δόμοισιν>
οἴκοις (Ξ 202 ..) S
<δομαίους>
οἰκόπεδα. θεμελίους
<δομή>
τεῖχος. εἶδος, μορφή, πρόσοψις. σῶμα. οἰκοδομή. τρόπων κατασκευή
<δόμορτις>
γυνή AS
*<δόμος>
οἰκία sn ἀπὸ τοῦ δεδομῆσθαι
<δόμος ἡμιτελής>
ὁ ἀτελὴς οἶκος. <Ἡμιτελής>· ἡμίγαμος. Τέλος γάρ ἐστι ὁ γάμος, καὶ Ἥρα τελεία καὶ Ζεὺς τέλειος, ὅτι γαμήλιοί εἰσιν (Β 701)
<δ' ὁμώροφον>
ὑπὸ τῷ <αὐτῷ> δόμῳ ἱδρυνθέντα  : <δόνακα>· κάλαμον r Κρῆτες, παρὰ τὸ δονεῖσθαι. καὶ <ῥαδαλὸν> <<δονακῆα>· τὸν διάσειστον καλαμῶνα> (Σ 576 v. l.)
<δόνακα ὑπολύριον>
πάλαι γὰρ ταῖς λύραις κάλαμος ἀντὶ κέρατος ὑπετίθετο (Ar. Ran. 233)
<δόνακες>
κάλαμοι pw "<δονάκεσσιν> ἑλώδεσιν ἢ πτελέαις<ιν>" [δονακῆα· τὸν διάσειστον καλαμῶνα]
<δονακήματα>
[ἀναλήμματα. καὶ] αὐλήματα
<Δονάκταν>
τὸν Ἀπόλλωνα. Θεόπομπος (Fr. Gr. Hist. 115,303 Jac.)
*<δονάκων>
καλάμων AS (Σ) ἢ αὐλῶν (Σ)
*<δόναξ>
κάλαμος ὁ ἁλιευτικός vgAS
*<δονεῖ>
κινεῖ, ταράσσει vgAS σαλεύει gh <δονεῖται, δονοῦντι, δονούμενοι>· ὁμοίως
*<δόξα>
φήμη AS τιμή r. gAS
*<δόξαν ἑλεῖν>
δόξαν λαβεῖν vgAS
*a) <δοξαρίοις>
εὐτελέσι δόγμασιν vgSPn b) <<δοξαρίων>·> ὑπονοιῶν vg AS ὑποκοριστικῶς PS
*<δόξας>
δοκήσεις AS
<δοξασταί>
δικασταί (Antiph. 5,94)
<δόξειε>
ὑπολάβοι
*<δόξῃ>
φανῇ AS ἢ δοκήσει
<δόξης>
δοκήσεως (Κ 324)
<δοξοῦσθαι>
κατοπτρίζεσθαι. φαντάζεσθαι
<δορά>
*δέρμα r. vg(A) n <Κρῆτες δὲ καὶ τὴν δοκόν>
*<δόρατα>
λόγχαι vgAS
<δοράζει>
†λογχάζει
<δορατιζόμενοι>
δόρασι μαχόμενοι (v)
[<δόραντον>
κέρας, ἐν ᾧ τὸν γλοιὸν φέρουσιν οἱ ζευγηλάται ὑπὸ τῇ ἁμάξῃ]
[<δορυάληπτον>
δορύληπτον S]
*<δοριάλωτος>
αἰχμάλωτος, ὑπὸ δόρατος ληφθείς (Eur. Tro. 518) vgSn
<δόρη> (Eur. Rhes. 274) καὶ <δορῶν>
ἀντὶ τοῦ δόρατα καὶ δοράτων  : <δορίδες>· μάχαιραι μαγειρικαί, εἰς τὸ ἐκδεῖραι τὰ θύματα ἐπιτήδειοι
*<δορίκτητος>
αἰχμάλωτος S πολέμῳ κτηθείς (Eur. Hec. 478?) (vg)
<δορίληπτον>
†κατηγορούμενον
<δορίς>
σκεῦος μαγειρικόν (Callim. fr. 75,11) (r)
*<δῶρ' ἄδωρα>
S (Soph. Ai. 665) ...
<δορκάζων>
περιβλέπων (r)
<δόρκαι>
κονίδες (r)
†<δόρκανα>
ἀκριβῶς. Κρῆτες
<δοροί>
θύλακες δερμάτινοι, κώρυκοι, δέρματα (β 354)
*<δόρπα>
δεῖπνα (Θ 503 ..) S
*<δορπῆσαι>
δειπνῆσαι (η 215) AS
<δορπία>
ἡ τῶν ἀπατουρίων πρώτη ἡμέρα οὕτω καλεῖται
<δορπιάζειν>
δειπνεῖν (r)
<δορπηστός>
ὥρα τοῦ δείπνου (Xen. Anab. 1,10,17)
*<δόρπον>
δεῖπνον (Η 370) ns
<δόρπον ἑλόμεθα>
ἐδειπνοποιούμεθα (Λ 729)
*<δόρπος>
βορά. [δεῖπνον r. vg
*<δόρποισι>
[δόρποισι]. δείπνοις vgS
<δόρυ>
ὅπλον. *[λόγχη (Sirac. 29,13) g ἀκόντιον. καὶ πᾶν [ξύλον S ἢ δοκόν
<δορύαλλος>
τὸ τῶν γυναικῶν μόριον, ἀπὸ τοῦ <δέρειν>, ἐφ' ὕβρει τοῦ τραγῳδοποιοῦ Δορύλλου, οὗ μέμνηται ἐν Λημνίαις (Ar. fr. 367)
<δορυθῆκαι>
δουροδόκαι
<δόρυ καὶ κηρύκειον>
παροιμία, ἣν ἔνιοι <πειθανάγκην> λέγουσιν· εἴρηται δὲ ἐπὶ τῶν ἅμα παρακαλούντων καὶ ἀπειλούντων, ἀπὸ τοῦ δόρυ κατέχειν καὶ κηρύκειον
<δορύκνιον>
εἶδος βοτάνης
*<δορυμήστορας>
τοὺς ἐμπείρους τῶν πολέμων vgAS
<δορυμόλπης>
... ἢ προηγούμενος τοῦ θυομένου βοὸς τῷ Διΐ
<δορυξεῖον>
ὅπου τὰ δόρατα ξύεται  : <δορυξένους>· οὓς ἐμπεδοῦντας <τὰς> ὁμολογίας φίλους ἐποιοῦντο καὶ προσηγόρευον δορυξένους, διὰ τὴν οἰκειότητα τῆς γενομένης πράξεως. Δηλοῖ καὶ τὸν ἁγνίζοντα φόνον, καὶ πρόξενον
[<Δόρυσσα>
οὕτως ἐκαλεῖτο ἡ Σάμος]
<δορυσσόον>
ἀνδρεῖον [δόρυ ὁρμᾶν] ἢ δόρατι φοβοῦντα καὶ σοβοῦντα
*†<δορυφία>
καρποφορία ἀγαθή Sw
<δορυφόνον>
[τὸν δολοφονοῦντα]· Ἀριστοφάνης Δαιδάλῳ (fr. 196) ὅτι δὲ †Φιλόκτητος τῇ λέξει ἐχρήσατο πρῶτος, δηλοῖ Τηλεκλείδης ἐν Πρυτάνεσι (fr. 29) δηλοῖ δὲ τὸν δολοφονοῦντα
<δορυφόρος>
*ὁπλοφόρος r ὑπασπιστής vgSn ἢ φύλαξ τῶν τυράννων. καὶ πρόσωπον <κωφόν>
<δορυφοροῦντες>
προβαδίζοντες ἔνοπλοι r
<δορυφόρους>
ἀναβαστάζοντας S τὰ ὅπλα
[<δόρων>
τῶν δοράτων]
<δορχελοί>
ἀστράγαλοι
<δόσαν>
παρέσχον, ἔδοσαν (Α 162)
†<Δορσάνης>
ὁ Ἡρακλῆς, παρ' Ἰνδοῖς
<δοσείειν>
δοτικῶς ἔχειν
*<δόσις>
ἡ δωρεά (Κ 213 ..) r. Sn
*<δόσκον>
ἐδίδουν (Ι 331) S
*<δοτῆρα>
δότην (Greg. Naz. c. 1,1,27,66 [37,503]) S
<δοτήρ>
ὁ διδούς r
*<δούλιον ἦμαρ>
τὴν τῆς αἰχμαλωσίας ἡμέραν (Ζ 463 ..? Eur. Hec. 56?) S
<Δουλίχιον>
πόλις Κεφαλληνίας (Β 629 ..?)
<δοῦμος>
ἡ οἰκία, ἢ τὴν ἐπὶ τὸ αὐτὸ συνέλευσιν τῶν γυναικῶν
*<δουλωσάμενοι>
ὑποτάξαντες S
<Δούλων πόλις>
Εὔπολις Μαρικᾶι (fr. 197) "οὐκ ᾤμην εἶναι" λέγει "Δούλων πόλιν". ἔστι δὲ ἐν Κρήτῃ καὶ Λιβύῃ
<δούξ>
ἡγεμών, ἄρχων
<δουπῆσαι>
ψοφῆσαι. ἐν παρατάξει ἀποθανεῖν (Ν 426)
<Δούλωνα>
τὸν μουσικὸν Φιλόξενον, ἐπειδὴ δοῦλος ἐγεγόνει ὁ Φιλόξενος. ἦν δὲ τὸ γένος Κυθήριος (Com. ad. fr. 74)  : *<δούπησεν>· ἐψόφησεν (Δ 504 ..) S
*<δοῦπον ἀκόντων>
τὴν μάχην (Λ 364) (S)
*<δοῦπον>
ψόφον (Δ 455) vgS θάνατον. [φόβον S
*<δοῦρα>
δόρατα s κοντά. καὶ [ξύλα (Β 135) vgAS
<δουράτεον>
ξύλινον (θ 512)
<δουρηνεκές>
ὅσον δόρυ ἐκτείνεται, ἢ ἐφ' ὅσον ἂν ἐνεχθείη βληθέν (Κ 357)
<δοῦρε>
δόρατα δυϊκως (α 256)
a) <δουρηνηκές>
δόρατος μῆκος (Κ 357) b) <δουρί>· δόρατι (Α 303)
(*)<δουριαλής>
αἰχμάλωτος (Greg. Naz. c. 2,1,1,355[37,996])
<δουρικλυτός>
ὁ κατὰ μάχην ἔνδοξος S ἀπὸ μέρους, τοῦ δόρατος (Β 645 ..)
[<δουρικτῆτον] δουρικτήτην>
αἰχμάλωτον (Ι 343) (p)
<δουροδόκη>
δόρατος θήκη (α 128)
<δούριος ἵππος>
Ἀθήνησιν ἐν ἀκροπόλει χαλκοῦς ἐστιν, καὶ ἐξ αὐτοῦ ἐκκύπτουσι δ#
*<δουρὸς ἐρωή>
ὅσον δόρατος ὁρμή (Ο 358) S
*<δούς>
παρασχών S
<Δουσάρην>
τὸν Διόνυσον. Ναβαταῖοι, ὥς φησι Ἰσίδωρος
[<δούς>
δεσμευθείς]
*<δοῦσι>
δεσμεύουσι S
<δοχεών>
δοχή, σημεῖον ἐν θυτικῇ
*<δοχήν>
ἄριστον (Luc. 5,29 ..) vgSn
<δοχμαλόν>
χαμαίζηλον. ταπεινόν r
<δοχμή>
*σπιθαμή (vgPn) S παλαιστή (Ar. Eq. 318)
†<δοχμῇσι>
τὸ ἐπικάρσιον, τὸ δόχμιον, τὸ πρόσαντες
<δόχμια>
πλάγια, λοξά gS κεκαμμένα (Ψ 116)
<δοχμόν>
πλάγιον πεδίον
<δοχμόκορσοι>
οἱ πλαγιοχαῖται r
<δοχμόλοφοι>
οἱ ἐκ πλαγίου τοὺς λόφους ἔχοντες (Aesch. Sept. 114?)
<δοχούς>
δοχεῖα. λουτῆρας
*<δράγμα>
ὅσον περιλαμβάνει τῇ ἀριστερᾷ χειρὶ ὁ θερίζων vgSn  : †<δραγμᾶναι>· αἱ ἐν ταῖς τοῦ ἐγκεφάλου κοιλότησι ...
*<δράγματα>
δέσμαι s καὶ ὅπερ ἡ χεὶρ δράξηται (Ps. 128,7 ..)
[<δραγκάζειν>
κρύπτειν (p)]
†<δραγκαλακτᾶν>
βριμοῦσθαι
<δραγματολόγος>
ὁ τὰ δράγματα συνάγων
<δραίνει>
ποιεῖ. δύναται, ἰσχύει. ἐνεργεῖ. κυλίει. γυμνάζει
<δραίνεις>
δραστικῶς ἔχεις (Κ 96)
†<δραιώμη>
ὠφέλεια
<δραιόν>
μάκραν. πύελον
[<δράκαλος>
ἰδία τὸ συναυλίζεσθαι. Λάκωνες]
<δραθεῖν>
κοιμηθῆναι (υ 143)
<δράκαιναν>
τὸν μάστιγα, τὸν ὑστριχίδα ὁ Ἀριστοφάνης (fr. 767)
[<δρακέν>
ἐνεργεῖ, πράσσει]
<Δρακάνιον>
ὄρος Ἰκαρίας
<Δράκαυλος>
<μία τῶν Κέκροπος θυγατέρων διὰ τὸ συναυλίζεσθαι τῷ ἐν τῇ ἀκροπόλει δράκοντι,> ἐπειδὴ δοκεῖ ἡ Ἀθηνᾶ παρ' αὐταῖς αὐλίσαι τὸν δράκοντα. Σοφοκλῆς Τυμπανισταῖς (fr. 585) ἢ ὅτι συνέστη Κέκροπι, <ὃς> [ἢ ὅτι] εἰς δράκοντα μετεμορφώθη
<Δρακοντίδης>
τὸν Κέκροπα Ἀριστοφάνης (Vesp. 438), ἐπειδὴ τὰ κάτω δράκοντος εἶχεν
<δρακεῖν>
ἰδεῖν, βλέψαι s
*<δρακός>
τῆς παλάμης, τῆς χειρός (Eccles. 4,6 ..) gS
<δράλαινα>
λαμυρά. Κῷοι
*<δράματα>
ποιήματα (Greg. Naz. or. 21,14,1096 c) (SP) ... πρᾶξις Sn ἢ λόγος περιέχων ὑπόθεσίν τινα SP
*<δραματουργεῖν>
πανουργεῖν. συντιθέναι (Σ) πράττειν
*<δραματουργηθέντων>
πραχθέντων S
*<δραματούργημα>
σύνθημα n
*<δρᾶν>
πράσσειν vgS θύειν S
*†<δρᾶαι>
ποιῆσαι S ἢ φυγεῖν g
<δρανεῖς>
δραστικοί. ὅθεν καὶ <ἀδρανεῖς>
<δράνος>
ἔργον. πρᾶξις. ὄργανον. ἄγαλμα. κατασκεύασμα. δύναμις
<δράκοντα>
τὸ κηρύκειον. Σοφοκλῆς Φιλοκτήτῃ (fr. 638)  : (*)<δράξ>· δράκα. <καὶ ξέστου τὸ τέταρτον> (3. Reg. 17,12)
<δράξαι>
κρατῆσαι [καὶ ξέστου τὸ τέταρτον]
<δράξασθε παιδείας>
ἐπιλάβεσθε παιδείας, καὶ ἐπιστήμης (Ps. 2,12) gS
<δραξών>
ἐν Σικελίᾳ <ἦν> ἱερόν ..., εἰς ὃ οἱ γεωργοὶ εὐχὰς ἔπεμπον· ὅθεν καὶ δραξόνες ἐκλήθησαν ...
<δραπανίδες>
εἶδος ὀρνέου S
*<δραπέτης>
φυγάς p
<δραπετίνδα>
δραπετικῶς
*<δράσας>
ποίησας vPSn κρατήσας. [πράξας P
†<δράσειν>
θύειν καὶ θυσίας ... Αἰολεῖς
<δρασείοντες>
ἐνεργητικῶς ἔχοντες S
<δρασκάζειν>
κρύπτεσθαι. ἀποδιδράσκειν (Sol. leg. ap. Lys. 10,17)
[<δράσκας>
δρασμός]
<δρασείων>
δραστικῶς ἔχων (Soph. Ai. 326)
<δράσκασις>
ἡ διάδρασις. ἢ δραπετεία
<δρᾶσται>
δραπέται
<δρασμάτων>
πανουργημάτων
*<δρασμός>
φυγή vgSn, <δρασμῷ φυγεῖν>· δραπετεύειν
<δρασσόμενοι>
κρατοῦντες S
<δραστείρας>
τὰς θεραπαίνας, καὶ διακόνους
<δράστην>
κόφινον
<δραστηρά>
δραστικά
<δραστῆρας>
τοὺς ὀψοποιούς, μαγείρους (ps)
*<δραστήριον>
πρακτικήν SPn
<δράστης>
*πράττειν δυνάμενος Sn ἢ νοηματικὸς κατ' ἐπιβουλήν
<δράστις>
ἡ βύσσος· καὶ ἐργαζόμενοι αὐτὴν <δραστιουργοί>
<δραστικός>
κραταιός, ἰσχυρός, δυνατός
<δρακτά>
φυλλάς· Σικελοί
<δραστιουργοί>
οἱ ἐργαζόμενοι τὴν βύσσον (ps)
<δρατά>
δαρτά, ἐκδεδαρμένα θύματα (Ψ 169)
<δράγμα>
τὸν τῆς σταφυλῆς βότρυν καὶ τὰς φοινικίνας βαλάνους
[<δράγματα>
συνθήματα]  : *<δραχμή>· εἶδος μέτρου vgSn, κεράτια ιη# S
<δραχμὴ χαλαζῶσα>
ἐπὶ Διοφάντου (395 / 4) τὸ θεωρικὸν ἐγένετο δραχμή. <ἐπεὶ δὲ ἔπεσε χάλαζα τότε, ἀπὸ τοῦ ἀέρος χαλαζῶσαν αὐτὴν ἐπέσκωπτον> (Com. ad. fr. 314)
<δραχμή>
τὸ ὄγδοον τῆς οὐγγίας
<δραχμὴ χρυσίου>
ὁλκὴ νομίσματος, εἰς ἀργυρίου λόγον διδράχμων ε#
<δρέχμονες>
οἱ νεφροί
<δρέμμα>
κλέμμα. οἱ δὲ κλάσμα
<δρεπανηφόρα ἅρματα>
τοὺς Μακεδόνας φασὶ πρώτους χρήσασθαι
*<δρεπανηφόρους>
ξιφηφόρους (vgSn)
<δρεπανίς>
κεγχρίς
<δρέπειν>
τρυγᾶν (s)
*<δρέπεται>
τρυγᾷ vgn
*<δρεπόμενοι>
λαμβάνοντες. ἀπολαύοντες. vgSn τρυγῶντες vg
†<δρεπεῖς>
τρυγηταί p
<δρεπτόν>
εἶδος φιλήματος, ὡς Τηλεκλείδης (fr. 13)
*<δρεφθῆναι>
τρυγηθῆναι vgS
<δρέψαι>
ἀφελεῖν. τρυγῆσαι. ἀποκόψαι· ὅθεν καὶ δρέπανον
*<δρέψας>
ἀναλώσας. τρυγήσας. θερίσας n
*<δρέψασθαι>
τρυγήσασθαι vgSn ἀφελεῖν τῇ χειρί, [ἢ λαβεῖν (Hes. theog. 31) vgSn
†<δρῆες>
στρουθοί (vgn) s Μακεδόνες
†<δρηλοῖ>
φοβεῖται
<δρησμοσύνη>
θεραπεία, <ὑπηρεσία>
<δρῆσται>
οἰκέται. p ἢ δυνατοί (S)
<δρηστῆρας>
πράκτορας. θεράποντας
<δρηστῆρες>
ὑπηρέται, λειτουργοί, διάκονοι, θεράποντες (π 246)
<δρηστῖναι>
διάκονοι, θεράπαιναι
<δρία>
τόποι σύνδενδροι [τόποι] καὶ χλοώδεις
†<δριαλεῖν>
ποιεῖν
<δριάεντα>
χλωρά
<δριάουσαν>
θάλλουσαν  : <δρίκκαι>· ὄρνεα ποιά
<δρίλακες>
βδέλλαι. Ἠλεῖοι
*<δρίμα>
ψῦχος vgSs
<δριμεῖα μάχη>
ἔνθερμος, καὶ ἐνεργός (Ο 696)
<δριμύ>
ὀξύ. [σφοδρόν, θερμόν s ταχύ
<δριμύς>
*ὀξύς vgS. στυπτικός
<δρίος ὕλης>
ὄρος. χόρτος. δρυμός (ξ 353)
<δραχμή>
τὸ ὄγδοόν ἐστιν τῆς οὐγγίας ἐν χαλκῷ καὶ σιδήρῳ, ἐν δὲ χρυσῷ καὶ ἀργύρῳ ὀγδοηκοστόν ἐστιν οὐγγίας· οὕτω γὰρ εὑρίσκονται οἱ εἴκοσι ὀβολοὶ δίδραχμον ἐν τῷ Λευιτικῷ (27,25)
<δρίος>
σύμφυτος τόπος καὶ σύνδενδρος καὶ χλοώδης. [ἢ ὄρος. ἢ χόρτος. ἢ δρυμός, ὕλη]
†<δρίς>
δύναμις, <ἰσχύς> s
†<δίφρακτος>
κράββατος
<δρίφον>
τὸν δίφρον. Δωριεῖς (Sophr. fr. 10. Theocr. 15,2) κατὰ συστολὴν ὡς ...
<Δριωδόνες>
θεοὶ παρὰ Λακεδαιμονίοις τιμώμενοι
<Δρόγγιλον>
χωρίον Θρᾴκιον (Dem. 8,44)
<δροιόν>
καλόν. Κρῆτες
<δροίτη>
πύελος. σκάφη. καὶ εἶδος ὀρχήσεως
*<>δρομάδην>
μετὰ δρόμου (Ε 80) vgS
<δρομαλὸς λαγωός>
ὁ ἐν δρόμῳ ἁλισκόμενος r, εὐναῖος δὲ ὁ ἐν κοίτῃ
<δρομάς>
ἡ ἑταίρα r
<δρομάσσειν>
τρέχειν
<δρόμων>
ὁ μικρὸς καρκίνος
<δρομιάμφιον ἦμαρ>
ἀμφιδρόμια. ἔστι δὲ ἡμερῶν ἑπτὰ ἀπὸ τῆς γεννήσεως, ἐν ᾗ τὸ βρέφος βαστάζοντες περὶ τὴν ἑστίαν γυμνοὶ τρέχουσι (Callim? fr. an. 157)
<δρομοκῆρυξ>
ὁ ἐπὶ σπουδῆς πεμπόμενος τὰς ἐπικηρυκείας ποιήσασθαι, ἡμεροδρόμος (Aeschin. 2,130)
<δρόμος>
ἡ ὀρχήστρα τοῦ Διονυσιακοῦ θεάτρου παρὰ Ταραντίνοις
<δροόν>
ἰσχυρόν r Ἀργεῖοι
†<δροπά>
δρεπτά. Σοφοκλῆς Παλαμήδῃ (fr. 440)
<δρόπις>
τρυγητός r  : <δροπίσκος>· κάλαθος
<δροσερά>
δροσιζόμενα. (Eur. Hipp. 226) καὶ ὄνομα πηγῆς S
*<δρόσοι>
ψεκάδες (Eur. Hipp. 78 ..) SPn
<δρόσους>
ἀχρείους. Κύπριοι
<δροῦνα>
ἡ ἀρχή, ὑπὸ Τυῤῥηνῶν
<δρυάζειν>
φλυαρεῖν (ps)
<δρύακες>
<ἐπὶ> τῶν ξύλων τῶν βασταζόντων τὴν τρόπιν τοῦ πλοίου (S)
<>δρυάσαι>
κατακολυμβῆσαι
<δρυασταί>
ἄπιστοι. ψεῦσται
<Δρυαχαρνεῦ>
ὦ δρύϊνε Ἀχαρνεῦ καὶ ἀναίσθητε. δοκοῦσι γὰρ οἱ Ἀχαρνεῖς σκληροὶ τὴν γνώμην εἶναι καὶ ἄτεγκτοι (Com. ad. fr. 75)
<δρύες οἰνοχίτωνες>
αἱ ἄμπελοι, διὰ τὸ τὸν οἶνον ἔχειν. καὶ ὁ <χιτὼν> δὲ παρὰ τὸ κεχύσθαι ὠνόμασται (Callim.? fr. an. 158)
*<>δρύεται>
κρύπτεται Ss
<δρύϊνος>
ξύλινος (φ 43) p
<δρυΐτης>
βοτάνη
<δρυμά>
δρυμώδεις καὶ σύνδενδροι τόποι καὶ εὔξυλοι (κ 150)
<δρυμάξεις>
κυρίως μὲν σπαράξεις· χρῶνται δὲ καὶ ἐπὶ τοῦ συνέσει, καὶ προσομιλήσεις (Com. ad. fr. 986)
<δρυμάσσειν> καὶ <δρυμάξαι>
τὸ τύπτειν ξύλοις καὶ τὸ †τρέχειν
<δρυμίους>
τοὺς κατὰ τὴν χώραν κακοποιοῦντας
<δρυφάξαι>
†δακεῖν
<Δρυμός>
*δάσος. σύμφυτος τόπος, αὐτοφυὴς καὶ σύνδενδρος (Λ 118) vgSn καὶ χωρίον τῆς Ἀττικῆς καὶ φρούριον (Dem. 19,326)
<δρυόεντα>
δρυώδη
<δρυοβαφῆ ἱμάτια>
τὰ ὑπὸ τοῦ κελύφους τοῦ δρυὸς βεβαμμένα
<δρυοπαγῆ στόλον>
τὸν πάσσαλον. Σοφοκλῆς Φιλοκτήτῃ (fr. 639)
<δρυὸς ὑψικόμοιο>
τὸ ἐν Δωδώνῃ μαντεῖον (ξ 328)
<δρυοτόμος>
ὑλοτόμος S δενδροτόμος
<Δρυοῦσα>
ἡ Σάμος τὸ παλαιόν
<δρύοχοι>
τῶν σιδηρῶν πελεκύων αἱ ὀπαί, εἰς ἃς τὸ στελεὸν ἐνείρεται (τ 574)  : <δρύοψ>· ὄρνεόν p τι διαφέρον τοῦ δρυοκολάπτου
<δρύπτεσθαι>
καταξύεσθαι
<δρυπετεῖς>
ἀπὸ δένδρου πεπτωκυίας ὠμάς (Ar. Lys. 564?)
*<δρύπτεται>
ξέεται r. Sn ὅτε τις ἑαυτὸν κατατίλλῃ ἐπὶ θρήνου (Eur. Hec. 655) Snp
<δρύπτουσα>
σπαράττουσα
*<δρῦς>
πᾶν ξύλον καὶ [δένδρον r. (S) s (Σ)
<δρύπτην>
ἀλήτην
*<δρυτόμος>
ὑλοτόμος (Λ 86) Sn
<δρυπολεῖ>
ταλαιπωρεῖ. ὀρειβατεῖ. [πυρὶ πολιορκεῖ (p)
<δρύπτερις>
βοτάνη τις, ἐμφερὴς πτέρει
<δρυφάδες>
ὄνυχες. καταξύσματα
<δρυφάδες>
λῦπαι, ὀδύναι. ἢ τὰ ἀπὸ πληγῶν πελιώματα
<δρύφακτοι>
αἱ τοῦ δικαστηρίου θύραι. ἢ [κάγκελοι (Ar. Vesp. 386) S *ἢ τὰ διαφράγματα. ἢ τὰ περιτειχίσματα vgS
†<δρυφαίνηκα>
τὸν οὐ μέγαν. Ἠλεῖοι
<δρύφειν>
περαίνειν
<δρυφή>
ἀμυχή, καταξυσμή
*<δρύφη>
ξέσματα Snp Σ
<δρυφόμενοι>
φθειρόμενοι
<δρύψ' ἀπὸ μυώνων>
ἀφεῖλεν, ἀπέξεσεν ἀπὸ τῶν μυῶν τῶν ἐν τῷ σώματι, ἤτοι βραχιόνων, ἢ γαστροκνημίων (Π 324)
<δρύψαι>
ἀφελεῖν, [καταξύσαι (S) p
<δρύψελα>
πέταλα δρυώδη
[<δρύψ>
ἀπὸ μυψώνων δρύψιεν ἐπιζητῶν]
<δρυψόπαιδα>
τὴν λαμυράν, οἱ δὲ ἁπαλόπαιδα ἢ ἐλεεινόν
<δρυψογέροντας>
τοὺς ἀτόπους πρεσβύτας, καὶ οἱονεὶ ἀτίμους
<δροκτάζεις>
περιβλέπεις
<δρωμᾷ>
τρέχει
*<δρωμένων>
πραττομένων S
*<δρώμενα>
πραττόμενα r. vgP πανούργως
<δρωμίσσουσα>
τρέχουσα
*<δρῶντες>
ποιοῦντες, gSn ἐργαζόμενοι (Sap. 15,6) n  : <δρωπάζειν>· ἐμβλέπειν
*<δρώοιμι>
ὑπηρετοίην (ο 317)
<δρώπτειν>
[διακόπτειν. ἢ] διασκοπεῖν. Αἰσχύλος Ψυχαγωγοῖς (fr. 278)
*<δρώπτης>
πλανήτης. πτωχός vS
*<δρῶσι>
πράττουσιν (Eur. Andr. 66 ..) vgS
<δρώψ>
ἄνθρωπος
<δρώωσι>
διακονοῦσιν, ὑπηρετοῦσι
<δῦ>
ἔδυ r, εἰσέδυ (Θ 85 ..)
*[<δυάζει>
φλυαρεῖ vhpΣ
*[<δυαεῖ>
φλυαρεῖ.] ἀλογεῖ hpΣ]
<Δύαλος>
ὁ Διόνυσος, παρὰ Παίωσιν
<δύαν>
†κρίνην
†<δυαρεία>
ἡ ἐν τοῖς Τέμπεσι δάφνη. τὸ δὲ αὐτὸ καὶ †δηλεία
<δῦ δέ μιν Ἄρης>
ἐπιθυμία αὐτὸν εἰσέδυ τοῦ πολεμεῖν (Ρ 210)
<δυερός>
ἐπίπονος. τολμηρός (ζ 201 v. l.)
*<δύεται>
δύνει. κρύπτεται r. vgSn
<δύη>
δυστυχία. ἢ ἔνδεια. πόνος. ταλαιπωρία (ξ 215) καὶ ἡ δυηπαθία
*<δῦθι>
ἔνδυσαι (Π 64) vgS
<δυθμαί>
θαλάμαι. καταδύσεις
<δυθμαῖσι>
δύσεσι. καταστροφαῖς
<δύμεναι>
δῦναι. ὑπεισελθεῖν (Ζ 185 ..)
<Δύμη>
ἐν Σπάρτῃ φυλή, καὶ τόπος
*<δῦναι>
κατελθεῖν (Γ 322) Sn
<δύναμιν ἀρίστω>
τὴν δύναμιν ἄριστοι. δυϊκῶς
(*)a) <δύνασθαι>
θέλειν *b) <δύναμις>· ἰσχύς (β 62 ..) r. p
<δύνασις>
δύναμις (Soph. Ant. 951 ..) s
<δυναστεία>
δύναμις (Dem. 18,67?)
<δύνασαι σιωπᾶν>
πρῶτόν φασι Φοινικίδην Μεγαρέα κωμικὸν ποιητὴν ἐν ἄστει διδάσκοντα ἀποσκῶψαι τὴν σιωπωμένην ὁμολογίαν περὶ τῶν διαλύσεων Ἀντιγόνου καὶ Πύῤῥου βουλόμενον, εἰπεῖν <ἐν> ταῖς Αὐλητρίσιν οὕτως· "δύνασαι σιωπᾶν; ## Ὥστε <τοὺς> τὰς διαλύσεις συντιθεμένους κεκραγέναι δοκεῖν" (fr. 1). ἄλλοι δέ φασι παροιμιωδῶς εἰρῆσθαι ἐπὶ Ἀντιγόνου καὶ Πύῤῥου τῶν βασιλέων [ὧν] τὰς ὁμολογίας ἀποῤῥήτως ποιησαμένων οὕτως, ὥστε μηδὲ τοῖς γραμματεῦσι πιστεῦσαι.
*<δυνατῶς>
ἰσχυρῶς. γενναίως. ἀσφαλῶς Sn
<δυοδεκάτῃ>
ἡμέρᾳ δωδεκάτῃ (Φ 46 ..)
<δῦνε>
ἐνεδύσατο (Ο 219) (S)
<δύο>
οἱ δύο, αἱ δύο, τὰ δύο
*<δυοῖν>
τῶν δύο. S τοῖς δυσί vgS
*<δυοῖν θάτερον>
ἓν ἐκ τῶν δύο vg
<δυοῖς>
τοῖς δύο (Hdt. 7,104,3 ..)
<δυοχοῖ>
πωματίζει παρὰ Δημοκρίτῳ (fr. 136), ἤγουν πωμάζει, σκεπάζει
<δυοχῶσαι>
πωμάσαι
†<δύουσιν>
ἀποῤῥέουσιν
<δύπτης>
κολυμβητής. δύτης (Callim. fr. 522) r
<δύπτοντες>
κολυμβῶντες ps
<δέρεσθαι>
τύπτεσθαι
<δύρεσθαι>
ὀδύρεσθαι. κλαίειν, θρηνεῖν (Eur. Hec. 740 ..)
*<δυς>
κακῶς r. gS ἐπίῤῥημα r. S
<δυσάγωγοι>
δυσκόλως φερόμενοι r. S
<δυσάγωγος>
δυσχερής p
<δυσαέος>
χαλεπῶς πνέοντος (Ε 865)
<δυσαίατο>
παραγένοιντο, εἰσίοιεν (Σ 376) (S)
<δυσάντητον>
δυσπρόσιτον
<δυσαῆ>
δύσπνουν. χειμέριον. νοσώδη. οἱ δὲ ἄνεμον δύσαντα ἐκ νεφῶν. ἄλλοι ψυχρὸν, ἢ ἀπὸ τῆς δύσεως πνέοντα· ἐπὶ τοῦ ζεφύρου (ε 295)
<δυσαής>
[δυστήνου.] δύσπνους (ε 295)
*<δυσαλγής>
δυσίατος (S) ἀσυμπαθής (vgSP)
*<δυσαέος>
δυσπνεύστου (Ε 865 ..) S
*<δυσαλθέα>
ἀθεράπευτα (Greg. Naz. c. 2,1,1,601 [37,1014]) r gSn
*<δυσάλυκτον>
μὴ ἔκφευκτον (Sap. 17,16) r. gS
*<δυσάλωτον>
δυσχερῶς κρατούμενον (Clem. Al. Str. 2,2,5,3?) r. vgS
<δυσάμμορος>
κακόμοιρος, δύστηνος, [δυστυχής (Χ 428) S  : <δυσάνιον>· τὸ δυσχέρειαν χρώμενον. δυσάρεστον. τὸ δὲ ἐναντίον <ἀνήνιον> λέγουσιν. ἔγκειται δὲ ἡ <ἀνία> τῇ λέξει
*<δυσανασχετεῖ>
παραιτεῖται. βαρέως φέρει. δυσκόλως ἔχει. vgS δυσπετεῖ S
*<δυσαναφορικός>
δυσκόλως ἀναφερόμενος (vg) S
<δύσαντα>
κατελθόντα
*<δυσάντεα>
φοβερά (Greg. Naz. c. 1,1,7,75 [37,444]) Sn
<δυσάντης>
τραχεῖα. χαλεπή. δυσαπάντητος r
*<δυσάντητον>
δυσχερὲς vgSn ἀπαντᾶν
*<δυσαρεστούμενοι>
μὴ ἀρέσκοντες Sn
*<δυσαρεστουμένην>
ἀπαρεσκομένην (vgS)
<δυσαρεστεῖ>
δυσφροντίστως <ἔχει>
<δυσάρεστος>
δυσχερής (Eur. Or. 232) r
*<δυσαριστοτόκεια>
ἐπὶ κακῷ ἄριστον τεκοῦσα. ἢ τὸν δι' ἀριστείαν δύστηνον (Σ 54) Σ
<δυσαύλητος>
δυσεγκλήμων
<δύσαυλος>
δυσαύλιστος. Σοφοκλῆς Ἀλεξάνδρῳ (fr. 92)
*<δυσαχθές>
βαρύ r. S(P) n
*<δυσαχθής>
πάνυ ἀηδιζόμενος SPn
<δύσβατον>
*δυσχερές SP ἄβατον. δύσπορον. χαλεπόν
*<δυσβάστακτον>
βαρύ. [<δυσαχθής>· πάνυ ἀηδιζόμενος δύσπορον· χαλεπόν]. δυσφερές, δύσοιστον, [ἀφόρητον (Prov. 27,3) (n)
†<δυσβηρές>
δύσβατον S δυσχερές
*<δυσβουλία>
κακοβουλία (Sn) Σ ἀφροσύνη r
<δυσβράκανον>
δυσχερές· <βράκανα> γὰρ τὰ ἄγρια λάχανα· ἔστι δὲ δύσπλυτα. Λέγει οὖν ὁ Κρατῖνος (fr. 404) δυσκατανόητον, οἱονεὶ †δυσνόητον
<δυσγάργαλις>
δυσπράυντος. οὐχ ὑποτασσόμενος. δυσπρόςιτος (Ar. fr. 43) ὁτὲ δὲ δυσγαργάλιστος
*<δυσγένειαν>
ἀγένειαν S
[*<δυσγενής>
ἐχθρός S]
*†<δύσγω>
ἀποδύω S
<δυσδήλιδες>
κακοῦντες· <δηλήσασθαι> γὰρ τὸ κακῶσαι
<δυσδηνίας>
δύσνους, κακὰ βουλευομένους
*<δυσδιακόμιστον>
δυσβάστακτον S  : <δυσαιάκτου>· δυσθρηνήτου (3. Macc. 6,31) SΣ
*<δυσδιάφυκτον>
δυσχερῶς λανθάνον vgS
<δυσδιήλυτα>
δυσδιόδευτα
*<δυσδιόρθωτος>
δυσχερῶς διορθούμενος vgS μὴ διορθούμενος S
<δύσεα>
τοῦ τοίχου τὰ πέριξ (r) Κύπριοι
<δύσεαι>
ἀναλάβοις (Ι 231)
*<δυσειδής>
κακὸν εἶδος ἔχων (Hdt. 6,61,3) vgSn
<δυσείμων>
ἀκτήμων
*<δυσέκλυτα>
δυσχερῶς λυόμενα SnΣ
<δυσέκλυτος>
δυσεύρετος
*<δυσέμβατος>
ἀτριβής, ἀπάτητος. τραχύς (Thuc. 4,10,3) Ss
*<δυσέμβολος>
δυσεπιχείρητος r. SnΣ
<δυσεξάλυκτα>
δυσέκφευκτα
*<δυσεξίτητα>
δυσκόλως ἐξοδευόμενα. ἢ δυσθεράπευτα S
*<δυσέξοιστον>
δυσερμήνευτον n ἢ δυσεκκόμιστον vgS
<δύσεο δ' ἀλκήν>
δῦθι, ἀνάλαβε τὴν ἀλκήν, τουτέστιν τὴν δύναμιν· οἷον ἰσχυροποίησον σαυτόν (Τ 36)
*<δύσεριν>
φιλόνεικον. παρὰ <τὸ> <δυς> καὶ τὴν <ἔριν> (Plat. leg. 9,864 a) vgS
<δυσερμία>
κακὴ συντυχία (p)
<δύσετο>
κατῆλθε (Β 388 ..) S
*<δυσέφικτον>
δυσκατάληπτον r. vgSPn
<δυσηλεγέος>
δυσάντης, χαλεπός. ἢ δυσλεχέος, ἤγουν κακοκοιμήτου (Υ 154)
<δυσηλεγές>
κακόπαθον. χαλεπόν
<δυσηκῆ>
δυσακῆ, δυσίατον
<δυσηβόλον>
δυσάντητον
*<δυσήνεμον>
δυστάραχον Pn τὸ κακοὺς ἀνέμους ἔχον r. vgSP
*<δυσήνιοι>
ἀπειθεῖς, δυσάγωγοι vgS (Σ) ἐπὶ πολὺ σκυθρωποί. ἐπὶ μικροῖς μεγάλα ὀργιζόμενοι. [ἀνυπότακτοι Σ
*<δυσήνυτος>
δυσκατόρθωτος (Ios. b. Iud. 5,501?) r. vgS(n) [καὶ <δυσήνυκτον>]
<δυσήριστοι>
δυσέριστοι, φιλόνεικοι. ἢ ἀμφίβολοι
<δυσήτορος>
δυσθύμου
<δυσηχέες>
κακοὺς ἤχους ἔχοντες  : <δυσηχέος>· *κακοφώνου (r). Sn κακὸν ἦχον ἐπιφέροντος, διὰ τὰς γινομένας οἰμωγὰς καὶ θρήνους (Β 686)
<δυσθαλής>
δυσαυξής. Κρατῖνος (fr. 405)
<δυσθαλπέος>
κακοθαλποῦς, κακοῦ εἰς τὸ θάλπειν. ψυχροῦ (Ρ 549)
<δυσθερέας>
δυσαλθήτους
*<δυσθήρατος>
δυσεύρετος r. vgSn
*<δυσθύμει>
ἀθύμει (Hdt. 8,100,3) Ss
*<δυσκάθεκτοι>
δυσκράτητοι r. vgS δυσκόλως ἐπεχόμενοι (Greg. Naz. or. 20,36,513 D) vgS
<δύσκαπνος>
ὁ φοῖνιξ ὑπὸ Θεοφράστου (h. pl. 5,9,5; de ign. 72)
*<δυσκάτοπτος>
δυσθεώρητος S
*<δυσκέλαδος>
δύσφωνος (Eur. Med. 420) v, κακὸν ἦχον ἀποτελῶν (Π 357) (n)
<δυσκηδέα>
δυσφύλακτον. χαλεπόν (ε 466)
<δύσκημον>
ἄφρονα r, δυσοιώνιστον
<δύσκεν>
ἔδυνεν, ὑπεισήρχετο (Θ 271)
<δυσκλέα>
ἄδοξα. κακόδοξα (Β 115)
*<δυσκλεές>
ἄδοξον n, τὸ μὴ ἔχον κλέος (Eur. Or. 250 ..) S
*<δύσκλειαν>
κακοδοξίαν (Eur. Med. 218 ..) vgS
<δύσκλυτος>
ἄδοξος, ἄτιμος
<δυσκολαίνει>
δυσφορεῖ (r)
<δύσκολος>
ἄγριος, q δυσχερής (r.) S
[<δυσκρανές>
αὐχμηρόν]
<δύσληπτα>
ἀκατανόητα
<δύσλοφον>
δύσκολον, οὐχ ἁρμόζον τῷ λόφῳ· οἱ δὲ τὸ [χαλεπῶς φερόμενον (p) ἀπὸ τῶν <λόφων>, οἵ εἰσι τράχηλοι (Eur. Tr. 303)
*†<δυσλώσων>
δυσχερῶν (Eur. Tr. 303) S
<Δύμαιναι>
αἱ ἐν Σπάρτῃ χορίτιδες Βάκχαι
*<δυσμενεῖ>
πολεμίῳ, ἐχθρῷ S
*<δυσμενεῖς>
ἐχθροί (vg) πολέμιοι
*<δυσμένεια>
ἔχθρα vg(S), μῖσος
<δυσμεναίνει>
διεχθρεύει, πολεμεῖ
*<δυσμαῖς βίου>
τῷ τέλει τῆς ζωῆς SP
<δυσμεναίνων>
ἐχθρεύων (Dem. 18,217)
*<δυσμενής>
ἐχθρός psd, πολέμιος p, ἀντίπαλος  : <δυσμενέων>· πολεμίων. (Κ 221) ἐχθρῶν, ἀντιπάλων
[<δυσμήν>
ἐχθρός]
*<δύσμηνις>
βαρύθυμος, ὀργίλος vg, ἐχθρός
<δύσμητις>
κακότεχνος r. S
*<δύσμορος>
κακοθάνατος, (vg) ἄθλιος (vgS) [ἢ κακόμορφος] δυστυχής (Χ 481 ..) (S)n
<δύσμορφος>
ἄμορφος, ἄσχημος. [δυστυχής] <ἢ κακόμορφος>
<δυσνοίας>
κακοβουλίας (r)
<δύσνους>
ἐχθρός
<δυσξύμβολος>
δυσεπίγνωστος r. (p)
<δυσξύνετος>
ἀσύνετος (Eur. Phoen. 1506)
*<δύσοδον>
φαύλην ὁδὸν <ἔχουσαν> S, κακήν (Thuc. 1,107,3)
<δυσοίζει>
δυσχεραίνει. ὑπονοεῖ. Λάκωνες
<δυσοίζειν>
φοβεῖσθαι. ὑποπτεύειν
<δυσοίζοντος>
οἰωνιζομένου. καὶ ἄγαν ὑποπτεύοντος
†<δύσοιο>
φοβοῦ
<δύσοιμος>
ἐπὶ κακῷ ἥκουσα. ἢ δύσοδος (Aesch. Choe. 945)
*<δύσοικτος>
δυσθρήνητος Σ
*<δύσοιστος>
δυσυπομόνητος (Soph. Phil. 508) (vg)S
<δυσόμοιοι>
ἀνόμοιοι
<δύσονται ἀγῶνα>
εἰσελεύσονται S εἰς ἱερὸν τόπον (Η 298)
<δύσοπον>
δύσφωνον, δυσόρατον
<δυσόργητον>
ἀσεβῆ. ἀπηνῆ
*<δυσπετοῦντα>
δυστυχοῦντα, [κακῶς ἔχοντα (w)
<δυσοργός>
κακοεργός S
*<δυσόρφναια>
μέλανα. ἀφανῆ (Eur. Phoen. 325) S
*<δύσοσμον>
δυσῶδες Sn
<δύσουρον>
δυσφύλακτον
<δυσπάθεια>
κακοπάθεια r (s)
<δυσπαθεῖ>
κακοπαθεῖ. δυσιάτως ἔχει
*<δυσπαθῶν>
πάσχων κακῶς S
*<δυσπαίπαλον>
δύσβατον S σκολιόν. δυσανάβατον
*<δυσπάλαιστος>
ἀκαταγώνιστος (Eur. Alc. 889) S
<δυσπάλαμον>
δυσχερές. κακότεχνον  : <δυσπαλές>· δυσχερές. δυστυχές. σκληρόν. δύσαντες
*[<δυσπάμφαλος>
δυστάραχος S, δυσκίνητος] (Π 748)
<Δύσπαρις>
ἐπὶ κακῷ Πάρις κληθείς (Γ 39)
<Δύσπαρι>
δυσώνυμε δύστηνε Πάρι, ἐπὶ κακῷ ὠνομασμένε· τινὲς δὲ τὸν Πάριν εἶπον ὠνομάσθαι ἐπὶ τοῦ ἐμ πήρᾳ ἐκτεθῆναι, ἄλλοι δὲ ἀπὸ τοῦ πηροῦν τῷ κάλλει τοὺς ὁρῶντας αὐτόν (Γ 39)
<δυσπέμφελος>
ἐπὶ μὲν τῆς θαλάσσης ἡ δυσχείμερος καὶ τραχεῖα καὶ ταραχώδης (Hes. Theog. 440) ἐπὶ δὲ τοῦ κολυμβητοῦ δυσάρεστος (Π 748)
[<δυσπεῖσθαι>
ὑφωρᾶσθαι. φοβεῖσθαι]
*<δυσπέμφελον>
δυστάραχον (Π 748) nΣ
<δυσπετεῖ>
δυσανασχετεῖ. [παραιτεῖται r
*<δυσπετημάτων>
ἀποτυχημάτων (2. Macc. 5,20) S
<δυσπετές>
δυσχερές
<δυσπετέστερος>
δυσκολώτερος. δυσεπιτευκτότερος (Hippocr. morb. 1,22?)
<δύσπειστος>
[δεισιδαίμων. δυσσεβής.] ὁ δυσκόλως πιστεύων, καὶ ἀβέβαιος καὶ ἄπιστος μένων
*<δυσπόριστον>
δυσεύρετον (Ios. Ant. Iud. 19,210?) r. Sn
<δύσπορον>
δύσβατον. χαλεπόν
<δύσποτμος>
δυσθάνατος r δυστυχής (Eur. Tro. 289 ..)
<δυσπραγία>
ὅτε κακῶς ἐξάγῃ τις τὸν ἑαυτοῦ βίον
<δυσπρεπεῖ>
ἀπρεπεῖ. δυσμόρφῳ
*<δυσπρόσιτον>
ᾧ δυσκόλως τις προσέρχεται (2. Macc. 12,21) S
*<δυσσεβής>
ἀσεβής (2. Macc. 3,11 ..) Sps
*<δύσσειστον>
δυσχερῶς σειόμενον S
<δύσστακτον>
κακοδάκρυτον
<δύστακτον>
κακότακτον (Plat. leg. 6,781 a)
[<δυστάλεος>
ῥυπαρός]
*<δυστεκμαρτότερον>
δυσκαταληπτότερον S
*<δυστέκμαρτον>
<δυσεύρετον, δυσζήτητον, δύσληπτον> (Soph. O. R. 109) (n)pw
*<<δυστέρματον>·> δυσχερὲς τέλος ἔχον, ἢ μὴ ἔχον τέλος S(n) w
<δυστηνία>
μοχθηρία r  : [<δύστερον>· δυσξήθατον]
<δύστηνον>
μοχθηρόν. ταλαίπωρον (Χ 59 ...) r. (vgSn)
<δυστήνων>
ὁμοίως. καὶ ἀθλίων δυστυχῶν κακοδαιμόνων (Ζ 127 ..)
*<δυστοκία>
ἐπὶ κακῷ τὸν καθαρὸν τετοκυῖα Snw
<δυστοπάζοντες>
δυσχερῶς ὑπονοήσαντες (r)
*<δυστόπαστος>
δυσκατάληπτος, S δυσυπονόητος r δυσείκαστος (Eur. Tro. 885) S
<δυστραπελία>
κακοτροπία r, κακοήθεια
<δυστράπελος>
δυσμετάθετος (Soph. Ai. 914) S
<Δύστρος>
ὑπὸ Μακεδόνων μήν
<δύσσφαλτον>
δύσμαχον
<δυσφημίας>
κακοφημίας (Soph. fr. 663,2?)
*<δυσφορεῖν>
βαρύνεσθαι (vg) Sn †σιαίνεσθαι (Eur. Rhes. 425?)
*<δυσφόρητον>
δυσβάστακτον r. gS
<δύσφορον>
χαλεπόν
<δύσφυσιν>
κακὴν φύσιν
<δυσχαλέα>
ἄκρατον, κακόν, λίαν ...
<δυσχαλέες>
βλάσφημοι. χαλεποί
<δυσχάριστος>
ἀχάριστος (Aesch. fr. 135,2)
<δυσχεραίνει>
μισεῖ. ἀπειθεῖ. ὑπερηφανεῖ. καὶ δυσάρεστός ἐστι
<δυσχερῶν>
μισητῶν. λυπηρῶν. ἀπειθῶν
<δυσχιδώτερον>
κακοτροπώτερον. Ταραντῖνοι
<δυσχραής>
δυσχερής
<δυσχρανής>
αὐχμηρός
*<δύσχρηστος>
κακός, εἰς οὐδὲν χρήσιμος (Esai. 3,10 ..) vgS
*<δυσχωρία>
στενοχωρία (vg) Ss
†<δυσχῶται>
†δυσχωρῇ. διακωλύεται
*<δυσώδης>
κακόοσμος r. S ἀκάθαρτος r. Sn
*<δυσώνυμος>
κακώνυμος r. vgS χαλεπός (Soph. Ai. 914)
<δυσωπεῖσθαι>
ὑφορᾶσθαι q φοβεῖσθαι q. p
<δυσωρήσονται>
δυσφυλακτήσωσι, (r) S κακὴν νύκτα διαγάγωσι φυλάσσοντες· <ὦρος> γὰρ ἡ φυλακή (Κ 183)
<δυσωχεῖν>
δυσχεραίνειν
<δύω>
δύο (Α 16 ..) r  : <δυῶν>· δύο. Δωριεῖς
<δυωδεκάβοιον>
δώδεκα βοῶν ἄξιον (Ψ 703) p
*<δῶ, δῶμα>
οἴκημα, Sp (Α 426 .. Α 533 ..) σπήλαιον (ε 208) r
†<δωαί>
δικαίως, ὁσίως
<δωδεκάδαρχοι> καὶ <δέκαρχοι>
οὗτοί εἰσιν οἱ τῶν δωδεκάδων καὶ δεκάδων ἡγεμόνες δύο πεμπαδάρχαι
<δωδεκᾷδες>
θυσίαι ἐκ δώδεκα ζώων, ὡς <τριττύαι> ἐκ γ#
<Δωδεκάκρουνος>
Ἀθήνησιν κρήνη p ἣν ἔνιοι <Ἐννεάκρουνόν> φασιν, ἄλλοι δὲ <Καλλιρόην> καλοῦσιν (Cratin. fr. 186,2)
<δωδεκαμήχανος>
πόρνη τις ἐλέγετο, διὰ τὸ τοσαῦτα σχήματα ποιεῖν συνουσίας (Ar. Ran. 1327)
<δωδεκάποδος>
οὕτως ἔλεγον ἐλλειπτικῶς, στοιχείου, ἢ σκιᾶς. οὕτως γὰρ συνετίθεντο ἐπὶ δεῖπνον ἥξειν τοῦ στοιχείου ὄντος δωδεκάποδος, ὡς νῦν πρὸς ὥρας φασί (Men. fr. 364,3)
<Δωδεκάτη>
ἑορτὴ Ἀθήνησι ἣν Χόας ἔλεγον (Thuc. 2,15,4)
<δωδεκεύς>
χοεύς
<δωδεκῆιδα>
θυσίαν τὴν ἐκ δώδεκα ἱερείων. οἱ δὲ τὴν ἀπὸ τῶν δώδεκα μνῶν
<δωδεκήις>
τέλειος θυσία, ὁμοίως
<Δωδωναῖε>
ἐπίθετον Διός r, ἀπὸ Δωδώνης, διὰ τὸ ἐκεῖ τιμᾶσθαι τὸν θεόν (Π 233)
<Δωδωνεύς>
Ζεύς. ὁ αὐτὸς καὶ Νᾶιος
*†<δωια>
ὁμοΐα <ᾦα> Σ
†<δῶλα>
ὦτα. Κρῆτες
<δωλέγγονος>
ὑπόβλητος
<δωλοδομεῖς>
οἰκογενεῖς
*<δώματα>
οἴκους S οἰκήματα n ταμεῖα. οἰκοδομήματα. κέλλια (Α 600 ..) (vgSn)
*<δωμάτια>
τὰ αὐτά, (vgSn) ὑποκοριστικῶς
*<δώμησις>
οἰκοδομή vgS
<δωμήσουσιν>
οἰκοδομήσουσι s
<δωμητύς>
κατασκευή (p)
<δῶν>
δεσμεύων r
<δώομεν>
ἀποδῶμεν (π 184)
<δῶρα>
ξένια (θ 417)
<δωρεάς>
χάριτας (Dem. 19,147) (s)  : *<δωρητοί>· δώροις πειθόμενοι (Ι 526) (r). n
<Δωριᾶς>
Δωριέας (Thuc. 1,107,1) (r)
*<δωρίζει>
ὡς οἱ Δωριεῖς ᾄδει Sn(vg)
<Δωρική>
ὅπλισίς τις οὕτως ἐκαλεῖτο, καὶ κατασκευή. καὶ Δώριος ..
<Δώριον>
πόλις τῆς Πύλου (Β 594)
<δῶρα>
τὰ δωρούμενα. καὶ ἐπὶ μέτρου παλαιστή
<δώραξ>
σπλήν hw ὑπὸ Μακεδόνων
<δωριάζειν>
γυμνοῦσθαι. ἀπὸ τῶν ἐν Πελοποννήσῳ παρθένων, αἵτινες χορεύουσαι ἱματίδιον ἐπεπόρπηντο παραφαίνουσαι τὸ πολὺ τοῦ σώματος (Anacr. fr. 59)
*<δωροδοκεῖ>
δίδωσι δῶρα vgS
<δωροδοκεῖν>
δῶρα λαμβάνειν
*<δωροδοκία>
τὸ λαβεῖν ἢ δοῦναι δῶρα Sn
<δῶρον>
*παλαιστή r. pn ἔνιοι τετραδάκτυλον. καὶ τὸ σύνηθες ἡμῖν. <Ἑκκαιδεκάδωρα> δὲ ἑκκαίδεκα παλαιστῶν (Δ 109)
*<δωρεῖται>
χαρίζεται (Eur. Or. 117 ..) r. n
*<δωροδόκος>
δεχόμενος δῶρα (Dem. 19,201) rq. S pnΣ
<δῶρον>
παλαιστής, μέτρον
<δωροξενία>
τὸ ἐπὶ ξενίᾳ καλούμενον ἀποφυγεῖν δῶρα δόντα
<δωροφορεῖ>
δῶρα προσφέρει (r)
<δωροφορικὴ ἐσθής>
οὕτω λέγεται, [ἣν βασιλεὺς Περσῶν δωρεῖται r
<δωροφόρους>
τοὺς οἰκέτας. Μαριανδυνοί
<δώρων>
γραφαί ...
<Δωροῖ συκοπέδιλε>
παρῳδεῖται τοῦτο ἐκ τῶν ἀρχαίων ποιημάτων (Ar. Eq. 529)
[<δωρυφορεῖται>
βαστάζεται]
<δώς>
δόσις (Hes. op. 355)
*†<δοτῇ>
τορνευτῇ vgn
*<δώσει καὶ δώει>
περιποιήσει, ἢ παρέχει (n)
<δῶσι>
ὅταν μὲν ἑνικῶς ᾖ [δώη δὲ,] σὺν τῷ ἰῶτα (Α 129 ..) ὅταν δὲ πληθυντικῶς, ἄνευ τοῦ <ι> (Γ 166)
<δωσιάραις>
κακὰ διδούσαις  : *<δωτῆρες>· δοτῆρες, δόται (θ 325) S
<δώτην>
παρεκτικόν (r)
*<δώτειραν>
παρεκτικήν (Greg. Naz. c. 2,1,1,224 [37,1987] n
<δωτῆρας>
δότας
*<δωτίνηισι>
δωρεαῖς (Ι 155 ..) Sn
<δωτύς>
δώς, φέρνη
<δωτίνην>
δωρεάν, δόσιν (ι 268)
<δωτῖναι>
αἱ δωρεαί
<δωτινάζων>
δῶρα προσδεχόμενος
<Δωτάδης>
Δώτου υἱός, ὁ Λυκάμβας
<δωχεῖον>
χωρίον δεκτικόν
†<δωῶ>
δώσω