Συγγραφέας:Ασκληπιάδης ο Σάμιος
(Ανακατεύθυνση από Ασκληπιάδης ο Σάμιος)
←Συγγραφείς: | Ασκληπιάδης ο Σάμιος (3ο αιώνας π.Χ.) |
- Παλατινή Ανθολογία/V/7
- V 85 Φείδῃ παρθενίης. Καὶ τὶ πλέον; οὐ γὰρ ἐς Ἅιδην
- Παλατινή Ανθολογία/V/141
- Παλατινή Ανθολογία/V/152
- V 169 ῾Ηδὺ θέρους διψῶντι χιὼν ποτόν, ἡδὺ δὲ ναύταις
- Παλατινή Ανθολογία/V/209 (Ποσειδίππου ή Ασκληπιάδου)
- V 210 Τῷ θαλλῷ Διδύμη μὲ συνήρπασεν· ὤμοι, ἐγὼ δὲ τήκομαι
- VII 11 Ο γλυκὺς Ἠρίννης οὗτος πόνος
- VII 217 Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίραν
- Παλατινή Ανθολογία/VII/284
- IX 64 Αὐταὶ ποιμαίνοντα μεσαμβρινὰ μῆλά σε Μοῦσαι
- XII 46 Οὐκ εἴμ᾿ οὐδ᾿ ἐτέων δύο κεἴκοσι καὶ κοπιῶ ζῶν
- XII 153 Πρόσθε μοι Ἀρχεάδης ἐθλίβετο · νῦν δὲ τάλαιναν
- XVI 120 Τόλμαν Ἀλεξάνδρου καὶ ὅλαν ἀπεμάξατο μορφὰν Λύσιππος
V 85 Ασκληπιάδη του Σάμιου
Επεξεργασία- Φείδῃ παρθενίης. Καὶ τὶ πλέον; οὐ γὰρ ἐς Ἅιδην ἐλθοῦσ’ εὑρήσεις τὸν φιλέοντα, κόρη·
- ἐν ζωοῖσι τὰ τερπνὰ τὰ Κύπριδος· ἐν δ’ Ἀχέροντι ὀστέα καὶ σποδιή, παρθένε, κεισόμεθα.
- Τήν παρθενιά σου τή φυλάς• γιατί ; τί θά κερδίσεις; στόν Άδη άν έρθεις θέ νά βρείς τόν πού θά σ’ αγαπά ;
- Είναι γιά μάς τούς ζωντανούς τού Έρωτα οι χάρες• στόν Κάτω Κόσμο κόκκαλα καί στάχτες μοναχά.
V 169 Ασκληπιάδη του Σάμιου
Επεξεργασία- ῾Ηδὺ θέρους διψῶντι χιὼν ποτόν, ἡδὺ δὲ ναύταις ἐκ χειμῶνος ἰδεῖν εἰαρινὸν Στέφανον·
- ἥδιον δ᾿, ὁπόταν κρύψιη μία τοὺς φιλέοντας χλαῖνα καὶ αἰνῆται Κύπρις ὑπ᾿ ἀμφοτέρων.
V 210 Ασκληπιάδη του Σάμιου
Επεξεργασία- Τῷ θαλλῷ Διδύμη μὲ συνήρπασεν· ὤμοι, ἐγὼ δὲ τήκομαι, ὡς κηρὸς πὰρ πυρί, κάλλος ὁρῶν.
- Εἰ δὲ μέλαινα, τὶ τοῦτο; καὶ ἄνθρακες· ἀλλ’ ὅτε κείνους θάλψωμεν,λάμπουσ’ ὡς ῥόδεαι κάλυκες.
VII 11 Ασκληπιάδου
Επεξεργασία- Ο γλυκὺς Ἠρίννης οὗτος πόνος, οὐχὶ πολὺς μέν, ὡς ἂν παρθενικᾶς ἐννεακαιδεκέτευς,
- ἀλλ᾽ ἑτέρων πολλῶν δυνατώτερος: εἰ δ᾽ Ἀίδας μοι μὴ ταχὺς ἦλθε, τίς ἂν ταλίκον ἔσχ᾽ ὄνομα;
- Μόχθος γλυκός της Ήριννας είν’ τούτο το βιβλίο• όχι μεγάλο –τό ’γραψα δεκαεννιά χρονώ–
- μ’ από πολλά άλλα ανώτερο• κι αν δε μ’ αρπούσε ο Χάρος τόσο νωρίς, ποιός όνομα θά ’χεν όπως εγώ ;
VII 217 Ασκληπιάδη του Σάμιου
Επεξεργασία- Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίραν͵ :ἧς καὶ ἐπὶ ῥυτίδων ἕζετο δριμὺς ἔρως.
- ἆ δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης πρωτοπλόου͵ δι΄ ὅσης ἤλθετε πυρκαϊῆς.
- Η Αρχεάνασσα είν’ εδώ, μιά εταίρα πού ο Έρως μέχρι καί στίς ρυτίδες της εφώλιασε γλυκά.
- Ώ εραστές, πού τόν ανθό τής νιότης τόν δροσάτο τής δρέψατε, πόσο τρανή διαβήκατε φωτιά.
IX 64 Ασκληπιάδου, οἱ δὲ Αρχίου
Επεξεργασία- Αὐταὶ ποιμαίνοντα μεσαμβρινὰ μῆλά σε Μοῦσαι ἔδρακον ἐν κραναοῖς οὔρεσιν, ῾Ησίοδε,
- καί σοι καλλιπέτηλον, ἐρυσσάμεναι περὶ πᾶσαι, ὤρεξαν δάφνας ἱερὸν ἀκρεμόνα,
- δῶκαν δὲ κράνας ῾Ελικωνίδος ἔνϑεον ὕδωρ, τὸ πτανοῦ πώλου πρόσϑεν ἔκοψεν ὄνυξ·
- οὗ σὺ κορεσσάμενος μακάρων γένος ἔργα τε μολπαῖς καὶ γένος ἀρχαίων ἔγραφες ἡμιϑέων.
XII 46 Ασκληπιάδη του Σάμιου
Επεξεργασία- Οὐκ εἴμ᾿ οὐδ᾿ ἐτέων δύο κεἴκοσι καὶ κοπιῶ ζῶν. ῎Ωρωτες, τί κακὸν τοῦτο; Τί με φλέγετε;
- Ἢν γὰρ ἐγώ τι πάθω, τί ποιήσετε; Δῆλον, ῎Ερωτες, ὡς τὸ πάρος παίξεσθ᾿ ἄφρονες ἀστραγάλοις.
XII 153 Ασκληπιάδη του Σάμιου
Επεξεργασία- Πρόσθε μοι Ἀρχεάδης ἐθλίβετο · νῦν δὲ τάλαιναν οὐδ’ ὅσσον παίζων εἰς ἒμ’ ἐπιστρέφεται.
- οὐδ’ ὁ μελιχρὸς Ἔρως ἀεὶ γλυκύς · ἀλλ’ ἀνιήσας πολλάκις ἡδίων γίνετ’ ἐρῶσι θεός.
XVI 120 Αρχελάου, οι δε Ασκληπιάδου
Επεξεργασία- Τόλμαν Ἀλεξάνδρου καὶ ὅλαν ἀπεμάξατο μορφὰν Λύσιππος· τίν' ὁδὶ χαλκὸς ἔχει δύναμιν.
- αὐδάσοντι δ' ἔοικεν ὁ χάλκεος ἐς Δία λεύσσων· «Γᾶν ὑπ' ἐμοὶ τίθεμαι, Ζεῦ, σὺ δ' Ὅλυμπον ἔχε».
|