Αφορμαί προς τα νοητά

Ἀφορμαὶ πρὸς τὰ νοητά
Συγγραφέας:



  1. Πᾶν μὲν σῶμα ἐν τόπῳ, οὐδὲν δὲ τῶν καθ᾽ αὑτὰ ἀσωμάτων ᾗ τοιοῦτον ἐν τόπῳ.
  2. Τὰ καθ᾽ αὑτὰ ἀσώματα, αὐτῷ ᾧ κρείττονα παντός ἐστι τόπου, πανταχῇ ἐστιν, οὐ διαστατῶς, ἀλλ᾽ ἀμερῶς.
  3. Τὰ καθ᾽ αὑτὰ ἀσώματα, οὐ τοπικῶς παρόντα τοῖς σώμασι, πάρεστιν αὐτοῖς ὅταν βούληται, πρὸς αὐτὰ ῥέ- ψαντα ᾗ πέφυκε ῥέπειν· καὶ τοπικῶς αὐτοῖς οὐ παρόντα, τῇ σχέσει πάρεστιν αὐτοῖς.
  4. Τὰ καθ᾽ αὑτὰ ἀσώματα ὑποστάσει μὲν καὶ οὐσίᾳ οὐ πάρεστιν οὐδὲ συγκίρναται τοῖς σώμασι, τῇ δὲ ἐκ τῆς ῥοπῆς ὑποστάσει τινὸς δυνάμεως μεταδίδωσι προσεχοῦς τοῖς σώμασιν. ἡ γὰρ ῥοπὴ δευτέραν τινὰ δύναμιν ὑπέ- στησε προσεχῆ τοῖς σώμασιν.
  5. Ἡ μὲν ψυχὴ τῆς ἀμερίστου καὶ _τῆ_ς περὶ τὰ σώματα μεριστῆς οὐσίας μέσον τι, ὁ δὲ νοῦς ἀμέριστος οὐσία μόνον, τὰ δὲ σώματα μεριστὰ μόνον, αἱ δὲ ποιότητες καὶ τὰ ἔνυλα εἴδη περὶ τὰ σώματα μεριστά.
  6. Οὐ πᾶν τὸ ποιοῦν εἰς ἄλλο πελάσει καὶ ἁφῇ ποιεῖ ἃ ποιεῖ, ἀλλὰ καὶ τὰ πελάσει καὶ ἁφῇ τι ποιοῦντα κατὰ συμβεβηκὸς τῇ πελάσει χρῆται.
  7. Ψυχὴ καταδεῖται πρὸς σῶμα τῇ ἐπιστροφῇ τῇ πρὸς τὰ πάθη τὰ ἀπ᾽ αὐτοῦ καὶ λύεται δὲ πάλιν διὰ τῆς ἀπαθείας.
  8. Ὃ ἔδησεν ἡ φύσις, τοῦτο φύσις λύει, καὶ ὃ ἔδησεν ἡ ψυχή, τοῦτο αὐτὴ λύει· ἔδησε δὲ φύσις μὲν σῶμα ἐν ψυχῇ, ψυχὴ δὲ ἑαυτὴν ἐν σώματι. φύσις μὲν ἄρα λύει σῶμα ἐκ ψυχῆς, ψυχὴ δὲ ἑαυτὴν λύει ἀπὸ σώματος.
  9. Ὁ θάνατος διπλοῦς, ὁ μὲν οὖν συνεγνωσμένος λυομένου τοῦ σώματος ἀπὸ τῆς ψυχῆς, ὁ δὲ τῶν φιλοσόφων λυομένης τῆς ψυχῆς ἀπὸ τοῦ σώματος· καὶ οὐ πάντως ὁ ἕτερος τῷ ἑτέρῳ ἕπεται.
  10. Πάντα μὲν ἐν πᾶσιν, ἀλλὰ οἰκείως τῇ ἑκάστου οὐσίᾳ· ἐν νῷ μὲν γὰρ νοερῶς, ἐν ψυχῇ δὲ λογικῶς, ἐν δὲ τοῖς φυτοῖς σπερματικῶς, ἐν δὲ σώμασιν εἰδωλικῶς, ἐν δὲ τῷ ἐπέκεινα ἀνεννοήτως τε καὶ ὑπερουσίως.
  11. Αἱ ἀσώματοι ὑποστάσεις ὑποβαίνουσαι μὲν μερίζονται καὶ πληθύνονται εἰς τὰ κατὰ ἄτομον ὑφέσει δυνάμεως, ὑπερβαίνουσαι δὲ ἑνίζονται καὶ εἰς τὸ ὁμοῦ ἀντιχωροῦσι δυνάμεως περιουσίᾳ.
  12. Οὐ μόνον ἐν τοῖς σώμασι τὸ ὁμώνυμον, ἀλλὰ καὶ ἡ ζωὴ τῶν πολλαχῶς· ἄλλη γὰρ ζωὴ φυτοῦ, ἄλλη ἐμψύχου, ἄλλη νοεροῦ, ἄλλη φύσεως, ἄλλη ψυχῆς, ἄλλη νοῦ, ἄλλη τοῦ ἐπέκεινα· ζῇ γὰρ κἀκεῖνο, εἰ καὶ μηδὲν τῶν μετ᾽ αὐτὸ παραπλησίαν αὐτῷ ζωὴν κέκτηται.
  13. Πᾶν τὸ γεννῶν τῇ οὐσίᾳ αὐτοῦ χεῖρον ἑαυτοῦ γεννᾷ, καὶ πᾶν τὸ γεννηθὲν φύσει πρὸς τὸ γεννῆσαν ἐπιστρέφει· τῶν δὲ γεννώντων τὰ μὲν οὐδ᾽ ὅλως ἐπιστρέφει πρὸς τὰ γεννηθέντα, τὰ δὲ καὶ ἐπιστρέφει καὶ οὐκ ἐπιστρέφει, τὰ δὲ μόνον ἐπέστραπται πρὸς τὰ γεννήματα εἰς ἑαυτὰ μὴ ἐπιστρέφοντα.
  14. Πᾶν γενητὸν ἀπ᾽ ἄλλου τὴν αἰτίαν τῆς γενέσεως ἔχει, εἴ γε μηδὲν ἀναιτίως γίνεται. ἀλλὰ τῶν γε γενητῶν ὅσα μὲν διὰ συνθέσεως κέκτηται τὸ εἶναι, λυτὰ ἂν εἴη καὶ διὰ τοῦτο φθαρτά· ὅσα δὲ ἁπλᾶ καὶ ἀσύνθετα ὄντα ἐν τῷ ἁπλῷ τῆς ὑποστάσεως κέκτηται τὸ εἶναι, ἄλυτα ὄντα ἐστὶ μὲν ἄφθαρτα, γενητὰ δὲ λέγεται οὐ τῷ σύνθετα εἶναι, ἀλλὰ τῷ ἀπ᾽ αἰτίου τινὸς ἀνηρτῆσθαι. τὰ μὲν οὖν σώματα διχῶς γενητὰ καὶ ὡς ἀπ᾽ αἰτίας ἠρτημένα τῆς παραγούσης καὶ ὡς σύνθετα, ψυχὴ δὲ καὶ νοῦς γενητὰ ὡς ἀπ᾽ αἰτίας ἠρτημένα μόνον, οὐ μὴν καὶ ὡς σύνθετα· τὰ μὲν ἄρα ᾽σώματα γενητὰ καὶ λυτὰ καὶ φθαρτά, τὰ δὲ ἀγένητα μὲν ὡς ἀσύνθετα καὶ ταύτῃ καὶ ἄλυτα καὶ ἄφθαρτα, γενητὰ δὲ ὡς _ἀπ᾽_ αἰτίου ἠρτημένα.
  15. Ἡ μνήμη οὐκ ἔστι φαντασιῶν σωτηρία, ἀλλὰ τῶν μελετηθέντων ἐκ νέας ᾽προβάλλεσθαι προβολή.
  16. Ἡ ψυχὴ ἔχει μὲν πάντων τοὺς λόγους, ἐνεργεῖ δὲ κατ᾽ αὐτοὺς ἢ ὑπ᾽ ἄλλου εἰς τὴν προχείρησιν ἐκκαλουμένη ἢ ἑαυτὴν εἰς αὐτοὺς ἐπιστρέφουσα εἰς τὸ εἴσω· καὶ ὑπ᾽ ἄλλου μὲν ἐκκαλουμένη ὡς πρὸς τὰ ἔξω τὰς αἰσθήσεις ἀποδίδωσιν, εἰς δὲ ἑαυτὴν εἰσδῦσα πρὸς τὸν νοῦν ἐν ταῖς νοήσεσι γίνεται. καὶ οὔτε αἴσθησις ἔξωθεν οὔτε νόησις _ ἄλλη ποτὲ δὲ _ ὡς τῷ ζῴῳ οὐκ ἄνευ πάθους τῶν αἰσθη- τικῶν ὀργάνων αἱ αἰσθήσεις, οὕτω καὶ αἱ νοήσεις οὐκ ἄνευ φαντασίας· ἵν᾽ ᾖ τὸ ἀνάλογον, ὡς ὁ τύπος παρ- ακολούθημα ζῴου αἰσθητικοῦ, οὕτω τὸ φάντασμα ψυχῆς ᾽ζῴου ἑπόμενον νοήσει.
  17. Ἡ ψυχὴ οὐσία ἀμεγέθης, ἄυλος, ἄφθαρτος, ἐν ζωῇ παρ᾽ ἑαυτῆς ἐχούσῃ τὸ ζῆν κεκτημένη τὸ εἶναι.
  18. Ἄλλο τὸ πάσχειν τῶν σωμάτων, ἄλλο τῶν ἀσωμάτων· τῶν μὲν γὰρ σωμάτων σὺν τροπῇ τὸ πάσχειν, τῆς δὲ ψυ- χῆς αἱ οἰκειώσεις καὶ τὰ πάθη ἐνέργειαι, οὐδὲν ἐοικυῖαι θερμάνσεσι καὶ ψύξεσι σωμάτων. διὸ εἴπερ τὸ πάσχειν πάντως σὺν τροπῇ, ἀπαθῆ ῥητέον πάντα τὰ ἀσώματα· τὰ μὲν γὰρ ὕλης κεχωρισμένα καὶ σωμάτων ἐνεργείαις ἦν τὰ αὐτά, τὰ δὲ ὕλῃ πλησιάζοντα καὶ σώμασιν αὐτὰ μὲν ἀπαθῆ, τὰ δὲ ἐφ᾽ ὧν θεωρεῖται πάσχει. ὅταν γὰρ τὸ ζῷον αἰσθάνηται, ἔοικεν ἡ μὲν ψυχὴ ἁρμονίᾳ χωριστῇ ἐξ ἑαυτῆς τὰς χορδὰς κινούσῃ ἡρμοσμένας ἁρμονίᾳ ἀχωρίστῳ, τὸ δὲ αἴτιον τοῦ κινῆσαι, τὸ ζῷον, διὰ τὸ εἶναι ἔμψυχον ἀνάλογον τῷ μουσικῷ διὰ τὸ εἶναι ἐν- αρμόνιον, τὰ δὲ πληγέντα σώματα διὰ πάθος αἰσθητικὸν ταῖς ἡρμοσμέναις χορδαῖς· καὶ γὰρ ἐκεῖ οὐχ ἡ ἁρμονία πέπονθεν ἡ χωριστή, ἀλλ᾽ ἡ χορδή. καὶ κινεῖ μὲν ὁ μουσικὸς κατὰ τὴν ἐν αὐτῷ ἁρμονίαν, οὐ μὴν ἐκινήθη ἂν ἡ χορδὴ μουσικῶς, εἰ καὶ ὁ μουσικὸς ἐβούλετο, μὴ τῆς ἁρμονίας τοῦτο λεγούσης.
  19. Ἡ τῶν ἀσωμάτων προσηγορία οὐ κατὰ κοινότητα ἑνὸς καὶ ταὐτοῦ γένους οὕτω προσηγόρευται καθάπερ τὰ σώματα, κατὰ δὲ ψιλὴν τὴν πρὸς τὰ σώματα στέρησιν· ὅθεν τὰ μὲν αὐτῶν ὄντα, τὰ δὲ οὐκ ὄντα εἶναι οὐ κεκώλυται. καὶ τὰ μὲν πρὸ σωμάτων, τὰ δὲ μετὰ σωμάτων· καὶ τὰ μὲν χωριστὰ σωμάτων, τὰ δὲ ἀχώριστα· καὶ τὰ μὲν καθ᾽ ἑαυτὰ ὑφεστηκότα, τὰ δὲ ἄλλων εἰς τὸ εἶναι δεόμενα· καὶ τὰ μὲν ἐνεργείαις τὰ αὐτὰ καὶ ζωαῖς αὐτοκινήτοις, τὰ δὲ ταῖς ζωαῖς παρυφισταμέναις ταῖς ποιαῖς ἐνεργείαις. κατὰ γὰρ ἀπόφασιν ὧν οὐκ ἔστιν, οὐ κατὰ παράστασιν ὧν ἐστι προσηγόρευται.
  20. Τῆς ὕλης τὰ ἴδια κατὰ τοὺς ἀρχαίους τάδε· ἀσώματος - ἑτέρα γὰρ σωμάτων - , ἄζωος - οὔτε γὰρ νοῦς οὔτε ψυχὴ οὐ ζῶν καθ᾽ ἑαυτό - , ἀνείδεος, ἄλογος, ἄπειρος, ἀδύναμος. διὸ οὐδὲ ὄν, ἀλλὰ μὴ ὄν· καὶ οὐχ ὅπερ κίνησις μὴ ὂν ἢ στάσις μὴ ὄν, ἀλλ᾽ ἀληθινὸν μὴ ὄν, εἴδωλον καὶ φάντασμα ὄγκου, ὅτι τὸ πρώτως ἐν ὄγκῳ τὸ ἀδύναμον· καὶ ἔφεσις ὑποστάσεως καὶ ἑστὼς οὐκ ἐν στάσει καὶ τὰ _ἐναντί_α ἀεὶ ἐφ᾽ ἑαυτοῦ φανταζόμενον, μικρὸν καὶ μέγα καὶ ἧττον καὶ μᾶλλον, ἐλλεῖπον καὶ ὑπερέχον, ἀεὶ γινόμενον καὶ οὐ μένον οὐδ᾽ αὖ φεύγειν δυνάμενον, ἔλλειψις παντὸς τοῦ ὄντος. διὸ πᾶν ὃ ἐπαγγέλ- λεται ψεύδεται, κἂν μέγα φαντασθῇ, μικρόν ἐστιν· οἷον γὰρ παίγνιόν ἐστι φεῦγον εἰς τὸ μὴ ὄν· ἡ γὰρ φυγὴ οὐ τόπῳ, ἀλλὰ τῇ ἐκ τοῦ ὄντος ἀπολείψει· ὅθεν καὶ τὰ ἐν αὐτῇ εἴδωλά ἐστιν ἐν εἰδώλῳ χείρονι, ὥσπερ ἐν κατ- όπτρῳ τὸ ἀλλαχοῦ ἱδρυμένον ἀλλαχοῦ φανταζόμενον· καὶ πιμπλάμενον, ὡς δοκεῖ, καὶ ἔχον οὐδὲν καὶ δοκοῦν _τὰ πάντ_α.
  21. Τὰ πάθη περὶ τοῦτο ᾽πάντα, περὶ ὃ καὶ ἡ φθορά· ὁδὸς γάρ ἐστιν εἰς φθορὰν ἡ παραδοχὴ τοῦ πάθους, καὶ τούτου τὸ φθείρεσθαι, οὗ καὶ τὸ πάσχειν· φθείρεται δὲ οὐδὲν ἀσώματον, τινὰ δὲ αὐτῶν ἢ ἔστιν ἢ οὐκ ἔστιν, ὥστε πάσχειν οὐδέν· τὸ γὰρ πάσχον οὐ τοιοῦτον εἶναι δεῖ, ἀλλ᾽ οἷον ἀλλοιοῦσθαι καὶ φθείρεσθαι ταῖς ποιότησι τῶν ἐπεισιόντων καὶ τὸ πάσχειν ἐμποιούντων· τῷ γὰρ ἐνόντι ἀλλοίωσις παρὰ τοῦ τυχόντος. ὥστε οὔτε ἡ ὕλη πάσχει - ἄποιος γὰρ καθ᾽ ἑαυτήν - οὔτε τὰ ἐπ᾽ αὐτῆς εἴδη εἰσιόντα καὶ ἐξιόντα, ἀλλὰ τὸ πάθος περὶ τὸ συναμφότερον καὶ ᾧ τὸ εἶναι ἐν τῷ συναμφότερον· τουτὶ γὰρ ἐν ταῖς ἐναν- τίαις δυνάμεσι καὶ ποιότησι τῶν ἐπεισιόντων θεωρεῖται. διὸ καὶ οἷς τὸ ζῆν ἔξωθεν καὶ οὐ παρ᾽ ἑαυτῶν, ταῦτα τὸ ζῆν καὶ τὸ μὴ ζῆν παθεῖν οἷά τε· οἷς δὲ τὸ εἶναι ἐν ζωῇ ἀπαθεῖ, κατὰ ζωὴν μένειν ἀνάγκη, ὥσπερ τῇ ἀζωίᾳ τὸ μὴ παθεῖν καθ᾽ ὅσον ἀζωία. ὡς οὖν τὸ τρέπεσθαι καὶ πάσχειν ἐν τῷ συνθέτῳ τῷ ἐξ ὕλης τε καὶ εἴδους, ὅπερ ἦν τὸ σῶμα - οὐ μὴν τῇ ὕλῃ τοῦτο προσῆν - , οὕτω καὶ τὸ ζῆν καὶ ἀποθνῄσκειν καὶ πάσχειν κατὰ τοῦτο ἐν τῷ συνθέτῳ ἐκ ψυχῆς καὶ σώματος θεωρεῖται· οὐ μὴν ᾽καὶ τῇ ψυχῇ κατὰ τοῦτο συμβαίνει, ὅτι οὐκ ἦν ἐξ ἀζωίας καὶ ζωῆς συγκείμενον πρᾶγμα, ἀλλὰ ζωὴ μόνον· καὶ τοῦτο ἦν τῷ Πλάτωνι τὸ οὐσίαν εἶναι καὶ λόγον τῆς ψυχῆς τὸ αὐτοκίνητον.
  22. Ἡ νοερὰ οὐσία ὁμοιομερής ἐστιν, ὡς καὶ ἐν τῷ μερικῷ νῷ εἶναι τὰ ὄντα καὶ ἐν τῷ παντελείῳ· ἀλλ᾽ ἐν μὲν τῷ καθόλου καὶ τὰ μερικὰ καθολικῶς, ἐν δὲ τῷ μερικῷ καὶ τὰ καθόλου ᾽καὶ μερικὰ μερικῶς.
  23. Τῆς οὐσίας ἧς ἐν ζωῇ τὸ εἶναι καὶ ἧς τὰ πάθη ζωαί, ταύτης καὶ ὁ θάνατος ἐν ποιᾷ ζωῇ κεῖται, οὐκ ἐν ζωῆς καθάπαξ στερήσει, ὅτι μηδὲ τὸ πάθος ἦν ὁδὸς εἰς τὴν παντελῆ ἀζωίαν ἐπ᾽ αὐτῆς.
  24. Ἐπὶ τῶν ζωῶν τῶν ἀσωμάτων αἱ πρόοδοι μενόντων τῶν προτέρων ἑδραίων καὶ βεβαίων γίνονται καὶ οὐ φθειρόντων τι αὐτῶν εἰς τὴν τῶν ὑπ᾽ αὐτὰ ὑπόστασιν οὐδὲ μεταβαλλόντων· ὥστε οὐδὲ τὰ ὑφιστάμενα μετά τινος φθορᾶς ὑφίσταται ἢ μεταβολῆς, οὗ δὴ τοῦτο οὐδὲ γίνεται ὡς ἡ φθορᾶς μετέχουσα γένεσις καὶ μεταβολῆς· ἀγένητα ἄρα καὶ ἄφθαρτα καὶ ἀγενήτως καὶ ἀφθάρτως γεγονότα κατὰ τοῦτο.
  25. Περὶ τοῦ ἐπέκεινα τοῦ νοῦ κατὰ μὲν νόησιν πολλὰ λέγεται, θεωρεῖται δὲ ἀνοησίᾳ κρείττονι νοήσεως, ὡς περὶ τοῦ καθεύδοντος διὰ μὲν ἐγρηγόρσεως πολλὰ λέγεται, διὰ δὲ τοῦ καθεύδειν ἡ γνῶσις καὶ ἡ κατάληψις· τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον γινώσκεται, ὅτι πᾶσα γνῶσις τοῦ γνωστοῦ ὁμοίωσις.
  26. Μὴ ὂν τὸ μὲν γεννῶμεν χωρισθέντες τοῦ ὄντος, τὸ δὲ προεννοοῦμεν ἐχόμενοι τοῦ ὄντος· ὡς εἴ γε χωρισθείημεν τοῦ ὄντος, οὐ προεννοοῦμεν τὸ ὑπὲρ τὸ ὂν μὴ ὄν, ἀλλὰ γεννῶμεν ψευδὲς πάθος τὸ μὴ ὄν, συμβεβηκὸς περὶ τὸν ἐκστάντα ἑαυτοῦ. καὶ γὰρ αἴτιος ἕκαστος, ᾧπερ ὄντως καὶ δι᾽ ἑαυτοῦ ἐνῆν ἀναχθῆναι ἐπὶ τὸ ὑπὲρ τὸ ὂν μὴ ὂν καὶ παραχθῆναι ἐπὶ τὸ κατάπτωμα τοῦ ὄντος μὴ ὄν.
  27. Οὐδὲν ᾽πρὸς τὸ ἀσώματον τὸ καθ᾽ αὑτὸ ἡ τοῦ σώματος ἐμποδίζει ὑπόστασις πρὸς τὸ μὴ εἶναι ὅπου βούλεται καὶ ὡς θέλει. ὡς γὰρ τῷ σώματι τὸ ἄογκον ἄληπτον καὶ οὐδὲν πρὸς αὐτό, οὕτω τῷ ἀσωμάτῳ τὸ ἔνογκον ᾽καὶ ἀνεπιπρόσθητον καὶ ὡς μὴ ὂν κεῖται· οὐδὲ τοπικῶς διέρχεται τὸ ἀσώματον ὅπου βούλεται - ὄγκῳ γὰρ συνυφίστατο τόπος - οὐδὲ στενοχωρεῖται σωμάτων ὄγκῳ· τὸ γὰρ ὁπωσοῦν ἐν ὄγκῳ στενοχωρεῖσθαι ἐδύνατο καὶ τοπικῶς ἐποιεῖτο τὴν μετάβασιν, τὸ δ᾽ ἄογκον παντελῶς καὶ ἀμέγεθες ὑπὸ τῶν ἐν ὄγκῳ ἀκράτητον τοπικῆς τε κινήσεως ἄμοιρον. διαθέσει τοίνυν ποιᾷ ἐκεῖ εὑρίσκεται, ὅπου καὶ διάκειται, τόπῳ ὂν πανταχοῦ καὶ οὐδαμοῦ. διὸ ποιᾷ διαθέσει ἢ ὑπὲρ οὐρανὸν ἢ ἐν μέρει που τοῦ κόσμου κεκράτηται· ὅταν δὲ κρατηθῇ ἔν τινι μέρει τοῦ κόσμου, οὐκ ὀφθαλμοῖς ὁρᾶται, ἀλλ᾽ ἐκ τῶν ἔργων ἡ παρουσία αὐτοῦ γίνεται.
  28. Τὸ ἀσώματον ἂν ἐν σώματι κατασχεθῇ, οὐ συγκλεισθῆ- ναι δέει ὡς ἐν ζωγρείῳ θηρίον· συγκλεῖσαι γὰρ αὐτὸ οὐδὲν οὕτω δύναται καὶ περιλαβεῖν σῶμα οὐδ᾽ ὡς ἀσκὸς ὑγρόν τι ἕλκειν ἢ πνεῦμα, ἀλλ᾽ αὐτὸ δεῖ ὑποστῆσαι δυνάμεις ῥεπούσας ἀπὸ τῆς πρὸς αὐτὸ ἑνώσεως εἰς τὸ ἔξω, αἷς δὴ κατιὸν συμπλέκεται τῷ σώματι· δι᾽ ἐκτάσεως οὖν ἀρρήτου τῆς ἑαυτοῦ ἡ εἰς σῶμα σύνερξις. διὸ οὐδ᾽ ἄλλο αὐτὸ καταδεῖ, ἀλλ᾽ αὐτὸ ἑαυτό, οὐδὲ λύει τοίνυν θραυσθὲν τὸ σῶμα καὶ φθαρέν, ἀλλ᾽ αὐτὸ ἑαυτὸ στραφὲν ἐκ τῆς προσπαθείας.
  29. Ὥσπερ τὸ ἐπὶ γῆς εἶναι ψυχῆς ἐστιν - οὐ τὸ γῆς ἐπι- βαίνειν ὡς τὰ σώματα, τὸ δὲ προεστάναι σώματος ὃ γῆς ἐπιβαίνει - , οὕτω καὶ ἐν Ἅιδου εἶναι ἔστι ψυχῇ, ὅταν προ- εστήκῃ εἰδώλου φύσιν μὲν ἔχοντος εἶναι ἐν τόπῳ, σκότει δὲ τὴν ὑπόστασιν κεκτημένου· ὥστε εἰ ὁ Ἅιδης ὑπόγειός ἐστι τόπος σκοτεινός, ἡ ψυχὴ καίπερ οὐκ ἀποσπωμένη τοῦ ὄντος ἐν Ἅιδου γίνεται ἐφελκομένη τὸ εἴδωλον. ἐξελθούσῃ γὰρ αὐτῇ τοῦ στερεοῦ σώματος τὸ πνεῦμα συνομαρτεῖ, ὃ ἐκ τῶν σφαιρῶν συνελέξατο. ἐκ δὲ τῆς πρὸς τὸ σῶμα προσπαθείας τὸν λόγον ἐχούσῃ τὸν μερικὸν προβεβλημένον, καθ᾽ ὃν σχέσιν ἔσχε πρὸς τὸ ποιὸν σῶμα ἐν τῷ βιοῦν, ἐκ τῆς προσπαθείας ἐναπομόργνυται τύπος τῆς φαντασίας εἰς τὸ πνεῦμα καὶ οὕτως ἐφέλκεται τὸ εἴδωλον· ἐν Ἅιδου δὲ λέγεται, ὅτι τῆς ἀιδοῦς φύσεως ἐτύγχανε τὸ πνεῦμα καὶ σκοτεινῆς. Ἐπεὶ δὲ διήκει τὸ βαρὺ πνεῦμα καὶ ἔνυγρον ἄχρι τῶν ὑπογείων τόπων, οὕτω καὶ αὕτη λέγεται χωρεῖν ὑπὸ γῆν, οὐχ ὅτι ἡ αὐτῆς οὐσία μεταβαίνει τόπους καὶ ἐν τόποις γίνεται, ἀλλ᾽ ὅτι τῶν πεφυκότων σωμάτων τόπους μεταβαίνειν καὶ εἰληχέναι τόπου σχέσεις ἀναδέχεται, δεχομένων αὐτὴν κατὰ τὰς ἐπιτηδειότητας τῶν τοιούτων σωμάτων ἐκ τῆς κατ᾽ αὐτὴν ποιᾶς διαθέσεως. ὡς γὰρ ἂν διατεθῇ, εὑρίσκει σῶμα τάξει καὶ τόποις οἰκείοις διωρις- μένον· διὸ καθαρώτερον μὲν διακειμένῃ σύμφυτον τὸ ἐγγὺς τοῦ ἀύλου σῶμα, ὅπερ ἐστὶ τὸ αἰθέριον, προελθούσῃ δὲ ἐκ λόγου εἰς φαντασίας προβολὴν σύμφυτον τὸ ἡλιοειδές, θηλυνθείσῃ δὲ καὶ παθαινομένῃ πρὸς τὸ εἶδος παράκειται τὸ σεληνοειδές, πεσούσῃ δὲ εἰς σώματα, ὅταν κατὰ τὸ αὐτῶν ἄμορφον στῇ εἶδος, ἐξ ὑγρῶν ἀναθυμιάσεων συνεστηκότα, ἄγνοια ἕπεται τοῦ ὄντος τελεία καὶ σκότωσις καὶ νηπιότης. Καὶ μὴν καὶ ἐν τῇ ἐξόδῳ ἔτι κατὰ τὴν δίυγρον ἀναθυ- μίασιν τὸ πνεῦμα ἔχουσα τεθολωμένον, σκιὰν ἐφέλκεται καὶ βαρεῖται, χωρεῖν σπεύδοντος τοῦ τοιούτου πνεύματος εἰς μυχὸν τῆς γῆς φύσει, ἂν μὴ ἄλλη τις αὐτὸ αἰτία ἀνθέλκῃ. ὥσπερ οὖν τὸ γεῶδες ὄστρεον περικειμένῃ ἀνάγκη ἐπὶ γῆς ἐνίσχεσθαι, οὕτω καὶ ὑγρὸν πνεῦμα ἐφελκομένῃ εἴδωλον περικεῖσθαι ἀνάγκη· ὑγρὸν δὲ ἐφέλκεται, ὅταν συνεχῶς μελετήσῃ ὁμιλεῖν τῇ φύσει, ἧς ἐν ὑγρῷ τὸ ἔργον καὶ ὑπόγειον μᾶλλον. ὅταν δὲ μελετήσῃ ἀφίστασθαι φύσεως, αὐγὴ ξηρὰ γίνεται, ἄσκιος καὶ ἀνέφελος· ὑγρότης γὰρ ἐν ἀέρι νέφος συνίστησι, ξηρότης δὲ ἀπὸ τῆς ἀτμίδος αὐγὴν ξηρὰν ὑφίστησιν.
  30. Τῶν μὲν ὅλων καὶ τελείων ὑποστάσεων οὐδεμία πρὸς τὸ ἑαυτῆς γέννημα ἐπέστραπται, πᾶσαι δὲ πρὸς τὰ γεννήσαντά εἰσιν ἀνηγμέναι ἄχρι καὶ τοῦ κοσμικοῦ σώματος· τέλειον γὰρ ὂν ἀνῆκται πρὸς τὴν ψυχὴν νοερὰν οὖσαν, κύκλῳ διὰ τοῦτο κινούμενον, ἡ δὲ ψυχὴ αὐτοῦ πρὸς τὸν νοῦν, νοῦς δὲ πρὸς τὸ πρῶτον. διήκει τοίνυν ἐπὶ τοῦτο ἀπὸ τοῦ ἐσχάτου ἀρξάμενον καθ᾽ ὃ δύναται ἕκαστον· ἡ πρὸς τὸ πρῶτον ἀναγωγὴ προσεχῶς μέντοι ἢ πόρρωθεν. διὸ ταῦτα οὐκ ἐφίεσθαι μόνον τοῦ θεοῦ λέγοιτ᾽ ἄν, ἀλλὰ καὶ ἀπολαύειν κατὰ δύναμιν. Ἐν δὲ ταῖς μερισταῖς ὑποστάσεσι καὶ πρὸς πολλὰ ῥέπειν δυναμέναις ἔνεστι καὶ πρὸς τὰ γεννήματα ἐπιστρέ- φειν· ὅθεν καὶ ἐν ταύταις ἦν ἡ ἁμαρτία, ἐν ταύταις ἡ λελοιδορημένη ἀπιστία. ταύταις οὖν κακὸν ἡ ὕλη τῷ ἐπιστρέφεσθαι ἐπ᾽ αὐτὴν δύνασθαι, δυναμέναις ἐστράφθαι πρὸς τὸ θεῖον. ὥσθ᾽ ἡ μὲν τελειότης ὑφίστησι τὰ δεύτερα ἀπὸ τῶν προτέρων τηροῦσα αὐτὰ ἐπεστραμμένα πρὸς τὰ πρῶτα, τὸ δὲ ἀτελὲς στρέφει καὶ πρὸς τὰ ὕστερα τὰ πρῶ- τα καὶ φιλεῖν ταῦτα ποιεῖ τῶν πρὸ αὐτῶν ἀποστραφέντα.
  31. Ὁ θεὸς πανταχοῦ ὅτι οὐδαμοῦ, _καὶ ὁ νοῦς πανταχοῦ ὅτι οὐδαμοῦ,_ καὶ ἡ ψυχὴ πανταχοῦ ὅτι οὐδαμοῦ. ἀλλ᾽ ὁ θεὸς μὲν πανταχοῦ καὶ οὐδαμοῦ τῶν μετ᾽ αὐτὸν πάν- των - αὐτοῦ δέ ἐστι μόνον ὡς ἔστι τε καὶ ἐθέλει - , νοῦς δὲ ἐν μὲν θεῷ, πανταχοῦ δὲ καὶ οὐδαμοῦ τῶν μετ᾽ αὐτόν· καὶ ψυχὴ ἐν νῷ τε καὶ θεῷ, πανταχοῦ _δ_ὲ καὶ οὐδαμοῦ ἐν σώματι· σῶμα δὲ καὶ ἐν ψυχῇ καὶ ἐν νῷ καὶ ἐν θεῷ. καὶ ὡς πάντα τὰ ὄντα καὶ μὴ ὄντα ἐκ τοῦ θεοῦ καὶ ἐν θεῷ καὶ οὐκ αὐτὸς τὰ ὄντα καὶ μὴ ὄντα καὶ ἐν αὐτοῖς - εἰ γὰρ μόνον ἦν πανταχοῦ, αὐτὸς ἂν ἦν τὰ πάντα καὶ ἐν πᾶσιν· ἐπεὶ δὲ _κα_ὶ οὐδαμοῦ, τὰ πάντα γίνεται δι᾽ αὐτὸν καὶ ἐν αὐτῷ, ὅτι πανταχοῦ ἐκεῖνος, ἕτερα δὲ αὐτοῦ, ὅτι αὐτὸς οὐδαμοῦ - , οὕτω καὶ νοῦς πανταχοῦ ὢν καὶ οὐδαμοῦ αἴτιος ψυχῶν καὶ τῶν μετ᾽ αὐτὰς καὶ οὐκ αὐτὸς ψυχὴ οὔτε τὰ μετὰ ψυχὴν οὐδὲ ἐν τούτοις, ὅτι οὐκ ἦν μόνον πανταχοῦ τῶν μετ᾽ αὐτόν, ἀλλὰ καὶ οὐδαμοῦ· καὶ ἡ ψυχὴ οὐ σῶμα οὔτε ἐν σώματι, ἀλλ᾽ αἰτία σώματος, ὅτι πανταχοῦ οὖσα τοῦ σώματός ἐστιν οὐδαμοῦ. καὶ ἔστη γε ἡ πρόοδος τοῦ παντὸς εἰς τὸ μήτε πανταχοῦ ἅμα μήτε μηδαμοῦ εἶναι δυνάμενον, ἀλλ᾽ ἀνὰ μέρος ἑκατέρων μετέχον.
  32. Ἄλλαι αἱ ἀρεταὶ τοῦ πολιτικοῦ, καὶ ἄλλαι αἱ τοῦ πρὸς θεωρίαν ἀνιόντος καὶ διὰ τοῦτο λεγομένου θεωρητικοῦ, καὶ ἄλλαι αἱ τοῦ ἤδη τελείου θεωρητικοῦ καὶ ἤδη θεα- τοῦ, καὶ ἄλλαι αἱ τοῦ νοῦ, καθ᾽ ὃ νοῦς καὶ ἀπὸ ψυχῆς καθαρός. Αἱ μὲν τοῦ πολιτικοῦ ἐν μετριοπαθείᾳ κείμεναι τῷ ἕπεσθαι καὶ ἀκολουθεῖν τῷ λογισμῷ τοῦ καθήκοντος κατὰ τὰς πράξεις· διὸ πρὸς κοινωνίαν βλέπουσαι τὴν ἀβλαβῆ τῶν πλησίοον ἐκ τοῦ συναγελασμοῦ καὶ τῆς κοινωνίας πολιτικαὶ λέγονται. καὶ ἔστι φρόνησις μὲν περὶ τὸ λογιζόμενον, ἀνδρία δὲ περὶ τὸ θυμούμενον, σωφροσύνη δὲ ἐν ὁμολογίᾳ καὶ συμφωνίᾳ ἐπιθυμητικοῦ πρὸς λογισμόν, δικαιοσύνη δὲ ἡ ἑκάστου τούτων ὁμοῦ οἰκειοπραγία ἀρχῆς πέρι καὶ τοῦ ἄρχεσθαι. Αἱ δὲ τοῦ πρὸς θεωρίαν προκόπτοντος θεωρητικοῦ ἐν ἀποστάσει κεῖνται τῶν ἐντεῦθεν· διὸ καὶ καθάρσεις αὗται λέγονται, ἐν ἀποχῇ θεωρούμεναι τῶν μετὰ τοῦ σώματος πράξεων καὶ συμπαθειῶν τῶν πρὸς αὐτό. αὗται μὲν γὰρ τῆς ψυχῆς ἀφισταμένης πρὸς τὸ ὄντως ὄν, αἱ δὲ πολιτικαὶ τὸν θνητὸν ἄνθρωπον κατακοσμοῦσι - καὶ πρόδρομοί γε αἱ πολιτικαὶ τῶν καθάρσεων· δεῖ γὰρ κοσμηθέντα κατ᾽ αὐτὰς ἀποστῆναι τοῦ σὺν σώματιι πράττειν τι προηγουμένως - διὸ ἐν ταῖς καθάρσεσι τὸ μὲν μὴ συνδοξάζειν τῷ σώματι, ἀλλὰ μόνην ἐνεργεῖν ὑφίστησι τὸ φρονεῖν, ὃ διὰ τοῦ καθαρῶς νοεῖν τελειοῦται, τὸ δέ γε μὴ ὁμοπαθεῖν συνίστησι τὸ σωφρονεῖν, τὸ δὲ μὴ φοβεῖσθαι ἀφισταμένην τοῦ σώματος ὡς εἰς κενόν τι καὶ μὴ ὂν τὴν ἀνδρίαν, ἡγουμένου δὲ λόγου καὶ νοῦ καὶ μηδενὸς ἀντιτεί- νοντος ἡ δικαιοσύνη. ἡ μὲν οὖν κατὰ τὰς πολιτικὰς ἀρετὰς διάθεσις ἐν μετριοπαθείᾳ θεωρεῖται, τέλος ἔχουσα τὸ ζῆν ὡς ἄνθρωπον κατὰ φύσιν, ἡ δὲ κατὰ τὰς θεωρητικὰς ἐν ἀπαθείᾳ, ἧς τέλος ἡ πρὸς θεὸν ὁμοίωσις. Ἐπεὶ δὲ κάθαρσις ἡ μέν τις ἦν καθαίρουσα, ἡ δὲ κεκα- θαρμένων, αἱ καθαρτικαὶ ἀρεταὶ κατ᾽ ἄμφω θεωροῦνται τὰ σημαινόμενα τῆς καθάρσεως· καθαίρουσί τε γὰρ τὴν ψυχὴν καὶ καθαρθείσῃ σύνεισι - τέλος γὰρ τὸ κεκαθάρθαι τοῦ καθαίρειν - ἀλλ᾽ ἐπεὶ τὸ καθαίρειν καὶ κεκαθάρθαι ἀφαίρεσις ἦν παντὸς τοῦ ἀλλοτρίου, τὸ ἀγαθὸν ἕτερον ἂν εἴη τοῦ καθήραντος· ὡς εἴ γε πρὸ τῆς ἀκαθαρσίας ἀγαθὸν ἦν τὸ καθαιρόμενον, ἡ κάθαρσις ἀρκεῖ. ἀλλ᾽ ἀρ- κέσει μὲν ἡ κάθαρσις, τὸ δὲ καταλειπόμενον ἔσται τὸ ἀγαθόν, οὐχ ἡ κάθαρσις. ἀλλ᾽ ἡ ψυχῆς φύσις οὐκ ἦν ἀγαθόν, ἀλλ᾽ ἀγαθοῦ μετέχειν δυνάμενον καὶ ἀγαθοειδές· οὐ γὰρ ἂν ἐγένετο ἐν κακῷ. τὸ οὖν ἀγαθὸν αὐτῇ ἐν τῷ συνεῖναι τῷ γεννήσαντι, κακία δὲ τὸ τοῖς ὑστέροις. καὶ διπλῆ γε κακία· τό τε τούτοις συνεῖναι καὶ μετὰ παθῶν ὑπερβολῆς. διόπερ αἱ πολιτικαὶ ἀρεταὶ μιᾶς γοῦν αὐτὴν κακίας ἀπαλλάττουσαι ἀρεταὶ ἐκρίθησαν καὶ τίμιαι, αἱ δὲ καθαρτικαὶ τιμιώτεραι καὶ τῆς ὡς ψυχὴν κακίας ἀπαλ- λάττουσαι. Δεῖ τοίνυν καθηραμένην αὐτὴν συνεῖναι τῷ γεννήσαντι· καὶ ἀρετὴ ἄρα αὐτῆς μετὰ τὴν ἐπιστροφὴν αὕτη, ἥπερ ἐστὶν ἐν γνώσει καὶ εἰδήσει τοῦ ὄντος, οὐχ ὅτι οὐκ ἔχει παρ᾽ αὐτῇ ταύτην, ἀλλ᾽ ὅτι ἄνευ τοῦ πρὸ αὐτῆς οὐχ ὁρᾷ τὰ αὐτῆς. ἄλλο οὖν γένος τρίτον ἀρετῶν μετὰ τὰς καθαρτικὰς καὶ πολιτικάς, νοερῶς τῆς ψυχῆς ἐνερ- γούσης· σοφία μὲν καὶ φρόνησις ἐν θεωρίᾳ ὧν νοῦς ἔχει, δικαιοσύνη δὲ οἰκειοπραγία ἐν τῇ πρὸς τὸν νοῦν ἀκολου- θίᾳ καὶ τὸ πρὸς νοῦν ἐνεργεῖν, σωφροσύνη δὲ ἡ εἴσω πρὸς νοῦν στροφή, ἡ δὲ ἀνδρία ἀπάθεια καθ᾽ ὁμοίωσιν τοῦ πρὸς ὃ βλέπει ἀπαθὲς ὂν τὴν φύσιν. καὶ ἀντακολου- θοῦσί γε αὗται ἀλλήλαις ὥσπερ καὶ αἱ ἄλλαι. Τέταρτον δὲ εἶδος ἀρετῶν τὸ τῶν παραδειγματικῶν, αἵπερ ἦσαν ἐν τῷ νῷ, κρείττους οὖσαι τῶν ψυχικῶν καὶ τούτων παραδείγματα, ὧν αἱ τῆς ψυχῆς ἦσαν ὁμοιώματα· νοῦς μὲν ἐν ᾧ ἅμα τὰ ὥσπερ παραδείγματα, ἐπιστήμη δὲ ἡ νόησις, σοφία δὲ γινώσκων ὁ νοῦς, τὸ δὲ πρὸς αὐτὸν ἡ σωφροσύνη, τὸ δὲ οἰκεῖον ἔργον ἡ οἰκειοπραγία, ἡ δὲ ἀνδρία ἡ ταυτότης καὶ τὸ ἐφ᾽ ἑαυτοῦ μένειν καθαρὸν διὰ δυνάμεως περιουσίαν. Τέτταρα τοίνυν ἀρετῶν γένη πέφηνεν, ὧν αἱ μὲν ἦσαν τοῦ νοῦ, αἱ παραδειγματικαὶ καὶ σύνδρομοι αὐτοῦ τῇ οὐσίᾳ, αἱ δὲ ψυχῆς πρὸς νοῦν ἐνορώσης ἤδη καὶ πληρου- μένης ἀπ᾽ αὐτοῦ, αἱ δὲ ψυχῆς ἀνθρώπου καθαιρομένης τε καὶ καθαρθείσης ἀπὸ σώματος καὶ τῶν ἀλόγων παθῶν, αἱ δὲ ψυχῆς ἀνθρώπου κατακοσμούσης τὸν ἄνθρωπον διὰ τὸ μέτρα τῇ ἀλογίᾳ ἀφορίζειν καὶ μετριοπάθειαν ἐνεργάζε- σθαι. καὶ ὁ μὲν ἔχων τὰς μείζους ἐξ ἀνάγκης ἔχει καὶ τὰς ἐλάττους, οὐ μὴν τὸ ἔμπαλιν. οὐκέτι μέντοι τῷ ἔχειν καὶ τὰς ἐλάττους ὁ ἔχων τὰς μείζους ἐνεργήσει κατὰ τὰς ἐλάττους προηγουμένως, ἀλλὰ μόνον κατὰ περίστασιν τῆς γενέσεως. ἄλλοι γὰρ οἱ σκοποί, ὥσπερ εἴρηται, καὶ κατὰ γένος διαφέροντες. τῶν μὲν γὰρ πολιτικῶν μέτρον ἐπι- θεῖναι τοῖς πάθεσι πρὸς τὰς ἐν τοῖς κατὰ φύσιν ἐνερ- γείας· τῶν δὲ καθαρτικῶν τελέως τῶν παθῶν ἀποστῆσαι ᾽τὸ τέως μέτρον λαμβανόντων· τῶν δὲ πρὸς νοῦν ἐνεργῆ- σαι μηδὲ τοῦ ἀποστῆσαι ἐκ τῶν παθῶν εἰς ἔννοιαν ἐρχο- μένων· τῶν δὲ μηδὲν πρὸς νοῦν ἐχουσῶν τὴν ἐνέργειαν, ἀλλὰ τῇ αὐτοῦ οὐσίᾳ εἰς συνδρομὴν ἀφιγμένων _**_. διὸ καὶ ὁ μὲν κατὰ τὰς πρακτικὰς ἐνεργῶν σπουδαῖος ἦν ἄνθρωπος, ὁ δὲ κατὰ τὰς καθαρτικὰς δαιμόνιος ἄνθρωπος ἢ καὶ δαίμων ἀγαθός, ὁ δὲ κατὰ μόνας τὰς πρὸς τὸν νοῦν θεός, ὁ δὲ κατὰ τὰς παραδειγματικὰς θεῶν πατήρ. Ἐπιμελητέον οὖν μάλιστα τῶν καθαρτικῶν ἡμῖν σκεψαμένοις, ὅτι τούτων μὲν ἡ τεῦξις ἐν τῷ βίῳ τούτῳ, διὰ τούτων δὲ καὶ ἡ εἰς τὰς τιμιωτέρας ἄνοδος. διὸ θεωρη- τέον, ἄχρι τίνος καὶ ἐπὶ πόσον οἵα τε παραλαμβάνεσθαι ἡ κάθαρσις· ἔστι μὲν γὰρ ἀπόστασις σώματος καὶ τῆς ἀλόγου παθητικῆς κινήσεως. πῶς δ᾽ ἂν γένοιτο καὶ μέχρι τίνος, ῥητέον. πρῶτον μὲν οἷον θεμέλιος καὶ ὑποβάθρα τῆς καθάρσεως τὸ γνῶναι ἑαυτὸν ψυχὴν ὄντα ἐν ἀλλοτρίῳ πράγματι καὶ ἑτεροουσίῳ συνδεδεμένον. δεύτερον δὲ τὸ ἀπὸ τούτου ὁρμώμενον τοῦ πείσματος συνάγειν αὑτὸν ἀπὸ τοῦ σώματος καὶ τοῖς μὲν τόποις, πάντως γε μὴν ἀπαθῶς πρὸς αὐτὸ διατιθέμενον. ἐνεργῶν μὲν γάρ τις συνεχῶς κατ᾽ αἴσθησιν, κἂν μὴ μετὰ προσπαθείας καὶ τῆς τοῦ ἥδεσθαι ἀπολαύσεως τοῦτο ποιῇ, ἀλλ᾽ οὖν ἐσκέδασται περὶ τὸ σῶμα, συναφὴς αὐτῷ κατὰ ταύτην γινόμενος, προς- πάσχων δὲ ταῖς τῶν αἰσθημάτων ἡδοναῖς ἢ λύπαις σὺν προθυμίᾳ καὶ ἐπινεύσει συμπαθεῖ· ἀφ᾽ ἧς δὴ μάλιστα διαθέσεως αὐτὸν προσήκει καθαίρειν. τοῦτο δ᾽ ἂν γένοιτο, εἰ καὶ τὰς ἀναγκαίας τῶν ἡδονῶν καὶ τὰς αἰσθήσεις ἰατρείας ἕνεκα μόνον τις παραλαμβάνοι ἢ ἀπαλλαγῆς πόνων, ἵνα μὴ ἐμποδίζοιτο. ἀφαιρετέον δὲ καὶ τὰς ἀλγηδόνας· εἰ δὲ μὴ οἷόν τε εἴη, πράως οἰστέον ἐλάττους τιθέντα τῷ μὴ συμπάσχειν. τὸν δὲ θυμὸν ὅσον οἷόν τε ἀφαιρετέον καὶ εἰ δυνατὸν πάντῃ· εἰ δὲ μή, μὴ αὐτὸν γοῦν συναναμιγνύναι τὴν προαίρεσιν, ἀλλ᾽ ἄλλου εἶναι τὸ ἀπροαίρετον, τὸ δ᾽ ἀπροαίρετον ἀσθενὲς καὶ ὀλίγον· τὸν δὲ φόβον πάντῃ· περὶ οὐδενὸς γὰρ φοβήσεται - τὸ δ᾽ ἀπροαίρετον καὶ ἐνταῦθα - χρηστέον δὲ ἄρα καὶ θυμῷ καὶ φόβῳ ἐν νουθετήσει. ἐπιθυμίαν δὲ παντὸς φαύλου ἐξοριστέον. σίτων δὲ καὶ ποτῶν οὐκ αὐτὸς ἕξει ᾗπερ αὐτός, ἀφροδισίων δὲ τῶν φυσικῶν οὐδὲ τὸ ἀπροαίρετον· εἰ δ᾽ ἄρα, ὅσον μέχρι φαντασίας προπετοῦς τῆς κατὰ τοὺς ὕπνους. ὅλως δὲ αὐτὴ μὲν πάντων ἡ ψυχὴ ἡ νοερὰ τοῦ καθαιρομένου τούτων ἔστω καθαρά. βουλέσθω δὲ καὶ τὸ κινούμενον πρὸς τὸ ἄλογον τῶν σωματικῶν παθῶν ἀσυμπαθῶς κινεῖσθαι καὶ ἀπροσέκτως, ὥστε καὶ τὰς κινήσεις εὐθύς τε λύεσθαι τῇ γειτνιάσει τοῦ λογιζομένου. οὐκ ἔσται τοίνυν μάχη προκοπτούσης τῆς καθάρσεως, ἀλλὰ λοιπὸν παρὼν ὁ λόγος ἀρκέσει, ὃν τὸ χεῖρον αἰδέ- σεται, ὥστε καὶ αὐτὸ τὸ χεῖρον δυσχερᾶναι, ἂν ὅλως κινηθῇ, ὅτι μὴ ἡσυχίαν ἦγε παρόντος τοῦ δεσπότου, καὶ ἀσθένειαν ἑαυτῷ ἐπιτιμῆσαι. καὶ αὗται μὲν ἔτι μετριοπά- θειαι ἐπίτασιν εἰς ἀπάθειαν λαμβάνουσαι· ὅταν δὲ παντελῶς τὸ συμπαθὲς ἐκκαθαρθῇ, σύνεστι τούτῳ τὸ ἀπαθές, ὅτι καὶ τὸ πάθος τὴν κίνησιν ἐλάμβανε τοῦ λογισμοῦ τὸ ἐνδόσιμον διὰ τῆς ῥοπῆς παρεσχηκότος.
  33. Ἕκαστον κατὰ τὴν ἑαυτοῦ φύσιν ἔστι που, εἰ ὅλως ἔστι που, οὐ μέντοι παρὰ τὴν φύσιν. Σώματι μὲν οὖν ἐν ὕλῃ καὶ ὄγκῳ ὑφεστῶτι τὸ εἶναί πού ἐστι τὸ ἐν τόπῳ εἶναι· διὸ καὶ τῷ σώματι τοῦ κόσμου ἐνύλῳ καὶ ἐνόγκῳ ὄντι τὸ πανταχοῦ εἶναι ὑπῆρξεν ἐν δια- στάσει τε καὶ τόπῳ διαστάσεως. τῷ δὲ νοητῷ κόσμῳ καὶ ὅλως τῷ ἀύλῳ καὶ καθ᾽ αὑτὸ ἀσωμάτῳ, ἀόγκῳ ὄντι καὶ ἀδιαστάτῳ, οὐδ᾽ ὅλως τὸ ἐν τόπῳ πρόσεστιν, ὥστε τὸ εἶναι πανταχοῦ τῷ ἀσωμάτῳ οὐκ ἦν τοπικόν. Οὔτε ἄρα μέρος μέν τί ἐστιν αὐτοῦ τῇδε, μέρος δὲ τῇδε - οὐκέτι γὰρ ἐκτὸς ἔσται τόπου οὐδὲ ἀδιάστατον - ἀλλ᾽ ὅλον ἐστίν, ὅπου καὶ ἔστιν· οὔτε ἐνθάδε μέν ἐστιν, ἀλλαχοῦ δὲ οὔ - κατειλημμένον γὰρ ἔσται ὑπὸ τοῦ τῇδε, ἀφεστηκὸς δὲ τοῦ ἐκεῖσε - οὐδὲ πόρρω μὲν τοῦδε, ἐγγὺς μέντοι τοῦδε, ὡς τὸ πόρρω καὶ ἐγγὺς τῶν ἐν τόπῳ πεφυκότων εἶναι λέγεται κατὰ μέτρα διαστημάτων. ὅθεν ὁ μὲν κόσμος τῷ νοητῷ διαστατῶς πάρεστι, τὸ δὲ ἀσώματον τῷ κόσμῳ ἀμερῶς καὶ ἀδιαστάτως. Τὸ δ᾽ ἀμερὲς ἐν διαστατῷ ὅλον γίνεται κατὰ πᾶν μέρος ταὐτὸν ὂν καὶ ἓν ἀριθμῷ. κἀν ἀπείροις μέρεσιν εἰ τύχοι τοῦ διαστατοῦ, παρὸν ὅλον τὸ ἀδιάστατον οὔτε μερισθὲν πάρεστι, τῷ μέρει διδὸν μέρος, οὔτε πληθυνθέν, τῷ πλήθει παρέχον ἑαυτὸ πολλαπλασιασθέν, ἀλλ᾽ ὅλον πᾶσί τε τοῖς μέρεσι τοῦ ὠγκωμένου ἑνί τε ἑκάστῳ τοῦ πλήθους καὶ παντὶ τῷ ὄγκῳ καὶ παντὶ τῷ πλήθει πάρεστιν ἀμε- ρῶς καὶ ἀπληθύντως καὶ ὡς ἓν ἀριθμῷ. τὸ δὲ μερικῶς καὶ διῃρημένως ἀπολαύειν αὐτοῦ προσῆν τοῖς εἰς μέρη ἑτεροδύναμα ἐσκεδασμένοις, οἷς συνέβαινε πολλάκις τὸ αὐτῶν ἐλάττωμα τῆς φύσεως ἐκείνης καταψεύδεσθαι ᾽καὶ __ἢ ἀπορεῖν γε περὶ τῆς οὐσίας, ἀπὸ τῆς αὐτοῖς εἰωθυίας ᾽ἡ εἰς τὴν ἐκείνης μεταβᾶσι. τῷ μὲν ἄρα πεπληθυσμένῳ φύσει καὶ μεμεγεθυσμένῳ τὸ ἀμερὲς καὶ ἀπλήθυντον μεμεγέθυνται καὶ πεπλήθυνται καὶ οὕτως αὐτοῦ ἀπολαύει ὡς αὐτὸ πέφυκεν, οὐχ ὡς ἐκεῖνό ἐστι· τῷ δ᾽ ἀμερεῖ καὶ ἀπληθύντῳ φύσει ἀμερές ἐστι καὶ ἀπλήθυν- τον τὸ μεριστὸν καὶ πεπληθυσμένον, καὶ οὕτως αὐτῷ πάρεστι, τοῦτ᾽ ἔστιν, αὐτὸ ἀμερῶς πάρεστι καὶ ἀπλη- θύντως καὶ ἀτόπως κατὰ τὴν αὐτοῦ φύσιν τῷ μεριστῷ καὶ πεπληθυσμένῳ φύσει καὶ ὄντι ἐν τόπῳ, τὸ δὲ μεριστὸν καὶ πεπληθυσμένον καὶ ἐν τόπῳ πάρεστι θατέρῳ τούτων ἐκτὸς ὄντι μεριστῶς καὶ πεπληθυσμένως καὶ τοπικῶς. Δεῖ τοίνυν ἐν ταῖς σκέψεσι κατακρατοῦντας τῆς ἑκατέρου ἰδιότητος μὴ ἐπαλλάττειν τὰς φύσεις, μᾶλλον δὲ τὰ προσόντα τοῖς σώμασιν ᾗ τοιαῦτα μὴ φαντάζεσθαι καὶ δοξάζειν περὶ τὸ ἀσώματον· οὐ γὰρ ἂν τὰ ἴδιά τις τοῦ καθαρῶς ἀσωμάτου προσγράψειε τοῖς σώμασι. τῶν μὲν γὰρ σωμάτων ἐν συνηθείᾳ πᾶς, ἐκείνων δὲ μόλις ἐν γνώσει γίνεται ἀοριστῶν περὶ αὐτά, οὐχ ὅτι καὶ αὐτόθεν ἐπιβάλλων, ἕως ἂν ὑπὸ φαντασίας κρατῆται. Οὕτως οὖν ἐρεῖς· εἰ τὸ μὲν ἐν τόπῳ καὶ ἔξω ἑαυτοῦ, ὅτι εἰς ὄγκον προελήλυθε, τὸ _δ_ὲ νοητὸν οὔτε ἐν τόπῳ καὶ ἐν ἑαυτῷ, ὅτι οὐκ εἰς ὄγκον προελήλυθεν, εἰ τὸ μὲν εἰκών, τὸ δὲ ἀρχέτυπον, τὸ μὲν πρὸς τὸ νοητὸν κέκτηται τὸ εἶναι, τὸ δὲ ἐν ἑαυτῷ· πᾶσα γὰρ εἰκὼν νοῦ ἐστιν εἰκών. Καὶ ὡς μεμνημένον δεῖ τῆς ἀμφοῖν ἰδιότητος μὴ θαυμάζειν τὸ παρηλλαγμένον ἐν τῇ συνόδῳ, εἰ δεῖ ὅλως σύνοδον λέγειν· οὐ γὰρ δὴ σωμάτων σύνοδον σκοπούμεθα, ἀλλὰ πραγμάτων παντελῶς ἐκβεβηκότων ἀπ᾽ ἀλλήλων κατ᾽ ἰδιότητα ὑποστάσεως. διὸ καὶ ἡ σύνοδος ἐκβεβηκυῖα τῶν θεωρεῖσθαι εἰωθότων ἐπὶ τῶν ὁμοουσίων. οὔτε οὖν κρᾶσις ἢ μῖξις ἢ σύνοδος ἢ παράθεσις, ἀλλ᾽ ἕτερος τρόπος φαντάζων μὲν παρὰ τὰς ὁπωσοῦν γινομένας ἄλλων πρὸς ἄλλα κοινωνίας τῶν ὁμοουσίων, πασῶν δὲ ἐκβεβηκὼς τῶν πιπτουσῶν ὑπὸ τὴν αἴσθησιν.
  34. Τὸ ὄντως ὂν οὔτε μέγα οὔτε μικρόν ἐστι - τὸ γὰρ μέγα καὶ μικρὸν κυρίως ὄγκου ἴδια - , ἐκβεβηκὸς δὲ τὸ μέγα καὶ μικρὸν καὶ ὑπὲρ τὸ μέγα ὂν καὶ ὑπὲρ τὸ μικρὸν καὶ ὑπὸ τοῦ μεγίστου καὶ ὑπὸ τοῦ ἐλαχίστου ταὐτὸ καὶ ἓν ἀριθμῷ ὄν, εὑρίσκεται καὶ ἅμα ὑπὸ παντὸς μεγίστου τοῦτο καὶ ὑπὸ παντὸς ἐλαχίστου· μήτε γὰρ ὡς μέγιστον αὐτὸ ὑπονοήσῃς - _εἰ δὲ μή, ἀπορήσεις πῶς μέγιστον ὂν τοῖς ἐλαχίστοις ὄγκοις πάρεστι μὴ μερισθὲν ἢ μειωθὲν ἢ συσταλέν - μήτε ὡς ἐλάχιστον - _ εἰ δὲ μή, ἀπορήσεις πῶς ἐλάχιστον ὂν τοῖς μεγίστοις ὄγκοις πάρεστι μὴ πολλαπλασιασθὲν ἢ αὐξηθὲν ἢ παραταθέν - ἀλλὰ τὸ ἐκβεβηκὸς τὸν μέγιστον ὄγκον εἰς τὸ μέγιστον καὶ τὸν ἐλάχιστον εἰς τὸ ἐλάχιστον ἅμα λαβὼν ἐπινοήσεις, πῶς ἅμα καὶ ἐν τῷ τυχόντι καὶ ἐν παντὶ καὶ ἐν ἀπείροις θεωρεῖται πλήθεσί τε καὶ ὄγκοις τὸ αὐτὸ ὂν _κα_ὶ ἐν ἑαυτῷ μένον· σύνεστι γὰρ τῷ μεγέθει τοῦ κόσμου κατὰ τὴν αὐτοῦ ἰδιότητα ἀμερῶς τε καὶ ἀμεγέθως καὶ φθάνει τὸν ὄγκον τοῦ κόσμου, ᾽καὶ πᾶν μέρος τοῦ κόσμου περιλαβὸν τῇ ἑαυτοῦ ἀμερείᾳ, ὥσπερ αὖ ὁ κόσμος τῇ ἑαυτοῦ πολυ- μερείᾳ πολυμερῶς αὐτῷ σύνεστι καὶ καθ᾽ ὅσον οἷός τε, καὶ οὐ δύναται αὐτὸ περιλαβεῖν οὔτε καθ᾽ ὅλου οὔτε κατὰ πᾶσαν αὐτοῦ τὴν δύναμιν, ἀλλ᾽ ἐν πᾶσιν αὐτῷ ὡς ἀπείρῳ καὶ ἀδιεξιτήτῳ ἐντυγχάνει κατά τε ἄλλα καὶ καθ᾽ ὅσον ὄγκου παντὸς καθαρεύει.
  35. Τὸ ὄγκῳ μεῖζον δυνάμει ἔλαττον, συγκρινόμενον οὐ πρὸς τὰ ὅμοια γένη, πρὸς δὲ τὰ κατ᾽ εἶδος ἐξηλλαγμένα δι᾽ ἑτερότητα οὐσίας· οἷον γὰρ ἔκβασις ἦν ἀφ᾽ ἑαυτοῦ ὁ ὄγκος καὶ κατακερματισμὸς τῆς δυνάμεως. τὸ ἄρα δυνάμει ὑπερέχον ὄγκου παντὸς ἀλλότριον· πεπλήρωται γὰρ ἑαυτῆς ἡ δύναμις εἰς ἑαυτὴν κεχωρηκυῖα, καὶ ἑαυτὴν δυναμοῦσα τὸ οἰκεῖον κέκτηται κράτος. διόπερ τὸ σῶμα προελθὸν εἰς ὄγκον τοσοῦτον ἀφέστηκεν ἐν ἐλαττώσει δυνάμεως τῆς τοῦ ἀσωμάτου ὄντως ὄντος δυνάμεως, ὅσον τὸ ὄντως ὂν ἐν ὄγκῳ οὐκ ἐκενώθη, μένον ἐν μεγέθει τῆς αὐτοῦ διὰ τὸ ἄογκον δυνάμεως. ὡς οὖν τὸ ὄντως ὂν πρὸς ὄγκον ἀμέγεθες καὶ ἄογκον, οὕτω τὸ σωματικὸν πρὸς τὸ ὄντως ὂν ἀσθενὲς καὶ ἀδύναμον· τὸ μὲν γὰρ μεγέθει δυνάμεως μέγιστον ὄγκου _ἀλλότριον, τὸ δὲ μεγέθει ὄγκου μέγιστον δυνάμεω_ς λειπόμενον. ὥστε πανταχοῦ ὢν ὁ κόσμος πανταχοῦ ὄντι τῷ ὄντι, ὡς λέγεται πανταχοῦ εἶναι, ἐντυγχάνων περιλαβεῖν τὸ μέγεθος τῆς δυνάμεως οὐ δύναται, ἐντυγχάνει δὲ οὐ μεριστῶς συνόντι, ἀλλ᾽ ἀμε- γέθως καὶ ἀόγκως. ἡ οὖν παρουσία οὐ τοπική, ἐξομοιωτικὴ δέ, καθ᾽ ὅσον οἷόν τε σῶμα ὁμοιοῦσθαι ἀσωμάτῳ καὶ ἀσώματον θεωρεῖσθαι ἐν σώματι ὁμοιουμένῳ αὐτῷ. καὶ οὐ πάρεστιν οὖν τὸ ἀσώματον, καθ᾽ ὅσον ὁμοιοῦσθαι τὸ ἔνυλον τῷ καθαρῶς ἀύλῳ οὐχ οἷόν τε, καὶ πάρεστι, καθ᾽ ὅσον ὁμοιοῦσθαι δύναται τὸ σωματικὸν τῷ ἀσωμάτῳ. οὐ μὴν ἑνοῦται διὰ τῆς καταδοχῆς· ἐφθάρη γὰρ ἂν ἑκάτε- ρον, τὸ μὲν ἔνυλον δεξάμενον τὸ ἄυλον διὰ τῆς εἰς αὐτὸ με- ταβολῆς, τὸ δὲ ἄυλον γεγονὸς ἔνυλον. ὁμοιώσεις οὖν καὶ μετοχαὶ ἀπὸ τῶν δυνάμεων καὶ ἀδυναμιῶν εἰς τὰ οὕτως ἑτεροούσια φοιτῶσι παρ᾽ ἀλλήλων εἰς ἄλληλα. πολὺ ἄρα τὸ ἀπὸν τῷ μὲν κόσμῳ τῆς δυνάμεως τοῦ ὄντος, τῷ δὲ ὄντι τῆς ἀδυναμίας τοῦ ἐνύλου· τὸ δ᾽ ἐν μέσῳ ὁμοιοῦν καὶ ὁμοιούμενον καὶ συνάπτον τὰ ἄκρα ταυτὶ γέγονεν αἴτιον τῆς περὶ τὰ ἄκρα ἀπάτης διὰ τὸ τῇ ὁμοιώσει προστιθέναι τῷ ἑτέρῳ τὰ ἕτερα.
  36. Τὸ ὄντως ὂν πολλὰ λέγεται οὐ τόποις διαφόροις οὐδὲ ὄγκου μέτροις, οὐ σωρείᾳ, οὐ μερῶν μερισταῖς περιγραφαῖς ἢ διαλήψεσιν, ἀλλ᾽ ἑτερότητι ἀύλῳ καὶ ἀόγκῳ καὶ ἀπληθύντῳ κατὰ πλῆθος διῃρημένον. διὸ καὶ ἕν· καὶ οὐκ ὡς ἓν σῶμα οὐδ᾽ ὡς ἓν τόπῳ οὐδ᾽ ὡς εἷς ὄγκος, ἀλλὰ ἓν πολλά, ὅτι καθ᾽ ὃ ἓν ἕτερον. καὶ ἡ ἑτερότης αὐτοῦ διῄρηται καὶ ἥνωται· οὐ γὰρ ἔξωθεν ἐπίκτητος οὐδὲ ἐπεισοδιώδης αὐτοῦ ἡ ἑτερότης· οὐδὲ ἄλλου μεθέξει, ἀλλ᾽ ἑαυτῷ πολλά. ταῖς γὰρ πάσαις ἐνεργείαις ἐνεργεῖ μένον ὃ ἔστιν, ὅτι τὴν πᾶσαν ἑτερότητα διὰ τῆς ταυτότητος ὑπέστησεν, οὐκ ἐν διαφορότητι θατέρου πρὸς τὸ ἕτερον θεωρουμένην καθάπερ ἐπὶ τῶν σωμάτων. ἐπὶ τούτων μὲν γὰρ ἀνάπαλιν καὶ ἡ ἑνότης ἐν ἑτερότητι, ὡς ἂν προηγουμένης μὲν ἐν αὐτοῖς τῆς ἑτερότητος, ἔξωθεν δὲ καὶ ἐπεισοδιώδους τῆς ἑνότητος ἐγγενομένης· ἐπὶ γὰρ τοῦ ὄντος ἡ μὲν ἑνότης προηγεῖται καὶ ἡ ταυτότης, ἡ δὲ ἑτερότης ἐκ τοῦ ἐνεργητικὴν εἶναι τὴν ἑνότητα γέγονε. διόπερ ἐκεῖνο μὲν ἐν ἀμερεῖ πεπλήθυνται, τοῦτο δὲ ἐν πλήθει καὶ ὄγκῳ ἥνωται· κἀκεῖνο μὲν ἐν ἑαυτῷ ἵδρυται, καθ᾽ ἓν ὂν ἐν ἑαυτῷ καὶ οὐκ ἐξιστάμενον, τοῦτο δὲ οὐδέποτε ἐν ἑαυτῷ, ὡς ἂν ἐν ἐκστάσει λαβὸν τὴν ὑπόστα- σιν. τὸ μὲν ἄρα ἓν παντενέργητον, τὸ δὲ πλῆθος ἑνιζόμενον. πιέζειν οὖν δεῖ, πῶς ἓν ἐκεῖνο καὶ ἕτερον, καὶ πῶς πάλιν τοῦτο πλῆθος καὶ ἕν, καὶ μὴ ἐπαλλάττειν τὰ τοῦ ἑτέρου ἴδια εἰς τὰ θατέρῳ προσόντα.
  37. Οὐ διὰ τὸ πλῆθος τῶν σωμάτων δεῖ νομίζειν τὸ πλῆθος τῶν ψυχῶν γενέσθαι, πρὸ δὲ τῶν σωμάτων εἶναι καὶ πολλὰς καὶ μίαν, οὔτε τῆς μιᾶς καὶ ὅλης κωλυούσης τὰς πολλὰς ἐν αὐτῇ εἶναι οὔτε τῶν πολλῶν τὴν μίαν εἰς αὐτὰς μεριζουσῶν. διέστησαν γὰρ οὐκ ἀποκοπεῖσαι οὐδὲ ἀπο- κερματίσασαι εἰς ἑαυτὰς τὴν ὅλην, καὶ πάρεισιν ἀλλήλαις οὐ συγκεχυμέναι οὐδὲ σωρὸν ποιοῦσαι τὴν ὅλην· οὔτε γὰρ πέρασίν εἰσι διειλημμέναι οὔτε πάλιν ἀλλήλαις συγ- κεχυμέναι, ὥσπερ οὐδὲ ἐπιστῆμαι συνεχύθησαν αἱ πολ- λαὶ ἐν ψυχῇ μιᾷ καὶ πάλιν οὐκ ἔγκεινται ὡς τὰ σώ- ματα τῇ ψυχῇ ἑτεροουσίως, ἀλλὰ τῆς ψυχῆς ποιαὶ ἦσαν ἐνέργειαι. Ἀπειροδύναμος γὰρ ἡ τῆς ψυχῆς φύσις καὶ καθ᾽ ἕκα- στον τὸ τυχὸν αὐτῆς ψυχή, καὶ αἱ πᾶσαι μία καὶ πάλιν ἡ ὅλη ἄλλη παρὰ πάσας. ὡς γὰρ τὰ σώματα ἐπ᾽ ἄπειρον τεμνόμενα οὐ καταλήγει εἰς ἀσώματον, κατ᾽ ὄγκον λαμβανόντων τῶν τμημάτων τὴν διαφοράν, οὕτω ψυχὴ εἶδος οὖσα ζωτικὸν ἐπ᾽ ἄπειρον κατὰ τὰ εἴδη συνείληπται, παραλλαγὰς ἔχουσα εἰδητικὰς καὶ ἡ ὅλη σὺν ταύταις οὖσα καὶ ἄνευ τούτων· ἡ γὰρ ἐπ᾽ αὐτῆς οἷον τομὴ ἑτερότης ἦν μενούσης τῆς ταυτότητος. εἰ δ᾽ ἐπὶ τῶν σωμάτων, ἐφ᾽ ὧν ἡ ἑτερότης ἐκράτει μᾶλλον τῆς ταυτότητος, οὐδὲν ἐπεισελθὸν ἀσώματον διέκοψε τὴν ἕνωσιν, μένει δὲ πάντα ἡνωμένα μὲν κατὰ τὴν οὐσίαν, ταῖς δὲ ποιότησι καὶ τοῖς ἄλλοις εἴδεσι διειλημμένα, τί χρὴ καὶ λέγειν καὶ ὑπονοεῖν ἐπὶ τῆς εἰδικῆς ἀσωμάτου ζωῆς, ἐφ᾽ ἧς ἡ ταυτότης μᾶλλον κεκράτηκε τῆς ἑτερότητος καὶ οὐδὲν ὑπόκειται ἀλλοῖον παρὰ τὸ εἶδος - ἀφ᾽ ἧς καὶ τοῖς σώμασιν ἡ ἑνότης - οὐδὲ σῶμα συνεμπεσὸν ἀποκόπτει τὴν ἕνωσιν, καίπερ πρὸς τὰς ἐνεργείας ἐν πολλοῖς ἐμποδίζον; αὐτὴ δι᾽ αὐ- τὴν ἡ ταυτότης αὐτῆς πάντα ποιεῖ καὶ εὑρίσκει διὰ τῆς ἐπ᾽ ἄπειρον εἰδητικῆς ἐνεργείας, τοῦ τυχόντος μέρους πάντα δυναμένου ὅταν σωμάτων καθαρεύῃ, ὡς τὸ τυχὸν μέρος τοῦ σπέρματος τὴν τοῦ παντὸς σπέρματος ἔχει δύναμιν. Ὥσπερ δὲ κρατηθὲν ἐν ὕλῃ τι σπέρμα καθ᾽ ἕκαστον ὧν ἐδύνατο λόγων ἐν τοῖς μέρεσι τῇ ὕλῃ κρατεῖται καὶ πάλιν συναχθὲν εἰς τὴν τοῦ σπέρματος δύναμιν καθ᾽ ἕκαστον τῶν μερῶν ἔχει τὴν πᾶσαν δύναμιν, οὕτω καὶ ψυχῆς ἀύλου τὸ ὡς μέρος ἐπινοούμενον τῆς πάσης ψυχῆς ἔχει τὴν δύναμιν. τὸ δὲ πρὸς ὕλην ῥέψαν κεκράτηται μὲν καθ᾽ ὃ εἶδος ῥέψαν ἐπιτηδείως ἔσχε προσομιλεῖν ἐνύλῳ, ἔχει δὲ τὴν τῆς ὅλης δύναμιν ἤδη καὶ ἐντυγχάνει οὔσῃ ἐν ἑαυτῷ, ὅταν ἀπὸ τοῦ ἐνύλου ἀποστὰν ἐν ἑαυτῷ γένηται. ἐπεὶ δὲ πρὸς μὲν ὕλην ῥεπούσῃ ἀπορία πάντων καὶ τῆς οἰκείας δυνάμεως κένωσις, εἰς δὲ τὸν νοῦν ἀναγομένη τὸ πλῆρες αὐτῆς κατὰ _τ_ὸ τὴν δύναμιν ἔχειν τῆς πάσης εὑρίσκετο, τὴν μὲν εἰκότως Πενίαν, τὴν δὲ Πόρον οἱ τοῦτο πρῶτον γνόντες τῆς ψυχῆς τὸ πάθος ᾐνίξαντο.
  38. Παραστῆσαι βουλόμενοι ὡς ἐνδέχεται διὰ λόγου ᾽παραστῆσαι τὴν τοῦ ὄντος ᾽ἀσωμάτου ἰδιότητα οἱ παλαιοί, ὅταν αὐτὸ ἓν εἴπωσι, προστιθέασιν εὐθὺς πάντα, καθ᾽ ὃ ἕν τι τῶν κατ᾽ αἴσθησιν συνεγνωσμένων· ὅταν δὲ ἀλλοῖον τὸ ἓν τοῦτο ὑπονοήσωμεν, οὐχ ὁρῶντες ἐπὶ τοῦ αἰσθητοῦ τὸ ὅλον τοῦτο ἓν πάντα καθ᾽ ὃ ἕν, τῷ πάντα αὐτὸ ᾽ἓν εἶναι συνῆψαν τὸ ἓν καθ᾽ ὃ ἕν, ἵνα ἀσύνθετόν τι νοήσωμεν τὸ πάντα εἶναι ἐπὶ τοῦ ὄντος καὶ σωρείας ἀποστῶμεν. καὶ ὅταν ᾽δὲ πανταχοῦ αὐτὸ εἶναι εἴπωσι, προστιθέασιν ὅτι οὐδαμοῦ· ὅταν δὲ ἐν πᾶσιν εἶναι καὶ ἐν παντὶ τῷ ἐπιτηδείως αὐτὸ δέχεσθαι δυναμένῳ μεριστῷ, προστιθέασιν ὅτι ἐν ὅλῳ ὅλον. καὶ ὅλως διὰ τῶν ἐναντιωτάτων αὐτὸ δεδηλώκασιν, ἅμα ταῦτα λαμβάνοντες, ἵνα τὰς ἀναπλαστικὰς ἀπὸ σωμάτων ἐξορίσωμεν ἀπ᾽ αὐτοῦ ἐπινοίας, αἳ παρασκιάζουσι τὰς γνωριστικὰς ἰδιότητας τοῦ ὄντος.
  39. Τὰ κατηγορούμενα τοῦ αἰσθητοῦ καὶ ἐνύλου ἀληθῶς ἐστι ταῦτα· τὸ πάντῃ εἶναι πεφορημένον, τὸ μεταβλητὸν εἶναι, τὸ ὑφεστάναι ἐν ἑτερότητι, τὸ σύνθετον εἶναι, τὸ καθ᾽ αὑτὸ λυτὸν ὑπάρχειν, τὸ ἐν τόπῳ, τὸ ἐν ὄγκῳ θεωρεῖσθαι καὶ ὅσα τούτοις παραπλήσια. τοῦ δὲ ὄντως ὄντος καὶ καθ᾽ αὑτὸ ὑφεστηκότος ἀύλου τὸ εἶναι ἀεὶ ἐν ἑαυτῷ ἱδρυμένον, τὸ ὡσαύτως κατὰ ταὐτὰ ἔχειν, τὸ ἐν ταυτότητι οὐσιῶσθαι, τὸ ἀμετάβλητον εἶναι κατ᾽ οὐσίαν, τὸ ἀσύνθετον, τὸ μήτε λυτὸν μήτε ἐν τόπῳ εἶναι μήτε εἰς ὄγκον διαπεφορῆσθαι, τὸ μήτε γινόμενον μήτε ἀπολλύ- μενον εἶναι καὶ ὅσα τούτοις ὅμοια· ὧν ἐχομένους δεῖ μηδὲν ἐπαλλάττοντας περὶ τῆς διαφόρου αὐτῶν φύσεως καὶ αὐτοὺς λέγειν καὶ ἄλλων λεγόντων ἐπακούειν.
  40. Ὅταν λάβῃς ἀένναον οὐσίαν ἐν ἑαυτῇ κατὰ δύναμιν ἄπειρον καὶ νοεῖν ἄρξῃ ὑπόστασιν ἀκάματον, ἄτρυτον, οὐδαμῇ μὲν ἐλλείπουσαν, ὑπερεξαίρουσαν δὲ τῇ ζωῇ τῇ ἀκραιφνεστάτῃ καὶ πλήρει ἀφ᾽ ἑαυτῆς ἐν αὐτῇ τε ἱδρυμένῃ καὶ κεκορεσμένῃ ἐξ ἑαυτῆς καὶ οὐδ᾽ ἑαυτὴν ζητούσῃ, ταύτῃ ἐάνπερ τὸ ποῦ ἐπιβάλῃς ἢ τὸ πρός τι, ἅμα τῷ ἠλαττῶσθαι ἐξ ἐνδείας τοῦ ποῦ ἢ πρός τι εὐθὺς ἐκείνην μὲν οὐκ ἠλάττωσας, ἑαυτὸν δὲ ἀπέστρεψας, κάλυμμα λαβὼν τὴν ὑποδραμοῦσαν τῆς ὑπονοίας φαντασίαν. Οὐ γὰρ δὴ ὑπερβήσῃ παρελθὼν τὴν τοιαύτην οὐδ᾽ αὖ στήσεις οὐδ᾽ ἀπαρτήσεις οὐδὲ καταλήξεις εἰς μικρόν, ὡς οὐκέτι ἐχούσης διδόναι ἐν τῷ κατὰ μικρὸν ἐπιλείπειν· ἀδιάλειπτος γὰρ μᾶλλον ἢ πᾶς πηγῶν τὸ ἀεὶ χεόμενον νοῶν καὶ ἀδιάλειπτον. ἢ συνθέειν οὖν δυνηθεὶς καὶ τῷ παντὶ ὁμοιωθῆναι τοῦ ὄντος οὐδὲν ἐπιζητήσεις, ἢ ζητῶν παρεκβήσῃ _εἰς ἄλλο καὶ πεσῇ παρὸν οὐκ ἰδὼν τ_ῷ εἰς ἄλλο βλέψαι. εἰ δ᾽ οὐδὲν ἐπιζητήσεις στὰς ἐπὶ σαυτοῦ καὶ τῆς σαυτοῦ οὐσίας, τῷ παντὶ ὡμοιώθης καὶ οὐκ ἐνεσχέθης ἔν τινι τῶν ἀπ᾽ αὐτοῦ· οὐδ᾽ εἶπας οὐδὲ σύ τοσοῦτός εἰμι, ἀφεὶς _δ_ὲ τὸ τοσοῦτος γέγονας πᾶς· καίτοι καὶ πρότερον ἦσθα πᾶς, ἀλλὰ καὶ ἄλλο τι προσῆν σοι μετὰ τοῦ πᾶς καὶ ἐλάττων ἐγίνου τῇ προσθήκῃ, ὅτι μὴ ἐκ τοῦ ὄντος ἦν ἡ προσθήκη· οὐδὲν γὰρ ἐκείνῳ προσθήσεις. ὅταν οὖν τις καὶ ἐκ τοῦ μὴ ὄντος γένηται, οὐ πᾶς, τῇ πενίᾳ σύνοικος καὶ ἐνδεὴς πάντων· ἀφεὶς οὖν τὸ μὴ ὄν, τότε πᾶς, κόρος αὐτὸς ἑαυτοῦ· ὥστε ** ἀπολαμβάνει δ᾽ ἑαυτὸν ἀφεὶς τὰ ταπεινώσαντα καὶ κατασμικρύναντα - καὶ μάλιστα, ὅταν ἐκεῖνα εἶναι αὑτὸν τὰ σμικρὰ τῇ φύσει καὶ οὐχ ὅστις ἐστὶν αὐτὸς τῇ ἀληθείᾳ δοξάζῃ· ἀπέστη γὰρ ἀφ᾽ ἑαυ- τοῦ ἅμα καὶ ἀπέστη τοῦ ὄντος - κἂν στῇ τις ἐν αὐτῷ παρὼν παρόντι, τότε παρῆν καὶ τῷ ὄντι πανταχοῦ ὄντι· ὅταν δὲ ἀφεὶς αὑτὸν _ἀποστῇ ἀφ᾽ ἑαυτοῦ,_ ἀπέστη κἀκείνου. τοιαύτην γὰρ ἀξίαν εἴληφε παρεῖναι τῷ αὐτῷ παρόντι καὶ ἀπεῖναι τῷ αὐτοῦ ἐκστάντι. εἰ δὲ _παροῦσιν ἑαυτοῖ_ς πάρεστι μὲν ἡμῖν τὸ ὄν, ἄπεστι δὲ τὸ μὴ ὄν, μετὰ δὲ ἄλλων οὖσιν οὐ πάρεστιν, οὐκ ἦλθεν ἵνα παρῇ, ἀλλ᾽ ἡμεῖς ἀπήλθομεν ὅτε οὐ πάρεστι. καὶ τί θαυμαστόν; αὐτὸς γάρ σοι παρὼν οὐκ ἀπῆς αὐτοῦ· καὶ οὐ πάρει σαυτῷ καίπερ παρὼν καὶ αὐτὸς ὢν ὁ παρών τε καὶ ἀπών, ὅταν πρὸς ἄλλα βλέπῃς παρεὶς σαυτὸν βλέπειν. εἰ δ᾽ οὕτω σαυτῷ παρὼν οὐ πάρει καὶ διὰ τοῦτο σαυτὸν ἀγνοεῖς καὶ πάντα μᾶλλον _ εις πάρει καὶ _ πόρρω σου ὄντα εὑρίσκεις ἢ σαυτὸν σαυτῷ φύσει παρόντα, τί θαυμάζεις, εἰ τὸ οὐ παρὸν πόρρω σοῦ ἐστι τοῦ πόρρω αὐτοῦ διὰ τὸ καὶ σαυτοῦ πόρρω γεγονότος; _αὐτὸς γὰρ ὅσῳ πρόσει σο_ι ᾽ὅσῳ γὰρ ἑαυτῷ πρόσει καίτοι παρόντι καὶ ἀναποστάτῳ ὄντι, ᾽αὐτὸς γὰρ ὅσῳ πρόσεισι τόσῳ κἀκείνῳ πρόσει, ὃ δὴ οὕτω σοῦ ἐστιν ἀναπόσπαστον κατ᾽ οὐσίαν ὡς σὺ σαυτοῦ· ὥστε καὶ πάρεστί σοι καθόλου γινώσκειν, τί τε πάρεστι τῷ ὄντι καὶ τί ἄπεστι τοῦ ὄντος παρόντος πανταχοῦ καὶ πάλιν ὄντος οὐδαμοῦ. τοῖς μὲν γὰρ δυνα- μένοις χωρεῖν εἰς τὴν αὑτῶν οὐσίαν νοερῶς καὶ τὴν αὑτῶν γινώσκειν οὐσίαν _κα_ὶ ἐν αὐτῇ τῇ γνώσει καὶ τῇ εἰδήσει τῆς γνώσεως αὑτοὺς ἀπολαμβάνειν καθ᾽ ἑνότητα τὴν τοῦ γινώσκοντος καὶ γινωσκομένου, ᾽καὶ τούτοις παροῦσιν αὐτοῖς πάρεστι καὶ τὸ ὄν· ὅσοι δ᾽ ἂν παρεξέλ- θωσιν ἀπὸ τοῦ εἶναι ἑαυτῶν πρὸς τὰ ἄλλα, ἀποῦσιν ἑαυτῶν ἄπεστι καὶ τὸ ὄν. Εἰ δ᾽ ἡμεῖς ἐπεφύκειμεν ἱδρῦσθαι ἐν τῇ αὑτῶν οὐσίᾳ καὶ πλουτεῖν ἀφ᾽ ἑαυτῶν καὶ μὴ ἀπέρχεσθαι πρὸς ὃ μὴ ἦμεν καὶ πένεσθαι ἑαυτῶν καὶ διὰ τοῦτο πάλιν τῇ πενίᾳ συνεῖναι καίπερ παρόντος κόρου, καὶ ἀπὸ τοῦ ὄντος οὐ τόπῳ, οὐκ οὐσίᾳ κεχωρισμένοι οὐδ᾽ ἄλλῳ τινὶ ἀπο- τετμημένοι τῇ πρὸς τὸ μὴ ὂν στροφῇ χωριζόμεθα, δίκην ἄρα ταύτην ἀποτίννυμεν τῇ τοῦ ὄντος ἀποστροφῇ αὐτοὺς ἀποστρεφόμενοι καὶ ἀγνοοῦντες, καίτοι πάλιν ἐν τῇ αὑτῶν φιλίᾳ ἑαυτούς τε ἀπολαμβάνοντες καὶ τῷ θεῷ συναπτόμενοι. καὶ ὀρθῶς ἄρα εἴρηται, ὡς ἔν τινι φρουρᾷ ** ἀποδιδράσκοντα, λύειν δὲ ἐκ τῶν δεσμῶν πειρᾶσθαι, ὡς ἄν του πρὸς τὰ τῇδε ἐστραμμένου καὶ ἑαυτὸν θεῖον ὄντα καταλελοιπότος, ὥς φησι, φυγὰς θεόθεν καὶ ἀλήτης. ὥστε πᾶς φαῦλος βίος δουλείας πλήρης καὶ ἀσεβείας καὶ διὰ τοῦτο ἄθεός τε καὶ ἄδικος _ ἐν αὐτῷ πνεῦμα πλῆρες ὑπάρχον τῆς ἀσεβείας καὶ διὰ τοῦτο καὶ ἀδικίας. _ καὶ οὕτω πάλιν ἐν ἰδιοπραγίᾳ ὀρθῶς εἴρηται εὑρίσκεσθαι τὸ δίκαιον, ἐν δὲ ἀπονεμήσει τοῦ κατ᾽ ἀξίαν ἑκάστῳ τῶν συζώντων εἰκόνα κεῖσθαι καὶ εἴδωλον τῆς ἀληθινῆς δικαιοσύνης.
  41. Τὸ ἐν ἄλλῳ ἔχον τὸ εἶναι καὶ ἐφ᾽ ἑαυτοῦ χωριστῶς ἀπ᾽ ἄλλου μὴ οὐσιωμένον ἐὰν εἰς ἑαυτὸ στρέφηται εἰς τὸ γνῶναι ἑαυτὸ ἄνευ ἐκείνου ἐν ᾧ οὐσίωται, ἀπολαμβάνον ἑαυτὸ ἀπ᾽ ἐκείνου _ νοήσει γὰρ αὑτὸ καὶ _, φθείρεται αὐτὸ τοῦ εἶναι χωρίζον ἑαυτό· τὸ δὲ γινώσκειν ἑαυτὸ δυνάμενον ἄνευ ἐκείνου ἐν ᾧ ἐστιν, ἀπολαμβάνον ἑαυτὸ ἀπ᾽ ἐκείνου καὶ οἷόν τε ὂν ἄνευ τῆς ἑαυτοῦ φθορᾶς τοῦτο ποιεῖν, ἀμήχανον οὐσιῶσθαι ἐν ἐκείνῳ, ἀφ᾽ οὗ στρέφειν ἑαυτὸ εἰς ἑαυτὸ ᾽ἀπ᾽ ἐκείνου ἄνευ φθορᾶς καὶ γινώσκειν ἑαυτὸ ἄνευ ἐκείνου ἐδύνατο. εἰ δὴ ὅρασις μὲν καὶ πᾶσα αἰσθη- τικὴ δύναμις οὔτε ἑαυτῆς ἐστιν αἴσθησις οὔτε χωρίζουσα ἑαυτὴν τοῦ σώματος ἑαυτῆς ἀντιλαμβάνεται ἢ σῴζεται, νοῦς δὲ χωρίζων ἑαυτὸν ἀπὸ σώματος τότε μάλιστα νοεῖ καὶ εἰς ἑαυτὸν στρέφεται καὶ οὐ φθείρεται, δῆλον ὡς αἱ μὲν αἰσθητικαὶ δυνάμεις διὰ σώματος κέκτηνται τὸ ἐνεργεῖν, ὁ δὲ νοῦς οὐκ ἐν σώματι, ἐν ἑαυτῷ δὲ κέκτηται τὸ ἐνεργεῖν τε καὶ εἶναι.
  42. Ἀσώματα τὰ μὲν κατὰ στέρησιν σώματος λέγεται καὶ ἐπινοεῖται κυρίως, ὡς ἡ ὕλη κατὰ τοὺς ἀρχαίους καὶ τὸ εἶδος τὸ ἐπὶ ὕλης, ὅταν ἐπινοῆται ἀποληφθὲν ἀπὸ τῆς ὕλης, καὶ αἱ φύσεις καὶ αἱ δυνάμεις· οὕτως δὲ καὶ ὁ τόπος καὶ ὁ χρόνος καὶ τὰ πέρατα. τὰ γὰρ τοιαῦτα πάντα κατὰ στέρησιν σώματος λέγεται. ἤδη δὲ ἦν ἄλλα κατα- χρηστικῶς λεγόμενα ἀσώματα, οὐ κατὰ στέρησιν σώμα- τος, κατὰ δὲ _τ_ὸ ὅλως μὴ πεφυκέναι γεννᾶν σῶμα. διὸ τὰ μὲν κατὰ τὸ πρῶτον σημαινόμενον πρὸς τὰ σώματα ὑφίσταται, τὰ δὲ κατὰ τὸ δεύτερον χωριστὰ τέλεον σωμάτων καὶ τῶν περὶ τὰ σώματα ἀσωμάτων· σώματα μὲν γὰρ ἐν τόπῳ καὶ πέρατα ἐν σώματι, νοῦς δὲ καὶ νοερὸς λόγος οὔτε ἐν τόπῳ οὔτε ἐν ᾽τῷ σώματι ὑφίσταται οὔτε προσεχῶς ὑφίστησι σώματα οὔτε παρυφίσταται σώμασιν ἢ τοῖς κατὰ στέρησιν σώματος λεγομένοις ἀσωμάτοις. οὐδ᾽ εἰ κενὸν οὖν τι ἐπινοηθείη ἀσώματον, ἐν κενῷ οἷόν τε εἶναι νοῦν· σώματος μὲν γὰρ δεκτικὸν ἂν εἴη τὸ κενόν, νοῦ δὲ ἐνέργειαν χωρῆσαι ἀμήχανον καὶ τόπον δοῦναι ἐνεργείᾳ. διττοῦ δὲ φανέντος τοῦ γένους, τοῦ μὲν οὐδ᾽ ὅλως οἱ ἀπὸ Ζήνωνος ἀντελάβοντο, τὸ δ᾽ ἕτερον παραδεξάμενοι καὶ τὸ ἕτερον μὴ τοιοῦτον εἶναι καθορῶντες ἀναιροῦσιν αὐτό, δέον ὡς ἄλλο γένος ἦν ὑποπτεῦσαι καὶ μὴ ὅτι οὐκ ἔστι τὸ ἕτερον μηδὲ τοῦτο μὴ εἶναι δοξάσαι.
  43. Ὁ νοῦς οὐκ ἔστιν ἀρχὴ πάντων· πολλὰ γάρ ἐστιν ὁ νοῦς, πρὸ δὲ τῶν πολλῶν ἀνάγκη εἶναι τὸ ἕν. ὅτι δὲ πολλὰ ὁ νοῦς δῆλον· νοεῖ γὰρ ἀεὶ τὰ νοήματα οὐχ ἓν ὄντα, ἀλλὰ πολλὰ καὶ οὐκ ἄλλα ὄντα παρ᾽ ἐκεῖνον. εἰ οὖν ὁ αὐτός ἐστιν αὐτοῖς, ἐκεῖνα δὲ πολλά, πολλὰ ἂν εἴη καὶ ὁ νοῦς. Ὅτι δὲ ὁ αὐτός ἐστι τοῖς νοητοῖς, οὕτως δείκνυται· εἰ γάρ τι ἔστιν ὃ θεωρεῖ, ἤτοι ἐν ἑαυτῷ ἔχων τοῦτο θεωρήσει ἢ ἐν ἄλλῳ κείμενον. καὶ ὅτι μὲν θεωρεῖ δῆλον· σὺν γὰρ τῷ νοεῖν εἴη ἂν νοῦς, ἀφαιρεθεὶς δὲ τοῦ νοεῖν ἀφῄρηται τῆς οὐσίας. δεῖ τοίνυν ἐπιστήσαντας τοῖς πάθεσιν ἃ συμβαίνει περὶ τὰς γνώσεις ἀνιχνεῦσαι τὴν ἐκείνου θεωρίαν. γνωστικαὶ δὲ δυνάμεις ἐν ἡμῖν ἀθρόον αἴσθησις, φαντασία, νοῦς. πάντῃ δὲ τὸ αἰσθήσει προσχρώμενον τοῖς ἔξω ἐπιβάλλον θεωρεῖ, οὐχ ἑνούμενον ἐκείνοις ἃ θεωρεῖ, ἀλλὰ μόνον τύπον αὐτῶν ἐκ τῆς πρὸς αὐτὰ προσβολῆς λαμβάνον. ὅταν οὖν ἴδῃ ὀφθαλμὸς τὸ ὁρώμενον, ἀμήχανον ἐν ταυτότητι γενέσθαι τοῦ ὁρωμένου· οὐ γὰρ ἂν ἴδοι, εἰ μὴ ἐν διαστάσει γένοιτο· ὡσαύτως δὲ καὶ τὸ ἁπτόμενον ἐν ταυτότητι γενόμενον φθαρείη. ἐξ ὧν δῆλον ὅτι ἀεὶ ἥ τε αἴσθησις καὶ τὸ αἰσθήσει προσχρώμενον εἰς τὸ ἔξω φέ- ρεται, εἰ μέλλει τὸ αἰσθητὸν καταλήψεσθαι. ὡσαύτως δὲ καὶ ἡ φαντασία ἀεὶ ἐπὶ τὸ ἔξω φέρεται καὶ τῇ τάσει αὐτῆς τὸ εἰκόνισμα παρυφίσταται _ ἤτοι καὶ παρασκευάζον ἔξωθεν ἢ αὐτῇ τῇ πρὸς τὸ ἔξω τάσει τὴν ὡς ἔξω ὄντος εἰκονίσματος ἐνδεικνύμενον _. καὶ τούτων μὲν κατάληψις τοιαύτη, ὧν οὐδεμία εἰς ἑαυτὴν συννεύουσα καὶ συναγομένη ἐντύχοι ἂν ἢ τῷ αἰσθητῷ ἢ τῷ ἀναισθήτῳ εἴδει. ἐπὶ δὲ τοῦ νοῦ οὐ τοῦτον τὸν τρόπον ἡ κατάληψις, ἀλλὰ συννεύον- τος εἰς ἑαυτὸν καὶ ἑαυτὸν θεωροῦντος· παρεξελθὼν γὰρ τοῦ θεάσασθαι τὰς ἑαυτοῦ ἐνεργείας καὶ ὄμμα εἶναι τῶν αὐτοῦ ἐνεργειῶν οὐσῶν τὸ ὅραμα οὐδὲν ἂν νοήσειεν. ὡς μὲν οὖν ἦν ᾽ἡ αἴσθησίς τε καὶ τὸ αἰσθητόν, οὕτως ἐστὶ νοῦς τε καὶ τὸ νοητόν. θεωρεῖ δὲ ἡ μὲν ἐκτεινομένη εἰς τὸ ἔξω, εὑρίσκουσα τὸ αἰσθητὸν _ἐν_ τῇ ὕλῃ κείμενον, ὁ δὲ νοῦς εἰς αὐτὸν συναγόμενος· εἰ δὲ μὴ ἔξω ἐκτεινόμενος - ὅπερ καὶ ἐδόκει τισὶν ὀνόματος διαφορᾶς προστεθείσης τῇ τοῦ νοῦ ὑποστάσει καὶ τῆς φαντασίας· ἡ γὰρ ἐν λογικῷ ζῴῳ φαντασία δέδοκτο αὐτοῖς νόησις. ἀλλ᾽ εἰ ἐκείνοις μὲν πάντα ἀπαρτήσασιν ἀπὸ τῆς ὕλης καὶ τῆς σωματικῆς φύσεως ἀκόλουθον ἦν καὶ τὸν νοῦν τούτων ἀναρτᾶν, ὁ δ᾽ ἡμέτερος σωμάτων καὶ ἑτέρων θεωρὸς οὐσιῶν, ποῦ τοίνυν κειμένας καταλήψεται αὐτάς; ἔξω δὲ ὄντων ὕλης, οὐδαμοῦ ἂν εἴη ταῦτα _καὶ ταύτ_ῃ δῆλον ὡς νοερὰ καὶ νοήσει συναχθήσεται καὶ τοίνυν, εἰ νοερά, εἰς τὸν νοῦν καὶ τὸ νοητόν - , καὶ ἑαυτὸν θεωρήσει νοῶν τὰ νοητὰ καὶ χωρῶν εἰς ἑαυτὸν νοεῖ διὰ τὸ εἰς ἐκεῖνα χωρεῖν. εἰ δὲ πολλὰ τὰ νοητά - πολλὰ γὰρ ὁ νοῦς νοεῖ καὶ οὐχ ἕν - , πολλὰ ἂν εἴη ᾽καὶ ἐξ ἀνάγκης καὶ αὐτός. κεῖται δὲ πρὸ τῶν πολλῶν τὸ ἕν, ὥστε ἀνάγκη πρὸ τοῦ νοῦ εἶναι τὸ ἕν.
  44. Ἄλλο νοῦς καὶ νοητόν, καὶ ἄλλο αἴσθησις καὶ αἰσθητόν. καὶ νῷ μὲν τὸ νοητὸν σύζυγον, αἰσθήσει δὲ τὸ αἰσθητόν. ἀλλ᾽ οὔτε ἡ αἴσθησις ἀντιλαμβάνεται αὑτῆς καθ᾽ αὑτὴν οὔτε τὸ αἰσθητόν· νῷ δὲ τὸ νοητὸν σύζυγον ὂν καὶ ᾽τὸ νοητὸν τῷ νῷ, ᾽αἰσθήσει δὲ τὸ αἰσθητόν. νῷ δὲ τὸ νοητὸν σύζυγον ὂν καὶ τὸ νοητὸν τῷ νῷ αἰσθήσει οὐδαμῶς ἐστιν ὑπόπτωτον, ἀλλὰ νῷ νοῦς ἐστι νοητόν. εἰ δὲ νοητὸν τῷ νῷ ὁ νοῦς, ἑαυτῷ ἂν εἴη νοητὸν ὁ νοῦς. εἰ μὲν οὖν νοητὸς ὁ νοῦς καὶ οὐκ αἰσθητός, νοητὸν ἂν εἴη· εἰ δὲ νοητὸς νῷ καὶ οὐκ αἰσθήσει, νοοῦν ἂν εἴη. ὁ αὐτὸς ἄρα νοῶν καὶ νοούμενον ὅλον ὅλῳ, καὶ οὐχ ὡς ὁ τρίβων καὶ τριβόμενος. οὐκ ἄλλῳ οὖν μέρει νοεῖται καὶ ἄλλῳ νοεῖ· ἀμερὴς γὰρ καὶ νοητὸς ὅλος ὅλῳ καὶ νοῦς δι᾽ ὅλου, ἐπίνοιαν οὐδεμίαν ἐν ἑαυτῷ ἀνοησίας ἔχων. διὸ οὐχὶ τόδε μὲν ἑαυτοῦ νοεῖ, τόδε δὲ οὐ νοεῖ· καθ᾽ ὃ γὰρ οὐ νοεῖ, ἀνόητος ἔσται. Οὐδὲ ἀφιστάμενος οὖν τοῦδε ἐπὶ τόδε μεταβαίνει· ἀφ᾽ οὗ γὰρ ἀφίσταται μὴ νοῶν ἐκεῖνο, ἀνόητος κατ᾽ ἐκεῖνο γίνεται. εἰ δὲ μὴ τόδε μετὰ τόδε ἐπ᾽ αὐτοῦ γίνεται, ἅμα πάντα νοεῖ· ἐπεὶ οὖν πάντα ἅμα καὶ οὐ τὸ μὲν νῦν, τὸ δὲ αὖθις, πάντα ἅμα νῦν καὶ ἀεί. εἰ οὖν ἐπ᾽ αὐτοῦ τὸ νῦν, ἀνῄρηται δὲ ἐπ᾽ αὐτοῦ τὸ παρεληλυθὸς καὶ τὸ μέλλον, ἐν ἀδιαστάτῳ τῷ νῦν ἀχρόνῳ παραστήματι, ὥστε τὸ ὁμοῦ κατά τε τὸ πλῆθος κατά τε τὸ χρονικὸν διάστημα ἐπ᾽ αὐ- τοῦ· διὸ καθ᾽ ἓν πάντα ἐν ἑνὶ καὶ ἀδιαστάτῳ καὶ ἀχρόνῳ. εἰ δὲ τοῦτο, οὐδὲ τὸ ποθέν ποι ἐν τῷ νῷ οὐδὲ κίνησις ἄρα, ἀλλὰ ἐνέργεια καθ᾽ ἓν ἐν ἑνὶ αὔξης τε ἀφῃρημένη καὶ μεταβολῆς καὶ διεξόδου πάσης. εἰ δὲ τὸ πλῆθος καθ᾽ ἓν καὶ ἅμα ἡ ἐνέργεια καὶ ἄχρονος, ἀνάγκη παρυποστῆναι τῇ τοιαύτῃ οὐσίᾳ τὸ ἀεὶ ἐν ἑνὶ ὄν· τοῦτο δέ ἐστιν αἰών· παρυπέστη ἄρα νῷ ὁ αἰών. Τῷ δὲ μὴ καθ᾽ ἓν ἐν ἑνὶ νοοῦντι, ἀλλὰ μεταβατικῶς καὶ ἐν κινήσει καὶ ἐν τῷ τὸ μὲν καταλείπειν, τὸ δὲ ἐπιλαμβάνειν καὶ μερίζειν καὶ διεξοδεύειν παρυπέστη χρόνος· τῇ γὰρ τοιαύτῃ κινήσει παρυφίσταται τὸ μέλλειν καὶ παρεληλυ- θέναι. ψυχὴ δὲ μεταβαίνει ἀπ᾽ ἄλλου εἰς ἄλλο ἐπαμείβουσα τὰ νοήματα, οὐκ ἐξισταμένων τῶν προτέρων οὐδέ ποθεν ἄλλοθεν ἐπεισιόντων τῶν δευτέρων, ἀλλὰ τὰ μὲν ὥσπερ παρελήλυθε καίπερ μένοντα ἐν αὐτῇ, τὰ δ᾽ ὥσπερ ἀλλα- χόθεν ἔπεισιν, ἀφίκετο δ᾽ οὐκ ἀλλαχόθεν, ἀλλὰ παρ᾽ αὐτῆς καὶ αὐτόθεν εἰς ἑαυτὴν κινουμένης καὶ τὸ ὄμμα φερούσης εἰς ἃ ἔχει κατὰ μέρος· πηγῇ γὰρ ἔοικεν οὐκ ἀπορρύτῳ, ἀλλὰ κύκλῳ εἰς ἑαυτὴν ἀναβλυζούσῃ ἃ ἔχει. Τῇ μὲν οὖν ταύτης κινήσει παρυφίσταται χρόνος, τῇ δὲ τοῦ νοῦ μονῇ τῇ ἐν ἑαυτῷ ὁ αἰών, οὐ διῃρημένος ἀπ᾽ αὐτοῦ ὥσπερ _οὐδ᾽_ ὁ χρόνος ἐκ ψυχῆς, ὅτι καὶ αἱ παρυποστάσεις ἥνωνται ἐκεῖ. διαψεύδεται δὲ τὸ κινούμενον _πρὸς τὸ μένον_ αἰῶνα ἑαυτοῦ, τὸ ἄμετρον τῆς κινήσεως εἰς ἔννοιαν λαμβανόμενον αἰῶνος, καὶ τὸ μένον πρὸς τὸ κινούμενον χρόνον ἑαυτοῦ, ὥσπερ τὸ νῦν αὐτοῦ καὶ διεξοδεῦον καὶ πολλαπλασιάζον κατὰ πάροδον τοῦ χρόνου. διὸ καὶ ἐν στάσει τὸν χρόνον τινὲς οὐχ ἧττον ἢ ἐν κινήσει θεωρεῖσθαι ὑπελάμβανον καὶ τὸν αἰῶνα, ὡς ἔφαμεν, τὸν ἄπειρον χρόνον, ἑκατέρου τὰ πάθη τὰ ἑαυτοῦ τῷ ἑτέρῳ προστιθέντος, τοῦ μὲν κινουμένου ἀεὶ ἀπὸ τοῦ ἑστῶτος κατὰ ταυτότητα τῷ ἀεὶ τῷ ἑαυτοῦ τὸν αἰῶνα ἀπεικονί- ζοντος, καὶ τοῦ ἑστῶτος ἐν ταυτότητι ἐνεργείας τὸν χρόνον τῇ ἑαυτοῦ μονῇ ἀπὸ τῆς ἐνεργείας προσάπτοντος. Λοιπὸν δὲ ἐν τοῖς αἰσθητοῖς ὁ διῃρημένος χρόνος ἄλλος ἄλλου, οἷον ἄλλος ἡλίου, ἄλλος σελήνης, ἄλλος ἑωσφόρου, καὶ ἐφ᾽ ἑκάστου ἄλλος. διὸ καὶ ἄλλου ἐνιαυτὸς ἄλλος· καὶ ὁ τούτους περιέχων ἐνιαυτὸς κεφαλαιούμενος εἰς τὴν τῆς ψυχῆς κίνησιν· ἧς κατὰ μίμησιν κινουμένων τούτων, ἀλλοίας δὲ τῆς ἐκείνης κινήσεως οὔσης καὶ ἀλλοίας τῆς τούτων, ἀλλοῖος καὶ ὁ χρόνος ἐκείνης τοῦ τούτων. διαστηματικὸς μὲν οὗτος καὶ ταῖς κατὰ τόπον κινήσεσι καὶ μεταβάσεσι.