18 ἀσυννέτημμι
Συγγραφέας:


ἀσυννέτημμι τὼν ἀνέμων στάσιν·
τὸ μὲν γὰρ ἔνθεν κῦμα κυλίνδεται͵
τὸ δ΄ ἔνθεν͵ ἄμμες δ΄ ὂν τὸ μέσσον
νᾶϊ φορήμμεθα σὺν μελαίναι
[5]χείμωνι μόχθεντες μεγάλωι μάλα·
πὲρ μὲν γὰρ ἄντλος ἰστοπέδαν ἔχει͵
λαῖφος δὲ πὰν ζάδηλον ἤδη͵
καὶ λάκιδες μέγαλαι κὰτ αὖτο·
χόλαισι δ΄ ἄγκυρραι, τὰ δ' ὀήϊα
...
...
τοι πόδες ἀμφότεροι μένοισιν
ἐν βιμβλίδεσσι· τοῦτό με καὶ σάοι
μόνον· τὰ δ΄ ἄχματ΄ ἐκπεπ?άχμενα
[15]..μεν φόρηντ΄ ἔπερθα...