Γηρυονηίς
Συγγραφέας:
Σώζεται αποσπασματικά



σχεδὸν ἀν-
τιπέρας κλεινᾶς Ἐρυθείας
Ταρτησσοῦ ποταμοῦ παρὰ παγὰς
‹τίκτεν› ἀπείρονας ἀργυρορίζους
ἐν κευθμῶνι πέτρας.


ἆμος δ᾽ Ὑπεριονίδα ἲς
δέπας ἐσκατέβαινεν χρύσεον ὄ-
φρα δι᾽ Ὠκεανοῖο περάσαις
ἀφίκοιθ᾽ ἱαρᾶς ποτὶ βένθεα νυ-
κτὸς ἐρεμνᾶς
ποτὶ ματέρα κουριδίαν τ᾽ ἄλοχον
παίδας τε φίλους,
ὁ δ᾽ ἐς ἄλσος ἔβα δάφναισι κατα-
σκιόεν ποσὶ παῖς Διὸς [ ˘ ¯ ¯ ˘ ].