Βουκολιασταί (Δάφνις, Μενάλκας και Αιπόλος)

Βουκολιασταί
Συγγραφέας:


Δάφνιδι τῷ χαρίεντι συνήντετο βουκολέοντι
μᾶλα νέμων, ὡς φαντί, κατ᾽ ὤρεα μακρὰ Μενάλκας.
ἄμφω τώγ᾽ ἤστην πυρροτρίχω, ἄμφω ἀνήβω,
ἄμφω συρίσδεν δεδαημένω, ἄμφω ἀείδεν.
πρᾶτος δ᾽ ὦν ποτὶ Δάφνιν ἰδὼν ἀγόρευε Μενάλκας·
«μυκητᾶν ἐπίουρε βοῶν Δάφνι, λῇς μοι ἀεῖσαι;
φαμί τυ νικασεῖν, ὅσσον θέλω, αὐτὸς ἀείδων.»
Τὸν δ᾽ ἄρα χὠ Δάφνις τοιῷδ᾽ ἀμείβετο μύθῳ·
«ποιμὴν εἰροπόκων ὀΐων συριγκτὰ Μενάλκα,
οὔποτε νικασεῖς μ᾽, οὐδ᾽ εἴ τι πάθοις τύγ᾽ ἀείδων.» 10

ΜΕΝΑΛΚΑΣ

χρῄσδεις ὦν ἐσιδεῖν; χρῄσδεις καταθεῖναι ἄεθλον;

ΔΑΦΝΙΣ

χρῄσδω τοῦτ᾽ ἐσιδεῖν, χρῄσδω καταθεῖναι ἄεθλον.

ΜΕΝΑΛΚΑΣ

καὶ τίνα θησεύμεσθ᾽, ὅτις ἁμὶν ἄρκιος εἴη;

ΔΑΦΝΙΣ

μόσχον ἐγὼ θησῶ· τὺ δὲ θὲς ἰσομάτορα τῆνον.

ΜΕΝΑΛΚΑΣ

οὐ θησῶ ποκα τῆνον, ἐπεὶ χαλεπὸς ὁ πατήρ μευ
χἀ μάτηρ, τὰ δὲ μᾶλα ποθ᾽ ἕσπερα πάντ᾽ ἀριθμεῦντι

ΔΑΦΝΙΣ

ἀλλὰ τί μὰν θησεῖς; τί δέ τυ πλέον ἑξεῖ ὁ νικῶν;

ΜΕΝΑΛΚΑΣ

σύριγγ᾽ ἃν ἐπόησα καλὰν ἐγὼ ἐννεάφωνον,
λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν·
ταύταν κα θείην, τὰ δὲ τῶ πατρὸς οὐ καταθησῶ. 20

ΔΑΦΝΙΣ

ἦ μάν τοι κἠγὼ σύριγγ᾽ ἔχω ἐννεάφωνον,
λευκὸν κηρὸν ἔχοισαν ἴσον κάτω ἶσον ἄνωθεν.
πρώαν νιν συνέπαξ᾽· ἔτι καὶ τὸν δάκτυλον ἀλγῶ
τοῦτον, ἐπεὶ κάλαμός με διασχισθεὶς νιν ἔτμαξεν.

ΜΕΝΑΛΚΑΣ

ἀλλὰ τίς ἁμὲ κρινεῖ; τίς ἐπάκοος ἔσσεται ἁμέων;

ΔΑΦΝΙΣ

τῆνόν πως ἐνταῦθα τὸν αἰπόλον, ἢν καλέσωμες,
ὧ ποτὶ ταῖς ἐρίφοις ὁ κύων ὁ φαλαρὸς ὑλακτεῖ.

χοἰ μὲν παῖδες ἄϋσαν, ὁ δ᾽ αἰπόλος ἦνθ᾽ ἐπακοῦσαι,
οἱ μὲν παῖδες ἄειδον, ὁ δ᾽ αἰπόλος ἤθελε κρίνειν.
πρᾶτος δ᾽ ὦν ἄειδε λαχὼν ἰυκτὰ Μενάλκας, 30
εἶτα δ᾽ ἀμοιβαίαν ὑπελάμβανε Δάφνις ἀοιδάν
βουκολικάν· οὕτω δὲ Μενάλκας ἄρξατο πρᾶτος·

ΜΕΝΑΛΚΑΣ

Ἄγκεα καὶ ποταμοί, θεῖον γένος, αἴ τι Μενάλκας
πήποχ᾽ ὁ συριγκτὰς προσφιλὲς ᾆσε μέλος,
βόσκοιτ᾽ ἐκ ψυχᾶς τὰς ἀμνάδας· ἢν δέ ποκ᾽ ἔνθῃ
Δάφνις ἔχων δαμάλας, μηδὲν ἔλασσον ἔχοι.

ΔΑΦΝΙΣ

κρᾶναι καὶ βοτάναι, γλυκερὸν φυτόν, αἴπερ ὁμοῖον
μουσίσδει Δάφνις ταῖσιν ἀηδονίσι,
τοῦτο τὸ βουκόλιον πιαίνετε· κἢν τι Μενάλκας
τεῖδ᾽ ἀγάγῃ, χαίρων ἄφθονα πάντα νέμοι. 40

ΜΕΝΑΛΚΑΣ

ἔνθ᾽ ὄϊς, ἔνθ᾽ αἶγες διδυματόκοι, ἔνθα μέλισσαι45
σμάνεα πληροῦσιν, καὶ δρύες ὑψίτεραι, 46
ἔνθ᾽ ὁ καλὸς Μίλων βαίνει ποσίν· αἰ δ᾽ ἂν ἀφέρπῃ, 47
χὠ ποιμὴν ξηρὸς τηνόθι χαἰ βοτάναι. 44

ΔΑΦΝΙΣ

παντᾷ ἔαρ, παντᾷ δὲ νομοί, παντᾷ δὲ γάλακτος 41
οὔθατα πιδῶσιν, καὶ τὰ νέα τρέφεται, 42
ἔνθα καλὰ Ναῒς ἐπινίσσεται· αἰ δ᾽ ἂν ἀφέρπῃ, 43
χὠ τὰς βῶς βόσκων χαἰ βόες αὐότεραι.

ΜΕΝΑΛΚΑΣ

ὦ τράγε, τᾶν λευκᾶν αἰγῶν ἄνερ, ὦ βάθος ὕλας
μυρίον (αἰ σιμαὶ δεῦτ᾽ ἐφ ὕδωρ ἔριφοι)· 50

ἐν τήνῳ γὰρ τῆνος· ἴθ᾽ «ὦ καλὲ» καὶ λέγε, «Μίλων,
ὁ Πρωτεὺς φώκας καὶ θεὸς ὢν ἔνεμε.»

ΔΑΦΝΙΣ

....................................................................................................................................................................................................................................................

ΜΕΝΑΛΚΑΣ

μή μοι γᾶν Πέλοπος, μή μοι Κροίσεια τάλαντα
εἴη ἔχειν, μηδὲ πρόσθε θέειν ἀνέμων·
ἀλλ᾽ ὑπὸ τᾷ πέτρα τᾷδ᾽ ᾄσομαι ἀγκὰς ἔχων τυ,
σύννομε κάλ᾽, ἐσορῶν τὰν Σικελάν τ᾽ ἐς ἅλα.

ΔΑΦΝΙΣ

δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δ᾽ αὐχμός,
ὄρνισιν δ᾽ ὕσπλαγξ, ἀγροτέροις δὲ λίνα,
ἀνδρὶ δὲ παρθενικᾶς ἁπαλᾶς πόθος. ὦ πάτερ ὦ Ζεῦ,
οὐ μόνος ἠράσθην· καὶ τυ γυναικοφίλας. 60

ταῦτα μὲν ὦν δι᾽ ἀμοιβαίων οἱ παῖδες ἄεισαν·
τᾶν πυματᾶν δ᾽ ᾠδᾶν οὑτῶς ἐξᾶρχε Μενάλκας.

Φείδευ τᾶν ἐρίφων, φείδευ λύκε τᾶν τοκάδων μευ,
μηδ᾽ ἀδίκει μ᾽, ὅτι μικκὸς ἐὼν πολλαῖσιν ὁμαρτέω.
ὦ Λάμπουρε κύον, οὕτω βαθὺς ὕπνος ἔχει τυ;
οὐ χρὴ κοιμᾶσθαι βαθέως σὺν παιδὶ νέμοντα.
ταὶ δ᾽ ὄϊες, μηδ᾽ ὑμὲς ὀκνεῖθ᾽ ἁπαλᾶς κορέσασθαι
ποίας· οὔτι καμεῖσθ᾽, ὅκκα πάλιν ἇδε φύηται.

σίττα νέμεσθε νέμεσθε, τὰ δ᾽ οὔθατα πλήσατε πᾶσαι,
ὡς τὸ μὲν ὥρνες ἔχωντι, τὸ δ᾽ ἐς ταλάρως ἀποθῶμαι. 70

δεύτερος αὖ Δάφνις λιγυρῶς ἀνεβάλλετ᾽ ἀείδεν·

Κἤμ᾽ ἐκ τῶ ἄντρω σύνοφρυς κόρα ἐχθὲς ἰδοῖσα
τὰς δαμάλας παρελᾶντα καλὸν καλὸν ἦμεν ἔφασκεν·
οὐ μὰν οὐδὲ λόγον ἐκρίθην ἄπο τὸν πικρὸν αὐτᾷς,
ἀλλὰ κάτω βλέψας τὰν ἁμετέραν ὁδον εἷρπον.
ἁδεῖ᾽ ἁ φωνὰ τᾶς πόρτιος, ἁδὺ τὸ πνεῦμα· 76
[ἁδὺ δὲ χὡ μόσχος γαρύεται, ἁδὺ δὲ χἀ βῶς.]
ἁδὺ δὲ χἁ θέρεος παρ᾽ ὕδωρ ῥέον αἰθριοκοιτεῖν. 78
τᾷ δρυῒ ταὶ βάλανοι κόσμος, τᾷ μαλίδι μᾶλα,
τᾷ βοῒ δ᾽ ἁ μόσχος, τῷ βουκόλῳ αἱ βόες αὐταί. 80

ὡς οἱ παῖδες ἄεισαν, ὁ δ᾽ αἰπόλος ὦδ᾽ ἀγόρευεν·
«ἁδύ τι τὸ στόμα τοι καὶ ἐφίμερος ὦ Δάφνι φωνά.
κρέσσον μελπομένω τευ ἀκουέμεν ἢ μέλι λείχειν.
λάζεο τᾶς σύριγγος· ἐνίκασας γὰρ ἀείδων.
αἰ δέ τι λῇς με καὶ αὐτὸν ἅμ᾽ αἰπολέοντα διδάξαι,
τήναν τὰν μιτύλαν δωσῶ τα δίδακτρά τοι αἶγα,
ἅτις ὑπὲρ κεφαλᾶς αἰεὶ τὸν ἀμολγέα πληροῖ.»

ὡς μὲν ὁ παῖς ἐχάρη καὶ ἀνάλατο καὶ πλατάγησε
νικάσας, οὕτω κ᾽ ἐπὶ ματέρι νεβρὸς ἅλοιτο.
ὡς δὲ κατεσμύχθη καὶ ἀνετράπετο φρένα λύπᾳ 90
ὥτερος, οὕτω καὶ νύμφα δμαθεῖσ᾽ ἀκάχοιτο.
κἠκ τούτω πρᾶτος παρὰ ποιμέσι Δάφνις ἔγεντο,
καὶ Νύμφαν ἄκρηβος ἐὼν ἔτι Ναΐδα γᾶμεν.