Ασσυρικά και Μηδικά
Συγγραφέας:
Author: Abydenus, Hist. (File id: 0116) Geo: N/A. Century: A.D. 2? Title: Fragmenta. Genre: Hist. (id: 002) Original text source: FHG 4, Muller, K. (Ed) Paris: Didot, 1841-1870, p.p. 280-284


ΑΣΣΥΡΙΑΚΑ ΚΑΙ ΜΗΔΙΚΑ.
Syncellus: Ἐκ τῶν Ἀβυδηνοῦ Περὶ
τῆς τῶν Χαλδαίων βασιλείας. Χαλδαίων μὲν
τῆς σοφίης πέρι τοσαῦτα. Βασιλεῦσαι δὲ τῆς χώρας
πρῶτον λέγεται Ἄλωρον, τὸν δὲ ὑπὲρ ἑωυτοῦ λόγον
διαδοῦναι ὅτι μιν τοῦ λεῶ ποιμένα ὁ θεὸς ἀποδείξαι. [5]
Βασιλεῦσαι δὲ σάρους δέκα. Σάρος δέ ἐστιν ἑξακόσια
καὶ τρισχίλια ἔτεα, νῆρος δὲ ἑξακόσια, σῶσσος δὲ
ἑξήκοντα. Μετὰ δὲ τοῦτον Ἀλάπαρον ἄρξαι σάρους
τρεῖς, μεθ’ ὃν Ἀμίλλαρος ἐκ πόλεως Παντιβίβλιος
ἐβασίλευσε σάρους ιγʹ. Ἐφ’ οὗ 10
δεύτερον Ἀννήδωτον τὴν θάλασσαν ἀναδῦναι παραπλή-
σιον Ὠάννῃ τὴν ἰδέαν ἡμιδαίμονα. Μεθ’ ὃν Ἀμμένων
ἐκ Παντιβίβλων ἦρξε σάρους ιβʹ. Μεθ’ ὃν Μεγάλαρος
ἐκ Παντιβίβλων ἦρξε σάρους ὀκτωκαίδεκα· εἶτα Δαὼς
ποιμὴν ἐκ Παντιβίβλων ἐβασίλευσε σάρους δέκα, ἐφ’ οὗ [15]
δʹ διφυεῖς γῆν ἐκ θαλάσσης ἀνέδυσαν, ὧν τὰ ὀνόματα
ταῦτα, Εὐέδωκος, Ἐνεύγαμος, Ἐνεύβουλος, Ἀνή-
μεντος. Ἐπὶ δὲ τοῦ μετὰ ταῦτα Εὐεδωρέσχου Ἀνώδα-
φος. Μεθ’ ὃν ἄλλοι τε ἦρξαν καὶ Σίσουθρος ἐπὶ τού-
τοις, ὡς τοὺς πάντας εἶναι βασιλεῖς δέκα, ὧν ὁ χρό- [20]
νος τῆς βασιλείας συνῆξε σάρους ἑκατὸν εἴκοσι. Καὶ
περὶ τοῦ κατακλυσμοῦ παρόμοια μὲν, οὐκ ἀπαράλ-
λακτα λέγει οὕτως· «Μετὰ Εὐεδώρεσχον ἄλλοι τινὲς
ἦρξαν καὶ Σίσιθρος, ᾧ δὴ Κρόνος προσημαίνει μὲν
ἔσεσθαι πλῆθος ὄμβρων Δαισίου ιεʹ· κελεύει δὲ πᾶν [25]
ὅ τι γραμμάτων ἦν ἐχόμενον ἐν Ἡλιουπόλει τῇ ἐν
Σισπόροισιν ἀποκρύψαι.
Σίσιθρος δὲ ταῦτα ἐπιτελέα ποιήσας, εὐθέως ἐπ’ Ἀρ-
μενίης ἀνέπλωε· καὶ παραυτίκα μὲν κατελάμβανε τὰ
ἐκ τοῦ θεοῦ· τρίτῃ δὲ ἡμερέῃ ἐπεὶ ὕων ἐκόπασε, με- [30]
τίει τῶν ὀρνίθων, πείρην ποιεύμενος εἴ κου γῆν ἴδοιεν
τοῦ ὕδατος ἐκδῦσαν. Αἱ δὲ ἐκδεκομένου σφέας πελά-
γεος ἀμφιχανέος, ἀπορέουσαι ὅκη καθορμίσονται, παρὰ
τὸν Σίσιθρον ὀπίσω κομίζονται· καὶ ἐπ’ αὐτῇσιν ἕτε-
ραι. Ὡς δὲ τῇσι τρίτῃσιν εὐτύχεεν (ἀπίκατο γὰρ δὴ [35]
πηλοῦ κατάπλεοι τοὺς ταρσούς), θεοί μιν ἐξ ἀνθρώ-
πων ἀφανίζουσι, τὸ δὲ πλοῖον ἐν Ἀρμενίῃ περίαπτα
ξύλων ἀλεξιφάρμακα (καὶ) τοῖσιν ἐπιχωρίοις παρεί-
χετο.»