Ἀσπὶς Ἡρακλέους
Συγγραφέας: Ησίοδος (αμφισβητούμενο)
Προέλευση κειμένου: Alois Rzach επιμ. (1908). Hesiodi Carmina. Lipsiae: In aedibus B.G. Teubneri


Ἢ οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν
ἤλυθεν ἐς Θήβας μετ᾽ ἀρήιον Ἀμφιτρύωνα
Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος·
ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων
εἴδεΐ τε μεγέθει τε· νόον γε μὲν οὔ τις ἔριζε 5
τάων ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.
τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τ᾽ ἄπο κυανεάων
τοῖον ἄηθ᾽ οἷόν τε πολυχρύσου Ἀφροδίτης.
ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην,
ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων· 10
ἦ μέν οἱ πατέρ᾽ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας,
χωσάμενος περὶ βουσί· λιπὼν δ᾽ ὅ γε πατρίδα γαῖαν
ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους.
ἔνθ᾽ ὅ γε δώματ᾽ ἔναιε σὺν αἰδοίηι παρακοίτι
νόσφιν ἄτερ φιλότητος ἐφιμέρου, οὐδέ οἱ ἦεν 15
πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης,

πρίν γε φόνον τείσαιτο κασιγνήτων μεγαθύμων
ἧς ἀλόχου, μαλερῶι δὲ καταφλέξαι πυρὶ κώμας
ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων.
τὼς γάρ οἱ διέκειτο, θεοὶ δ᾽ ἐπὶ μάρτυροι ἦσαν· 20
τῶν ὅ γ᾽ ὀπίζετο μῆνιν, ἐπείγετο δ᾽ ὅττι τάχιστα
ἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἦεν.
τῶι δ᾽ ἅμα ἱέμενοι πολέμοιό τε φυλόπιδός τε
Βοιωτοὶ πλήξιπποι, ὑπὲρ σακέων πνείοντες,
Λοκροί τ᾽ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι 25
ἕσποντ᾽· ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο
κυδιόων λαοῖσι. πατὴρ δ᾽ ἀνδρῶν τε θεῶν τε
ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν
ἀνδράσι τ᾽ ἀλφηστῆισιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.
ὦρτο δ᾽ ἀπ᾽ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων, 30
ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός,
ἐννύχιος· τάχα δ᾽ ἷξε Τυφαόνιον· τόθεν αὖτις
Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς.
ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα·
αὐτῆι μὲν γὰρ νυκτὶ τανισφύρου Ἠλεκτρυώνης 35
εὐνῆι καὶ φιλότητι μίγη, τέλεσεν δ᾽ ἄρ᾽ ἐέλδωρ·
αὐτῆι δ᾽ Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως,
ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε,
οὐδ᾽ ὅ γε πρὶν δμῶας καὶ ποιμένας ἀγροιώτας

ὦρτ᾽ ἰέναι, πρίν γ᾽ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς· 40
τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν.

ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγηι κακότητα
νούσου ὑπ᾽ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ,
ὥς ῥα τότ᾽ Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας
ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν. 45

παννύχιος δ᾽ ἄρ᾽ ἔλεκτο σὺν αἰδοίηι παρακοίτι
τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης.
ἣ δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστωι
Θήβηι ἐν ἑπταπύλωι διδυμάονε γείνατο παῖδε,
οὐ καθ᾽ ὁμὰ φρονέοντε· κασιγνήτω γε μὲν ἤστην· 50
τὸν μὲν χειρότερον, τὸν δ᾽ αὖ μέγ᾽ ἀμείνονα φῶτα
δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην,
τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι,
αὐτὰρ Ἰφικλῆα δορυσσόωι Ἀμφιτρύωνι·

κεκριμένην γενεήν, τὸν μὲν βροτῶι ἀνδρὶ μιγεῖσα, 55
τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων.

Ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον.
εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος
αὐτὸν καὶ πατέρα ὃν Ἄρη᾽, ἄατον πολέμοιο,
τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο, 60

ἑσταότ᾽ ἐν δίφρωι· χθόνα δ᾽ ἔκτυπον ὠκέες ἵπποι
νύσσοντες χηλῆισι, κόνις δέ σφ᾽ ἀμφιδεδήει
κοπτομένη πλεκτοῖσιν ὑφ᾽ ἅρμασι καὶ ποσὶν ἵππων·
ἅρματα δ᾽ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον
ἵππων ἱεμένων. κεχάρητο δὲ Κύκνος ἀμύμων, 65
ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε
χαλκῶι δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν.
ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων·
αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην.
πᾶν δ᾽ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου 70
λάμπεν ὑπαὶ δεινοῖο θεοῦ τευχέων τε καὶ αὐτοῦ,
πῦρ δ᾽ ὣς ὀφθαλμῶν ἀπελάμπετο. τίς κεν ἐκείνου
ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι
πλήν γ᾽ Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου;
[κείνων γὰρ μεγάλη τε βίη καὶ χεῖρες ἄαπτοι 75
ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.]
ὅς ῥα τόθ᾽ ἡνίοχον προσέφη κρατερὸν Ἰόλαον·
 
ἥρως ὦ Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων,
ἦ τι μέγ᾽ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν,
ἤλιτεν Ἀμφιτρύων, ὅτ᾽ ἐυστέφανον ποτὶ Θήβην 80
ἦλθε λιπὼν Τίρυνθον, ἐυκτίμενον πτολίεθρον,
κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκ᾽ εὐρυμετώπων·
ἵκετο δ᾽ ἐς Κρείοντα καὶ Ἡνιόχην τανύπεπλον,
οἵ ῥά μιν ἠσπάζοντο καὶ ἄρματα πάντα παρεῖχον,

ἣ δίκη ἔσθ᾽ ἱκέτηισι, τίον δ᾽ ἄρα κηρόθι μᾶλλον. 85
ζῶε δ᾽ ἀγαλλόμενος σὺν ἐυσφύρωι Ἠλεκτρυώνηι,
ἧι ἀλόχωι· τάχα δ᾽ ἄμμες ἐπιπλομένων ἐνιαυτῶν
γεινόμεθ᾽ οὔτε φυὴν ἐναλίγκιοι οὔτε νόημα,
σός τε πατὴρ καὶ ἐγώ· τοῦ μὲν φρένας ἐξέλετο Ζεύς,
ὃς προλιπὼν σφέτερόν τε δόμον σφετέρους τε τοκῆας 90
ὤιχετο τιμήσων ἀλιτήμενον Εὐρυσθῆα,
σχέτλιος· ἦ που πολλὰ μετεστοναχίζετ᾽ ὀπίσσω
ἣν ἄτην ὀχέων· ἣ δ᾽ οὐ παλινάγρετός ἐστιν.
αὐτὰρ ἐμοὶ δαίμων χαλεποὺς ἐπετέλλετ᾽ ἀέθλους.
ὦ φίλος, ἀλλὰ σὺ θᾶσσον ἔχ᾽ ἡνία φοινικόεντα 95
ἵππων ὠκυπόδων· μέγα δὲ φρεσὶ θάρσος ἀέξων
ἰθὺς ἔχειν θοὸν ἅρμα καὶ ὠκυπόδων σθένος ἵππων,
μηδὲν ὑποδδείσας κτύπον Ἄρεος ἀνδροφόνοιο,
ὃς νῦν κεκληγὼς περιμαίνεται ἱερὸν ἄλσος
Φοίβου Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος· 100
ἦ μὴν καὶ κράτερός περ ἐὼν ἄαται πολέμοιο.
τὸν δ᾽ αὖτε προσέειπεν ἀμώμητος Ἰόλαος·
ἠθεῖ᾽, ἦ μάλα δή τι πατὴρ ἀνδρῶν τε θεῶν τε
τιμᾶι σὴν κεφαλὴν καὶ ταύρεος Ἐννοσίγαιος,
ὃς Θήβης κρήδεμνον ἔχει ῥύεταί τε πόληα, 105
οἷον δὴ καὶ τόνδε βροτὸν κρατερόν τε μέγαν τε
σὰς ἐς χεῖρας ἄγουσιν, ἵνα κλέος ἐσθλὸν ἄρηαι.

ἀλλ᾽ ἄγε δύσεο τεύχε᾽ ἀρήια, ὄφρα τάχιστα
δίφρους ἐμπελάσαντες Ἄρηός θ᾽ ἡμέτερόν τε
μαρνώμεσθ᾽, ἐπεὶ οὔ τοι ἀτάρβητον Διὸς υἱὸν 110
οὐδ᾽ Ἰφικλεΐδην δειδίξεται, ἀλλά μιν οἴω
φεύξεσθαι δύο παῖδας ἀμύμονος Ἀλκεΐδαο,
οἳ δή σφι σχεδόν εἰσι, λιλαιόμενοι πολέμοιο
φυλόπιδα στήσειν, τά σφιν πολὺ φίλτερα θοίνης.

ὣς φάτο· μείδησεν δὲ βίη Ἡρακληείη 115
θυμῶι γηθήσας· μάλα γάρ νύ οἱ ἄρμενα εἶπεν·
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
ἥρως ὦ Ἰόλαε, διοτρεφές, οὐκέτι τηλοῦ
ὑσμίνη τρηχεῖα· σὺ δ᾽ ὡς πάρος ἦσθα δαΐφρων,
ὣς καὶ νῦν μέγαν ἵππον Ἀρίονα κυανοχαίτην 120
πάντη ἀναστρωφᾶν καὶ ἀρηγέμεν ὥς κε δύνηαι.
 
ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ,
Ἡφαίστου κλυτὰ δῶρα, περὶ κνήμηισιν ἔθηκε.
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε
καλὸν χρύσειον πολυδαίδαλον, ὅν οἱ ἔδωκε 125
Παλλὰς Ἀθηναίη, κούρη Διός, ὁππότ᾽ ἔμελλε
τὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους.
θήκατο δ᾽ ἀμφ᾽ ὤμοισιν ἀρῆς ἀλκτῆρα σίδηρον,
δεινὸς ἀνήρ· κοίλην δὲ περὶ στήθεσσι φαρέτρην

κάββαλετ᾽ ἐξόπιθεν· πολλοὶ δ᾽ ἔντοσθεν ὀιστοὶ 130
ῥιγηλοί, θανάτοιο λαθιφθόγγοιο δοτῆρες·
πρόσθεν μὲν θάνατόν τ᾽ εἶχον καὶ δάκρυσι μῦρον,
μέσσοι δὲ ξεστοί, περιμήκεες, αὐτὰρ ὄπισθε
μόρφνοιο φλεγύαο καλυπτόμενοι πτερύγεσσιν.
εἵλετο δ᾽ ὄβριμον ἔγχος, ἀκαχμένον αἴθοπι χαλκῶι. 135
κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμωι κυνέην ἐύτυκτον ἔθηκε,
δαιδαλέην, ἀδάμαντος, ἐπὶ κροτάφοις ἀραρυῖαν,
ἥ τ᾽ εἴρυτο κάρη Ἡρακλῆος θείοιο.
χερσί γε μὴν σάκος εἷλε παναίολον, οὐδέ τις αὐτὸ
οὔτ᾽ ἔρρηξε βαλὼν οὔτ᾽ ἔθλασε, θαῦμα ἰδέσθαι. 140
πᾶν μὲν γὰρ κύκλωι τιτάνωι λευκῶι τ᾽ ἐλέφαντι
ἠλέκτρωι θ᾽ ὑπολαμπὲς ἔην χρυσῶι τε φαεινῶι
λαμπόμενον, κυάνου δὲ διὰ πτύχες ἠλήλαντο.
ἐν μέσσωι δ᾽ ἀδάμαντος ἔην Φόβος οὔ τι φατειός,
ἔμπαλιν ὄσσοισιν πυρὶ λαμπομένοισι δεδορκώς· 145
τοῦ καὶ ὀδόντων μὲν πλῆτο στόμα λευκαθεόντων,
δεινῶν, ἀπλήτων, ἐπὶ δὲ βλοσυροῖο μετώπου
δεινὴ Ἔρις πεπότητο κορύσσουσα κλόνον ἀνδρῶν,
σχετλίη, ἥ ῥα νόον τε καὶ ἐκ φρένας εἵλετο φωτῶν
οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν. 150

[τῶν καὶ ψυχαὶ μὲν χθόνα δύνουσ᾽ Ἄιδος εἴσω
αὐτῶν, ὀστέα δέ σφι περὶ ῥινοῖο σαπείσης
Σειρίου ἀζαλέοιο κελαινῆι πύθεται αἴῃ.]
 
ἐν δὲ προΐωξίς τε παλίωξίς τε τέτυκτο,
ἐν δ᾽ ὅμαδός τε φόνος τ᾽ ἀνδροκτασίη τε δεδήει, 155
ἐν δ᾽ Ἔρις, ἐν δὲ Κυδοιμὸς ἐθύνεον, ἐν δ᾽ ὀλοὴ Κὴρ
ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·
εἷμα δ᾽ ἔχ᾽ ἀμφ᾽ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν,
δεινὸν δερκομένη καναχῆισί τε βεβρυχυῖα. 160
 
ἐν δ᾽ ὀφίων κεφαλαὶ δεινῶν ἔσαν, οὔ τι φατειῶν,
δώδεκα, ταὶ φοβέεσκον ἐπὶ χθονὶ φῦλ᾽ ἀνθρώπων
[οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν].
τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν, εὖτε μάχοιτο
Ἀμφιτρυωνιάδης· τὰ δ᾽ ἐδαίετο θαυματὰ ἔργα· 165
στίγματα δ᾽ ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσι·
κυάνεοι κατὰ νῶτα, μελάνθησαν δὲ γένεια.

ἐν δὲ συῶν ἀγέλαι χλούνων ἔσαν ἠδὲ λεόντων
ἐς σφέας δερκομένων, κοτεόντων θ᾽ ἱεμένων τε.
τῶν καὶ ὁμιληδὸν στίχες ἤισαν, οὐδέ νυ τώ γε 170
οὐδέτεροι τρεέτην, φρῖσσόν γε μὲν αὐχένας ἄμφω.
ἤδη γάρ σφιν ἔκειτο μέγας λῖς, ἀμφὶ δὲ κάπροι
δοιοί, ἀπουράμενοι ψυχάς· κατὰ δέ σφι κελαινὸν
αἷμ᾽ ἀπελείβετ᾽ ἔραζ᾽· οἳ δ᾽ αὐχένας ἐξεριπόντες
κείατο τεθνηῶτες ὑπὸ βλοσυροῖσι λέουσιν· 175
τοὶ δ᾽ ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι,
ἀμφότεροι, χλοῦναί τε σύες χαροποί τε λέοντες.
ἐν δ᾽ ἦν ὑσμίνη Λαπιθάων αἰχμητάων
Καινέα τ᾽ ἀμφὶ ἄνακτα Δρύαντά τε Πειρίθοόν τε
Ὁπλέα τ᾽ Ἐξάδιόν τε Φάληρόν τε Πρόλοχόν τε 180
Μόψον τ᾽ Ἀμπυκίδην, Τιταρήσιον, ὄζον Ἄρηος
Θησέα τ᾽ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·
ἀργύρεοι, χρύσεια περὶ χροῒ τεύχε᾽ ἔχοντες.
Κένταυροι δ᾽ ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο
ἀμφὶ μέγαν Πετραῖον ἰδ᾽ Ἄσβολον οἰωνιστὴν 185
Ἄρκτον τ᾽ Οὔρειόν τε μελαγχαίτην τε Μίμαντα
καὶ δύο Πευκεΐδας, Περιμήδεά τε Δρύαλόν τε,

ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες.
καί τε συναΐγδην ὡς εἰ ζωοί περ ἐόντες
ἔγχεσιν ἠδ᾽ ἐλάτηις αὐτοσχεδὸν ὠριγνῶντο. 190
ἐν δ᾽ Ἄρεος βλοσυροῖο ποδώκεες ἕστασαν ἵπποι
χρύσεοι, ἐν δὲ καὶ αὐτὸς ἐναρσφόρος οὔλιος Ἄρης,
αἰχμὴν ἐν χείρεσσιν ἔχων, πρυλέεσσι κελεύων,
αἵματι φοινικόεις ὡς εἰ ζωοὺς ἐναρίζων,
δίφρου ἐπεμβεβαώς· παρὰ δὲ Δεῖμός τε Φόβος τε 195
ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν.
ἐν δὲ Διὸς θυγάτηρ ἀγελείη Τριτογένεια,
τῆι ἰκέλη ὡς εἴ τε μάχην ἐθέλουσα κορύσσειν,
ἔγχος ἔχουσ᾽ ἐν χειρὶ ἰδὲ χρυσέην τε τρυφάλειαν
αἰγίδα τ᾽ ἀμφ᾽ ὤμοις· ἐπὶ δ᾽ ὤιχετο φύλοπιν αἰνήν. 200
ἐν δ᾽ ἦν ἀθανάτων ἱερὸς χορός· ἐν δ᾽ ἄρα μέσσωι
ἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸς
χρυσείηι φόρμιγγι· [θεῶν δ᾽ ἕδος ἁγνὸς Ὄλυμπος·
ἐν δ᾽ ἀγορή, περὶ δ᾽ ὄλβος ἀπείριτος ἐστεφάνωτο
ἀθανάτων ἐν ἀγῶνι·] θεαὶ δ᾽ ἐξῆρχον ἀοιδῆς 205
Μοῦσαι Πιερίδες, λιγὺ μελπομένηις ἐικυῖαι.
ἐν δὲ λιμὴν εὔορμος ἀμαιμακέτοιο θαλάσσης

κλυζομένωι ἴκελος· [πολλοί γε μὲν ἂμ μέσον αὐτοῦ
δελφῖνες τῆι καὶ τῆι ἐθύνεον ἰχθυάοντες 210
νηχομένοις ἴκελοι·] δοιὼ δ᾽ ἀναφυσιόωντες
ἀργύρεοι δελφῖνες ἐφοίβεον ἔλλοπας ἰχθῦς.
τῶν δ᾽ ὕπο χάλκειοι τρέον ἰχθύες· αὐτὰρ ἐπ᾽ ἀκτῆς
ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος, εἶχε δὲ χερσὶν
ἰχθύσιν ἀμφίβληστρον ἀπορρίψοντι ἐοικώς. 215
ἐν δ᾽ ἦν ἠυκόμου Δανάης τέκος, ἱππότα Περσεύς,
οὔτ᾽ ἄρ᾽ ἐπιψαύων σάκεος ποσὶν οὔθ᾽ ἑκὰς αὐτοῦ,
θαῦμα μέγα φράσσασθ᾽, ἐπεὶ οὐδαμῆι ἐστήρικτο.
τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις,
χρύσεον· ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα· 220
ὤμοισιν δέ μιν ἀμφὶ μελάνδετον ἆορ ἔκειτο
χαλκέου ἐκ τελαμῶνος· ὃ δ᾽ ὥς τε νόημ᾽ ἐποτᾶτο·
πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου,
Γοργοῦς· ἀμφὶ δέ μιν κίβισις θέε, θαῦμα ἰδέσθαι,
ἀργυρέη· θύσανοι δὲ κατηιωρεῦντο φαεινοὶ 225
χρύσειοι· δεινὴ δὲ περὶ κροτάφοισι ἄνακτος

κεῖτ᾽ Ἄιδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα.
αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼς
Περσεὺς Δαναΐδης ἐτιταίνετο. ταὶ δὲ μετ᾽ αὐτὸν
Γοργόνες ἄπλητοί τε καὶ οὐ φαταὶ ἐρρώοντο 230
ἱέμεναι μαπέειν. ἐπὶ δὲ χλωροῦ ἀδάμαντος
βαινουσέων ἰάχεσκε σάκος μεγάλῳ ὀρυμαγδῷ
ὀξέα καὶ λιγέως· ἐπὶ δὲ ζώνηισι δράκοντε
δοιὼ ἀπῃωρεῦντ᾽ ἐπικυρτώοντε κάρηνα.
λίχμαζον δ᾽ ἄρα τώ γε· μένει δ᾽ ἐχάρασσον ὀδόντας 235
ἄγρια δερκομένω· ἐπὶ δὲ δεινοῖσι καρήνοις
Γοργείοις ἐδονεῖτο μέγας φόβος. οἳ δ᾽ ὑπὲρ αὐτέων
ἄνδρες ἐμαρνάσθην πολεμήια τεύχε᾽ ἔχοντες,
τοὶ μὲν ὑπὲρ σφετέρης πόλιος σφετέρων τε τοκήων
λοιγὸν ἀμύνοντες, τοὶ δὲ πραθέειν μεμαῶτες. 240
πολλοὶ μὲν κέατο, πλέονες δ᾽ ἔτι δῆριν ἔχοντες
μάρνανθ᾽· αἱ δὲ γυναῖκες ἐυδμήτων ἐπὶ πύργων
χαλκέων ὀξὺ βόων, κατὰ δ᾽ ἐδρύπτοντο παρειάς,
ζωῆισιν ἴκελαι, ἔργα κλυτοῦ Ἡφαίστοιο.
ἄνδρες δ᾽ οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν, 245
ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι

χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι
δειδιότες· τοὶ δ᾽ αὖτε μάχην ἔχον. αἳ δὲ μετ᾽ αὐτοὺς
Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας,
δεινωποὶ βλοσυροί τε δαφοινοί τ᾽ ἄπλητοί τε 250
δῆριν ἔχον περὶ πιπτόντων· πᾶσαι δ᾽ ἄρ᾽ ἵεντο
αἷμα μέλαν πιέειν· ὃν δὲ πρῶτον μεμάποιεν
κείμενον ἢ πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῶι
βάλλ᾽ ὄνυχας μεγάλους, ψυχὴ δὲ Ἄιδόσδε κατῇεν
Τάρταρον ἐς κρυόενθ᾽· αἳ δὲ φρένας εὖτ᾽ ἀρέσαντο 255
αἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω,
ἂψ δ᾽ ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι.
[Κλωθὼ καὶ Λάχεσίς σφιν ἐφέστασαν· ἣ μὲν ὑφήσσων
Ἄτροπος οὔ τι πέλεν μεγάλη θεός, ἀλλ᾽ ἄρα ἥ γε
τῶν γε μὲν ἀλλάων προφερής τ᾽ ἦν πρεσβυτάτη τε.] 260
πᾶσαι δ᾽ ἀμφ᾽ ἑνὶ φωτὶ μάχην δριμεῖαν ἔθεντο·
δεινὰ δ᾽ ἐς ἀλλήλας δράκον ὄμμασι θυμήνασαι,
ἐν δ᾽ ὄνυχας χεῖράς τε θρασείας ἰσώσαντο.
πὰρ δ᾽ Ἀχλὺς εἱστήκει ἐπισμυγερή τε καὶ αἰνή,

χλωρὴ ἀυσταλέη λιμῷ καταπεπτηυῖα, 265
γουνοπαχής, μακροὶ δ᾽ ὄνυχες χείρεσσιν ὑπῆσαν.
τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶν
αἷμ᾽ ἀπελείβετ᾽ ἔραζ᾽· ἣ δ᾽ ἄπλητον σεσαρυῖα
εἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους,
δάκρυσι μυδαλέη. παρὰ δ᾽ εὔπυργος πόλις ἀνδρῶν, 270
χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι
ἑπτὰ πύλαι· τοὶ δ᾽ ἄνδρες ἐν ἀγλαΐῃς τε χοροῖς τε
τέρψιν ἔχον· τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπ᾽ ἀπήνης
ἤγοντ᾽ ἀνδρὶ γυναῖκα, πολὺς δ᾽ ὑμέναιος ὀρώρει·
τῆλε δ᾽ ἀπ᾽ αἰθομένων δαΐδων σέλας εἰλύφαζε 275
χερσὶν ἐνὶ δμῳῶν· ταὶ δ᾽ ἀγλαΐηι τεθαλυῖαι
πρόσθ᾽ ἔκιον, τῆισιν δὲ χοροὶ παίζοντες ἕποντο·
τοὶ μὲν ὑπὸ λιγυρῶν συρίγγων ἵεσαν αὐδὴν
ἐξ ἁπαλῶν στομάτων, περὶ δέ σφισιν ἄγνυτο ἠχώ·
αἳ δ᾽ ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα. 280
ἔνθεν δ᾽ αὖθ᾽ ἑτέρωθε νέοι κώμαζον ὑπ᾽ αὐλοῦ.
τοί γε μὲν αὖ παίζοντες ὑπ᾽ ὀρχηθμῷ καὶ ἀοιδῇ
[τοί γε μὲν αὖ γελόωντες ὑπ᾽ αὐλητῆρι ἕκαστος]
πρόσθ᾽ ἔκιον· πᾶσαν δὲ πόλιν θαλίαι τε χοροί τε
ἀγλαΐαι τ᾽ εἶχον. τοὶ δ᾽ αὖ προπάροιθε πόληος 285
νῶθ᾽ ἵππων ἐπιβάντες ἐθύνεον. οἱ δ᾽ ἀροτῆρες

ἤρεικον χθόνα δῖαν, ἐπιστολάδην δὲ χιτῶνας
ἐστάλατ᾽. αὐτὰρ ἔην βαθὺ λήιον· οἵ γε μὲν ἤμων
αἰχμῆις ὀξείηισι κορωνιόωντα πέτηλα
βριθόμενα σταχύων, ὡς εἰ Δημήτερος ἀκτήν· 290
οἳ δ᾽ ἄρ᾽ ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωῆι·
οἳ δ᾽ ἐτρύγων οἴνας, δρεπάνας ἐν χερσὶν ἔχοντες,

[οἳ δ᾽ αὖτ᾽ ἐς ταλάρους ἐφόρευν ὑπὸ τρυγητήρων
λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων,
βριθομένων φύλλοισι καὶ ἀργυρέηις ἑλίκεσσιν.] 295

οἳ δ᾽ αὖτ᾽ ἐς ταλάρους ἐφόρευν. παρὰ δέ σφισιν ὄρχος
χρύσεος ἦν, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο,
[τοί γε μὲν αὖ παίζοντες ὑπ᾽ αὐλητῆρι ἕκαστος] 298
[σειόμενος φύλλοισι καὶ ἀργυρέηισι κάμαξι,]
βριθόμενος σταφυλῆισι· μελάνθησάν γε μὲν αἵδε. 300
οἵ γε μὲν ἐτράπεον, τοὶ δ᾽ ἤρυον. οἳ δὲ μάχοντο
πύξ τε καὶ ἑλκηδόν· τοὶ δ᾽ ὠκύποδας λαγὸς ἥιρευν
ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό,

ἱέμενοι μαπέειν, οἳ δ᾽ ἱέμενοι ὑπαλύξαι.
πὰρ δ᾽ αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δ᾽ ἀέθλῳ 305
δῆριν ἔχον καὶ μόχθον. ἐυπλεκέων δ᾽ ἐπὶ δίφρων
ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους
ῥυτὰ χαλαίνοντες, τὰ δ᾽ ἐπικροτέοντα πέτοντο
ἅρματα κολλήεντ᾽, ἐπὶ δὲ πλῆμναι μέγ᾽ ἀύτευν.
οἳ μὲν ἄρ᾽ ἀίδιον εἶχον πόνον οὐδέ ποτέ σφιν 310
νίκη ἐπηνύσθη, ἀλλ᾽ ἄκριτον εἶχον ἄεθλον.
τοῖσιν δὲ προέκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος,
χρύσειος, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο.
ἀμφὶ δ᾽ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς,
πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον, οἳ δὲ κατ᾽ αὐτὸν 315
κύκνοι ἀερσιπόται μεγάλ᾽ ἤπυον, οἵ ῥά τε πολλοὶ
νῆχον ἐπ᾽ ἄκρον ὕδωρ· παρὰ δ᾽ ἰχθύες ἐκλονέοντο.

θαῦμα ἰδεῖν καὶ Ζηνὶ βαρυκτύπῳ, οὗ διὰ βουλὰς
Ἥφαιστος ποίησε σάκος μέγα τε στιβαρόν τε,
ἀρσάμενος παλάμῃσι. τὸ μὲν Διὸς ἄλκιμος υἱὸς 320
πάλλεν ἐπικρατέως· ἐπὶ δ᾽ ἱππείου θόρε δίφρου,
εἴκελος ἀστεροπῇ πατρὸς Διὸς αἰγιόχοιο,
κοῦφα βιβάς· τῷ δ᾽ ἡνίοχος κρατερὸς Ἰόλαος

δίφρου ἐπεμβεβαὼς ἰθύνετο καμπύλον ἅρμα.
ἀγχίμολον δέ σφ᾽ ἦλθε θεὰ γλαυκῶπις Ἀθήνη, 325
καί σφεας θαρσύνουσα ἔπεα πτερόεντα προσηύδα·
χαίρετε, Λυγκῆος γενεὴ τηλεκλειτοῖο·
νῦν δὴ Ζεὺς κράτος ὔμμι διδοῖ μακάρεσσιν ἀνάσσων
Κύκνον τ᾽ ἐξεναρεῖν καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
ἄλλο δὲ τοί τι ἔπος ἐρέω, μέγα φέρτατε λαῶν· 330
εὖτ᾽ ἂν δὴ Κύκνον γλυκερῆς αἰῶνος ἀμέρσῃς,
τὸν μὲν ἔπειτ᾽ αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο,
αὐτὸς δὲ βροτολοιγὸν Ἄρην ἐπιόντα δοκεύσας,
ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο
ὀφθαλμοῖσιν ἴδῃς, ἔνθ᾽ οὐτάμεν ὀξέι χαλκῷ· 335
ἂψ δ᾽ ἀναχάσσασθαι· ἐπεὶ οὔ νύ τοι αἴσιμόν ἐστιν
οὔθ᾽ ἵππους ἑλέειν οὔτε κλυτὰ τεύχεα τοῖο.
ὣς εἰποῦσ᾽ ἐς δίφρον ἐβήσατο δῖα θεάων,
νίκην ἀθανάτῃς χερσὶν καὶ κῦδος ἔχουσα,
ἐσσυμένως. τότε δή ῥα διόγνητος Ἰόλαος 340
σμερδαλέον ἵπποισιν ἐκέκλετο· τοὶ δ᾽ ὑπ᾽ ὀμοκλῆς
ῥίμφ᾽ ἔφερον θοὸν ἅρμα κονίοντες πεδίοιο.
ἐν γάρ σφιν μένος ἧκε θεὰ γλαυκῶπις Ἀθήνη
αἰγίδ᾽ ἀνασσείσασα· περιστονάχησε δὲ γαῖα.
τοὶ δ᾽ ἄμυδις προγένοντ᾽ ἴκελοι πυρὶ ἠὲ θυέλλῃ, 345

Κύκνος θ᾽ ἱππόδαμος καὶ Ἄρης ἀκόρητος ἀυτῆς.
τῶν ἵπποι μὲν ἔπειθ᾽ ὑπεναντίοι ἀλλήλοισιν
ὀξεῖα χρέμισαν, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.
τὸν πρότερος προσέειπε βίη Ἡρακληείη·
Κύκνε πέπον, τί νυ νῶιν ἐπίσχετον ὠκέας ἵππους 350
ἀνδράσιν, οἵ τε πόνου καὶ ὀιζύος ἴδριές εἰμεν;
ἀλλὰ παρὲξ ἔχε δίφρον ἐύξοον ἠδὲ κελεύθου
εἶκε παρὲξ ἰέναι. Τρηχῖνα δέ τοι παρελαύνω
ἐς Κήυκα ἄνακτα· ὃ γὰρ δυνάμι τε καὶ αἰδοῖ
Τρηχῖνος προβέβηκε, σὺ δ᾽ εὖ μάλα οἶσθα καὶ αὐτός· 355
τοῦ γὰρ ὀπυίεις παῖδα Θεμιστονόην κυανῶπιν.
ὦ πέπον, οὐ μὲν γὰρ τοι Ἄρης θανάτοιο τελευτὴν
ἀρκέσει, εἰ δὴ νῶι συνοισόμεθα πτολεμίζειν.
ἤδη μέν τέ ἕ φημι καὶ ἄλλοτε πειρηθῆναι
ἔγχεος ἡμετέρου, ὅθ᾽ ὑπὲρ Πύλου ἠμαθόεντος 360
ἀντίος ἔστη ἐμεῖο, μάχης ἄμοτον μενεαίνων.
τρὶς μὲν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἠρείσατο γαίῃ
οὐταμένου σάκεος, τὸ δὲ τέτρατον ἤλασα μηρὸν
παντὶ μένει σπεύδων, διὰ δὲ μέγα σαρκὸς ἄραξα.
πρηνὴς δ᾽ ἐν κονίῃσι χαμαὶ πέσεν ἔγχεος ὁρμῇ. 365
ἔνθα κε δὴ λωβητὸς ἐν ἀθανάτοισιν ἐτύχθη
χερσὶν ὕφ᾽ ἡμετέρῃσι λιπὼν ἔναρα βροτόεντα.
ὣς ἔφατ᾽· οὐδ᾽ ἄρα Κύκνος ἐυμμελίης ἐμενοίνα
τῷ ἐπιπειθόμενος ἐχέμεν ἐρυσάρματας ἵππους.

δὴ τότ᾽ ἀπ᾽ εὐπλεκέων δίφρων θόρον αἶψ᾽ ἐπὶ γαῖαν 370
παῖς τε Διὸς μεγάλου καὶ Ἐνυαλίοιο ἄνακτος.
ἡνίοχοι δ᾽ ἔμπλην ἔλασαν καλλίτριχας ἵππους·
τῶν δ᾽ ὕπο σευομένων κανάχιζε πόσ᾽ εὐρεῖα χθών.
ὡς δ᾽ ὅτ᾽ ἀφ᾽ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο
πέτραι ἀποθρῴσκωσιν, ἐπ᾽ ἀλλήλῃς δὲ πέσωσι, 375
πολλαὶ δὲ δρῦς ὑψίκομοι, πολλαὶ δὲ τε πεῦκαι
αἴγειροί τε τανύρριζοι ῥήγνυνται ὑπ᾽ αὐτέων
ῥίμφα κυλινδομένων, εἵως πεδίονδ᾽ ἀφίκωνται,
ὣς οἳ ἐπ᾽ ἀλλήλοισι πέσον μέγα κεκλήγοντες.
πᾶσα δὲ Μυρμιδόνων τε πόλις κλειτή τ᾽ Ἰαωλκὸς 380
Ἄρνη τ᾽ ἠδ᾽ Ἑλίκη Ἄνθειά τε ποιήεσσα
φωνῇ ὕπ᾽ ἀμφοτέρων μεγάλ᾽ ἴαχον· οἳ δ᾽ ἀλαλητῷ
θεσπεσίῳ σύνισαν· μέγα δ᾽ ἔκτυπε μητίετα Ζεύς.
κὰδ δ᾽ ἄρ᾽ ἀπ᾽ οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας,
σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί. 389
οἷος δ᾽ ἐν βήσσῃς ὄρεος χαλεπὸς προϊδέσθαι
κάπρος χαυλιόδων φρονέει θυμῷ μαχέσασθαι
ἀνδράσι θηρευτῇς, θήγει δέ τε λευκὸν ὀδόντα
δοχμωθείς, ἀφρὸς δὲ περὶ στόμα μαστιχόωντι
λείβεται, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἔικτον, 390
ὀρθὰς δ᾽ ἐν λοφιῇ φρίσσει τρίχας ἀμφί τε δειρήν·

τῷ ἴκελος Διὸς υἱὸς ἀφ᾽ ἱππείου θόρε δίφρου.
ἦμος δὲ χλοερῷ κυανόπτερος ἠχέτα τέττιξ
ὄζῳ ἐφεζόμενος θέρος ἀνθρώποισιν ἀείδειν
ἄρχεται, ᾧ τε πόσις καὶ βρῶσις θῆλυς ἐέρση, 395
καί τε πανημέριός τε καὶ ἠώιος χέει αὐδὴν
ἴδει ἐν αἰνοτάτῳ, ὅτε τε χρόα Σείριος ἄζει,
τῆμος δὴ κέγχροισι πέρι γλῶχες τελέθουσι
τούς τε θέρει σπείρουσιν, ὅτ᾽ ὄμφακες αἰόλλονται,
οἷα Διώνυσος δῶκ᾽ ἀνδράσι χάρμα καὶ ἄχθος· 400
τὴν ὥρην μάρναντο, πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει.

ὡς δὲ λέοντε δύω ἀμφὶ κταμένης ἐλάφοιο
ἀλλήλοις κοτέοντες ἐπὶ σφέας ὁρμήσωσι,
δεινὴ δέ σφ᾽ ἰαχὴ ἄραβός θ᾽ ἅμα γίγνετ᾽ ὀδόντων·

οἳ δ᾽ ὥς τ᾽ αἰγυπιοὶ γαμψώνυχες, ἀγκυλοχεῖλαι, 405
πέτρῃ ἔφ᾽ ὑψηλῇ μεγάλα κλάζοντε μάχονται
αἰγὸς ὀρεσσινόμου ἢ ἀγροτέρης ἐλάφοιο
πίονος, ἥν τ᾽ ἐδάμασσε βαλὼν αἰζήιος ἀνὴρ
ἰῷ ἀπὸ νευρῆς, αὐτὸς δ᾽ ἀπαλήσεται ἄλλῃ
χώρου ἄιδρις ἐών· οἳ δ᾽ ὀτραλέως ἐνόησαν, 410
ἐσσυμένως δέ οἱ ἀμφὶ μάχην δριμεῖαν ἔθεντο·
ὣς οἳ κεκλήγοντες ἐπ᾽ ἀλλήλοισιν ὄρουσαν.

ἔνθ᾽ ἦ τοι Κύκνος μὲν ὑπερμενέος Διὸς υἱὸν
κτεινέμεναι μεμαὼς σάκει ἔμβαλε χάλκεον ἔγχος,
οὐδ᾽ ἔρρηξεν χαλκόν· ἔρυτο δὲ δῶρα θεοῖο. 415
Ἀμφιτρυωνιάδης δέ, βίη Ἡρακληείη,
μεσσηγὺς κόρυθός τε καὶ ἀσπίδος ἔγχεϊ μακρῷ
αὐχένα γυμνωθέντα θοῶς ὑπένερθε γενείου
ἤλασ᾽ ἐπικρατέως· ἀπὸ δ᾽ ἄμφω κέρσε τένοντε
ἀνδροφόνος μελίη· μέγα γὰρ σθένος ἔμπεσε φωτός. 420
ἤριπε δ᾽, ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ὅτε πεύκη
ἠλίβατος, πληγεῖσα Διὸς ψολόεντι κεραυνῷ·
[ὣς ἔριπ᾽· ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.]
τὸν μὲν ἔπειτ᾽ εἴασε Διὸς ταλακάρδιος υἱός,
αὐτὸς δὲ βροτολοιγὸν Ἄρην προσιόντα δοκεύσας, 425
δεινὸν ὁρῶν ὄσσοισι, λέων ὣς σώματι κύρσας,
ὅς τε μάλ᾽ ἐνδυκέως ῥινὸν κρατεροῖς ὀνύχεσσι
σχίσσας ὅττι τάχιστα μελίφρονα θυμὸν ἀπηύρα·
ἐμ μένεος δ᾽ ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ·
γλαυκιόων δ᾽ ὄσσοις δεινὸν πλευράς τε καὶ ὤμους 430
οὐρῇ μαστιόων ποσσὶν γλάφει, οὐδέ τις αὐτὸν
ἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν οὐδὲ μάχεσθαι·
τοῖος ἄρ᾽ Ἀμφιτρυωνιάδης, ἀκόρητος ἀυτῆς,
ἀντίος ἔστη Ἄρηος, ἐνὶ φρεσὶ θάρσος ἀέξων,
ἐσσυμένως· ὃ δέ οἱ σχεδὸν ἤλυθεν ἀχνύμενος κῆρ· 435
ἀμφότεροι δ᾽ ἰάχοντες ἐπ᾽ ἀλλήλοισιν ὄρουσαν.

ὡς δ᾽ ὅτ᾽ ἀπὸ μεγάλου πέτρη πρηῶνος ὀρούσῃ,
μακρὰ δ᾽ ἐπιθρῴσκουσα κυλίνδεται, ἣ δέ τε ἠχῇ
ἔρχεται ἐμμεμαυῖα, πάγος δέ οἱ ἀντεβόλησεν
ὑψηλός· τῷ δὴ συνενείκεται, ἔνθα μιν ἴσχει· 440
τόσσῃ ὃ μὲν ἰαχῇ βρισάρματος οὔλιος Ἄρης
κεκληγὼς ἐπόρουσεν· ὃ δ᾽ ἐμμαπέως ὑπέδεκτο.
αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
ἀντίη ἦλθεν Ἄρηος ἐρεμνὴν αἰγίδ᾽ ἔχουσα·
δεινὰ δ᾽ ὑπόδρα ἰδοῦσα ἔπεα πτερόεντα προσηύδα· 445
Ἆρες, ἔπισχε μένος κρατερὸν καὶ χεῖρας ἀάπτους·
οὐ γάρ τοι θέμις ἐστὶν ἀπὸ κλυτὰ τεύχεα δῦσαι
Ἡρακλέα κτείναντα, Διὸς θρασυκάρδιον υἱόν·
ἀλλ᾽ ἄγε παῦε μάχην, μηδ᾽ ἀντίος ἵστασ᾽ ἐμεῖο.
ὣς ἔφατ᾽· ἀλλ᾽ οὐ πεῖθ᾽ Ἄρεος μεγαλήτορα θυμόν, 450
ἀλλὰ μέγα ἰάχων φλογὶ εἴκελά τ᾽ ἔγχεα πάλλων
καρπαλίμως ἐπόρουσε βίῃ Ἡρακληείῃ
κακτάμεναι μεμαώς· καί ῥ᾽ ἔμβαλε χάλκεον ἔγχος,
σπερχνὸν παιδὸς ἑοῦ κοτέων πέρι τεθνηῶτος,
ἐν σάκεϊ μεγάλῳ. ἀπὸ δὲ γλαυκῶπις Ἀθήνη 455
ἔγχεος ὁρμὴν ἔτραπ᾽ ὀρεξαμένη ἀπὸ δίφρου.
δριμὺ δ᾽ Ἄρην ἄχος εἷλε· ἐρυσσάμενος δ᾽ ἄορ ὀξὺ
ἔσσυτ᾽ ἐφ᾽ Ἡρακλέα κρατερόφρονα· τὸν δ᾽ ἐπιόντα

Ἀμφιτρυωνιάδης, δεινῆς ἀκόρητος ἀυτῆς,
μηρὸν γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο 460
οὔτασ᾽ ἐπικρατέως· διὰ δὲ μέγα σαρκὸς ἄραξε
δούρατι νωμήσας, ἐπὶ δὲ χθονὶ κάββαλε μέσσῃ.
τῷ δὲ Φόβος καὶ Δεῖμος ἐύτροχον ἅρμα καὶ ἵππους
ἤλασαν αἶψ᾽ ἐγγύς, καὶ ἀπὸ χθονὸς εὐρυοδείης
ἐς δίφρον θῆκαν πολυδαίδαλον· αἶψα δ᾽ ἔπειτα 465
ἵππους μαστιέτην· ἵκοντο δὲ μακρὸν Ὄλυμπον.
υἱὸς δ᾽ Ἀλκμήνης καὶ κυδάλιμος Ἰόλαος
Κύκνον σκυλεύσαντες ἀπ᾽ ὤμων τεύχεα καλὰ
νίσσοντ᾽· αἶψα δ᾽ ἔπειτα πόλιν Τρηχῖνος ἵκοντο
ἵπποις ὠκυπόδεσσιν. ἀτὰρ γλαυκῶπις Ἀθήνη 470
ἐξίκετ᾽ Οὔλυμπόν τε μέγαν καὶ δώματα πατρός.
κύκνον δ᾽ αὖ Κῆυξ θάπτεν καὶ λαὸς ἀπείρων,
οἵ ῥ᾽ ἐγγὺς ναῖον πόλιας κλειτοῦ βασιλῆος
Ἄνθην Μυρμιδόνων τε πόλιν κλειτήν τ᾽ Ἰαωλκὸν
[Ἄρνην τ᾽ ἠδ᾽ Ἑλίκην· πολλὸς δ᾽ ἠγείρετο λαός,] 475
τιμῶντες Κήυκα, φίλον μακάρεσσι θεοῖσιν.
τοῦ δὲ τάφον καὶ σῆμ᾽ ἀιδὲς ποίησεν Ἄναυρος
ὄμβρῳ χειμερίῳ πλήθων· τὼς γάρ μιν Ἀπόλλων
Λητοΐδης ἤνωξ᾽, ὅτι ῥα κλειτὰς ἑκατόμβας
ὅστις ἄγοι Πυθοῖδε βίῃ σύλασκε δοκεύων. 480