Άνοιγμα κυρίου μενού
Γλώσσαι
Συγγραφέας: Ησύχιος
Β


<Βαβάζειν>· τὸ <μὴ> διηρθρωμένα λέγειν. ἔνιοι δὲ βοᾶν
*<βαβαί>· θαυμαστικὴ φωνή ASPnΣ
<βάβακα>· τὸν γάλλον (ps)
<βαβάκινον> <καὶ <βάκινον>> χύτρας εἶδος pl
<βάβακοι>· ὑπὸ Ἠλείων τέττιγες· ὑπὸ Ποντικῶν δὲ βάτραχοι
<βαβάκτης>· ὀρχηστής, ὑμνῳδός, μανιώδης (Cratin. fr. 321) p

κραύγασος q ὅθεν καὶ Βάκχος

<βάβαλον>· κραύγασον. Λάκωνες
[<βάβαλον>· αἰδοῖον]
<βάβαξ>· μάταιος, bh λάλος, φλύαρος. bhp (Archil. fr. 33) ἐνθου-

σιῶν. ἀναιδής pq

<βαβάξαι>· ὀρχήσασθαι bhf. <Λυδοί> h
†<βαβήρ>· ὁ ἄρης
[<βαλβῖδες>· αἱ θύραι τοῦ ἱππικοῦ. καὶ βαλβίδες]
<βαβράζων>· κεκραγὼς συντόνως
<βάβρηκες>· τὰ οὖλα τῶν ὀδόντων. οἱ δὲ σιαγόνας. οἱ δὲ τὰ ἐν

τοῖς ὀδοῦσιν ἀπὸ τῆς τροφῆς κατεχόμενα q

<βαβρήν>· ὑπόστασις ἐλαίου, κατὰ Μακεδόνας
<βαβύας>· βόρβορος, S πηλός vgAS
<βαβύη>· χείμαῤῥος. οἱ δὲ πόλις
<Βαβύκα>· γέφυρα ps
<Βαβυλώνιοι>· οἱ βάρβαροι, παρὰ τοῖς Ἀττικοῖς
<βαβύρτας>· ὁ παράμωρος
<βαγαία>· ματαία. Λυσικράτης· βαγαία γὰρ ὥς τις ἐπικουρεῖ
<βαγαῖος>· ὁ μάταιος. ἢ Ζεὺς Φρύγιος. [μέγας. πολύς, ταχύς]
<βάγαρον>· χλιαρόν. Λάκωνες
*<βᾶσαι>· εἰσελθοῦσαι An
*<βάγιον>· μέγα gASn
<βάγος>· κλάσμα AS ἄρτου <ἢ> μάζης S καὶ βασιλεὺς καὶ [στρατη-

γός. Λάκωνες AS

[<βάδος>· ὁ καὶ βάτος, λξ# εσται. ἤγουν δ# μη]
<βαδάς>· κίναιδος. ὡς Ἀμερίας
*†<βαδελεγεῖ>· ἀμέλγει gASn
*<βάδην>· ἠρέμα vSn σχολῇ. κατὰ βῆμα. Sn (Ν 516)
*<βάδην>, περιπάτῳ ἐρχόμενον gAS
*<βαδδίν>· βύσσινον g(n) ἔνδυμα ἐξαίρετον (Dan. 10,5)
<βάδος>· ὃ καὶ βάτος. ν# ξέσται, ἤγουν λίτραι μη#
<βαδίζει>· περιπατεῖ (Eur. Phoen. 544)
*†<βάδιος>· ... υἱός vgASn
*[<βαδιστοι>· βαδύτατοι gAn]
<βάδομαι>· ἀγαπῶ p
[<βάδηδοι>· ἠχεῖοι]
<βαδακίζων>· κακῶς ἕρπων
*<βάζει>· λέγει (ξ 127) vgA (Sn)
*<βάζομεν>· λέγομεν (γ 127?) AS
*<βαθεῖαν>· κεκρυμμένην (Aesch. Sept. 533 Pl. rep. 362 a) AS
<βαθείης>· *ὑψηλῆς. g μελαίνης. δαψιλοῦς. ἢ <βαθέης> "ἐξάλλεται"

(Ε 142). κεκρυμμένης

<βάθιστον>· βαθύτατον (Θ 14)
*<βάθρων>· θεμελίων, ἢ ἀγαλμάτων AS
[βαθάκων β κακῶς]
<Βαθάλη>· κρήνη. Ἀμερίας
<βαθμίδες>· ἀρχαὶ λόγων
<βαθμοί>· ἴχνη. πόδες. καὶ δίφροι, παρὰ στρατηγικοῖς <ἡ ἐφ' ἕνα

τῆς φάλαγγος στάσις> q

*<βάθρα>· ἀγάλματα. gAn βάσεις
<βάθος>· στίχος. ἐπιστάσις καὶ τὸ <βαθύ> [καὶ μέγα.] καὶ ὑψη-

λόν. καὶ μέλαν q

<βάθρον>· *βῆμα, gASn βάσις. ὑποπόδιον q <καὶ ἀνδριάς>
*<βαθύγλωσσοι>· ἐλλόγιμοι gAS [καὶ ἀνδριάς]
*<βαθυδίνης>· ἐν βάθει ἔχων τὰ ῥεύματα, vgAS ἢ βαθείας δίνας

ἔχων, ἢ μεγάλα ῥεύματα (γ 73 etc.)

<βαθύζωνοι>· εἰς βάθος ζωννύμεναι τοὺς [χιτοὺς] χιτῶνας
<βαθυζώνους>· ἐν βάθει ζωννυμένας (Ι 594 γ 154)
*<βαθὺ κομῶσαν ληΐοις>· ἐν βάθει ἔχουσαν στάχυας ASn
<βαθύκολπος>· ἀρχαία παλαιά. κοίλη
<βαθυκόλπων Τρωιάδων>· ἀπὸ τοῦ μεγέθους. καὶ βαθυζώνων

(Σ 122)

*<βαθὺ λήϊον>· πολύκαρπον πεδίον (Β 147) gA (vS)
*<βαθύλειμον>· βαθὺν λειμῶνα ἔχουσαν (Ι 151) A
<βαθύμαλλον>· κνεωροῦ τοῦ μέλανος τάπης. ἀπὸ ἱστορίας, ἀπὸ

κνεωροῦ φυτοῦ, ᾧ ἐχρῶντο πρὸς κάθαρσιν. ἀπὸ δὲ τοῦ αὐτοῦ αὐχμηροῦ

<Βαθυμῆδαι>· γένος παρὰ Λυδοῖς
<βαθυπέπλων>· καλὰ ἱμάτια ἐχουσῶν
<βαθυῤῥηγάλη>· ἰκτῖνος, ὑπὸ Λυδῶν
<βαθύῤῥιζοι>· βαθεῖαι
*<βαθυῤῥόου>· βαθέως καὶ ταχέως ῥέοντος (Η 422) (gS)
<βαθυῤῥίζου πέτρας>· τῆς ὑψηλῆς (trag. ad. fr. 203)
<βαθυσπόρος>· βαθεῖαν σπείρων γῆν
<Βαιάγις>· ἑορτὴ παρὰ Ἀσσυρίοις, ὡς Λέων ὁ Ἀλαβανδεὺς ἐν

τρίτῳ

<βαίβυκος>· πελεκᾶνος Φιλίτας (fr. 47 K.), Ἀμερίας δὲ βαυβυκᾶ-

νας

<βαίδειον>· ἕτοιμον. Ἠλεῖοι
†<βαιδύμην>· ἀροτριᾶν. Βοιωτοί
*<βλίσσα>· βότρυς AS
<βαιῇσι>· μικραῖς
*<βαιήν>· ὀλίγην, μικράν gn [ἢ ἔβησαν, ἢ ἐπορεύθησαν (Α 327)]
<βαῖκαν>· ...... Κρῆτες
<βαίκυλος>· προβατώδης
†<βαιμάζειν>· †βασιλεύειν. ἢ †βαστάζειν
†<βαίμεναι>· βαίνειν (θ 518 etc.)
[<βαίνη>· ὕβρις]
*<βαίνειν>· [φιλεῖν. [κολακεύειν. AS] βιβάζειν. πορεύεσθαι. περιπα-

τεῖν vgA

<βαίνετον>· βαδίσατε. δυϊκῶς
<βαῖνον>· ἐξέβαινον (Α 437)
<βαίνοντα>· ἐπιβαίνοντα (δ 653)
†<βαίομαι>· βιώσομαι (Χ 431)
<βαιόν>· ὀλίγον. μικρόν vgAS Σοφοκλῆς δὲ Οἰδίποδι Τυράννῳ (750)

ἀντὶ τοῦ †ἄφθονος καὶ πολλός γράμμα. [*<Βαιθήλ>· οἶκος θεοῦ p] [<βαιών>· ἐκβαλών.] καὶ ἐν Αἰχμαλωτίσι (fr. 39) βαιόν [ἐν]

[<Βαρκάθοις ὄχλος>· Λιβυκός] (Soph. El. 727)]
<βαΐς>· ῥάβδος φοίνικος. καὶ <βαΐων>
<βαΐς>· ῥάβδος φοίνικος. καὶ <βαΐων>
<βαισήνης>· παρ' Ἰνδοῖς στρατόπεδον
<βαίσηνος>· ὁ στρατός
†<βαισσόν>· βάθος
<βαίταν>· Ἕλληνες
<βαιτάς>· εὐτελὴς γυνή. ἀρχαία δὲ ἡ λέξις
<βαιτάδα>· εὐτελὴς γυνή
<βαιτρεύειν>· ἀροτριᾶν
<βαίτιον>· βοτάνη ἐμφερὴς δικτάμνῳ, ἤγουν γλήχωνι
<βαίτη>· δερμάτινον ἔνδυμα, ὅπερ ἔνιοι σισύραν· ἔνιοι δὲ σκηνὴν

δερματίνην (Soph. fr. 928)· οἱ δὲ διφθέραν (Sophr. fr. 38)

<Βαίτυλος>· οὕτως ἐκαλεῖτο ὁ δοθεὶς λίθος τῷ Κρόνῳ ἀντὶ Διός q
<βλίτυξ>· βδέλλα
[<βαιτῶνα>· τὸν εὐτελῆ ἄνδρα]
<βαιῶμφαι>· αἱ αἶγες, ἐν ἱερατικῆι
<βαιών>· ἰχθύς p (Epich. fr. 64), <ὁ καὶ βλέννος, παραπλήσιος

κωβίῳ> p. οὕτως καὶ μέτρον παρὰ Ἀλεξανδρεῦσι

<Βαιῶτις>· Ἀφροδίτη, παρὰ Συρακουσίοις
<βακάϊον>· μέτρον τι
<βάκηλος>· *ὁ μέγας. ἢ ἀνόητος. vgA ἢ ὁ ἀπόκοπος, ὁ ὑπ' ἐνίων

γάλλος. οἱ δὲ ἀνδρόγυνος. ἄλλοι παρειμένος, *γυναικώδης vgA. παρὰ Μενάνδρῳ Ὑμνίδι (fr. 477). καὶ τὸ σύνηθες ἡμῖν

<βάκκαρις>· μύρον ποιὸν ἀπὸ βοτάνης ὁμωνύμως· ἔνιοι δὲ ἀπὸ

μυρσίνης· ἄλλοι δὲ μύρον Λυδόν. ἔστι δὲ καὶ ξηρὸν διάπασμα τὸ ἀπὸ τῆς ῥίζης

[<βακνίδες>· εἶδος ὑποδημάτων]
[<βάκοα>· βάθρον]
<βακόν>· πεσόν. Κρῆτες
<βάκται>· ἰσχυροί
<βακτηρία>· ῥάβδος ASn
[*<βακοίας>· πηλός ASvg]
†<βάκτρον>· κάμηλος
*<βακτρεύμασιν>· τοῖς ἐρείσμασιν στηριζόμενος gA (Eur. Phoen.

1539)

<βακχᾶν>· ἐστεφανῶσθαι κισσῷ
<Βακχέβακχος>· ὁ Διόνυσος οὕτως ἐκαλεῖτο ἐν ταῖς θυσίαις (Ar.

Eq. 408)

<Βακχεία>· ἑορτὴ Διονύσου [βακχεύτρια]
*<βακχεύει>· μαίνεται P τραγῳδεῖ
*<βακχευθεῖσα>· ἐξηχευομένη, ἐξεστηκυῖα vgAS
*<βακχεύοντες>· μαινόμενοι, vgAS σειόμενοι
<βακχεῖον>· τελεστήριον. νάρθηξ
<Βάκχη>· γένος ἀπίου. ἢ μία τῶν Βακχῶν, ἢ τοῦ Διονύσου

<βακχεύτρια>

<Βακχιάδαι>· οὐ μόνον οἱ Μιλήσιοι, ἀλλὰ καὶ Κορίνθιοι, ἀπὸ

Βάκχιδος

<βακχία>· μανία (S)
<βακχόαν>· βόθρον. Αἰολεῖς
<βάκχος>· ὁ ἱερεὺς τοῦ Διονύσου. καὶ κλάδος ὁ ἐν ταῖς τελεταῖς,

οἱ δὲ φανὸν λέγουσιν· οἱ δὲ ἰχθύν q

<Βάκχου Διώνης>· οἱ μὲν βακχευτρίας Σεμέλης· οἱ δὲ Βάκχου τοῦ

Διονύσου καὶ Ἀφροδίτης q τῆς Διώνης. παρόσον διωνυμία περὶ τὴν θεάν (trag. ad. fr. 204). Πράξιλλα δὲ ἡ Σικυωνία (fr. 8) Ἀφροδίτης παῖδα τὸν θεὸν ἱστορεῖ

<βάκχυλον>· σποδίτην ἄρτον. Ἠλεῖοι
<βάκχον>· κλαυθμόν. Φοίνικες
[<βάλαικες>· δεσμωτήριον καὶ <βαλαικάκες>]
<βαλαιόν>· μέγα, πολύ. οἱ δὲ ταχύ
*a) <βάλανοι>· δρύες. ASb) *<<βάξιν>·> φήμην (Eur. Or. 1458)

gASn

*<βαλάντιον>· μαρσίππιον (Prov. 1,14. Luc. 10,4) ASP
*<βαλβῖδες>· ὕσπληγες AS
<βαλβίς>· *ἀφετηρία. καὶ ἡ ἀρχὴ τῆς εἰσόδου καὶ ἐξόδου. καὶ ἡ

ἄφεσις τῶν ἵππων. καὶ ἡ θύρα τοῦ ἱππικοῦ. AS ἔνιοι δὲ καμπ- τῆρα. καὶ παρὰ Ἱπποκράτει (Mochl. 1) <βαλβιδῶδες> τὸ ἔχον ἑκατέρωθεν ἐπαναστάσεις. ἔστιν δὲ καὶ βαθμός, καὶ ἔρεισμα

<βάλε>· ἔῤῥιψε. (Α 245) ἢ ὄφελον (Call. fr. 254?)
*<βαλεῖν>· τρῶσαι, S πλῆξαι (Ν 387)
*<βάλεκες>· δεσμωτήριον ASn (vg)
*<βάλλε>· ἐτίτρωσκεν (Α 52) n
*<βάλλετο>· περιεβάλλετο (Β 43) g
<βάλλετον>· βάλλουσιν. δυϊκῶς
<βαλίαν>· κατάστικτον gAS ποικίλον (Eur. Hec. 90). [Κρῆτες.]

ταχύ. ἐλαφρόν [πηρόν, βάλιον]

*<βαλανάγρα>· κλείς (Hdt. 3,155,6) Σp
<βαλανεύειν>· λαμπροφωνεύεσθαι. παρόσον οἱ βαλανεῖς, ὅταν

παραχέωσιν τὸ ὕδωρ, κραυγάζουσιν

<βαλανεύς>· πολυπράγμων, περίεργος. p καὶ παραχύτης
<βαλανομφάλους>· οὕτω Κρατῖνος (fr. 50) ὠνόμασε <τὰς φιάλας>

τὰς ἐχούσας ὀμφαλοὺς ἄνευ προσώπων, ὁποῖοι οἱ θόλοι <ἐν τοῖς βαλανείοις q οἱ δὲ> ἀπὸ τῶν ὀμφαλῶν τῶν ἐν ταῖς πυέλοις [ἐν τοῖς βαλανείοις]

<βάλανοι>· τὰ ἐξηρτημένα τῶν ὅρμων περὶ τὸν τράχηλον. καὶ

τῶν δρυῶν <ὁ> καρπός, καὶ ὁ τῶν φοινίκων (Xen. An. 1,5,10). καὶ κλεῖδες, καὶ ἰατροὶ τὰ ἐντιθέμενα τῇ ἕδρᾳ βαλάνους λέγουσιν q

<βάλαρες>· οἱ μαλακοί, <βανά> γὰρ γυνὴ παρὰ Βοιωτοῖς
<βαλάσαι>· ἀγοράσαι
<βαλαύστιον>· εἶδος ῥοιᾶς, φέρον ἄνθος ἁρμόζον πρὸς θεραπείαν
<βαλβιδοῦχον>· τερματοῦχον
†<βαλῆρα>· ἀχρεῖα
<βαλήν>· βασιλεύς. Φρυγιστί (Soph. fr. 472)
<βάλλεκα>· ψῆφον
<βαλία>· ὀφθαλμία. καὶ <τὸν βάλιον> πηρόν· Κρῆτες
[<βακχιάδος>· μαινομένης]
<Βαλιαρίδες>· νῆσοι αἱ περὶ Κύρνον. αἱ δὲ αὐταὶ καὶ Γυμνησίαι
<βαλικιώτης>· συνέφηβος. Κρῆτες
<βαλιῶται>· πρόγονοι
*<βαλλαντιοτόμος>· κλέπτης (Pl. rep. 552d) vgAS
<βάλλαρις>· βοτάνη τρίφυλλος
<βᾶλλαι>· βαθμοί, ὑπὸ Κυπρίων
<βάλλ' ἐς Ἄκραν>· οἱ μὲν ἄκρα πλησίον Λέσβου· οἱ δὲ Ἀκτήν
<βάλλ' ἐς Μακαρίαν>· Ἡρακλέους θυγάτηρ Μακαρία, ἣν λόγος

κατὰ τὴν Εὐρυσθέως <ἐπὶ τὰς Ἀθήνας στρατείαν αὐτοκέλευστον ἑαυτὴν ὑπὲρ τῆς πόλεως εἰς. σφαγὴν ἐπιδοῦναι>

<βαλλήσομεν>· βαλοῦμεν (Ar. Vesp. 222)
<Βαλλητύς>· ἑορτὴ Ἀθήνησιν, ἐπὶ Δημοφῶντι τῷ Κελεοῦ ἀγο-

μένη

†<βαλλήιαι>· οἱ ἀκροβολισμοί
†<βαλμός>· στῆθος vgAS
<βαλλομένων>· καταστρεφομένων (i 574)
<βαλοιτήσειρον>· παρὰ τὸ διεστραμμένον <εἶναι> τοὺς πόδας
*<βαλόν>· οὐδόν. καὶ οὐρανόν. (gAS) καὶ <βαλός>
<βάλσαμον>· ἀρωματικὸν ἄνθος
<βᾶμα>· βάσις, [βῆμα ps
<βάμβαλα>· χειμερινὰ [ἱμάτια ps
<βάμβαλον>· ἱμάτιον. καὶ τὸ αἰδοῖον. Φρύγες
<βαμβαλεῖν>· τρέμειν. ψοφεῖν τοῖς χείλεσι
*<βαμβαίνων>· τρέμων τοῖς ποσίν, SPn (vgA) ἢ τοὺς ὀδόντας

<συγκρούων> (Κ 375)

<βαμβακεύτριαι>· μαγγανεύτριαι. οἱ δὲ φαρμάκισσαι. οἱ δὲ λα-

λοῦσαι· τὸ δὲ <βαμβακείας χάριν>· φαρμακείας χάριν hf.

<βαμβαλύζει>· τρέμει. τοὺς ὀδόντας S συγκρούει. *ῥιγοῖ σφόδρα

(Hippon. fr. 56 Kn.) (A) S

<βάμμα>· τὸ χρῶμα. καὶ μύρου τι γένος. καὶ τὸ ἔμβαμμα. Συρακού-

σιοι h

<βάμμα Κυζικηνόν>· Κυζικηνοὶ διὰ τὸ Ἴωνες εἶναι ἐκωμῳδοῦντο

ἐπὶ μαλακίᾳ (Ar. Pac. 1176) [καὶ τὸ ἔμβαμμα. Συρακούσιοι. καὶ μύρου τι [μέρος, ἢ] γένος]

<βάμμα Σαρδανιακόν>· τὸ φοινικοῦν. διάφορα γὰρ ἦν τὰ ἐν

Σάρδεσι βάμματα (Ar. Ach. 112. Pac. 1174).

<βανά>· γυνή, ὑπὸ Βοιωτῶν
*<βαναυσίας>· ἰδιωτείας. ἢ ἀλογίας AS
*<βαναυσία>· πᾶσα τέχνη διὰ πυρός. κυρίως δὲ ἡ περὶ τὰς καμίνους.

καὶ πᾶς τεχνίτης χαλκεὺς ἢ χρυσοχόος <βάναυσος>

<βανῆκας>· γυναῖκας. Βοιωτοί
*<βάναυσοι τέχναι>· v <....>
<βανόν>· λεπτόν
<βάνισος>· εἶδος θυμιάματος
*<βαυκόν>· μωρόν AS
†<βαθίοι>· τόποι
<βάννας>· βασιλεὺς παρὰ Ἰταλιώταις. οἱ δὲ μέγιστος ἄρχων
<βαννάται>· αἱ λοξοὶ καὶ μὴ ἰθυτενεῖς ὁδοὶ παρὰ Ταραντίνοις. τὸ

δὲ αὐτὸ καὶ <βάννατροι>

<βάννεια>· τὰ ἄρνεια. καὶ <βάννιμα> τὸ αὐτό
[<βάνος>· κλάσμα. μωρός, καὶ τυφλός]
<βανθῶσαι>· σκοτοδινιᾶσαι
<βανούς>· ὄρη στρογγύλα
<βανύσει>· μωραίνει, ἐπιμαίνεται
<βάξις>· *λόγος, φωνή (Sg) κληδών
<βάξον>· κάταξον. Λάκωνες
<βαπαίνει>· παρακαλεῖ
*<βάρ>· μικρόν (i. Reg. 2,18)
*<βαπτάν>· ἀντλουμένην, βαπτομένην (Eur. Hipp. 123) AS
<βάρα>· νόσημά τι καρηβαρικόν. ἢ θρέμματα. Λάκωνες
*<βάραθρον>· ὄρυγμα, vgASn βάθος γῆς, ASn βόθρος
*<βαρακινῇσιν>· ἀκάνθαις. σκόλοψι (Iud. 8,7. 16) vgAS
<βαράχνια>· τὰ βραγχία τῶν ἰχθύων
<βάρβαροι>· οἱ ἀπαίδευτοι
*<βαρβαρισμός>· παράτονος διάλεκτος vgASn
<βάρβιτος>· εἶδος κιθάρας, ἢ ὀργάνου μουσικοῦ. ἢ λύρα. *οὕτως

καὶ <βαρβίτῳ>· <τῇ λύρᾳ, τῇ κιθάρᾳ> AS

<βαρβός>· μύστρον ἐν Θεσμοφοριαζούσαις (Ar. fr. 341)
<βάρακες>· τὰ προφυράματα τῆς μάζης. Ἀττικοὶ δὲ βήρηκας.

δηλοῖ δὲ καὶ τὴν τολύπην (Epilyc. fr. 3)

<βάρακος>· ἰχθὺς ποιός
<βάρακον>· τὸν ἄνουν, καὶ βάρβαρον (s)
<βάρβαξ>· ἱέραξ, παρὰ Λίβυσι. [καὶ φύραμα στρογγύλον, ἀφ'

οὗ αἱ μάζαι γίνονται. καὶ ἐρίων τολύπαι]

<βάρβαρα>· ἀσύνετα. ἄτακτα
<βαρβαρόφωνοι>· οἱ Ἠλεῖοι καὶ οἱ Κᾶρες, ὡς τραχύφωνοι καὶ

ἀσαφῆ τὴν φωνὴν ἔχοντες (Β 867)

<βαρυόπην>· βαρύφωνον (Pind. Pyth. 6,24)
<βάρακος>· βάτραχος
<βαρακίς>· γλαύκινον ἱμάτιον
†<βαρακάκαι>· †ἅγιοι διαφέραι†, παρὰ Κελτοῖς
*<βάρδιστοι>· βραδύτατοι gAn κατὰ ἀντίθεσιν τοῦ ρ, ὡς <κραδία>

ἡ καρδία (Ψ 310. 530)

<βαρδῆν>· τὸ βιάζεσθαι γυναῖκας. Ἀμπρακιῶται
<βαρδοί>· ἀοιδοὶ παρὰ Γαλάταις
<βαρεῖα χείρ>· ἡ μιαιφόνος
[<βαρπύργος>· πορμεῖο περὶ ἀμφωδῶν]
*<βαρείης>· ἰσχυρᾶς. S βλαβερᾶς
<βᾶριν ἀπέλαγον>· τὸν δούριον ἵππον
†<Βαρθει ...>· γένος ἰθαγενῶν
*<βάριον>· πρόβατον. gAnp [καὶ τὸ βαρύ. καὶ τὸ βράδιον]
*<βᾶρις>· πλοῖον. ἢ τεῖχος. ἢ στοά. ἢ πύργος S (AvgΣ)
†<βαρισίκται>· οἱ μὴ γεννῶντες
<βάριχοι>· ἄρνες
<Βάρκη>· πόλις Λιβύης (s)
<βαρκίων>· βοτάνη τις ἐν Αἰγύπτῳ
<Βαρκαίοις ὄχοις>· Λιβυκοῖς (Soph. El. 729). οὗτοι γὰρ ἐσπού-

δαζον περὶ ἱπποτροφίαν. φασὶν αὐτοὺς καὶ πρώτους ἅρμα ζεῦξαι διδαχθέντας ὑπὸ Ποσειδῶνος, τὸ δὲ ἡνιοχεῖν ὑπὸ Ἀθη- νᾶς, ὡς Μνασέας ἐν τοῖς περὶ Λιβύης (frg. 40 M)

†<βαρμίγκαλλος>· ὑπέρκαλλος
*<Βᾶρος>· ὄνομα κύριον AS
<βάῤῥει>· ἀπόλωλε
<βαῤῥαχεῖν>· [ἠχεῖν] σκιρτᾶν
†<βαρύαρον>· ἰσχυρόν. στερέμνιον
<βαρύ>· τινὲς μέν φασι θυμίαμα εὐῶδες [τὴν βαρεῖαν]. δηλοῖ δὲ καὶ

μέγα, καὶ χαλεπόν, καὶ ἰσχυρόν, καὶ ἀναιδές q

<Βαρυγέτας>· βάρος μὲν ἔχοντας, Γέτας δὲ ὄντας [ομα]
*<βαρυβρόμου>· μεγαλοφώνου ASg
<βαρύες>· δένδρα [βαρυκάνσου]
*<βαρυθυμήσαντος>· ὀλιγωρήσαντος AS
<βαρύθων>· βεβαρημένος
*<Βαρούχ>· εὐλογημένος
*<Βαρθολομαῖος>· υἱὸς κρεμάσας ὕδατα (Matth. 10,3)
<βαρύκαν>· σφῦραν
<βάρκα>· αἰδοῖον, παρὰ Ταραντίνοις. καὶ περόνη
*<βαρυκάρδιοι>· ἀσύνετοι, μωροί (Ps. 4,3) AS
<βαρὺν ἀστράγαλον>· δυσκίνητον
<βαρύνει>· ὀδυνᾷ. b) <...>ων· κωλύων
<βάρυνθεν>· ἐβαρύνθη<σαν> Αἰολικῶς
<βαρύκτυπος>· μεγαλόηχος, μεγαλόψοφος (Hes. Theog. 818)
<βαρύς>· κακός. ἀηδής. σκληρός (Eur. Hipp. 980?)
<βαρύστονος>· κακοδαίμων
<βαρυσυμφορώτατος>· βαρέως φέρων τὰς συμφοράς (Hdt

1,45,3) q

<βαρὺ τὸ σκάφιον>· τοῦτο λέγεται ἐπὶ τῶν δυσαρεστουμένων
[<βαρυδάνειν,] βαρίβαν>· τὸν ναυσιβάτην, ἐν ναυσὶν ἐλθόντα

(Soph. fr. 474)

<βάς>· ἐπιβάς (Σ 65)
[<βασά>· αἰσχύνη. ὅ ἐστι δρῦς]
<βασαγεῖ>· †ἀλεσχοῖ
*<βασάν>· αἰσχύνη (Ps. 67,23) np
<βασαγικόρος>· ὁ θᾶσσον συνουσιάζων, παρὰ Ἱππώνακτι (fr.

107 Bgk.)

<βασανεύεται>· διελέγχεται. ἢ διακρίνεται. βασανίζεται
<βασανιστής>· ὁ δημόκοινος [τί πολλὰ δὲ ὁ διαιτητής] καὶ παρὰ

τῶν ἀνδραπόδων τὴν ἀλήθειαν πυνθανόμενος

<βασανίτης λίθος>· οὕτω λέγεται Λυδικοῦ λίθου γένος. καὶ λίθος

βάσανος, ᾧ παρατρίβοντες τὸ χρυσίον ἐδοκίμαζον q

*<βάσανος>· δοκιμασία P
†<βαθανίαν>· νεοσσείαν. Κρῆτες
*<βασιλεύει>· κρατεῖ, ἄρχει (Matth. 2,22) AS
<βασίλειοι δικασταί>· παρὰ Ἡροδότῳ (3,31,3) οἱ βασιλεῖ

παράνομον ἐργαζομένῳ ἐναντιούμενοι

<βασίλεια>· γένος ἰσχάδων
<βασίλειον>· εἶδος [τυροῦ καὶ] μύρου (Cratet. fr. 2)
<βασίλειος στοά>· δύο εἰσὶν Ἀθήνησιν βασίλειοι στοαί, ἥ τε τοῦ

λεγομένου Βασιλέως [Διός], καὶ ἡ <Διὸς> τοῦ Ἐλευθερίου q

<βασιλειῶντα>· βασιλείᾳ ἐπιβαλλόμενον
<βασιλεύς>· ἄρχων τις Ἀθήνησιν, μυστηρίων προνοῶν
<βασίλη>· βασίλεια. Σοφοκλῆς Ἰφιγενείᾳ (fr. 289)
<βασιλέως ὀφθαλμός>· ἐπέμπετό τις ὑπὸ βασιλέως ἐπίσκοπος, q

ὃς ἐφεώρα τὰ πράγματα, <ὃν> τοῦ <βασιλέως ὀφθαλμὸν> ἐκάλουν (Ar. Ach. 192)

<βασιλίδες>· ὑπόδημα γυναικεῖον, καὶ αὐλητικόν, ὡς Ἐρατοσθέ-

νης (frg. 28 Str.) ἀπὸ τοῦ βασιλέως κληθέν

*<βασιλῆα>· βασιλέα vASn <Ἀττικῶς> vn
<βασιλίνδα>· παιδιᾶς εἶδος, ᾗ βασιλέας καὶ στρατιώτας ἀπομι-

μούμενοι ἐχρῶντο ... παρὰ Ταραντίνοις δὲ καὶ ἡ Ἀφροδίτη <Βασιλίς>

*<βάσιμα>· ἐπίβατα vgASn
<βάσιμον>· ἑδραῖον, βέβαιον, στάσιμον. *ἢ πορευτικόν (vgASP)
<βάσις>· ὁ ῥυθμός. δηλοῖ καὶ τὴν πορείαν. καὶ βῆμα. καὶ ὁδόν
*<βάσις>· στήριγμα. vgAS ἕδρα. *στάσις. Σ ῥυθμός. πορεία. βῆμα.

ὁδός

<βάσκα>· μακέλη [βασκανία]
<βασκαίνει>· λυπεῖ. φθονεῖ. μέμφεται (Dem. 18,189) q vgAS
<βάσκανος>· *φθονερός (Dem. 18,119) AS [ἀχάριστος. συκοφάν-

της]. Σοφοκλῆς (fr. 931) δὲ ἰδίως τὸ <βάσκανον> ἐπὶ τοῦ ἀχάριστος. καὶ ὁ συκοφάντης παρὰ τοῖς ῥήτορσιν

<βασκαρίζειν>· σκαρίζειν. Κρῆτες
<βασκάς>· ὄρνεόν τι (Ar. Av. 883?)
<βασκεπικρολεα>· πλησίον †ἐξεθόαζε. Λυδιστί (Hippon. fr.

14 A1 D.)

<βάσκε>· πορεύου S [λέγε] ἀνάστηθι
<βάσκειν>· [λέγειν] κακολογεῖν h καὶ ἀναστῆναι
<βασκευταί>· φασκίδες. ἀγκάλαι
*<βάσκ' ἴθι>· ἐκ παραλλήλου· πορεύου (Β 8) g
<βάσκιοι>· δεσμαὶ φρυγάνων
<βάσκιλλος>· κίσσα
<βάσκον>· ἐχώρουν
[<βάσκου>· πορεύου]
*<βασμός>· βαθμός ASP (g)
<βασσαίας>· τὰς ἐν βήσσῃ γεγονυίας. ἔλεγον δὲ <βήσσας> τοὺς

κοίλους καὶ δενδρώδεις τόπους. ἔνιοι τοὺς βασίμους τῶν ὀρῶν

<βασσάραι>· χιτῶνες, οὓς ἐφόρουν αἱ Θρᾴκιαι Βάκχαι q
*<βάσσαρος>· ἀλώπηξ vgAS [καὶ βασσάτη] παρὰ Κυρηναίοις

(Hdt. 4,192,2)

<βασσάρια>· τὰ ἀλωπέκια οἱ Λίβυες λέγουσιν (Hdt. 4,192,2)
<βᾶσσος>· οὐδετέρως· ἡ βῆσσα
<βασταγή>· βάρος
<βαστά>· ὑποδήματα. Ἰταλιῶται
<Βάστας ὁ Χῖος>· Δημοκρίτου ἐπώνυμον, καθὰ καὶ Εὔπολις

(fr. 81) ἐν Βάπταις. ἔστι δὲ ἱστοριογράφος

<Βάτα Κάρας>· δύο ταῦτα ὀνόματα. ἐπιγέγραπται δὲ ἐπὶ ἀναθή-

ματος ἐν Σάμῳ ἐν τῷ τῆς Ἥρας ἱερῷ οὕτω· <Βάτα Κάρας Σάμιος Ἥρῃ τήνδε θήρην ἀνέθηκε>

<βάστακας>· τοὺς πλουσίους καὶ εὐγενεῖς
<βαστιζα κρόλεα>· θᾶσσον ἔρχου. Λυδιστί
<βαστραχηλίζει>· τραχηλίζει
<βάστραχας>· τοὺς τραχήλους. Βοιωτοί
*<Βάταλος>· καταπύγων καὶ ἀνδρόγυνος S κίναιδος. ἔκλυτος (Dem.

18,180) AS

<βατάνια>· τὰ λοπάδια. ἡ δὲ λέξις Σικελική
<βαταίνει>· καλεῖ
†<βαθάρα>· πυκλιή, Μακεδόνες. πυρλός, Ἀθαμᾶνες
<βατᾶς>· ὁ καταφερής. Ταραντῖνοι
<βατήν>· †αἰχμήν. [ἐπορεύετο, ἐβάδιζεν]
<βατήρ>· βαίνων. βαδιστικός
<βατῆρα>· τὸ ἄκρον τοῦ σκάμματος τῶν πεντάθλων, ἀφ' οὗ

ἅλλονται τὸ πρῶτον q

<βατηρίαν>· ῥάβδον. *καὶ <βακτηρίαν> (ASn)
<βάτης>· πίθηκος. ἀναβάτης
<βάτια>· ὁ τῆς συκαμίνου καρπὸς <ὑπὸ Σαλαμινίων>, καλεῖται δὲ

καὶ <ἅβρυνα ἢ μόρα> q

<βατίδες>· εἶδος ἰχθύος πλατύ, [ἢ βατία]· διαφέρει δὲ τοῦ βάτου

ἰχθύος, ὡς Ἀριστοτέλης ποιεῖ φανερόν q

<Βατίεια>· πόλις Τρωϊκή (Β 813)
<βατιάκη>· φιάλη. οἱ δὲ εἶδος ποτηρίου
<Βατιῆθεν>· ἐκ δήμου Βατῆς, τῆς Αἰγηΐδος φυλῆς
†<βάτηρος>· ἐξ ἐχίνου σφάκελος
*<βατόν>· βάσιμον, ἐν ᾧ δύναταί τις ἐπιβαίνειν AS
<βάτινος>· δαυλός. Μεσήνιοι
<βάτος> καὶ <βατίς>· ἰχθύες διαφέρουσιν ἀλλήλων. καὶ ἀκάνθης

εἶδος

*<βατός>· διαπεράσιμος AS τόπος Σ ἡ δὲ ἄκανθα <βάτος>
*<βαπταῖς>· πορφυρίσιν n [ἢ ὁδοί]
<βατταρισταῖς>· τοῖς βατταρίζουσιν
<βατεῖν>· πορεύειν. πορεῖν
*<βαττολογία>· ἀργολογία. ἀκαιρολογία (vg)
*a) <βάτρα> AS <καὶ b) <βάττος>>· S βάσις <καὶ> βασιλεύς (Hdt.

4,155,2) ASn

<βάτραχος>· ἐσχάρας εἶδος
<βατραχίς>· ἱματίου εἶδος (Ar. Eq. 1406)
<βατραχίς>· ἱματίου χρῶμα, ὃ βάπτεται ὑπὸ <βατραχίου>

πόας q

<βατραχίσκοι>· μέρος τι τῆς κιθάρας
<βατταρίζειν>· ἐμοὶ μὲν δοκεῖ κατὰ μίμησιν τῆς φωνῆς πεποιῆ-

σθαι, ὡς τὸ <ποππύζειν>. λέγουσι δέ τινες ἀπὸ Βάττου τοῦ ἰσχνοφώνου πεποιῆσθαι, ᾧ καὶ ἡ Πυθία εἶπεν· "Βάττ' ἐπὶ φωνὴν ἦλθες" ἔστι δὲ <ἀσήμως> φθέγγεσθαι, ποππύζειν, τραυ- λίζειν. q

*<βατταρισμοῖς>· φλυαρίαις (vg) AS
[<βάττικες>· γυναῖκες. Βοιωτοί]
<Βάττος>· βασιλεύς, τύραννος· Λίβυες. - τραυλόφωνος, ἰσχνό-

φωνος (Hdt 4, 155)

<Βάττου σίλφιον>· παροιμία ἐπὶ τῶν τὰς ὑπερβαλλούσας τιμὰς

εὑρισκομένων. Μετενήνεκται δὲ ἀπὸ τοῦ Κυρηναίους ἑνὶ τῶν Βαττιαδῶν μεταδοῦναι ἐξαίρετον σίλφιον, ὃ ἐκτετίμηται παρ' αὐτοῖς, ὥστε καὶ ἐν τῷ νομίσματι ὅπου μὲν Ἄμμωνα, ὅπου δὲ σίλφιον ἐγκεχαράχθαι

<Βάττου σκοπιά>· χωρίον Λιβύης, ἀπὸ Βάττου
<βᾶϋ>· εἶδος ἄνθους
<βαυβᾷ>· κοιμίζει
<βαυβᾶν>· καθεύδειν (Eur. fr. 694? trag. ad. 165?)
<βαυβυκᾶνες>· πελεκᾶνες
<Βαυβώ>· τιθήνη Δήμητρος. ps σημαίνει δὲ καὶ κοιλίαν, ὡς παρ'

Ἐμπεδοκλεῖ (fr. 153)

<βαΰζειν>· *ὑλακτεῖν (ps) ἀσαφῶς λέγειν (Aesch. Ag. 449?)
*[<βρύκει>· μασᾶται] gA
<βαυκά>· ἡδέα (Arar. fr. 9)
<βαυκαλᾶν>· κατακοιμίζειν. [τιθηνεῖν <τὰ> παιδία μετ' ᾠδῆς p

κοιμίζειν

[<βαυκανήσεται>· [βοήσεται.] βοήσει]
<βαυκαλιζόντων>· τιθηνούντων
<βαυκίδες>· εἶδος ὑποδήματος γυναικείου q
<βαυκίζεσθαι>· θρύπτεσθαι gp
<βαυκιζόμενον>· τρυφερὸν καὶ ὡραϊστήν (Alex. 222,9) g
<βαυκίσματα>· τρυφερώματα g
<βαυκισμός>· Ἰωνικὴ ὄρχησις. καὶ εἶδος ᾠδῆς πρὸς ὄρχησιν

πεποιημένον

<βαύνη>· κάμινος ἢ χωνευτήριον
<βαῦνοι>· χυτρόποδες καὶ κάμινοι. ἔνιοι δὲ καὶ ἐφ' ὧν ἐπικαθίζουσι
*<βαῦνος>· χυτρόπους A
<βαφά>· ζωμός. Λάκωνες
<βάφιον>· ὀξύβαφον. Ταραντῖνοι
*<βακχεία>· τελετὴ ἐν ὀρχήσει gn χορεία
†<βάχθει>· τέλμα ὕδατος. ἢ βάθος
<βάψας>· δεύσας. πλεύσας, ἢ τὴν κώπην βάψας (Ar. fr. 225?)
*<βδάλλει>· ἀμέλγει
<βδαλοί>· ῥαφίδες θαλάσσιαι. καὶ φλέβες κρισσώδεις
<βδάλληται>· θηλάζηται, ἢ ἀμέλγηται (Hippocr.)
<βδαροί>· δρύες, δένδρα
*<βδέλλα>· εἶδος σκώληκος (Prov. 30,15) ἢ <βδέλλιον> AS
[<βδέλεσθαι>· κοιλιολυτεῖν]
*<βδελυγμίαις>· δυσωδίαις (vgAS)
<βδελυγμίαι>· ναυσίαι S
<βδελυκτός>· μισητός P ἐξουδενημένος (Prov. 17,15. 2. Macc.

1,27) καὶ <βδελυρός>

<βδελύξεται>· <μισήσει> (Hippocr. aff. mul. 1,39) S
*<βδελυρά>· μίσους ἀξία vgAS
*<βδελυροί>· μισητοί, (vgAS) κακοί, ἐξουδενημένοι (Dem. 21,123)
<βδελυρῶν>· ὑφορωμένων, μισητῶν
[<βδελύσσεσθαι>· κενοῦσθαι τὴν κοιλίαν]
*<βδελυσσόμενοι>· μισοῦντες AS
*<βδελύττεται>· μισεῖ gn ὑφορᾶται (Ps. 5,7?)
<βδύλλων>· τρέμων. ἢ βδέων
*<βδύλλειν>· δεδιέναι, τρέμειν AS ἢ βδεῖν S
*<βδέννυσθαι>· κενοῦσθαι κοιλίαν gASph
*<βεβάασι>· βεβήκασιν. AS ἐνεστήκασι. παρεληλύθασι (Β 134)
<βεβαδικώς>· παρών
*<βεβαίαν>· ἀσάλευτον, μένουσαν (Hebr. 6,19; 2. Petr. 1,19) vgAS
*<βέβαιον>· ἀσάλευτον, ἀσφαλές, ἀμετάβλητον (vg)
<βεβαιῶ>· κυρῶ
<βεβαιώσεως δίκην>· τὸ ἐπὶ τῶν ὠνησαμένων τὸ μετὰ ταῦτα

ἀμφισβητούμενον q

*<βέβακεν>· οἴχεται. [ἀπέθανεν (Eur. Or. 971) AS
<βέβακται>· εἴρηται (θ 408) S
<βεβάμεν>· βεβηκέναι (Ρ 359)
†<βέβασις>· τὸ εὐζόμενον
*<βεβαώς>· βεβηκώς vgAS ἱστάμενος (Ξ 477)
<βεβῶσα>· βεβηκυῖα. ἢ περιβεβηκυῖα (υ 17)
<βέβηκεν>· οἴχεται. τέθνηκε, πεπόρευται (Eur. Alc. 393. Or.

971 ..)

<βέβηκα>· ἵσταμαι
*<βεβήκει>· ἐπορεύετο (Α 221) AS ἥδραστο, πεπαγίωτο (Ρ 137)

vgAS

*<βεβηκός>· ἀσφαλές gAS
<βεβηκότας>· βεβαίως ἐνεστηκότας
<βέβηλον>· τὸ μὴ ἱερὸν καὶ ἄθεον. καὶ ἀβέβηλον· <τὸ θεῖον> q
*<βέβηλος>· ἀνίερος. g ἀμύητος (hebr. 12,16?) g Pp
*<βεβηλοῦνται>· μιαίνονται. ASn ἁμαρτάνουσιν (Ps. 9,26) AS
<βεβίηκε>· βεβίασται (Κ 145) S
*<βεβίωκα>· ἔζησα (Dem. 18,10) vgAS
<βεβιωμένα>· ἃ ἐπράξαμεν (Dem. 18,265) (p)
<βεβλημένος>· τετρωμένος (Λ 591 etc.)
*<βεβλήκει>· ἔβαλε (Δ 108) n
<βέβλεσθαι>· μέλειν. φροντίζειν
<βέβλην>· μέλειν
<βεβλιχασμένον>· μεμολυσμένον
<Βεθηλ>· οἶκος θεοῦ p
<βέβλωκεν>· ἠρεμεῖ. φύεται, <φαίνεται> q
<βεβολημένος>· βεβλημένος. ASn [βεβουλευμένος.] ἠπορημένος.

τεταραγμένος (Ι 9) ἢ [τετρωμένος (κ 247) S

<βεβολήατο>· τέτρωντο (Ι 3)
<βεβοημένα>· διαβόητα (Hdt. 3,39?)
*<βεβουκόλημαι>· πέπαιγμαι πεπλάνημαι vgAS
<βεβράδα>· ἀθερίνην
<βεβράξαντα>· συντόνως κεκραγότα. Λέγουσι γὰρ τὸ ἔνδον τῶν

σιαγόνων μέρος <βέβρηκας>

<βεβρασμένων>· [εἱμαρμένων.] τετιναγμένων
<βέβρηκες>· τὸ ἔνδον τῶν σιαγόνων μέρος
<βεβρενθυμένον>· παρὰ Ἱππώνακτι (fr. 109 B.) ὀργιζόμενον
<βεβρίθασι>· βεβαρημέναι εἰσίν, οἱ δὲ πεπληρωμέναι. <Βρῖθος>

γὰρ τὸ βάρος καὶ ἡ ἰσχύς (o 334)

*<βέβριθε>· βεβάρηται (Π 384) gSn
*<βεβριθυῖαι>· βαρεῖαι, ἰσχυραί (v. l. Δ 282) (g)AS
*<βεβριθώς>· βαρούμενος (vg) ASn
<βεβρεγμένος>· ὑπομεθύων (Eubul. fr. 126)
<βέβροξ>· ἀγαθός, χρηστός, καλός
<βεβρός>· ψυχρός, τετυφωμένος (Hippon. fr. 71 Kn.)
<βεβροτωμένα>· ᾑματωμένα, μεμολυσμένα (λ 41)
*<βέβρυχεν>· ἤχησε (ε 412) gASn
<βεβρυχότες>· †θυμοφονοῦντες
<βεβρώθοις>· καταφάγοις (Δ 35) ASn
<βεβυκῶσθαι>· πεπρῆσθαι, <παρὰ> Θετταλοῖς
<βεβυλλῶσθαι>· βεβύσθαι
*<βεβυσμένη>· πεπληρωμένη AS πεφραγμένη (vg)
<βεβυσμένον>· πλῆρες (δ 134)
*<βεβῶτα>· βεβηκότα gAS
†<Βεβέηκος>· ὁ Ἠριδανὸς ὑπὸ τῶν Ἐνετῶν
<βειέλοπες>· ἱμάντες, p οἷς ἀναδοῦσι Λακεδαιμόνιοι τοὺς νικη-

φόρους

[<βυίκας>· μακράν]
<βεικάδες>· δέρματα θρεμμάτων νόσῳ θανόντων. Λάκωνες
<βείκατι>· εἴκοσι. Λάκωνες
*<Βεζέκ>· ἀστραπή (g) τις. Ἰεζεκιήλ (Ezech. 1,14)
<βιβάσθων>· κατ' ὀλίγον προβάς (Π 534)
<βειλαρμοστάς>· ἰλάρχας. Ταραντῖνοι
<βείῃ>· ζήσεις S, βιώσεις, [βιώσῃ S, πορεύσῃ (Π 852 Ω 131)
<βείομαι>· πορεύσομαι. ζήσομαι (Ο 194 Χ 431)
<βείομεν>· πορευθῶμεν. ζήσωμεν
<βείρακες>· ἱέρακες
<βειρακή>· ἡ ἁρπακτική
<βείριξ>· ἔλαφος
<βειρόν>· δασύ
<βεικηλᾶ>· νωχελῆ. ἀχρεῖα. Λάκωνες
<βινεῖν>· παρὰ Σόλωνι τὸ βίᾳ μίγνυσθαι. τὸ δὲ κατὰ νόμον

ὀπύειν

<βινητιᾶν>· τὸ πασχητιᾶν. καὶ τὸ ὄρεξιν ἐπὶ συνουσίαν ἔχειν
<βείω>· πορευθῶ (Ζ 113)
[<βείωνται>· καταπονῶνται]
<βεικούς>· τοὺς πίθους (Hdt. 1,194,2)
<βεκάς>· μακράν
<βεκός>· ἄρτος. [ἢ ἄβητος]. Φρύγες (Hdt. 2,2,3)
†<βεκῶς>· μακρόθεν
<βεκκεσέληνος>· σεληνόπληκτος (Ar. Nu b. 398)
<βεκός>· ἀνόητος
<βέλα>· ἥλιος, gASn καὶ αὐγή, S ὑπὸ Λακώνων
<βελάς>· εἴρων, καὶ καταγελαστής
*<Βελβίνα>· κώμη Λακωνική (Hdt. 8,125) np
<Βελέβατος>· ὁ τοῦ πυρὸς ἀστήρ. Βαβυλώνιοι
<βελεβέκη>· βελόνη.
[<Βελγαῖος>· ἀπὸ πόλεως Βέλγης]
*<βέλεμνα>· βέλη, vgAS τόξα (Ο 484)
<βελέων>· βελῶν (Δ 465)
<βέλεα>· βέλη (Θ 67)
<βέλεκκος>· ὄσπριόν τι ἐμφερὲς λαθύρῳ μέγεθος ἐρεβίνθου ἔχον

(Ar. fr. 755)

<βελάσεται>· ἡλιωθήσεται
[<βέλλαι>· ῥαφίδες θαλάσσιαι]
<βέλλειν>· μέλλειν
<Βέλλερος>· ὑπὸ Βελλεροφόντου κτανθείς. ἢ ὁ Βελλεροφόντης
<βέλλιον>· ἀτυχές. Κρῆτες
*<βέλιαι>· <διάβολοι> S εὐκίνητοι AS
<Βελίαρ>· δράκων (2 Cor. 6,15)
<βέλλιρ>· τρυφαλίς. Λάκωνες
*<βεελφεγώρ>· εἴδωλον <τοῦ Βήλ> (Ps. 105,28) n
<βελλούνης>· τριόρχης. Λάκωνες
<βελονοποικίλτης>· ὁ τῇ ῥαφίδι ὕφη ποιῶν καὶ ζωγραφῶν
<βέλος>· μάχαιρα. [τραῦμα. (Θ 513) gn ἀκίς. καὶ πᾶν τὸ βαλλόμενον.

(Μ 458) καὶ τὴν ἀλγηδόνα (n) <βέλος> λέγει (Λ 269 Ξ 439)

<Βέλτη>· χωρίον Φρυγιακόν
*<βέλτερον>, βέλτιον, κρεῖσσον, AS ἄμεινον, κάλλιον
<βελτιωτέρας>· τὰς βελτίους. Τελέσιλλα (fr. 6)
†<βελτός>· ὁ βλητός
<βέμβιξ>· ῥόμβος. στρέβλα. δίνη. ἢ συστροφὴ ἀνέμου
<βέμβικος δίκην>· ῥόμβου τρόπον. ἐπὶ τοῦ φεύγοντα μὴ <ἐπ'>

εὐθείας τὴν φυγὴν ποιεῖσθαι, ἀλλ' εἱλεῖσθαι

[<βεμεῖ>· δονεῖ]
<βεμβικίζει>· ῥομβεῖ. στρέφει. διώκει
[<βεμβεύει>· δινεύει]
<βεμβίδιον>· ἰχθύδιον λεπτόν
<βέμβλωκεν>· ἐντυγχάνει. ἕστηκε. πάρεστι
[<βεμόλετο>· ἐφρόντισε]
<βεβροντῆσθαι>· παραπεφρονηκέναι
[<βεμβρός>· τετυφωμένος. πάρετος]
<βέμβιξ>· κῶνος. [συστροφὴ ἀνέμου. ῥόμβος. στρέβλα] *τροχός

vgAS

<βεμβρεῖ, βεμβρεύει>· δινεύει
<Βενδῖς>· ἡ Ἄρτεμις, Θρᾳκιστί· παρὰ δὲ Ἀθηναίοις ἑορτὴ Βεν-

δίδεια

*<βένθεσι>· βάθεσι (Α 358) vgAS
<βένθος>· βάθος. πυθμήν
<βερβίνια>· ξύλα καθηλωμένα, ἐξ ὧν τὰς ληκύθους ἐκρέμων

(Hermipp.). οἱ δὲ γένος τι Ἀρκαδικὸν τοὺς Βερβενίους

<Βεργαῖος>· ὁ ἀπὸ πόλεως βέργης (Alex.)
<Βέργιος>· ποταμὸς ἐν Λιβύῃ
*<βέρεθρον>· βάθος. (Θ 14) ASP βάραθρον. κατώτατον. ἔσχατον

(Greg. Naz. c. 1,2,9,9. 2,1,1,502 ..) ἢ πηλώδης τόπος. [ἢ κοίλωμα καταχθόνιον (gn)

<Βερεκύνδαι>· δαίμονές τινες [καὶ ῥόμβοι]
<Βερεκύνται>· Φρυγῶν τι γένος. καὶ πρότερον <Βερεκυντία> ἡ

Φρυγία. καὶ <αὐλὸς Βερεκύντιος>

<Βερέκυντα βρόμον>· Φρύγιον αὐλόν. Σοφοκλῆς Ποιμέσιν (fr.

470)

<Βερεκυντίας>· ἄνεμος οὕτως καλούμενος
<Βερενίκης> [*Βερονίκη· πόλις ASn] <πλόκαμος>· τοῦτον κατη-

στερίσθαι φησὶ Κόνων. καὶ βόλος δέ τις ἀστραγάλων οὕτω καλεῖται

<Βερενικίδαι>· δῆμος Πτολεμαΐδος φυλῆς
<Βερενικίδες>· <εἶδος> ὑποδήματος γυναικείου
<Βερενίκιον>· εἶδος βοτάνης
<βέρκιος>· ἔλαφος, ὑπὸ Λακώνων
[<βρέκται>· φυσσῆται]
<βερκνίς>· ἀκρίς
<βερνώμεθα>· κληρωσώμεθα. Λάκωνες
<βέῤῥης>· δραπέτης
<βεῤῥόν>· δασύ
<βεῤῥεύει>· δραπετεύει
†<βεῤῥέαι>· κληρῶσαι
†<βερωνετῶν>· ἀλλὰ ἀνετῶν
<βέσκεροι>· ἄρτοι, ὑπὸ Λακώνων
<βεστόν>· ἔσθος καὶ .. ὁ τῶν †ἐθῶν ἔμπειρος. Λάκωνες δὲ βεστη-

κότα ἕσσαντα

[<βέτεθρον>· βάθος]
<βέτης>· τὸ ἀπόκρυφον μέρος τοῦ ἱεροῦ
<βεῦδος>· στέμμα τι, καὶ ἱμάτιον γυναικεῖον (Sapph. fr. 155) καὶ

πόλις. καὶ ἄγαλμα

<βῆ>· ἔβη, ἐπορεύθη (Β 665?)
[<βεβῆσαι>· τὸ βιῶσαι, βιῶναι]
<βηβήν>· πρόβατον
<βήζει>· φωνεῖ
<βῆ δ' ἄρ'>· ἐπορεύθη (Β 16)
*<βῆ δέ>· ἐπορεύθη δέ (Α 34) ASg
<βῆκα>· ἀναδενδράς
<βῆθι>· βάδιζε. μέτρει
<>βῆμα>· πρόβατα (Ε 140)
<βήκη>· χίμαιρα
<βηκώνιον>· εἶδος βοτάνης
<βὴ λέγει>· βληχᾶται. ἢ θύει (Aristoph. fr. 642)
<βήλημα>· κώλυμα. φράγμα ἐν ποταμῷ. Λάκωνες
<Βῆλθις>· ἡ Ἥρα. ἢ Ἀφροδίτη
<βηλήσσει>· βληχᾶται
<βῆλος>· οὐρανός Sn <βαρυτόνως> καὶ Ζεὺς An <καὶ> Ποσειδῶνος

υἱός nq

<βηλός>· οὐδὸς οἴκου. ἀπὸ τοῦ βαίνεσθαι. *ὁδός v σταθμός q
*<βηλοῦ>· σταθμοῦ (Α 591) vgAS
†<βλοσέμεν>· σκοτωθῆναι
*<βηλῷ>· βαθμῷ. [βατῆρι. οὐδῷ (Ψ 202) AS
<βῆμα>· πλείονα μὲν σημαίνει κοινότερον· <ἐστὶ> δὲ οὕτως καὶ τὸ

λογεῖον, ὥσπερ <καὶ τὸ> ἐν ἐκκλησίᾳ καὶ δικαστηρίῳ. σημαίνει δὲ καὶ τὸ [κύκλημα γράφεται δὲ καὶ] ἐκκύκλημα. ἦν δὲ καὶ ἐν Ἀρείῳ πάγῳ <βῆμα> q

[<βῆνος>· κιβωτός]
<βηματίζει>· τὸ τοῖς ποσὶ μετρεῖν. ἔστι δέ πως ἡ λέξις Μακεδονική
†<βηνῶσα>· ἡ φωνὴ τῶν προβάτων
<βήξ>· βηχίον
<βήρ>· τὸ φρέαρ. Σύροι
<βήρβη>· κωδία μήκωνος
<βήραξ>· μάζα μεγάλη
<βηράνθεμον>· νάρκισσος. οἱ δὲ τηράνθεμον λέγουσι
<βήρηκες>· μάζαι ὀρθαί. οἱ δὲ ἁπλῶς μάζας. ἄλλοι μάζας ἄνωθεν

κέρατα ἐχούσας q ........

<βηρίδες>· ὑποδήματα, ἃ ἡμεῖς <ἐμβάδας> λέγομεν
<βῆ ῥ' ἴμεναι>· ὥρμησεν ἰέναι (π 341. ρ 604)
<βηρίχαλκον>· τὸ μάρανθον. Λάκωνες
<βηρυσσεύειν>· σπείρειν
<βηρύς>· ἰχθύς
<βήρυλλος>· *λίθος (Tob. 13,17) AS ἢ βοτάνης εἶδος
<βῆσσαι>· κλίμακες, κοιλίαι. καὶ ὑδρηλοὶ τόποι. κρημνοί. καὶ τὰ

βάσιμα ὄρη. καὶ πόλις (Β 532) καὶ βάσιμοι τόποι τῶν ὀρέων

<βήσσας>· ὁμοίως
<βήσατο>· ἐπέβη (Γ 262)
*<βήσσῃς>· τόποις βασίμοις τῶν ὀρέων (Γ 34) AS
*<βήσεται>· ἀποβήσεται (Β 339) vAS
*<βησίον>· ποτήριον AS
<βήχιον>· βοτάνης εἶδος (Hippocr. art. 63)
*<βήσομεν>· ἐπιβιβάσομεν, ἐμβιβάσομεν (Α 144) AS
<βητάρμονες>· ὀρχησταί, [οἱ διὰ τῶν ποδῶν ὀρχούμενοι.] ἀπὸ

τοῦ ἡρμοσμένως βαίνειν (θ 250) q(n)

<βηχίον>· νόσος ἐν λάρυγγι
*<βία>· δύναμις AS ἰσχύς. [ἀνάγκη P
<βιάζεται>· βιαίως κρατεῖται (Λ 588)
*<βίαιος>· παράνομος AS
<βία πυρός>· δύναμις n πυρός, ἢ ἀνάγκη
<βιάτωρ>· κυάθιον μικρόν, ἤγουν κοχλιάριον
<βιᾶται>· γυναῖκας βιάζεται
*<βιβάζει>· ὀχεύει. gAS ἐπὶ τῶν θρεμμάτων. ὑβρίζει
<βιβάς>· βαίνων. ἕρπων. *διαβαίνων (Η 213) AS
*<βίβασις>· κοίτη. στιβάς AS
*<βιβάσθων>· διαβαίνων (Ν 809) S
*<βιβλία>· βυβλία. AS ἐπιστολαί
*<βιβῶντα>· διαβαίνοντα (Γ 22) AS
<βίδην>· εἶδος. κροῦμα. Σοφοκλῆς Ἀκρισίῳ (fr. 57) [<Βηρσαβεέ>·

μήτηρ Σολομῶντος. καὶ τόπος περὶ τὴν ὀρεινὴν τῆς Παλαι- στίνης]· "<ὡς ἐπιψάλλειν βίδην τε καὶ ξυναυλίαν> ..." ἄλλοι <βίθυν>

[<βιζῆαι>· κοῖται. στιβάδες S]
<βίην Ἡρακληείην>· περιφραστικῶς τὸν Ἡρακλέα (Ε 638 etc.) S
*<βίῃ>· δυνάμει. AS [ἢ δύναμις] (Α 430)
*<βίηφι>· δυνάμει. βίᾳ (α 403) AS. [ὡς Πολέμων (p. 94 P.) ἐν

Ἐρατοσθένους Ἐπιδημίᾳ]

<Βῖκας>· σφίγγας
*<βῖκος>· στάμνος ὦτα ἔχων (Ier. 19,1) vgAS
*<βιμβικίζεται>· περικρούεται vgAS
<Βίβλινος>· εἶδος οἴνου (Hes. op. 589) καὶ γένος ἀμπέλου ἐν Θρᾴκῃ.

καὶ ὁ παλαιὸς οἶνος. Ἐπίχαρμος (fr. 174) δὲ ἀπ' ὀρῶν Βιβλί- νων. ἔστι δὲ Θρᾴκης q

<βιοῖο>· τοῦ τόξου (Α 49)
*<βιόν>· τόξον (Κ 260) n
<βιός>· τόξον ἀπὸ τῆς κατὰ τὴν ἔντασιν βίας (Δ 125)
*<βίος>· ζωή P, περιουσία
*<βιότοιο>· τῆς ζωῆς (Δ 170) S
<βιοτεύειν>· τὸ ζῆν. Θουκυδίδης (1,130,1)
*<βιοτῆς>· ζωῆς vg
<βιοτεύων>· συνζῶν. συναναστρέφων
<βιοῦν> καὶ <βιοτεύειν· βιοῦν> μὲν τὸ διάγειν, τὸ ζῆν, <βιο-

τεύειν> δὲ τὸ πορίζειν τὰ πρὸς τὸν βίον

*<βίοτος>· τὸ ζῆν, ἢ [ζωή. S καὶ τὰ πρὸς τὸ ζῆν· Σ βίοτον κατα-

κείρειν (Δ 686)

[<βιοῤῥός>· δουλεία]
<βίον μεμαγμένον>· ἐπὶ τοῦ εὐδαίμονος βίου
<βιότου>· βίου (ξ 527)
<βιόσσαο>· τὸ ζῆν ἔδωκας, βιῶσαι ἐποίησας (θ 468)
<βιόωνται>· καταπονοῦσι. βιάζονται (λ 503)
<βιπτάζειν>· ἐπιβάπτειν (Epich. fr. 175)
<βίῤῥη>· πυράγρα. οἱ δὲ δρέπανον
<βίῤῥοξ>· δασύ. Μακεδόνες
<βιῤῥωθῆναι>· ταπεινωθῆναι
<βίσβης>· δρέπανον ἀμπελοτόμον λέγουσι Μεσάπιοι. καὶ ἑορτὴν

<Βισβαῖα>, ἣν ἡμεῖς <κλαδευτήρια> λέγομεν

<Βίσσαιον>· <τόπου> ὄνομα ἐν Ἰλίῳ· Πολέμων
<βίσκαρις>· εἶδος βοτάνης
<βίσταξ>· ὁ β# <μετὰ> βασιλέα παρὰ Πέρσαις
<βιστήνη>· ἡ καρδία
<Βιστονίς>· Θρᾳκίς
[<Βίστρας>· Θρᾴκιον ὄνομα]
<βιστιάριον>· τόπος, ἐν ᾧ τὰ χρήματα τίθενται καὶ τὰ ἱμάτια

†τοῦ κοινοῦ

<Βισύρας>· ἥρως Θρᾷξ. Θεόπομπος (115, 302 J.) δὲ Χερσοννη-

σίτην λέγει [Βισσύρας]

<βίσχυν>· ἰσχύν. σφόδρα †ὀλίγον. Λάκωνες
<βιωμένων>· βιαζομένων
<βείω>· βῶ, πορευθῶ (Ζ 113)
*<βιώνης>· ὁ τὰ δημόσια ἀγοράζων gAS
<βιῳ>· τῷ τόξῳ. ἢ τῇ ζωῇ
*<βιῶναι>· ζῆσαι (Κ 174) gSn
*<βιώτω>· ζήτω (Θ 429) gAn
<βίὡρ>· ἴσως. σχεδόν. Λάκωνες
<βλαί>· βληχή. Λάκωνες
<βλάβεν>· ἐσφάλησαν. ἐστέροντο. ἐβλάβησαν (Ψ 545)
<βλάβεται>· βλάπτεται (Τ 82) S
*<βλάβη>· λύμη. φθορά (Eur. Hipp. 511) ASn
<βλάβος>· βλάβη (Dem. 20,9? Hdt. 1,9,13)
<βλαβυρίαν>· εἰκαιολογίαν
<βλαβύσσειν>· βλάπτεσθαι
<βλαγίς>· κηλίς. Λάκωνες
*[<βλαδά>· ἄωρα. μωρά. AS ὠμά]
<βλάδαν>· νωθρῶς
*<βλαδαρά>· ἄωρα. μωρά. ὠμά AS
<βλαδαρόν>· ἐκλελυμένον. χαῦνον
<βλαδόν>· ἀδύνατον
<βλαδεῖς>· ἀδύνατοι, ἐξ ἀδυνάτων
<βλάζειν>· μωραίνειν
<βλαβύρει>· πτερύσσεται
<βλάθρον>· φυτὸν πτέρει ὂν ὅμοιον, ὅπερ ἔνιοι <βλάχνον>
*[<βλαιμάζειν>· ψηλαφᾶν. δοκιμάζειν, πειράζειν] AS
<βλᾶκα> καὶ <βλακεύειν>· τὸν ἀργὸν καὶ ἀργεῖν Ἀθηναῖοι. ἔνιοι

προβατώδη

*<βλᾶκα>· μωρόν A
<βλακείας>· ἰχθὺς ποιός
<βλακεύει>· διατρίβει. ληρεῖ, μωραίνει. νωθρῶς τι ποιεῖ. *ῥᾳθυ-

μεῖ. μαλακίζεται AS

*<βλακεία>· μαλακία ASPn
<βλακεύειν>· μωραίνειν. εἴρηται δὲ ἀπὸ ἰχθύος τοῦ καλουμένου

<βλακός>

<βλακικώτερα>· εὐηθικώτερα
*<βλάξ>· μωρός. ἀπό τινος ἰχθύος δυσώδους. S ἢ ὁ διὰ νωθείαν

ἡμαρτηκὼς ἐν τοῖς προδήλοις AS

*<βλάσκει>· [λέγει.] καπνίζει AS
<βλασκείας>· ἰχθὺς ποιός
<βλαστά>· βλαστήματα. S πλαταγώνια. Σικελοί
[<βλαστάζειν>· βλιμάζειν.] [οἱ αὐτοί]
<βλάξ>· ἀργός. τρυφερώδης. μαλθακός
<βλάστην>· φυήν. βλάστημα. βλαστός
<βλαταγίζουσα>· ἐπικροτοῦσα
[<βλάνος>· τυφλώδης]
*<βλάτταν>· χόρτος. AS ἢ λάχανον S
<βλαττοῖ>· παιδαριεύεται
*<βλαύτια>· σανδάλια vgAS
[<βλαχάν>· ὁ βάτραχος]
<βλᾶχρον>· πόα τις
<βλάσταν>· βλάστησιν, Κύπριοι
<βλαῦδες>· ἐμβάδες, κρηπῖδες, σανδάλια, ὑποδήματος ... [οἱ δὲ

<βλακεύς>]

<Βλαύτη>· τόπος Ἀθήνησι
<βλαυτοῦν>· ὑποδέειν. ἢ πλήσσειν σανδαλίῳ, οἱ δὲ ὑποδήματι

(Men.)

†<βλεερεῖ>· οἰκτείρει. Βοιωτοί
<βλείης>· (Epich. fr. 219) βληθείης. καὶ <βλεῖο> (Ν 288) ὅτι†
<βλέθραν>· λεῖον ἰχθύν
<βλεκέμυξος>· βλακώδης. μυξώδης. εὐαπάτητος
*<βλεμεαίνειν>· γαυριᾶν, (AS) ἐπαίρεσθαι. πεποιθέναι. εὐθυμεῖν.

χαίρειν. πιστεύειν. ἀφρίζειν. ὀργίζεσθαι (Greg. Naz. c. 1,2,9, 113 [37,676])

<βλένα>· μύξα. οἱ δὲ διὰ τοῦ π <πλένα> καὶ <πλέννα> τὰ ἀσθενῆ

καὶ δυσκίνητα

<βλεννόν>· νωθῆ. μωρόν (Sophr. fr. 51)
*†<βλεόερον>· βάθος. δεσμωτήριον AS
*<βλεσός>· παραλυτικός vgAS
<βλεπάζοντες>· βλέποντες
<βλεπεδαίμων>· ὁ ὑπὸ νόσου κατεσκληκὼς καὶ κακόχρους ὑπὸ

δαιμόνων (Com. ad. fr. 85; 3,415 K)

<βλεπετύζει>· σκαρδαμύττει. βλέπει
<βλέπησις>· βλέψις (Ar. fr. 757)
<βλιτόνουν>· βλιτώδη
<βλέτυγες>· φλυαρίαι. οἱ δὲ <βλέκυγες>
<βλέτυες>· αἱ βδέλλαι
<βλεφαρίδες>· αἱ ἐν τοῖς ὀφθαλμοῖς τρίχες
†<βλεῖ>· βλίσσει. ἀμέλγει. βλίζει
<βλήδην>· μετὰ τοῦ βάλλειν
<βλῆμα>· ἄρτος ἐντεθρυμμένος
†<βληθρήν>· τραχεῖαν. οἱ δὲ ἁπαλήν
<βλιμάζειν>· ὑποθλίβειν τοὺς μαστούς
<βλήμενος>· τετρωμένος (Δ 211)
†<βλῆναι>· ἀληθεῖς
<βλῆρ>· δέλεαρ. τὸ δὲ αὐτὸ καὶ αἶθμα. παρὰ Ἀλκαίῳ ἡ λέξις
<βλῆραι>· αἱ κνίδαι. ἄλλοι χόρτον. οἱ δὲ τῶν ὀσπρίων τὴν καλάμην
<βλήσσανον>· φυτὸν σχίνῳ ὅμοιον
<βλίσσα>· βότρυν ἡμιπέπειρον
*<βλῆσθαι>· βληθῆναι. [τρωθῆναι (Δ 115) A
<βληστάς>· ὁ χερσαῖος σκορπίος
<βληστρισμός>· ῥιπτασμός. καὶ ἄλυσις (Hippocr. Epid. 1,26 β)
<βλητιεῖ>· καταβαλεῖ. νικήσει
<βλητεύει>· καταβάλλει
*<βλῆτο>· ἐβέβλητο (Δ 518) n
<βλητός>· ὁ ἀπόπληκτος
<βλήτροισι>· τῆς ἁμάξης τροχοί. σφῆνες. ἐμβλήματα. οἱ δὲ

γόμφους καὶ συμβολὰς ἀξόνων (Ο 678)

<βλητρώσας>· ἐμβαλών
*<βληχή>· φωνὴ προβάτων (μ 266) vgPp
<βληχᾶται>· φωνεῖ
<βλήχημα>· μωρός. προβατώδης
*<βληχήματα>· βοαὶ προβατώδεις AS
<βληχήσασθαι>· ὡς πρόβατα βοῆσαι
*<βληχράν>· ἀσθενῆ (Ε 337?) AS
<βλῆχρος>· πτέρις
*<βληχρόν>· ἀσθενές. AS νωθρόν. ἁπαλόν. λελυμένον
<βλήχων· γλήχων>· καὶ <γὰρ> οὕτως λέγεται. ἔστι δὲ εἶδος

βοτάνης. καὶ τὸ ἐφήβαιον (Ar. Lys. 89)

<βλιαρόν>· ἀβλεμές
<βλιβρόν>· λαγρόν
<βλίδες>· ψεκάδες
<βλίκανον>· βάτραχον. καὶ <βλίχαν>
<βλικάς>· σύκου φύλλον
[<βλιηχῶδες] βλιχῶδες>· παρὰ Ἱπποκράτει (cap. vuln. 19) τὸ

λελεπισμένον, καὶ καθαρόν

<βλιμάζειν>· τὸ τιτθολαβεῖν. οἱονεὶ θλίβειν, [ἢ †βαστάζειν,] καὶ

τὸ τοὺς ὄρνιθας ἐκ τῶν στηθῶν πειράζειν. Ἀριστοφάνης Ὄρνισιν (530)

<βλίμασις>· ἡ τῶν τιτθῶν θλῖψις
<βλιμάξαι>· †βαστάσαι. ἀτιμάσαι
<βλίμη>· προπηλακισμός. ὕβρις
<βλινόν>· δαλόν
<βλίξ>· συνεχῶς
<βλίσαι>· καπνίσαι μελίσσας, S καὶ ἐξελάσαι τῶν σμηνῶν, ὑπὲρ

τοῦ <τὸ> μέλι τρυγῆσαι

<Βλίσσιοι>· οἱ Βοιωτοὶ πρότερον οὕτως ἐκαλοῦντο
<βλιτάς> (Men. fr. 955) ... καὶ <βλίτωνας>· τοὺς εὐήθεις
<βλιτάχεα>· παρὰ Ἐπιχάρμῳ (fr. 193). οἱ μὲν τὰ κογχύλια· οἱ

δὲ τὰ ὑφ' ἡμῶν σελάχια

<βλίταχος>· βάτραχος
*<βλίττειν>· τὸ ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων (Plat. rep. 8,564e)

vgAS

<βλίτον>· λαχάνου εἶδος
<βλίτυρι <καὶ σκινδαψός>>· Ἰόβας τὸν <σκινδαψὸν> ὄργανον

[ὂν] μουσικὸν ἀποδίδωσι, τὸ δὲ <βλίτυρι> χορδῆς μίμημα

*<βλοσυρόν>· φοβερόν. g καταπληκτικόν (Η 212 Ο 608) (v)gS(P)
*<βλοσυρῶπις>· καταπληκτικοὺς <τοὺς> ὀφθαλμοὺς ἔχουσα (Λ 36)

gASn

*<βλύδιον>· ὑγρόν. ζέον. gAS [ἢ ὑποδήματα] S
*<βλύζει>· βρύει, πηγάζει, P ἀναβρύει ὕδατα
*<βλωθρή>· εὐαυξής. (Ν 390) AS ... ἢ <παρὰ τὸ> προβαίνειν

καὶ ἄνω θρώσκειν

*<βλωμοί>· στραβοί vgAS
*<βλωμός>· [ἰσχνή,] AS ψωμός (Call. fr. 508) gAS
*<βλωρός>· σύκου φύλλον AS
*<βλῶσις>· παρουσία gAS
*<βλώσκει>· ἀνατέλλει. ἕρπει AS
*<βοᾷ>· κραυγάζει (Ξ 394?) AS
*<βοάγρια>· ἀσπίδας (Μ 22) S
*†<βοαδεῖ>· ὀκνεῖ S
<βόας αὔας>· ξηρὰς βύρσας (Μ 137)
*<βοείας>· βύρσας (Λ 842) S
*<βόεσσι>· βουσί (Β 481) S
<βοέοισιν ἱμᾶσι>· βοείοις (Ψ 324)
<βοῆ>· βύρσα. ἀσπίς S
*<βοηδρομεῖν>· μετὰ σπουδῆς παραγίνεσθαι (Eur. Or. 1510) vgS
*<βοὴν ἀγαθός>· ὁ κατὰ τὴν μάχην ἀνδρεῖος (Β 408) S
<βοηθήσων>· βοηθῶν S
*<βοηθόον>· κατὰ τὴν μάχην ταχύν (Ρ 481) S
<βόθρος>· ὄρυγμα γῆς (Sirac. 21,10)
*<βολάων>· βολῶν. ἢ πληγῶν (ρ 283) gS
*<βόλβιτα>· ἀφόδευμα βοός vg
*<βόλβυθον>· τὸ αὐτό S
<βολίδες>· ἀκόντια. λογχάρια (Sap. 5,21) S
<βολίς>· βέλος. λόγχη· ἀκόντιον (Ierem. 9,7) vgS
<βολῇσι>· τρώσεσι, πληγαῖς (ω 160)
*<βολίτοις>· βολβίτοις (Ar. Eq. 658) S
<βόλοι>· βολισμοί S
<βόλος>· θήρα S παλμός. βόλου ὄνομα. καὶ δίκτυον
<βόμβαξ>· τοῦτο παρεμβολοειδές ἐστι. σημαίνει δὲ διασυρμόν (Ar.

Thesm. 45?)

<βομβαύλιος>· ὁ αὐλητής. ἀπὸ τοῦ <βομβεῖν> (Ar. Ach. 866)
<βομβῆσαι>· ὡς περιστερὰ φωνῆσαι
*<βόμβησεν>· ἐψόφησεν (θ 190 etc.) gS
<Βομβυλεία>· ἡ Ἀθηνᾶ ἐν Βοιωτίᾳ
*<βόμβος>· ἦχος, vg(P) ψόφος (P) (Pl. Prot. 316a?)
<βόμβους>· ἤχους, S ψόφους
<βομβοία>· ἡ κολυμβὰς ἐλαία, παρὰ Κυπρίοις
<βομβοιλαδόνας>· †ἐνιαυτούς
<βομβρύζων>· τονθρύζων. βοῶν
<βομβρυνάζειν>· βρενθύεσθαι
<Βομβυλία>· κρήνη ἐν Βοιωτίᾳ
<βομβύλην>· λήκυθον
[<βόμβυκες>· γένος αὐλῶν. ἢ εἶδος ζώου πτερωτοῦ, κατὰ σφῆκα]
<βομβυλίδας>· πομφόλυγας
<βομβυλιός>· ποτηρίου γένος, κατὰ μικρὸν ποτὸν στάζοντος·

ὅθεν διὰ τὸν ἦχον οὕτω κεκλῆσθαι (Antisth. p. 20,1 Winck.) ἢ ζῶον, ἦχόν τινα ποιοῦν τοῦ γένους τῶν σφηκῶν (Isocr. 10,12). *ἢ μέλισσα μεγάλη. Sn ἢ μυῖα S

<βόμβυξ>· στάμνος. Λάκωνες. *καὶ αὐλοῦ εἶδος. S(g) καὶ ζῶον,

ἀφ' οὗ τὰ βομβύκινα ὑφάσματα συντελεῖται S(gn). ἔνιοι δὲ βομβύλιον οὕτω λέγουσιν· οἱ δὲ †ῥυμόν. *ἢ ἦχος βομβυλισμοῦ Sn

<βομβῶνας>· βουβῶνας
(*)<βοῶντες>· κραυγάζοντες (Act. Apost. 17,6)
†<βομβυθυλεύματα>· τὰ μαγειρικὰ ἀρτύματα· κατεσκευασμένα·

ἔνιοι τὸ σὺν τῇ ὄνθῳ ἀρτύειν

<βοώνητα>· τιμῆς βοῶν ἠγορασμένα. [ἢ ἀνόσιος]. παρὰ Κυπρίοις

δὲ ἀνόσιος

<βοὸς κέρας>· τὸ περιτιθέμενον τῇ ὁρμιᾷ κέρας κατὰ τὸ ἄγκιστρον.

οἱ δὲ τρίχα (Ω 81)

†<βόοσκον>· βουφορβόν. ὀρεινόμον
<βοοσσόος>· μάστιξ (Call. fr. 301) καὶ βούτης
<βορά>· θοίνη (Eur. Or. 189) *βρῶσις (vg.) σῖτος *τροφή (Iob

38,39) (vgSP)

*<βοῤῥᾶς>· ἄνεμος PS ψυχρός. καὶ παγώδης vgS καὶ σκληρός,

τροπικῶς καλούμενος διάβολος, ὁ παρὰ τὸ ὁρᾶσθαι ἐπιδέξιος (Prov. 27,16)

*<βόρβορος>· ὀχετὸς δυσώδης (Ierem. 45,6) S
<βορβορυγή>· ποιός τις ἦχος, ὃν καὶ <κορκορυγὴν> καλοῦσιν
<βορβορίζει>· γογγύζει. μολύνει. Κύπριοι
<βορβορωπόν>· αἰσχρόν, βορβόρῳ ἐμφερές
<βορβύλα>· πέμμα στρογγύλον διὰ μήκωνος καὶ σησάμης μεγέ-

θους ἄρτου

<Βορέας>· σκόλιόν τι ᾀδόμενον οὕτως ἔλεγον. καὶ ὁ ἄνεμος
<Βορεασταί>· Ἀθήνησιν οἱ ἄγοντες τῷ Βορέᾳ ἑορτὰς καὶ θοίνας,

ἵνα <οὔριοι> ἄνεμοι πνέωσιν. ἐκαλοῦντο δὲ Βορεασμοί

<βορέην>· τὴν φῦσαν. γράφεται δὲ καὶ <βορῆ>
<βορεῖον>· γαστὴρ ἐσκευασμένη πως
<βορθαγορίσκια>· χοίρεια κρέα, καὶ μικροὶ χοῖροι <βορθαγορί-

σκοι>. Λάκωνες

†<βορηά>· βοτάνη πᾶσα
[<βοῤῥᾶς>· ἄνεμος ψυχρὸς παγώδης καὶ σκληρός, ὃς τροπολογού-

μενος σκαιὸς καὶ ἀποπομπαῖος λέγεται, ὃς σημαίνει τὸν διά- βολον. περὶ δὲ τῶν ἀσεβῶν ἐπιδέξιος]

<βόρμαξ>· μύρμηξ
<βόρμος>· ὃν καὶ <βρόμον> λέγουσιν. ἔστι δὲ τροφὴ τετραπόδων,

τὸ πολλαχοῦ μὲν σπειρόμενον, ἐνίοτε δὲ καὶ αὐτομάτως φυό- μενον

[<βρότος>· αἷμα. μολυσμός. <Ἄμβροτοι θεοί>· ἄναιμοι καὶ ἀμό-

λυντοι. <Ἄμβροτοι θεοί>· ἀθάνατοι, τῷ ἄμοιροι εἶναι βρότου, τουτέστι αἵματος καὶ μολύσματος]

*<βορόν>· βρωτικόν gS καταβρῶσκον Sn
<βορός>· πολυφάγος, S ἄπληστος. καὶ ὁ ἐκ τῶν στεμφύλων ἐπὶ

τῆς ἀρυστίδος ὁλκός. Λάκωνες

<βοῤῥάζων>· ψοφῶν
<βοῤῥᾶς>· [*βρώσεως SΣ ἢ] βορέας. Πλάτων (Criti. 112 b v. l.)
[<βοῤῥόν>· βροτικόν]
<βοῤῥοῦ>· τοῦ βορέου. ἡ γενικὴ παρὰ Ἀριστωνύμῳ (fr. 8, I 669)
<βορσόν>· σταυρόν. Ἠλεῖοι
<βόρταχος>· βάτραχος
<βόρμος>· ἔνιοι δὲ τὴν ἱππάκην· ἔνιοι δὲ τὴν σιτώδη πόσιν
<Βορυσθένης>· ὁ Ἑλλήσποντος. ἔστι δὲ <καὶ> ποταμός
*<βόσις>· βόσκησις vgS
<βοσκημάτων>· θρεμμάτων q
<βοσκόμενον>· δαπανώμενον n
*<βόσκων>· τρέφων (Ierem. 38,10) g
<βοσκάς>· φασκάς †Λίβιοι
<βοσκέων>· ὁ τροφεύς
<βοσκή>· τροφή
<βόσκομεν>· τρέφομεν
<Βόσπορος>· οὐ μόνον ὁ Σκυθικός, ἀλλὰ καὶ Θρᾴκιος οὕτως

ἐκαλεῖτο (Soph. Ai. 884)

<βοστρυχοειδῆ>· πολυκαμπῆ
<βοστρύχια>· στέμφυλα
<βοστρυχίζεται>· κοσμεῖται
*<βόστρυχοι>· πλόκαμοι vgS
<βοστρυχῶδες>· τὸ [θάλπον, ἢ] θάλλον
<βοτά>· βοσκήματα. g κατὰ πάντων δὲ καὶ χερσαίων καὶ πτηνῶν

καὶ ἐνύδρων καὶ ἀγρίων ζώων λέγεται, [δὲ] ἀπὸ τοῦ βόσκεσθαι

<βοτεῖν>· βόσκειν
<βοτῆρα>· ποιμένα (Eur. Andr. 281) (vgS)
<βότις>· †βόλτιον (Sophr. fr. 64)
*<βοτοῖσι>· βοσκήμασι (Σ 521) (S) n
<βοτρύδια>· ἐνωταρίων εἶδος. οἱ δὲ βότρυς. ἢ Θεσμοφοριαζούσαις

(Ar. fr. 320,10)

[<βοτρυδιόν>· κατὰ συντροφήν]
*<βοτρυδόν>· ἑτέρα τῆς ἑτέρας ἐχομένη, ὡς οἱ βότρυες τὰς ῥᾶγας

ἔχουσιν g πυκνάς. καὶ κατὰ συστροφήν. ἢ [συνηγμένοι ὁμοῦ (Β 89) n

<βοτρυμός>· τρυγητός
[<βοτιανείρη>· τροφὴν ἀνδράσι παρέχουσα]
[<βοτύσι>· βοσκήμασι]
*<βοτῶν>· θρεμμάτων n
<βοῦ>· τὸ μέγα καὶ πολὺ δηλοῖ. [Λάκωνες]
<βοῦα>· ἀγέλη παίδων. <Λάκωνες>
<βουαγετόν>· ὑπὸ βοῶν εἱλκυσμένον ξύλον. Λάκωνες
<βουαγόρ>· ἀγελάρχης, ὁ τῆς ἀγέλης ἄρχων παῖς. Λάκωνες
<βουάκραι>· οἱ φοίνικες, ὑπὸ Λακώνων
<βουβάλιες>· οἱ βούβαλοι (Hdt. 4,192,1). ἢ ἀστράγαλοι
<βουβάλιον>· γυναικὸς κοσμάριον (Diph. fr. 59 Nicostr. fr. 33)

καὶ ἄγριος σικυὸς παρὰ Ἱπποκράτει

<βούβαλος>· δορκάδιον. καὶ μέγα καὶ πολύ
[<βουβάραι>· μεγάλαι
<βούβαρα>· μεγάλα
<βουβάρας>· μεγαλοναύτης, παρὰ τὴν <βᾶριν>. καὶ μέγα βάρος

ἔχων καὶ αὐχηματίας ἢ ὁ μέγας καὶ ἀναίσθητος ἄνθρωπος]

<βούβαρις>· νεὼς ὄνομα, παρὰ Φιλίστῳ (fr. 56,69 J.)
<βούβελα>· κρέα βόεια
<βουβίλιξ>· σιταποχία
<βούβοσις>· πολυφαγία
<βουβωνιασκόπος>· ὁ βουβῶνι ἐπᾴδων
<βουγάϊος>· *μεγάλως ἐφ' ἑαυτῷ γαυριῶν. gS δηλοῖ δὲ καὶ

ἀναίσθητον καὶ ἀλαζόνα καὶ μεγάλαυχον ἢ ἀγλαϊζόμενον (N 824)

<βούβρωστις>· μεγάλη πενία. λύπη (Ω 532). ζωύφιον. *μέγας

λιμός vg λύμη. φθορά. φθόνος

<βουγενέων>· τῶν μελισσῶν. Καλλίμαχος· "ἁρμοῖ γὰρ Δανάου γῆς

ἐπὶ <βου>γενέος" (fr. 383,4), καὶ ἡ μέλισσα <βουγενής>, ὅτι ἐκ βοείων ὀστέων γεννᾶται

<βούγλωσσον>· ἰχθὺς ποιός (Epich. fr. 65). καὶ βοτάνης εἶδος
<βουδάκη>· ἡ βούπρηστις
<βουδεψήιον>· τὸ βυρσεῖον
<Βούδειον>· πόλις (Π 572) S
<Βούδιος>· παρὰ Λυσίππῳ τὸ ὄνομα· κύων δέ τις ἐβόα δεδεμένος

ὥσπερ Βούδιος (fr. 8, I 702). Σέλευκος ἀποδίδωσιν ἄ<φρ>ων, ἀνόητος

<βουδόρῳ>· νόμῳ, ᾧ βοῦς δέρουσιν· οἱ δὲ ἀσκῷ
<Βουζύγης>· ἥρως Ἀττικός, ἢ πρῶτος βοῦς ὑπὸ ἄροτρον ζεύξας·

q ἐκαλεῖτο δὲ Ἐπιμενίδης. Καθίστατο δὲ παρ' αὐτοῖς καὶ ὁ τοὺς ἱεροὺς ἀρότους ἐπιτελῶν <βουζύγης>

<βουθερεῖ>· ἐν ᾧ βόες θέρους ὥρᾳ νέμονται (Soph. Tr. 188). καὶ

†<βούθοροι> τὸ αὐτό

<βουθοίνης>· †βούχειλος
<βούθουτον>· ὅ τινες ἀνέκφορον· Ἀχαιοὶ δὲ ἰσόμοιρον. Ἀριστοφά-

νης (p. 189,34 Nauck). Λάκωνες

<Βοῦθος περιφοιτᾶι>· παροιμία ἐπὶ τῶν εὐήθων καὶ παχυφρό-

νων, ἀπὸ Βούθου τινὸς μετενεχθεῖσα τοῦ Πύθια νικήσαντος, ὃν ἀναγράφει καὶ Ἀριστοτέλης νενικηκότα (Cratin. fr. 245)

<βοῦν ἱέρευσεν>· βοῦν ἔθυεν (Η 314)
<βουκαῖος>· βουκόλος. οἱ δὲ θεριστής (Theocr. 10,1)
<βουκανῆ>· ἀνεμώνη τὸ ἄνθος. Κύπριοι
<βουκάπαι>· τῶν βοῶν αἱ φάτναι
<βουκέντας>· βοηλάτας
<βούκερας>· τὸ σπερμάτιον, τῆλις
<Βουκέφαλος>· ἵππος ἐγκεχαραγμένον ἔχων τοῖς ἰσχίοις βούκρα-

νον (Ar. fr. 41.42) καὶ ὁ Ἀλεξάνδρου ἵππος, ἀφ' οὗ πόλιν ἐν Ἰνδοῖς κτίσαι λέγεται

*<βουκολέοντι>· <βοῦς νέμοντι> (Ε 313) Sn
<βουκολητής>· ἀπατεών
<βουκόλια>· ἀγέλη βοῶν (Hdt. 1,126,2? 1. Reg. 14,32?)
<βουκολίη>· κακολογία
<βουκολίνη>· κίγκλος τὸ ὄρνεον
<βουκολιασμός>· μελοποιΐας τινὸς εἶδος καὶ ὀρχήσεως· ἀμφότερα

δὲ ἀγροικικά. καὶ Θεοκρίτῳ γέγραπται

*<βουκολεῖσθαι>· <ἀπατᾶσθαι> χρησταῖς ἐλπίσι, <πλανᾶσθαι> n
<βουκολήσομεν>· μεριμνήσομεν. ἀπατήσομεν
<βουκόλοι>· οὐ μόνον οἱ τῶν βοῶν νομεῖς, ἀλλὰ καὶ ζῷά τινα

οὕτω καλοῦνται

*<βουκόλος>· βοονόμος, Sn βοοβοσκός S
<βουκολοῦμαι>· ἀπατῶμαι
<βουκολουμένας>· ἀπατωμένας. ἀπολουμένας
*<βουκολοῦντες>· ἀπατῶντες SP
*<βουκολῶν>· ἀπατῶν Sn σοφιζόμενος
<Βουκόλω Φαρσαλίας>· πόλις Θρᾴκης
<βουκόρυζος>· ἀναίσθητος. ἀσύνετος
†<βούκτησις>· φυσητική
<βουλαῖα>· τὰ βεβουλευμένα
<βουλαχά>· βόλου ὄνομα
*<βούλει>· βούλῃ S
<βουλεῖα>· [ἡ τοῦ] βουλευτήρια καὶ <ἡ [τοῦ> βουλεύειν ἀρχή S

[βουλείας βουλεύειν (Κ 147)]

†<βούλεον>· βούλευμα
<βουλεύσαντε>· βουλεύσαντες, δυϊκῶς (Α 531)
<βούλευμα>· αἱ βουλαί (Eur.)
<βουλεύσεως ἔγκλημα>· τὸ ἐπιβεβουλευκέναι θάνατον οὕτως

Ἀθήνησιν ἐλέγετο

<βουλευτικόν>· τόπος τις Ἀθήνησιν ἐν τῷ θεάτρῳ, ὅπου οἱ

βουλευτικοὶ καθήμενοι ἐθεῶντο· καὶ οὗ οἱ ἔφηβοι, <ἐφηβικὸν> ἐκαλεῖτο

*<βουλευτικός>· φρόνιμος (Plat. rep. 4,441a) vgS
<βουλευτός>· ἀντὶ τοῦ βουλευτής
<βουλεψίη>· ἡ λέξις παρὰ Ξάνθῳ (4 p. 629 M.). λέγει δὲ τὰς

Ἀμαζόνας, ἐπειδὰν τέκωσιν ἄῤῥεν, ἐξορύσσειν αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοχειρίᾳ

<βουλή>· *γνώμη. (Α 5) vgS θέλημα S ἢ τόπος. ἄνδρες. πρᾶγμα

[βουλῆς λαχεῖν]

<βουλῆς λαχεῖν>· τὸ λαχεῖν βουλευτήν, καὶ δραχμὴν τῆς ἡμέρας

λαβεῖν

<βουληφόροι>· καὶ ἐπιθετικῶς μὲν αἱ ἐκκλησίαι (ι 112), κυρίως

δὲ βασιλεῖς (Κ 414)

<βουληφόρον>· σύμβουλον· οἱ δὲ δεινὸν βουλεύσασθαι· οἱ δὲ

βουλευτήν (Β 24)

*<βούλιμος>· μέγας λιμός S(n)
<Βουλίς>· γυνὴ οὕτω καλουμένη
<βουλυτόν>· τὴν δείλην ὥραν, ἐν ᾗ τὸ ἄροτρον λύεται τῶν βοῶν

(Π 779 ι 58)

<βουμανὲς> καὶ †<βορύπαστον>· εἴδη βοτανῶν
<βουμέτρης>· ὁ ἐπὶ θυσιῶν τεταγμένος, παρὰ Αἰτωλοῖς
<βούμυκοι>· φωναὶ μυκηθμῷ <παραπλήσιαι>
[<βοῶναι>· οἰκίαι]
<βοῦνις>· γῆ. Αἰσχύλος (Suppl. 116)
<βούνιον>· πόας εἶδος
<βούνομα>· ἑλώδεις λειμῶνες S
<βούνομον>· ὑπὸ βοῶν νεμόμενον (Soph. El. 181)
<βουνός>· στιβάς. Κύπριοι
*<βουνοί>· βωμοί (Sn?)
<βούπαις>· *νέος S, μέγας g, ἀφῆλιξ vgS, μέγας παῖς. ἢ ἰχθύς
<βουπαλίδες>· περισκελίδες
<Βούπαλον>· μέγα. καὶ ὄνομα
<βούπειναν>· μέγαν λιμόν (Callim. fr. 24,11)
<βούπλευρον>· λαχάνων εἶδος
[<βουόφθαλμος>· βοτάνη τις]
*<βουπλήξ>· μάστιξ πέλεκυς. vgSn βουκόπος (Ζ 135) vgS
<βουπόλον>· βουκόλον
<βουπόρους ὀβελούς>· μεγάλους ὀβελίσκους (Hdt. 2,135,4)
<Βουπράσιον>· τόπος τῆς Ἤλιδος, S ἢ κώμη ἐν Ἤλιδι (Β 615)
<βουπρηόνες>· κρημνοὶ μεγάλοι, καὶ λόφοι
<βούπρηστις>· λαχάνου εἶδος
<βούπρῳρον>· θυσία τις ἐξ ἑκατὸν προβάτων καὶ βοὸς ἑνός· οἱ δὲ

τὴν ἡβῶσαν ἢ βουάρχην· σημαίνει δὲ καὶ τὴν βουπρόσωπον (trag. ad.)

<βούπρως>· ἀσθένεια
<βούπτινον>· βοτάνη, λεγομένη <τρίφυλλον
<Βοῦρα>· πόλις τῆς Ἀχαΐας
<βουρικυπάρισσος>· ἡ ἄμπελος. Περγαῖοι
<βούρυγχος>· ἰχθὺς κητώδης
<βούρυτος>· ποταμὸς μέγα ῥεῦμα ἔχων S
<Βούσβατον>· τὴν Ἄρτεμιν. Θρᾷκες
<βοῦς>· πόπανόν τι τῶν θυομένων οὕτως ἐν ταῖς ἁγιωτάταις

Ἀθήνησι θυσίαις. ἦν δὲ βοῒ παραπλήσιον. κυρίως δὲ βοῦς. ἢ ἀσπίς. [βάρος. ἀργός]

<βοῦς ἐπὶ γλώσσῃ>· παροιμία ἐπὶ τῶν μὴ δυναμένων παῤῥησιά-

ζεσθαι. ἤτοι διὰ τὴν ἰσχὺν τοῦ ζῴου· ἢ διὰ τὸ τῶν Ἀθηναίων <νόμισμα> ἔχειν βοῦν ἐγκεχαραγμένον, ὅνπερ ἐκτίνειν τοὺς πέρα τοῦ δέοντος παῤῥησιαζομένους ἦν ἔθος

<βοῦς ἐν αὐλίῳ>· παροιμία ἐπὶ τῶν ἀχρήστων. Κρατῖνος Δηλιά-

σιν (fr. 32)

<βοῦς ἐν πόλει>· χαλκοῦς ὑπὸ τῆς βουλῆς ἀνατεθείς (Henioch.

com. fr. 2)

<βοῦς ἐπὶ δεσμά> καὶ <βοῦς ἐπὶ φάτνην> καὶ <ἐπὶ σφαγήν> καὶ

<κύων ἐπὶ σῖτον> καὶ <ὗς ἐπὶ δεσμά>

<βουσή>· δούλη S
[<βοῦς>· μάστιγξ]
<βουσία>· γογγυλίδι ὅμοιον. Θετταλοί
†<βουσκητήριον>· εἰς εὐρύην εἴρηται κακοσχόλως ἐπὶ τοῦ γυναι-

κείου αἰδοίου

<βοῦς Κύπριος>· κοπροφάγος, εἰκαῖος, ἀκάθαρτος. σημαίνει δὲ

ἀτοπίαν τῶν Κυπρίων. καὶ Εὔδοξος ἀφηγεῖται, ὅτι κοπροφα- γοῦσιν (Men. fr. 300)

<βοῦς πετηλός>· ὁ ἀναπεπταμένα τὰ κέρατα ἔχων
<βοῦς ἐμβαίη μέγας>· Στράττις (fr. 67) εἶπε παρὰ τὴν παροι-

μίαν τὴν <βοῦς ἐπὶ γλώσσῃ

βοῦς ἕβδομος>· μνημονεύει δὲ τοῦ <ἑβδόμου βοός> (Euthycl. I

805 fr. 2 Philem. fr. 86) ... ὅτι δὲ πέμμα ἐστὶ καὶ τῆς Σελήνης ἱερόν, Κλειτόδημος (fr. 323,12 J.) ἐν Ἀτθίδι φησί

<βουστροφηδόν>· οὕτως ἔλεγον, ἐπὰν ὁμοίως ἀροτριῶσι βουσὶ

τὰς ἀντιστροφὰς ποιῇ τις. ἔλεγον δὲ ἐπὶ τοῦ γράφειν τρόπῳ τοιούτῳ

<βούσυκα>· τὰ μεγάλα σῦκα
<βουστάνη>· βοοστασία, ἡ τῶν βοῶν στάσις. ἢ μάστιξ, καὶ πληγή
<Βουτάδαι>· γένος Ἀθήνησιν, ἀπὸ τῆς Βούτου γενεᾶς
<βοῦται>· βουκόλοι, νομεῖς, βοτῆρες
[<βοῦς ἐμβαίη μέγας> στραττής εἶπε παρὰ τὴν παροιμίαν τὴν

<Βοῦς ἐπὶ γλώσσῃ>]

<βουτάνη>· μέρος τι τῆς μακρᾶς νεώς. ἢ μάστιξ. ἢ τάνυσις τῆς

βοείας. μέρος δὲ τῆς νεώς, πρὸς ὃ τὸ πηδάλιον δεσμεύεται. δηλοῖ δὲ καὶ μάχην, ἀηδίαν

<βούταρος>· ὁ παχὺς [ἢ ὁ πάχης] <παρὰ Λάκωσι> hf
*<βούτας>· βουκόλους (Eur. Hec. 646). βοσκήματα (Eur. Hipp.

537?) S

<βουτελέστην>· θύτην
<βούτης>· ὀρίγανος ὑπὸ Κυδωνιατῶν· καὶ βουκόλος· καὶ παροιμία

ἐπὶ τῶν ῥᾳδίως συντελουμένων· καὶ ὁ τοῖς Διπολίοις τὰ βουφό- νια δρῶν

*[<βουτιανείρη>· τροφὴν ἀνδράσιν παρέχουσα (Α 155) S]
<βούτιμοι>· βοώνητοι, ὥσπερ <ἀλφεσίβοιαι
βουτοί>· τόποι παρ' Αἰγυπτίοις, εἰς οὓς οἱ τελευτῶντες τίθενται
*<βούτομον>· φυτὸν βουσὶ διδόμενον τροφή, ὅμοιον χόρτῳ (Iob

8,11) (Sn)

†<βούτορον>· ψάκαστρον, νιφάδ' ὑετοῦ. βουκέντη. καὶ <βούτουρος>

τὸ αὐτό†

†<βουτόων>· ὁδὸν ἀτραπόν h
<βούτρωκτον>· ὄροβον
[*<βουτύπον>· βουθύτην (Σ)] ... Ἀθήνησιν ἐκαλεῖτο, ἐκ τοῦ

Θαυλωνιδῶν γένους καθιστάμενος

*<βουτύπος>· ὁ βοῦν καταβάλλων <πελέκει> SΣ. ἢ εἶδος ζῴου

καλουμένου <ἐμπίς> S

<βούτυρος>· βοτάνης εἶδος. Διονύσιος
*<βουφάγος>· πολυφάγος vg
<βουφαρῆ>· τὴν εὐάροτον γῆν· <φάρος> γὰρ ἡ ἄροσις. καὶ ἐπίθε-

τον βοός

<βούφθαλμον>· βοτάνη τις, ὑφ' ἡμῶν ἐσθιομένη
<βουφόνια>· ἑορτὴ Ἀθήνησιν. ἐν γὰρ τοῖς Διϊπολίοις φασὶ βοῦν

καταφαγεῖν τὸ παρεσκευασμένον πόπανον τῇ θυσίᾳ (Ar. Nub. 985) [οἷον πλακούντιον ἐξ ἄρτου]

<βουφάρας>· γεφύρας
*<βουφορβός>· βοῦς τρέφων (Eur.) S
<βουχανδέα>· πολυχώρητα
<βουχανδέα>· τὸν μέγαν λέβητα
<βούρωστος>· ἰσχυρός. [ἢ ἰξηρός]
<βούλευμα>· φρόνημα (Thuc. 8,76,6?)
[<βοῶνα>· ὁδόν]
<βοῶν>· τῶν τετραπόδων, τῶν βοῶν (μ 265). ἢ ἀσπίδων (Π 636).

καὶ φθεγγόμενος (Β 224)

<βοῶνας>· ἀγροικίας
<βοώνητα>· ἐπὶ ὠνῇ βοῶν δοθέντα
<βοώνια>· αὔλειος θύρα. Κρῆτες
<βοῶπις>· *μεγαλόφθαλμος, vg εὐόφθαλμος S μεγαλόφωνος. Εὔπο-

λις δὲ τὴν Ἥραν (fr. 403)

<Βοώτης>· ὁ Ὠρίων. οἱ δὲ [φύλαξ S (ε 272)
<βοωτεῖν>· ἀροτριᾶν (Hes. op. 391), ὅταν ὁ Ὠρίων δύνῃ. Λά-

κωνες

<βραβέα>· ἄρχοντα
*<βραβεία>· διάλλαξις (Eur. Phoen. 453) (n)
*<βραβεῖον>· ἐπινίκιον, vgAS ἔπαθλον, n νικητήριον. ἀμοιβή (1.

Cor. 9,24) vgAS, ἢ στάδιον

*<βραβεύει>· διακρίνει. ἐπιψηφίζεται vgS μεσιτεύει. διοικεῖ n
*<βραβευέτω>· μεσιτευέτω. μηνυσάτω. ἰθυνέσθω (Col. 3,15) ASw
*<βραβευτής>· διαλλακτής n
*<βράβυλος>· εἶδος φυτοῦ κακοῦ (Theocr. 12,3) AS
<βρα>· ἀδελφοί, ὑπὸ Ἰλλυρίων
<βράγος>· ἕλος
<βραγχία>· ἡ περιτράχηλος ἀλγηδών
<βραγχιάζοισθε>· πνίγοισθε
<βραγχίον>· τῆς καταφράκτου νεὼς τὸ κύτος
<βράγχος>· νόσημά τι τῶν ἐν τῷ σώματι γιγνομένων <περὶ>

τὸν βρόγχον, ὃ τὰς ὗς μάλιστα διαφθείρει (Thuc. 2,49,3)

<βραγχῶντος>· βρόγχοις ἁλόντος
<βραγχῶν>· φλεγμαίνων, ἢ πνευμονῶν
<βραδανίζει>· ῥιπίζει. τινάσσει
*<βραδέως>· μελλητικῶς (2. Macc. 14,17) AS
<βράιδιον>· ῥάιδιον. Αἰολεῖς
<βράδων>· ἀδύνατος
<βράζειν>· τὸ ἡσυχῇ ὀδύρεσθαι h
<βράθυ>· πόα τις θεοῖς θυομένη
<βράκαλον>· ῥόπαλον
<βράκανα>· τὰ ἄγρια λάχανα (Pherecr. fr. 13,1)
<βρακεῖν>· συνιέναι
<βράκες>· ἀναξυρίδες
<βράκετον>· δρέπανον. κλαδευτήριον. οἱ δὲ πλῆθος
<βρακίας>· τραχεῖς τόπους
<βρακίς>· συνείς
<βράκος>· κάλαμος. ἱμάτιον πολυτελές (Sapph. fr. 70)
<βράξαι>· συλλαβεῖν. δακεῖν. καταπιεῖν
<βράπτειν>· ἐσθίειν. κρύπτειν, ἀφανίζειν. τῷ στόματι ἕλκειν. ἢ

στενάζειν

*<βράσσει>· ζέει. ἀναβάλλει gAS
<βρασμοῖσι>· τοῖς σεισμοῖς
<βράσσιος>· τροχὸς κεραμικὸς ὁ †μὴ ἐῤῥωγώς
<βράσκη>· κράμβη. Ἰταλιῶται
<βράσσον>· βραδύτερον. ἀσθενέστερον. ἢ ἑτεροκλινές, ἐπὶ τροχοῦ.

ἔνιοι <βράσσονας>· ταπεινοτέρας

<βράσσων>· ἐλάσσων· ἢ ἄτακτος, ἀπὸ τοῦ <βρασμοῦ>, ὁ οὐ

σταθερός· "βράσσων τε νόος" (Κ 226) *οἷον ἀκαταστατῶν, vgAS ἀσθενέστερος ὤν

<βρατάναν>· τορύνην. Ἠλεῖοι
<βρατάνει>· ῥαΐζει ἀπὸ νόσου. Ἠλεῖοι
<βρατάχους>· βατράχους
*<βράττειν>· πληθύνειν. βαρύνειν AS
<βραυκανᾶσθαι>· ἐπὶ τῶν κλαιόντων παιδίων λέγεται, ὡς μί-

μημα φωνῆς

<βραύκας>· ἀκρίδας hf
<βραύλα>· φθείρ hf
<βραῦλον>· κοῖλον
*<βραῦνα>· κήλη. κύστις. ἐντεροκήλη v
<βραυνία>· κοιλώματα τῆς γῆς
<Βραυρών>· τόπος τῆς Ἀττικῆς
<Βραυρωνίοις>· τὴν Ἰλιάδα ᾖδον ῥαψῳδοὶ ἐν Βραυρῶνι τῆς

Ἀττικῆς. καὶ <Βραυρώνια> ἑορτὴ Ἀρτέμιδι Βραυρωνίᾳ ἄγεται καὶ θύεται αἴξ

<βραυῶσα>· κεκραγυῖα hf
<βράχαλον>· χρεμετισμόν
*<βράχε>· ἐψόφησε (Μ 396 etc.) n
(*)<βραχεῖν>· ἠχῆσαι (Sn) ψοφῆσαι (n)
†<βραχιόνα>· τὸν τράχηλον
*<βραχεῖς>· ὀλίγοι (Psalm. 104,12) vgAS
<βράχιστον>· ἐλάχιστον (Soph. fr. 172)
<βραχίων>· βραχύτατος
<Βραχμᾶνες>· οἱ παρ' Ἰνδοῖς Γυμνοσοφισταὶ καλούμενοι
<βραχύ>· ἀντὶ τοῦ οὐδέν (Eur. Tro. 1248) ὀλίγον, *μικρόν (Eur.

Phoen. 738) g

[<βραχυτελόν>· μικρόν]
a) <βραχύλον>· ... b) *<βραχυτελῆ>· μικρόν (Sap. 15,9) vgAS
<βραχμάζουσαι>· χρεμετίζουσαι
*<βραχέα ἄττα>· ὀλίγα τινά Aps
<βραχώδης>· τραχύς
<βράψαι>· συλλαβεῖν. ἀναλῶσαι. κρύψαι. θηρεῦσαι
<Βρέα>· Κρατῖνος (fr. 395) μέμνηται τῆς εἰς Βρέαν ἀποικίας. ἔστιν

δὲ πόλις Θρᾳκίας, εἰς ἣν Ἀθηναῖοι ἀποικίαν ἐξέπεμπον

[<βρέγμα>· τὸ μέσον τῆς κεφαλῆς]
<βρέγμα>· τὸν βρεγμόν
<Βρέκυν>· τὸν Βερέκυντα, τὸν Βρίγα. <Βρίγες> γὰρ οἱ Φρύγες

<Βερεκύνδαι>· δαίμονες. οἱ Φρύγες

*<βρέμει>· ἠχεῖ. ASg φωνεῖ. σίζει. [ταράσσει. ASg ἀπειλεῖ (Δ 425)

AS

<βρεμεαίνων>· ἠχῶν (Δ 425)
*<βρέμεται>· ἠχεῖ. ASPn ψοφεῖ. n προσρήσσεται (Β 210) ASP
*<βρέμοντι>· ἠχοῦντι. ἀπειλοῦντι vgA
[<βρέμβος>· ἔμβρυον] vgA
<βρεμούσας>· ἠχούσας (Diog. trag. fr. 1,4 p. 776?)
<βρενθύεται>· δυσχεραίνει. q προσποιεῖται
<βρένδον>· ἔλαφον
<βρενθινῷ>· ἀνθίνῳ
<βρενθινά>· ῥιζάρια τινά, οἷς ἐρυθραίνονται αἱ γυναῖκες τὰς παρειάς·

οἱ δὲ ἄγχουσαν, οὐκ εὖ ...... οἱ δὲ φῦκος παρεμφερὲς <κύδει Ἀφροδίτης>

<βρένθιξ>· θριδακίνη. Κύπριοι q
<βρένθον>· μύρον τι <τῶν παχέων>, ὡς βάκκαρις. οἱ δὲ ἄνθινον

μύρον. καὶ ὄρνεον <βρένθος>, ὅπερ ἔνιοι <κόσσυφον> λέγουσι. <Βρένθος> καὶ ὁ τύμβος λέγεται q

*<βρενθύεται>· μεγαλοφρονεῖ, ὑπερηφανεύεται, ἐπαίρεται vg
<βρενθύεσθαι>· θυμοῦσθαι, [ὀργίζεσθαι q. ἀναξιοπαθεῖσθαι,

δυσχεραίνεσθαι [προσποιεῖσθαι q

<βρενθύεται>· ἀναξιοπαθεῖ. βαρεῖται. [σεμνύνεται (Ar. Pac. 26) S
<βρενθυόμενοι>· ἐναβρυνόμενοι, τρυφῶντες
[<βρενός>· πυθμήν. τύμβος. καὶ ὄρνεον, ὃ καὶ <βρένθον>]
<Βρέντιοι>· ἔθνος ἐν Ἰταλίᾳ q
<βρέτας ἅγιον>· εἰκών, ὁμοίωμα (Ar. Lys. 262?)
<βρενταί>· βρονταί
*<βρέτας>· ξόανα (S) εἴδωλα (vgAS) ὁμοίωμά S τι, παρὰ τὸ

βροτῷ ἐοικέναι. vg(A) ὅπερ φασὶν οἱ νεώτεροι <δείκηλον

βρέτη>· ἀπεικονίσματα q
*<Βρεττανία>· νῆσος ἡ περὶ τὸν ὠκεανόν vgAS n <ἧς τὸ περί-

μετρόν φησιν Σκύμνος ὁ Χῖος (Apollon. hist. mirab. 15) σταδίων τρισμυρίων> AS

<βρέττανα>· φοβερά. [ἀκρὶς μικρὰ ὑπὸ Κρητῶν]
<Βρεττία>· μέλαινα <πίσσα> (Aristoph. fr. 629) ἢ βάρβαρος. ἀπὸ

τοῦ Βρεττίων ἔθνους q

<βρεῦκος>· ἡ μικρὰ ἀκρίς, <ὑπὸ Κρητῶν> q
<βρέφος>· *ἔμβρυον (Ψ 266) AS νήπιον, παῖς (e. g. Eur. Phoen.

25)

<βρεχμόν>· τὸ κρανίον
<βρεχμός>· q βρέγμα. τὸ μέσον τῆς κεφαλῆς (Ε 586)
<βρῆγμα>· ἀπόπτυσμα ἀπὸ θώρακος, παρὰ Ἱπποκράτει (morb.

2,47) <καὶ> <βρήσσει>· βήσσει q

<βρηνεύομαι>· ἔλεγον .... [<βρήσσει>· βήσσει]
<βρῆσσαι>· βῆσσαι
<Βρησσαῖος>· ὁ Διόνυσος
<βρήσσουσιν>· βληχῶνται. φωνεῖ τὰ πρόβατα
<βρητός>· ἀλεκτρυὼν ἐνιαύσιος
†<βρηχανώμενοι>· φωνοῦντες. ἢ χασμώμενοι
<βρί>· ἐπὶ τοῦ μεγάλου, καὶ ἰσχυροῦ, καὶ χαλεποῦ τίθεται
<βριαγχόνην>· βάτραχον. Φωκεῖς
<βρίακχος>· [βρίαρος] βριαρῶς [<βριάγχως>], βαρέως ἰακχά-

ζουσα (Soph. fr. 711)

<βριάει>· θρασύνει (Hes. op. 5)
<βρίαν>· τὴν ἐπ' ἀγροῖς κώμην
<Βριάρεων>· ἄνθρωπον ἑκατοντάχειρα (Α 403)
*<βριαρήν>· βαρεῖαν, vg ἰσχυράν (Λ 375 etc.)
*<βριαροί>· βαρεῖς, q ἰσχυροί vgAS
*<βριαρόν>· κραταιόν, ἰσχυρόν. μέγα. βαρύν. ἄγριον (AS)
<Βριάρεω στῆλαι>· αἱ Ἡράκλειοι λεγόμεναι (Euphor. fr. 166)
<Βρίγες>· οἱ μὲν Φρύγες (Hdt. 7,73) οἱ δὲ βάρβαροι· οἱ δὲ σολοικι-

σταί. Ἰόβας δὲ ὑπὸ Λυδῶν <ἀπο>φαίνεται <βρίγα> λέγεσθαι τὸν ἐλεύθερον

<βρίγκα>· τὸ μικρόν. Κύπριοι
<βρίγκος>· ἰχθὺς κητώδης
<βριγκώμενον>· ὀργιζόμενον. †μιμούμενον
<βρίζει>· ἐσθίει. πιέζει. κύει. καθεύδει· "ἔνθα οὐκ ἂν βρίζοντα ἴδοις"

(Δ 223)

<Βριζώ>· μάντις, ἐνυπνιομάντις
<βρίζω>· καθεύδω
*<βρίζοντα>· νυστάζοντα. vgAS κοιμώμενον (Δ 223) gAS
<βριήπυος>· μεγαλόφωνος. ST μέγας. δεινός (Ν 521)
<βριηρόν>· μεγάλως κεχαρισμένον
*<βρίθει>· βαρύνει. (Sap. 9,15) αὔξει. SP ἢ εὐθηνεῖ. gP διατρέφει
<βρίθεται>· βαρύνεται καρπῷ (Aesch. fr. 116,2?)
<βρίθειν>· γέμειν (Eur. Tro. 216)
<βρίθοντα>· βαροῦντα
*<βριθοσύνη>· βάρος (Ε 839) (AS)
*<βρίθουσαν>· λάμπουσαν. n βαροῦσαν (Σ 561)
<βριθύ>· ἰσχυρόν. μέγα. [βαρύ (Ε 746) S
<βρίθων>· γέμων. κομῶν ὑπὸ καρπῶν
<βρίκελοι>· οἱ μὲν τοὺς ἱστόποδας, ἀπὸ τοῦ βάρους καὶ τοῦ ξύλου·

οἱ δὲ βαρβάρους· Δίδυμος δὲ τὰ τραγικὰ προσωπεῖα, παρὰ Κρατίνῳ, οἷον βροτῷ εἴκελοι, ἐν Σεριφίοις (fr. 205)

<βρικίννη>· εἶδος βοτάνης
<βρικίσματα>· ὄρχησις Φρυγιακή
<βρικοί>· πονηροί
<βρικόν>· ὄνον, Κυρηναῖοι. βάρβαρον
<βριμάζει>· ὀργᾷ εἰς συνουσίαν. Κύπριοι
*<βριμάζων>· τῇ τοῦ λέοντος χρώμενος φωνῇ vgAS
<βριμῶν>· ἀπειλῶν
<βριμαίνεται>· θυμαίνεται, ὀργίζεται
<βρίμη>· ἀπειλή. καὶ γυναικεία ἀῤῥητοποιΐα
*<βρίμημα>· ἐπίπληξις AS <ἀπειλητική> AS
<βριμήσασα>· δεινή, χαλεπή
<βριμός>· μέγας. χαλεπός
*<βριμοῦσθαι>· θυμοῦσθαι g ὀργίζεσθαι
*<Βριμώ>· ἰσχυρά (Clem. Al. protr. 2,15,1) A (S)n
†<βρινδεῖν>· θυμοῦσθαι. ἐρεθίζειν
†<βρίννια>· τὰ ἄρνεια κρέα
<βρίξαι>· ὑπνῶσαι, νυστάξαι
<βρῖσαι>· βαρῦναι. ὁρμῆσαι. καὶ Νύμφαι
<βρισθείς>· ὑπνώσας
<βρίσαντα>· ἰσχύσαντα. βαρύναντα
<βρίξ>· θριδακίνη. καὶ εἶδος ἄνθους. οἱ δὲ περιστερεῶνα
<βρίτος>· ἔτος
<Βριτόμαρτις>· ἐν Κρήτῃ ἡ Ἄρτεμις (Call. h. 3,190)
<βριτύ>· γλυκύ. Κρῆτες
†[<βρόγχος>· βάτραχος]
<βρογχιάζει>· καταπίνει
<βρόδα>· Αἰολεῖς ῥόδα (Sapph. fr. 98,13 D ..)
*<βρόγχος>· [ῥούφισμα.] ὁ λάρυγξ. ὁ καταπότης gS
<βρόκοι>· ἀττέλεβοι. ἀκρίδες
<βροκός>· μωρός· Ἕλληνες
†<βρομέον>· ὀζόμενον
*<βρομέωσιν>· ἠχῶσιν (Π 642) (vg)AS
<βρομήσει>· φυσήσει. ψοφήσει
<Βρόμιος>· παρὰ Τηλεκλείδῃ (fr. 55) ὁ Σάτυρος, *ἢ ὁ Διόνυσος

(Eur. Bacch. 115) vgAS

*<βρόμος>· βοτάνη ὁμοία σίτου ASn, μὴ ἔχουσα γόνατα AS
<βρόμος>· ἰδίωμα ἤχου. ἦχος (Ξ 396). καὶ ὁ τόπος, εἰς ὃν ἔλαφοι

οὐροῦσι καὶ ἀφοδεύουσι. καὶ σπέρμα λεπτῆς κριθῆς. καὶ ὀσμή. καὶ χόρτος

<βροντάζων>· βροντῶν
<βρόντημα>· ὁ ἐμβρόντητος
<βρόξαι>· ῥοφῆσαι
<βρόκων>· ἀμαθής, ἀπαίδευτος, οἷον βόσκημα
<βρόσσονος>· βραχυτέρου
<βρόταχος>· βάτραχος (Xenoph. fr. 40)
*<βροτέης>· ἀνθρωπίνης (Greg. Naz. c. 1,1,18,37 [37,485]) S
*<βροτήσια>· ἀνθρώπεια n καὶ ἀνθρώπινα (Eur. Andr. 1255)
*<βροτόεντα>· ᾑμαγμένα gS οἱ δὲ τὰ λαμπρά (Ζ 480)
<βροτοδαίμων>· ἡμίθεος
*<βροτολοιγέ>· ἀνθρωποφθόρε (Ε 31) S
*<βροτολοιγός>· ἀνθρωποκτόνος. vg(AS) αἱμοφθόρος (Ε 518 ..)
[<βροτήσεια>· ἀνθρώπεια]
<βροτοί>· γυναῖκες
*[<βρότος>· αἷμα] <βρότον>· τὸ αἷμα gAS ὀξυτόνως μὲν ἄνθρωπον

AS· παροξυτόνως δὲ σημαίνει τὸν ἐκ φόνου λύθρον

*<βροτός>· φθαρτός, n ἢ γηγενὴς S ἄνθρωπος (Iob 4,17) gAS
<βροτόφηλος>· ἀνθρώπους φηλῶν, τουτέστιν ἀπατῶν
<βροῦκος>· ἀκρίδων εἶδος, Ἴωνες. Κύπριοι δὲ τὴν χλωρὰν ἀκρίδα

<βρούκαν>. Ταραντῖνοι δὲ ἀττέλεβον. ἕτεροι <ἀρουραίαν μάντιν>

<βροῦνος>· ἐνεὸς ἢ μαινόμενος
<βρούξ>· τράχηλος. βρόγχος
<βροῦλος>· πόα ἔνυδρος
<βροῦ>· πιεῖν
<βροῦτος>· ἐκ κριθῶν πόμα
<βρούχετος>· βάραθρον. βάτραχον δὲ Κύπριοι
<βρούχαλον>· ἕρμα
<βροχέως> [ἢ <βρουκέων>·] σαφῶς. συντόμως. Αἰολεῖς (Sapph.

fr. 2,7)

<βροχμώδης>· ἡ νοτερὰ καὶ ἁπαλή. Δημόκριτος (fr. 133)
*<βροχμόν>· τὸ βρέγμα vgS
<βρόχοι>· ἅμματα (Eur. Or. 1315 ..)
*<βρόχος>· [ἀγκοίλη. Δημόκριτος]. ἀγχόνη (Eur. Hipp. 770),

vgAS δεσμός (Eur. Andr. 556 ..)

<βρύα>· ἃ γίνεται μὲν ἐπὶ πετρῶν, λέγεται δὲ καὶ <σφακὸς> ἢ

†<σκαφίς>· ἐπετίθετο δὲ ἁγνισμοῦ χάριν

*<βρυάζει>· θάλλει. τρυφᾷ vgAS
<βρυάζειν>· γαυριᾶν. ἥδεσθαι
<βρυαζούσης λέαιν' ὥς>· ἐν Ἀθάμαντι (trag. ad. fr. 1). ἀκμα-

ζούσης ἢ ἐγκύμονος

<βρυαθμόν>· βρυασμόν
<βρυαλιγμόν>· ψόφον, ἦχον
<βρυαλίζων>· διαῤῥήσσων
<βρυαλίκται>· πολεμικοὶ ὀρχησταί· "<μενέδουποι>" Ἴβυκος καὶ

Στησίχορος (fr. 79)

<βρυανιῶν>· μετεωριζόμενος καὶ κορωνιῶν
<βρυάσομαι>· ἀναβακχεύσομαι μετά τινος κινήσεως
<βρυγμός>· κατανάλωσις. καὶ νόσος, ἀπὸ τοῦ βρύχειν, ὅ ἐστι

τοῖς ὀδοῦσι πιέζοντα ψόφον ἀποτελεῖν, ὡς ἐν ῥίγει συμβαίνει (Hippocr. diaet. 3,84). *ἢ ἀκόνησις μύλων. vgAS ἢ τρισμὸς ὀδόντων (Matth. 8,12 ..) vg(AS)

<βρυγκός>· ἄφωνος. νεκρός
<βρύκουσα>· δάκνουσα. κατεσθίουσα (Ar. Lys. 367)
<βρυγχός>· βρόχος
*<βρύει>· ῥέει [πηγάζει P, ἀναβλύζει. πηδᾷ. AS (Jac. 3,11) ἀνθεῖ.

gn ἀνίησιν. αὔξεται (Ρ 56)

<βρύθακες>· οἱ χιτῶνες βομβύκινοι. ἢ γένος ἰθαγενῶν
<βρύκαιναι>· ἱέρειαι. ὑπὸ Δωριέων
<βρυκανήσομαι>· βοήσομαι
<βρυκεδανός>· πολυφάγος. οἱ δὲ †μακρός
<βρύκειν>· λάβρως ἐσθίειν. ἀπὸ τοῦ τρίζειν τοὺς ὀδόντας. *οἱ

δὲ μασᾶσθαι (gA)

<βρυκετός>· ταυτὸν τῷ <βρυγμῷ>. καὶ <βρυκηθμός> ὁμοίως

Δωριεῖς

<βρυκός>· κῆρυξ. οἱ δὲ βάρβαρος. οἱ δὲ ἀττέλεβος
<βρυκταία>· εἶδος βοτάνης
<βρύκων>· συνερείδων τοὺς ὀδόντας μετὰ ψόφου
<βρυδαλίχα>· πρόσωπον γυναικεῖον. παρὰ τὸ γελοῖον καὶ

αἰσχρὸν †ὄῤῥος τίθεται †ὀρίνθω τὴν ὀρχίστραν καὶ γυναικεῖα ἱμάτια ἐνδέδυται. ὅθεν καὶ τὰς †μαχρὰς <βρυδαλίχας> καλοῦσι Λάκωνες

<βρυδακίζειν>· ἐκτείνειν
<βρυλλιχισταί>· οἱ αἰσχρὰ προσωπεῖα περιτιθέμενοι γυναικεῖα

καὶ ὕμνους ᾄδοντες

<βρύλλων>· ὑποπίνων (Ar. Eq. 1126)
<βρῦν>· πιεῖν (Ar. Nub. 1382)
<βρύματα>· μηρύματα
<βρύον>· θάλλον (Aesch. fr. 350,6) [βρύσμα]
<βρυνχόν>· κιθάραν. Θρᾷκες
<βρύξαι>· δακεῖν. καταπιεῖν
<βρύοχον>· κήρυκα
<βρύγδην>· χύδην
[<Βρύσια>· πόλις]
<Βρυσιαί>· κρημνοί. καὶ πόλις κρημνώδης (Β 583)
<βρύτανα>· κονδύλους
<βρυτιγγοί>· χιτῶνες
<βρυτταί>· τὰ λείψανα
<βρύτεα>· στέμφυλα. ἔνιοι εἶδος σκορόδου
<βρύττειν>· ἐσθίειν
<βρύττιον>· πόμα ἐκ κριθῆς
<βρύττος>· εἶδος ἐχίνου πελαγίου, ὥς φησιν Ἀριστοτέλης (h. an.

4,530b5) οἱ δὲ ἰχθύν. οἱ δὲ τρισυλλάβως. "<ἄμ>βρυττον, ἤν, Λάχης ποιεῖ"

<>βρύχα>· ὑποβρύχιον. βυθιζόμενον (ε 319)
*<βρύχανα>· σάλπιγγι g καμπύλῃ
<βρυχετῶ>· πυρεταίνω
<βρυχηθμός>· στεναγμός. οἰμωγή
<βρυχίς>· κλῆμα
<βρυχμοί>· ψόφοι
<βρυχήσασθαι>· ὡς λέων
*<βρύχιον>· βυθιζόμενον vgAS
<Βρύχων>· ποταμὸς περὶ Παλλήνην
<Βρυτίδας>· γένος παρὰ Ἀθηναίοις
<βρυτίνη>· ἐν Μαλθακοῖς· "ἄμοργιν ἔνδον βρυτίνην ἠθεῖν τινα"

(Cratin. fr. 96). ἔπαιξε πρὸς τὸ πόμα τὸ βρύτινον. ἔστι δὲ καὶ ζῶον <βρύτον> ὅμοιον κανθάρῳ, καὶ τὸ ἀπ' αὐτοῦ <βρύτινον πήνισμα>, ὅπερ ὑπ' ἐνίων <βομβύκινον> λέγεται

<βρυτίνην>· βυσσίνην
<βρῦτον>· πᾶν τὸ ἐκ κριθῆς ποτόν
<βρυτονία>· ῥίζα τις οὕτως καλουμένη
<βρύτιχοι>· βάτραχοι μικροὶ ἔχοντες οὐράς
*<βρύχεται>· μαίνεται n
<βρυχός>· κήρυξ
*<βρυῶδες>· δυσῶδες Σc
*<βρωμᾶσθαι>· ὀγκᾶσθαι vgAS
*<βρώμην>· βρῶσιν (κ 460 ..) (g)AS
<βρωμωμένου>· ὀγκωμένου
*<βρωτόν>· βρώσιμον (Iob 33,20) vgAS
*<βρωτύν>· βρῶσιν. τροφήν (Τ 205) S
[<βρυατά>· βεβυσμένα αὕτη]
<βυβὰ ταῦτα>· ἐπὶ τοῦ μεγάλου τάσσεται (Sophr. fr. 115)
*<βυβλία>· βιβλία vASn
†<βυγή>· πηγή
<βύβλιοι>· οἱ τῶν τάφων φύλακες, παρὰ Κυπρίοις. καὶ πόλις

Φοινίκης <Βύβλος>

[<βυδοί>· οἱ μουσικοί. ἢ κροῦμά τι. σοφῶς Κρησίν]
<βύει>· καμμύει. φράσσει τὰ ὦτα
†<βύζαντες>· πλήθοντες
<Βυζαντία>· εἶδος ὁρμιᾶς
*<Βυζάντιος>· Κωνσταντινουπολίτης (g) A
*<βύζην>· ἱκανῶς. *ἀθρόως. vgAS δαψιλῶς. *πυκνῶς. ἐπαλλήλως.

ἢ πληροῦν (Thuc. 4,8,7) vgAS

<βύζειν>· τὸ πεπιασμένως κατέχειν
<βυζόν>· πυκνόν. συνετόν. γαῦρον δὲ καὶ μέγα
*<βύθιος>· φόσσα vgAS
<βυθίζων>· ποντίζων ἐν βυθῷ. Σκύθαις (Soph. fr. 508)
[<βυθμός>· ἄντρον. πυθμήν, καὶ βυθμήν]
<βυκανισταί>· †εἰκασταί
<βυκήης>· ὑπνηλός
<βυκός>· δασμοφόρος
<βυκτά>· σχέτλια, δείλαια
<βυκτάων>· πνεόντων, φυσητῶν (κ 20)
<βύκτης>· ὁ ἐκ βυθοῦ ταράσσων. φυσῶν
<βυλλά>· βεβυσμένα
[<βυλλίχαι>· χοροί τινες ὀρχηστῶν, παρὰ Λάκωσι
<βυλλίχης>· χορευτής
<βυλλιχίδες>· †ῥαχίδες]
<βύνη>· θάλασσα. (Euphor. fr. 127 P.?) πεύκη. [b) <βύθαλον>·

βύσμα. c) <βύξ>· βυθός. d) <βυνεύς>·] σκεύασμά τι κρίθινον

<βυννεῖν>· τὸ ἐν τῷ στόματι κατέχειν τι
<βύπτειν>· βαπτίζειν
<βύρθακος>· βάτραχος
<βυρικόμενος>· πνιγόμενος. τραχηλιζόμενος
<βυριόθεν>· οἴκοθεν (Cleon. eleg. II 263 B.)
<βύριον>· οἴκημα
<βύρμακας>· μύρμηκας
<βυρμός>· σταθμός
<βυρσάτονος>· τύμπανον (Eur. Bacch. 124)
<Βυρσίνης>· Μυρσίνης· ἦν δὲ αὕτη γυνὴ Ἱππίου τοῦ τυράννου.

ἐν τοῖς Ἱππεῦσι (Ar. Eq. 449)

<βυρσίς>· δέρμα
<βυῤῥός>· κάνθαρος. Τυῤῥηνοί
<βυρσαίετον>· Ἀριστοφάνης ἀπὸ τῆς βύρσης καὶ τοῦ ἁρπάζειν

τὸν Κλέωνα εἶπε (Ar. Eq. 197)

<Βύρσαν>· πόλιν θεῶν Ἀριστοφάνης ἐν Δράμασι παίζων ἔφη

(fr. 292)

<βυρσιμώλους>· βυρσοδεψίμους
*<βυρσοδέψης>· σκυτοδέψης, [βυρσεύς (Plat. conv. 221 e?) P
<βυρσόκαππον>· τὸν Κλέωνα (Com. ad. fr. 61)
*<βύουσαν>· κρύπτουσαν (P)
<βῦσαι>· ἐπιθεῖναι. φορτῶσαι. κρύψαι
<βύσας>· πλήσας. φράξας
<βύρτη>· λύρα
<βυσαύχην>· ὁ συνέλκων τὸν τράχηλον καὶ τὸν αὐχένα μικρὸν

ποιῶν καὶ τοὺς ὤμους ἀνέλκων (Xenarch. com. fr. 1,4)

<βύσσαλοι>· βόθροι
[<βύσσινον>· πορφυρόν]
<βυσσαλεύοντι>· τῷ βυθῷ ἐφικνουμένῳ
<βυσσοβαρῆ>· μεγάλα. ἀπὸ τῶν καταφερομένων εἰς βυθὸν διὰ

τὰ βάρη

<βυσσοδομεύει>· ἐνθυμεῖται. μηχανᾶται. ἀποκεκρυμμένως βουλεύ-

εται, καὶ ἐκ βάθους

<βυσσοδομεύειν>· ἐνθυμεῖσθαι. κατὰ βυθοῦ δομεῖν, ἤγουν οἰκο-

δομεῖν (θ 273)

*<βύσσινα>· πορφυρᾶ (Exod. 28,39) AS
<βυσσός>· *βυθός (Hdt. 2,96,5). vg ἄντρον. πυθμήν. καὶ χρῶμα

ἀντὶ τῆς ὕσγης παραλαμβανόμενον

†<βυσσοφαρεῖ>· μεγαλοφαρεῖ
<βυσσόφρων>· κάτωθεν ἐκ σπλάγχνων βουλευόμενος. καὶ ἐκ

βυθοῦ φρονῶν (Aesch. Cho. 652)

*<βύσωσι>· φράξωσι vgAS
<βύσταγα>· πώγωνα
<βυστίχοις>· τοῖς ἐν θαλάττῃ βρόχοις
<βῦστραι>· αἱ τῶν λαχάνων ἐνθέσεις. ἔνιοι δὲ τοὺς ἐκ τῶν λαχάνων

ψωμούς (Anaxandr. fr. 23. Antiph. fr. 180)

<βύτθαν>· τὸν ψᾶρα
<βυτθόν>· πλῆθος
<βύτανα>· κονδύλοι. οἱ δὲ <βρύτανα>
<βυτίνη>· λάγυνος, ἢ ἀμίς. Ταραντῖνοι [ἤγουν σταμνίον]
<βύττος>· γυναικὸς αἰδοῖον
*<βύων τὰ ὦτα>· ἐπιφράττων (Ps. 57,5) AS
*<βυούσης>· πληρούσης. καλυπτούσης. ASn κωφωθείσης (Ps.

57,5) AS

†<βυωτήν>· τὴν ἄρσιν
*<βῶ>· ἐπιβῶ P
<βωβός>· πηρός.
*<βωβούς>· χωλούς
<βωβύζειν>· σαλπίζειν
<Βωβώ>· οὕτως ἡ Μάκρις ὠνομάζετο
<βώδιον>· βοίδιον
<βωθεῖν>· ὁμιλεῖν. βοηθεῖν
*<βωθέοντες>· βοηθοῦντες gAS
<βωθύζειν>· βοᾶν. θωύσσειν
<βῶκα>· θύννον (Epich. fr. 60)
†<βωκός>· τρυφερὸς χιτών
<Βώκαρος>· ποταμὸς ἐν Σαλαμῖνι ἐκ τοῦ Ἀκάμαντος ὄρους φερό-

μενος

<βωλάκιον>· χωρίον βώλους ἔχον
*<βῶλαξ, βῶλος>· S(n) γῆ
<βωλία, βωλίς>· μάζης εἶδός τι ἐν ταῖς θυσίαις
<βωλίνας>· καλιάς. ἢ πλινθίνας οἰκίας
<βωλόναι>· οἱ μὲν κολώνας· οἱ δὲ τὸ Κίλλαιον ἀκούουσι, διὰ τὸ

ἀνακεχῶσθαι, παρὰ Σοφοκλεῖ (fr. 933)

[<βῶλοι>· γῆ]
<βωλώρυχα>· τὴν σῦν. Λάκωνες
<βωμακεύμασι>· βωμολοχεύμασι. παραλογισμοῖς. πανουργήμασι

κολακευτικοῖς

<βώμαξ>· βωμολόχος. καὶ ὁ μικρὸς βωμός, ὑποκοριστικῶς
<βώμευσις>· βωμοῦ ἵδρυμα
<βώμηνεν>· ὤμοσε
*<Βώμιοι>· οἱ περὶ τοὺς λόφους τοὺς Βωμοὺς καλουμένους οἰκοῦντες

(Thuc. 3,96,3) AS

[<βώμενος>· βωμός]
<βωμίδας>· ἀναβάσεις (Hdt. 2,125,1)
<βωμίσκοι>· ἀριθμοὶ ἄνισοι
<βωμοῖς>· βαθμοῖς
*<βωμοῖσι>· βάσεσι (Θ 441) n
<βωμοί>· ἔμβολοί τινες οὕτω λεγόμενοι
<βωμολοχία>· γένος κολακείας φορτικὸν καὶ γελωτοποιόν
*<βωμός>· ἱερόν. τέμενος (Θ 48) vgAS
*<βωμολόχος>· σκώπτης. vgASn ἱερόσυλος· παρὰ τὸ λοχεῖν εἰς

τοὺς βωμούς, ὅ ἐστιν ἐνεδρεύειν. vgAS πανοῦργος. ἀσεβής. ἀπατεών (Greg. Naz. or. 5,18) (vgA)S

*<βῶν>· βοῦν. ὅπλον (Η 238) AS
*<βωνίτας>· τοὺς ἐν ἀγρῷ. οἱ δὲ βουκόλους (n) ἢ ἀγροίκους (Call.

fr. 251)

<βώνημα>· †εἴρημα. Λάκωνες
<Βωρθία>· Ὀρθία
<Βῶρμον>· θρῆνον ἐπὶ Βώρμου νυμφολήπτου Μαριανδυνοῦ
*<βῶροι>· ὀφθαλμοί (AS)
*<Βῶρος>· ὄνομα κύριον (Ε 44 ..) AS
<βῶς>· ἀσπίς. πέλτη. βύρσα. καὶ ποιὸς ἰχθύς
*<βώσομαι>· βοήσομαι, [ἐπικαλέσομαι S
<βῶσον>· κάλεσον, βόησον (Cratin. fr. 396)
<βώσαντι>· βοήσαντι (Μ 337)
[<βωστῆρες>· νομεῖς]
<βωστρεῖν>· βοᾶν. καλεῖν. ἐπικαλεῖσθαι (μ 124)
<βωσόμεθα>· μαρτυρώμεθα. ἐπικαλεσώμεθα (Κ 463)
*<βωσσοῦσι>· βομβοῦσιν S ἠχοῦσι (ν 106)
<βωτάζειν>· βάλλειν
<βωτιάνειρα>· τοὺς ἄνδρας τρέφουσα (Α 155)
<βωτίον>· σταμνίον
<βώτορες>· βωτῆρες. νομεῖς. ποιμένες (ξ 302 ..)
*<βώχ>· βοτάνης εἶδος S
*<βωῶμεν>· ὀμόσωμεν S