Βίος του εν αγίοις πατρός ημων Ανδρέου του Ιεροσολυμίτου, αρχιεπισκόπου γενομένου Κρήτης
Βίος τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀνδρέου τοῦ Ἱεροσολυμίτου, ἀρχιεπισκόπου γενομένου Κρήτης |
Papadopoulos-Kerameus, Athanasios.Ανάλεκτα Ιεροσολυμιτικής σταχυολογίας, ή, συλλογή ανεκδότων και σπανίων ελληνικών συγγραφών περί των κατά την Εώαν ορθοδόξων εκκλησιών και μάλιστα της των Παλαιστινών / συλλεγέντα μεν και εκδιδόμενα υπό Α. Παπαδοπούλου-Κεραμέως, εκτυπούμενα δε αναλώμασι του Αυτοκρατορικού Ορθόδόξου Παλαιστίνου Συλλόγου. Vol. 5. Εν Πετρούπολει 1898. 169-179. |
Κύριε, εὺλόγησον.
1. Οὐ θεμιτόν ἐστιν, οὔτε μὴν ὅσιον, τὰς τῶν δικαίων καὶ ὁσίων ἀνδρῶν ἐπὶ γῆς ὑψηλὰς πολιτείας καὶ Θεῷ διὰ καθαρότητα πλησιαζούσας βυθῷ λήθης καταβαπίζεσθαι, ή τῷ μοδίῷ τῆς σιωπῆς ἐπὶ πολὺ κατακαλύπτεσθαι, ἀλλ’ ἐπὶ τὴν λυχνίαν φανερῶς τῆς διηγήσεως ἐπιτίθεσθαι, ὅςως ἐντεῦθεν τῶν καλῶν ἔργων φανερουμένων ἡ πρὸς τὸν ἀγαθὸν Θεὸν ἄδυτος ἐξανατέλλῃ δόξα καὶ κέρδος πολὺ τ ὡφελείας τυῖς ἀνθρώποις καλῶς θησαυρίζηται πρὸς τὸ τοὺς σπουδαιοτέρους τῇ τούτων χρηστῇ μιμήσει τὰ χρηστότερα περιποιηθῆναι. Οὐκοῦν δικαίως ἐπὶ τὸν παρόντα λὸγον ὡς εὐγνώμονες ἀπιδόντες, ἵνα καὶ ἡμεῖς ταὐτὸν ἐκεὶνοις πάθωμεν, οἷς οὐχ ἔστιν ἔπαινος, τὸ μὴ τοὺς ἀξίους ἀξίως ἐγκωμιάζειν, τὸ φῶς τὸ ἐκ τοῦ φωτός, Χριστόν, ἐκτενῶς ἐπικαλεσάμενοι, τὸν τοῦ πατρὸς συνάναρχον καὶ τοῦ παναγίου πνεύματος συναΐδιον, τὸν ἕνα τῆς μιᾶς τρισηλίου θεότητος, τὸν πληροῦντα τὰ πάντα χρηστότητος , τὸν ἐπιχορηγοῦντα σοφίας δωρήματα καὶ ἀρκοῦσαν τοῖς πᾶσι γνῶσιν ἅπασαν, καὶ παρ’ αὐτοῦ τὰς αὐτοῦ μεγαλοδωρεὰς τοῦ λέγειν ἐμπλησθέντες, τῆς τοῦ ὁσίου πατρὸς Ἀνδρέου τοῦ γεγονότος ἀρχιεπισκόπου τῆς Κρητῶν φιλοχρίστου νήσου ἐναρέτου καὶ ὑψηλῆς πολιτείας ἀπαρξώμεθα διηγήσεως.
2. Γονέων μὲν οὗτος θεοφιλῶν καὶ εὐλαβῶν γέγονε τέκνον, Γεωργίου καὶ Γρηγορίας προσαγορευομένων, ὧν ἡ πολιτεία συνέδραμε τοῖς ὀνόμασιν· . . .
3 . . . αὐτοῦ Πατριαρχείου νοταρίων τετίμηται τάξει. Τοῦ δὲ προειρημένου τῶν Ἱεροσολύμων πατριάρχου θαυμάζοντος τὸ ἐν πᾶσι νηφάλεον αὐτοῦ καὶ πρὸς ἅπαντας ἐπιεικὲς καὶ χαρίεν, περὶ τὰ ἔσχατα τῆς αύτου ζωῆς μετακαλεσάμενος Θεόδωρον τὸν θεοφιέστατον αὑτοῦ οἰκονόμον, δεόντως αὐτῷ προσέταξεν ἐκκλησιαστικὸν τὸ οἱονοῦν πρᾶγμα μετὰ τελευτὴν αὑτοῦ ἄνευ γνώμης καὶ βουλῆς τοῦ εὐσεβοῦς τούτου καὶ φιλοθέου ἀνδρὸς μὴ διοικηθῆναι, ἀλλὰ πάντα μετὰ συναινέσεως αὐτοῦ πράττειν· τοῖς γὰρ . . .
ἀρχιεπίσκοπος τῆς Κρητῶν φιλοχρίστου νήσου. . . .