Αυτοσχέδιοι προς την γενομένην ανάγνωσιν των κελεύσεων χάριν της αποκαταστάσεως των τιμίων ξύλων



Αὐτοσχέδιοι πρὸς τὴν γενομένην ἀνάγνωσιν τῶν κελεύσεων χάριν τῆς ἀποκαταστάσεως τῶν τιμίων ξύλων



Ὦ Γολγοθὰ σκίρτησον· ἡ κτίσις πάλιν ὅλη σε τιμᾷ καὶ καλεῖ θεηδόχον· ἐκ Περσίδος γὰρ ὁ βασιλεὺς ἀφιγμένος τὸν σταυρὸν ἐν σοὶ δεικνύει πεπηγμένον· κρότησον αὐτὸν τοῖς ἀοιδίμοις λόγοις· ἀλλ' εἴπερ οὐκ ἔχουσιν οἱ λίθοι στόμα, νέους προευτρέπιζε φοινίκων κλάδους πρὸς τὴν ἀπαντὴν τοῦ νέου νικηφόρου· ἀφεῖλεν ἐκ σοῦ τῆς πλάνης τὸ παίγνιον· εἰ μὴ γὰρ αὐτὸς ἀντανεῖλε τὰ ξύλα, γέλων ἂν εἶχον οἱ θρασύστομοι μάγοι· ἔργῳ δὲ τούτων νῦν μαθόντες τὸ κράτος ἔγνωσαν, οἶμαι, πῶς τὸ πῦρ ἀντιστρόφως ξύλοις τεφροῦται μυστικῶς ἀνημμένοις. ὡς εὖ γέ σοι, κράτιστε, τῶν σπουδασμάτων καὶ τῶν ἀγώνων τῆς πρὸς εἰρήνην μάχης· καὶ πῶς σε ῥευστοῖς εὐλογήσομεν λόγοις, ὃν ἡ χάρις δείκνυσιν εὐλογημένον, πῶς ἀντανεῖλες ἁρπαγέντα τὰ ξύλα τὸν ἁρπάσαντα ταῦτα κοιμήσας ὄφιν; ἥρως ἐδείχθης τῷ Θεῷ χρυσοῦν δέρας ἐκ τοῦ δράκοντος τοῦ σφαγέντος ἁρπάσας· οὐ φαρμάκοις γὰρ Μηδικοῖς τὸ θηρίον ἀνεῖλες αὐτός, ἀλλὰ πήξας τῷ ξύλῳ. παύσασθε λοιπὸν Ἰσραηλῖται νόθοι ἐκ τῆς παρ' ὑμῖν πατρικῆς ἀπιστίας. ὁ σταυρὸς ἦλθε βασιλικῶς δεδεγμένος λιταῖς, προσευχαῖς, δακρύοις, ἀγρυπνίαις, χωλοῖς ἐνάρθροις καὶ λαλοῦσιν ὀργάνοις, μέγα τρόπαιον τῷ βασιλεῖ συναρμόσας, ἐχθροὺς ποθοῦντας καὶ πλέον φοβουμένους· τῷ βαρβάρῳ γὰρ οὐ παροικεῖν ἤθελεν εἰ καὶ κολάζων τὴν ἁμαρτίαν τότε ἔκδημος εἰς γῆν ἦν δραμὼν ἀλλοτρίαν· ἀλλ' ἀντανῆλθε καὶ τὰ τέκνα συλλέγει ἐκ τῆς ἀειδοῦς καὶ νόθου παροικίας καὶ προσκυνεῖται καὶ πλέον δοξάζεται, ὡς σωφρονίζων καὶ λυτρούμενος πλέον. ὦ Παῦλε, μύστα τῶν ἀπορρήτων λόγων, οὐκ ἔστι λοιπὸν μωρίαν τοῖς ἔθνεσι τὸν σταυρὸν εἰπεῖν· δραστικὸς γὰρ εὑρέθη καὶ φρικτὸς ὤφθη καὶ πλέον τοῖς ἔθνεσι. νῦν τῆς καθ' ἡμᾶς, ὦ βασιλεῦ, μυσταρχίας ἔχεις τὸ κῦρος καὶ μακαρίζει τὴν χάριν τὴν σοὶ δοθεῖσαν πᾶσα χώρα καὶ Πόλις καὶ πᾶς ὁ κόσμος ἐκ μιᾶς συμφωνίας. τοῖόν σε Κωνσταντῖνος ὑμνήσοι μέγας· ἄλλος γὰρ ὑμᾶς εὐλογῶν οὐκ ἀρκέσει. φάνηθι, Κωνσταντῖνε, τῇ Ῥώμῃ πάλιν· κρότει τὸ τέκνον, πῶς λαβὼν πεφυρμένην ἔδειξε τὴν σὴν οὐσίαν σεσωσμένην. δέον σε νῦν μεθέντα τὴν ἄνω πόλιν ταύτῃ μεθ' ἡμῶν συγχορεῦσαι τῇ κάτω· στυγνὸν γὰρ εἶχες πνεῦμα καὶ τεθλιμμένον ἕως παλινδρομοῦντα καὶ νικηφόρον τὸν σταυρὸν ἔγνως, ὃν σὺ μὲν κεκρυμμένον τὸ πρῶτον εὗρες εἰς τὸν οἰκεῖον τόπον, τὸ σὸν δὲ τέκνον οὐ κεκρυμμένον μόνον, ἀλλ' εἰς καμίνους Περσικὰς ἀφιγμένον πρὸς τοὺς ἀπ' ἀρχῆς ἀντανήγαγεν τόπους· ἔχεις δὲ τέκνον ἐκ Θεοῦ προμηθίας· ὡς ἄν γε Κωνσταντῖνος εὑρεθῇ πάλιν τοῖς ζωοποιοῖς ὠχυρωμένος ξύλοις. ὡς ἐκπέπληγμαι, πῶς ῥοπαῖς ἀντιστρόφοις πρὸ τῶν βασιλέων εὐσεβὴς αὐτοκράτωρ τὸ πῦρ ἀπῃθάλωσεν ἐμπύρῳ ξύλῳ, ὃ Χοσρόης μὲν ὡς ξύλον κατεφρόνει, εὗρεν δὲ λόγχην τῆς ἑαυτοῦ καρδίας. τίς τῇ τοσαύτῃ μυστικῇ στρατηγίᾳ λόγοις πτερωθεὶς ἢ διαπτὰς προσβάλοι; καὶ νῦν βαδίζεις ψυχικῶς ἡγνισμένος ὁδὸν γελῶσαν συγχορεύων Ἀγγέλοις. ὁ σταυρὸς ἐν σοὶ τοῖς ἐναντίοις νέα κιβωτὸς ὤφθη, τῆς δὲ κιβωτοῦ πλέον· ἡ μὲν γὰρ ἄχρι τῶν βελῶν τοῖς βαρβάροις πληγὴν ἐφῆκεν, ἡ δὲ τοῦ ξύλου τάσις ἔμψυχα τούτοις ἐξαπέστειλεν βέλη· Πάρθοι δὲ Πέρσας πυρπολοῦσι καὶ Σκύθης Σκλάβον φονεύει καὶ πάλιν φονεύεται, καὶ τοῖς ἑαυτῶν ᾑματωμένοι φόνοις πολλὴν ἔχουσι φύρσιν εἰς μίαν μάχην· αὐτὸς δὲ σιγᾷς στέμμα καὶ σκῆπτρον φέρων ὥσπερ βραβευτὴς τῶν παλαιστῶν ἐν μέσῳ, πολλοῖς παλαίσας, νῦν δὲ λύσας τὴν μάχην· τῷ σῷ δὲ λοιπὸν προσβλέπουσι νεύματι ἐξ ἀντιλόξου τῶν ἀγώνων οἱ μέσοι· ὅπου δὲ νεῦσις, ἡ πάλη δίκην ἔχει· εἰ δ' ἀντινεύσεις, καὶ τὸ τῆς νίκης κράτος συναντινεύει, καὶ τὸ νεῦμά σου βλέπων [...] τέρπῃ τε παίζων εἰς ἀκίνδυνα ξίφη καὶ τῷ θεάτρῳ προσγελᾷς τῶν βαρβάρων τοὺς πρὶν διώκτας εἰσορῶν ὑπηκόους. τούτων παρ' ἡμῖν τῶν ἀγαθῶν ἠγγελμένων εἰς καιρὸν εὐπρόσδεκτον, εἰς νικηφόρον, ὅτε προσελθὼν τοῖς τυράννοις τῶν τάφων ὁ τὴν καθ' ἡμᾶς οὐσίαν ἀναπλάσας ζωὴν ἐφῆκε τῷ νεκρῷ τοῦ Λαζάρου ἔδει γάρ, οἶμαι, τῇ νεκρῶν ἀναστάσει σταυροῦ γενέσθαι καὶ πάλιν μηνύματα, ὅλη συνῆλθεν εἰς ἑαυτὴν ἡ Πόλις ὡς ψάμμος, ὡς ῥοῦς, ὡς ἄμετρα κύματα ποιοῦντα πολλὰς σωματώδεις ἐκχύσεις· σπουδὴν γὰρ εἶχον, οἷα δορκὰς ἐν θέρει διψῶσα καὶ σφύζουσα, συντόμως φθάσαι τῶν σῶν, κράτιστε, συλλαβῶν τὰς ἰκμάδας.