ἐκ τῆς Κελτικῆς
Συγγραφέας:
Ρωμαϊκά


ΑΠΟΣΠΑΣΜΑΤΑ


    [1] “ Κελτοὶ Ῥωμαίοις ἐπεχείρησαν πρῶτοι, καὶ τὴν Ῥώμην εἷλον ἄνευ τοῦ Καπιτωλίου, καὶ ἐμπεπρήκασιν. Κάμιλλος δὲ αὐτοὺς ἐνίκησε καὶ ἐξήλασε, καὶ μετὰ χρόνον ἐπελθόντας αὖθις ἐνίκησε, καὶ ἐθριάμβευσεν ἀπ᾽ αὐτῶν ὀγδοήκοντα γεγονὼς ἔτη. καὶ τρίτη δὲ Κελτῶν στρατιὰ ἐμβέβληκεν ἐς τὴν Ἰταλίαν, ἣν καὶ αὐτὴν οἱ Ῥωμαῖοι διεφθάρκασιν ὑφ᾽ ἡγεμόνι Τίτῳ Κοϊντίῳ. μετὰ δὲ ταῦτα Βοιοί, Κελτικὸν ἔθνος θηριωδέστατον, ἐπῆλθε Ῥωμαίοις, καὶ αὐτοῖς Γάϊος Σουλπίκιος δικτάτωρ μετὰ στρατιᾶς ἀπήντα, ὅς τις καὶ στρατηγήματι τοιούτῳ χρήσασθαι λέγεται: ἐκέλευσε γὰρ τοὺς ἐπὶ τοῦ μετώπου τεταγμένους ἐξακοντίσαντας ὁμοῦ συγκαθίσαι τάχιστα, μέχρι βάλωσιν οἱ δεύτεροι καὶ τρίτοι καὶ τέταρτοι, τοὺς δ᾽ ἀφιέντας ἀεὶ συνίζειν, ἵνα μὴ κατ᾽ αὐτῶν ἐνεχθείη τὰ δόρατα: βαλόντων δὲ τῶν ὑστάτων ἀναπηδᾶν ἅπαντας ὁμοῦ, καὶ σὺν βοῇ τάχιστα ἐς χεῖρας ἰέναι: καταπλήξειν γὰρ ὧδε τοὺς πολεμίους τοσῶνδε δοράτων ἄφεσιν καὶ ἐπ᾽ αὐτῇ ταχεῖαν ἐπιχείρησιν. τὰ δὲ δόρατα ἦν οὐκ ἀπεοικότα ἀκοντίοις: ἃ Ῥωμαῖοι καλοῦσιν ὑσσούς, ξύλου τετραγώνου τὸ ἥμισυ, καὶ τὸ ἄλλο σιδήρου, τετραγώνου καὶ τοῦδε καὶ μαλακοῦ χωρίς γε τῆς αἰχμῆς. καὶ οἱ Βοιοὶ οὖν ὑπὸ Ῥωμαίων τότε ἐφθάρησαν πανστρατιᾷ.

    [2] ἄλλους δὲ πάλιν Κελτοὺς ἐνίκα Ποπίλλιος, καὶ μετ᾽ ἐκεῖνον τοὺς αὐτοὺς Κάμιλλος ὁ τοῦ Καμίλλου υἱός. ἔστησε δὲ κατὰ Κελτῶν καὶ Πάππος Αἰμίλιος τρόπαια. πρὸ δὲ τῶν τοῦ Μαρίου ὑπατειῶν πλεῖστόν τι καὶ μαχιμώτατον, τῇ τε ἡλικίᾳ μάλιστα φοβερώτατον χρῆμα Κελτῶν ἐς τὴν Ἰταλίαν τε καὶ Γαλατίαν ἐσέβαλε, καί τινας ὑπάτους Ῥωμαίων ἐνίκησε καὶ στρατόπεδα κατέκοψεν: ἐφ᾽ οὓς ὁ Μάριος ἀποσταλεὶς ἅπαντας διέφθειρε. τελευταῖα δὲ καὶ μέγιστα τῶν ἐς Γαλάτας Ῥωμαίοις πεπραγμένων ἐστὶ τὰ ὑπὸ Γαΐῳ Καίσαρι στρατηγοῦντι γενόμενα. μυριάσι τε γὰρ ἀνδρῶν ἀγρίων, ἐν τοῖς δέκα ἔτεσιν ἐν οἷς ἐστρατήγησεν, ἐς χεῖρας ἦλθον, εἴ τις ὑφ᾽ ἓν τὰ μέρη συναγάγοι, τετρακοσίων πλείοσι, καὶ τούτων ἑκατὸν μὲν ἐζώγρησαν, ἑκατὸν δ᾽ ἐν τῷ πόνῳ κατέκανον. ἔθνη δὲ τετρακόσια καὶ πόλεις ὑπὲρ ὀκτακοσίας, τὰ μὲν ἀφιστάμενα σφῶν, τὰ δὲ προσεπιλαμβάνοντες, ἐκρατύναντο. πρὸ δὲ τοῦ Μαρίου καὶ Φάβιος Μάξιμος ὁ Αἰμιλιανός, ὀλίγην κομιδῇ στρατιὰν ἔχων, ἐπολέμησε τοῖς Κελτοῖς, καὶ δώδεκα μυριάδας αὐτῶν ἐν μιᾷ μάχῃ κατέκανε, πεντεκαίδεκα μόνους τῶν ἰδίων ἀποβαλών. καὶ ταῦτα μέντοι ἔπραξε πιεζόμενος ὑπὸ τραύματος ὑπογυίου, καὶ τὰ τάγματα ἐπιὼν καὶ παραθαρρύνων, καὶ διδάσκων ὅπως τοῖς βαρβάροις πολεμητέον, τὰ μὲν ἐπ᾽ ἀπήνης φερόμενος, τὰ δὲ καὶ βάδην χειραγωγούμενος.

    [3] Καῖσαρ δὲ πολεμήσας αὐτοῖς πρῶτον μὲν Ἑλουητίους καὶ Τιγυρίους ἀμφὶ τὰς εἴκοσι μυριάδας ὄντας ἐνίκησεν. οἱ Τιγύριοι δ᾽ αὐτῶν χρόνῳ ἔμπροσθεν Πίσωνος καὶ Κασσίου τινὰ στρατὸν ἑλόντες ὑπὸ ζυγὸν ἐξεπεπόμφεσαν, ὡς ἐν χρονικαῖς συντάξεσι δοκεῖ Παύλῳ τῷ Κλαυδίῳ. τοὺς μὲν οὖν Τιγυρίους ὑποστράτηγος αὐτοῦ Λαβιηνὸς ἐνίκησε, τοὺς δὲ ἄλλους ὁ Καῖσαρ, καὶ Τρικούρους ἀμύνοντας σφίσιν, ἔπειτα τοὺς μετ᾽ Ἀριοουίστου Γερμανούς, οἳ καὶ τὰ μεγέθη μείζους τῶν μεγίστων ὑπῆρχον καὶ τὸ ἦθος ἄγριοι καὶ τὴν τόλμαν θρασύτατοι, καὶ θανάτου καταφρονηταὶ δι᾽ ἐλπίδα ἀναβιώσεως, καὶ κρύος ὁμοίως ἔφερον θάλπει, καὶ πόᾳ ἐχρῶντο παρὰ τὰς ἀπορίας τροφῇ, καὶ ὁ ἵππος ξύλοις. ἦσαν δέ, ὡς ἔοικεν, οὐ φερέπονοι ἐν ταῖς μάχαις, οὐδὲ λογισμῷ ἢ ἐπιστήμῃ τινὶ ἀλλὰ θυμῷ χρώμενοι καθάπερ θηρία, διὸ καὶ ὑπὸ τῆς Ῥωμαίων ἐπιστήμης καὶ φερεπονίας ἡσσῶντο. οἱ μὲν γὰρ μετὰ ὁρμῆς βαρυτάτης ἐπεπήδων αὐτοῖς, καὶ ὅλην ὁμοῦ τὴν φάλαγγα ἀνεώθουν: Ῥωμαῖοι δ᾽ ὑπέμενον ἐν τάξει, καὶ κατεστρατήγουν αὐτούς, καὶ ὀκτακισμυρίους αὐτῶν τελευτῶντες ἀπέκτειναν.

    [4] μετὰ τούτους ὁ Καῖσαρ τοῖς καλουμένοις Βέλγαις ἐπιπεσὼν ποταμόν τινα περῶσι, τοσούτους ἀπέκτεινεν ὡς τὸν ποταμὸν γεφυρωθέντα τοῖς σώμασι περᾶσαι. Νέρβιοι δὲ αὐτὸν ἐτρέψαντο, ἄρτι στρατόπεδον ἐξ ὁδοιπορίας κατασκευάζοντι αἰφνιδίως ἐπιπεσόντες, καὶ παμπόλλους ἐφόνευσαν, τοὺς δὲ ταξιάρχας καὶ λοχαγοὺς ἅπαντας: καὶ αὐτὸν ἐκεῖνον ἐς λόφον τινὰ μετὰ τῶν ὑπασπιστῶν πεφευγότα περιέσχον κύκλῳ. ὑπὸ δὲ τοῦ δεκάτου τάγματος αὐτοῖς ἐξόπισθεν ἐπιπεσόντος ἐφθάρησαν, ἑξακισμύριοι ὄντες. ἦσαν δὲ τῶν Κίμβρων καὶ Τευτόνων ἀπόγονοι. ἐκράτησε δὲ καὶ Ἀλλοβρίγων ὁ Καῖσαρ. Οὐσιπετῶν δὲ καὶ Ταγχαρέων τεσσαράκοντα μυριάδες, στρατεύσιμοί τε καὶ ἀστράτευτοι, συνεκόπησαν. Σούκαμβροι δὲ πεντακοσίοις ἱππεῦσι τοὺς πεντακισχιλίους ἱππεῖς τοῦ Καίσαρος ἔτρεψαν, ἐξαίφνης ἐπιπεσόντες, καὶ δίκην ἔδοσαν ἡττηθέντες μετὰ ταῦτα.

    [5] ἐπέρασε καὶ τὸν Ῥῆνον πρῶτος Ῥωμαίων ὁ Καῖσαρ, καὶ ἐς τὴν Βρεττανίδα νῆσον, ἠπείρου τε μείζονα οὖσαν μεγίστης καὶ τοῖς τῇδε ἀνθρώποις ἄγνωστον ἔτι. ἐπέρασε δὲ κατὰ τὸν καιρὸν τῆς ἀμπώτεως: ἄρτι γὰρ τὸ πάθος ἥπτετο τῆς θαλάσσης, καὶ ὁ στόλος ἐσαλεύετο, ἠρέμα πρῶτον, εἶτα ὀξύτερον, μέχρι σὺν βιαίῳ τάχει διέπλευσεν ὁ Καῖσαρ ἐς τὴν Βρεττανίαν. ”

    “ ὅτι Ὀλυμπιάδων τοῖς Ἕλλησιν ἑπτὰ καὶ ἐνενήκοντα γεγενημένων, τῆς γῆς τῶν Κελτῶν οὐκ ἀρκούσης αὐτοῖς διὰ τὸ πλῆθος, ἀνίσταται μοῖρα Κελτῶν τῶν ἀμφὶ τὸν Ῥῆνον ἱκανὴ κατὰ ζήτησιν ἑτέρας γῆς: οἳ τό τε Ἄλπειον ὄρος ὑπερέβησαν, καὶ Κλουσίνοις, εὐδαίμονα γῆν ἔχουσι Τυρρηνῶν, ἐπολέμουν. οὐ πάλαι δὲ οἱ Κλουσῖνοι Ῥωμαίοις ἔνσπονδοι γεγονότες ἐπ᾽ αὐτοὺς κατέφυγον. καὶ οἱ Ῥωμαῖοι πρέσβεις συνέπεμψαν αὐτοῖς, Φαβίους τρεῖς, οἳ τοῖς Κελτοῖς ἔμελλον προαγορεύσειν ἀνίστασθαι τῆς γῆς ὡς Ῥωμαίων φίλης, καὶ ἀπειλήσειν ἀπειθοῦσιν. ἀποκριναμένων δὲ τῶν Κελτῶν ὅτι ἀνθρώπων οὐδένα δεδίασιν οὔτε ἀπειλοῦντα σφίσιν οὔτε πολεμοῦντα, χρῄζοντες δὲ γῆς οὔπω τὰ Ῥωμαίων πολυπραγμονοῦσιν, οἱ πρέσβεις οἱ Φάβιοι τοὺς Κλουσίνους ἐνῆγον ἐπιθέσθαι τοῖς Κελτοῖς τὴν χώραν λεηλατοῦσιν ἀπερισκέπτως. καὶ συνεκδημοῦντες αὐτοῖς ἀναιροῦσι τῶν Κελτῶν πολὺ πλῆθος ἐν προνομῇ, καὶ τὸν ἡγούμενον ἐκείνου τοῦ μέρους αὐτὸς ὁ Ῥωμαίων πρεσβευτὴς Κόιντος Φάβιος ἀνεῖλέ τε καὶ ἐσκύλευσε, καὶ τὰ ὅπλα φορῶν ἐπανῆλθεν ἐς Κλούσιον. ”

U. p. 349.



    “ ὅτι ὁ τῶν Κελτῶν βασιλεὺς Βρέννος, τῶν Φαβίων τῶν Ῥωμαίων πολλοὺς ἀνελόντων Κελτῶν, μὴ δεξάμενος τοὺς Ῥωμαίων πρέσβεις, ἐπὶ τούτοις πρέσβεις ἐπιλεξάμενος ἐς κατάπληξιν, οἳ Κελτῶν ἁπάντων μεγάλων τὰ σώματα ὄντων ὑπερέβαλλον, ἐξέπεμπεν ἐς Ῥώμην, αἰτιώμενος τοὺς Φαβίους ὅτι πρεσβεύοντες παρὰ τοὺς κοινοὺς νόμους ἐπολέμησαν. ᾔτει τε τοὺς ἄνδρας ἐς δίκην ἐκδότους οἱ γενέσθαι, εἰ μὴ θέλουσι Ῥωμαῖοι κοινὸν αὐτῶν εἶναι τὸ ἔργον. οἱ δὲ Ῥωμαῖοι συνεγίγνωσκον μὲν τοὺς Φαβίους ἁμαρτεῖν, αἰδοῖ δὲ οἴκου διαφέροντος χρήματα τοὺς Κελτοὺς πράξασθαι παρὰ σφῶν παρεκάλουν. οὐ πειθομένων δὲ χειροτονοῦσι τοὺς Φαβίους ἐπὶ τὴν ἐτήσιον ἀρχὴν χιλιάρχους, καὶ τοῖς πρεσβεύουσι τῶν Κελτῶν ἔφασαν οὐ δύνασθαι νῦν οὐδὲν ἐς τοὺς Φαβίους ἄρχοντας ἤδη. τοῦ δ᾽ ἐπιόντος ἔτους ἥκειν αὐτούς, ἂν ἔτι μηνίωσιν, ἐκέλευον. Βρέννος δὲ καὶ ὅσοι Κελτῶν ἦσαν ὑπ᾽ ἐκείνῳ, νομίσαντες ὑβρίσθαι καὶ χαλεπῶς ἐνεγκόντες ἐς τοὺς ἄλλους Κελτοὺς περιέπεμπον, ἀξιοῦντες αὐτοὺς συνεφάψασθαι τοῦδε τοῦ πολέμου. καὶ πολλῶν ἀφικομένων ἄραντες ἤλαυνον ἐπὶ τὴν Ῥώμην. ”

id. p. 350.



    “ ὁ δὲ ὑφίσταται γράμματα διοίσειν διὰ τῶν ἐχθρῶν ἐς τὸ Καπιτώλιον. ”

Suid. v. ὑφίσταται.



    “ ὅτι Καιδίκιος γράμμα φέρων ἀπὸ τῆς βουλῆς περὶ τῆς ὑπάτου ἀρχῆς, παρεκάλει τὸν Κάμιλλον μηδὲν ἐν τῷ παρόντι μηνῖσαι τῇ πατρίδι τῆς ζημίας. ὁ δὲ ἐπισχὼν αὐτὸν ἔτι λέγοντα εἶπεν, ‘οὐκ ἂν ηὐξάμην ἐπιποθῆσαί με Ῥωμαίους, εἰ τοιαύτην ἤλπισα τὴν ἐπιπόθησιν αὐτοῖς ἔσεσθαι. νῦν δὲ δικαιοτέραν εὐχὴν εὔχομαι, γενέσθαι τῇ πατρίδι χρήσιμος ἐς τοσοῦτον ἀγαθοῦ ἐς ὅσον κακοῦ περιελήλυθεν.’ ”

Val. p. 557.



    “ ὅτι Κελτοὶ μηδεμιᾷ μηχανῇ δυνηθέντες ἐπιβῆναι τῆς ἀκροπόλεως, ἠρέμουν ὡς λιμῷ τοὺς ἔνδον παραστησόμενοι. καί τις ἀπὸ τοῦ Καπιτωλίου κατέβαινεν ἱερεύς, ὄνομα Δόρσων, ἐπὶ ἐτήσιον δή τινα ἱερουργίαν ἐς τὸν τῆς Ἑστίας νεὼν στέλλων τὰ ἱερὰ διὰ τῶν πολεμίων, αἰδεσθέντων ἢ καταπλαγέντων αὐτοῦ τὴν τόλμαν ἢ τὴν εὐσέβειαν, ἢ τὴν ὄψιν ἱερὰν οὖσαν. ὁ μὲν δὴ κινδυνεύειν ὑπὲρ τῶν ἱερῶν ἑλόμενος ὑπ᾽ αὐτῶν ἐσώζετο τῶν ἱερῶν. καὶ τόδε φησὶν ὧδε γενέσθαι Κάσσιος ὁ Ῥωμαῖος. ”

id. ib.



    “ τοῦ δὲ οἴνου καὶ τῶν ἄλλων ἄδην ἐνεπίμπλαντο οἱ Κελτοί, τήν τε φύσιν ὄντες ἀκρατεῖς, καὶ χώραν ἔχοντες, ὅτι μὴ πρὸς δημητριακοὺς καρπούς, τῶν ἄλλων ἄγονον καὶ ἀφυᾶ. τά τε σώματα αὐτοῖς μεγάλα ὄντα καὶ τρυφηλὰ καὶ σαρκῶν ὑγρῶν μεστὰ ὑπὸ τῆς ἀδηφαγίας καὶ μέθης ἐς ὄγκον καὶ βάρος ἐξεχεῖτο, καὶ πρὸς δρόμους καὶ πόνους ἀδύνατα πάμπαν ἐγίγνετο: ὑπό τε ἱδρῶτος καὶ ἄσθματος, ὅπου τι δέοι κάμνειν, ἐξελύοντο ταχέως. ”

id. ib. et hinc Suid. v. ἄδην.



    “ οὓς γυμνοὺς ἐπεδείκνυε Ῥωμαίοις, ‘οὗτοί εἰσιν οἱ τὴν βοὴν βαρεῖαν ἱέντες ὑμῖν ἐν ταῖς μάχαις καὶ τὰ ὅπλα παταγοῦντες καὶ ξίφη μακρὰ καὶ κόμας αἰωροῦντες. ὧν τὸ ἄτολμον ὁρῶντες, καὶ τὸ σῶμα μαλακὸν καὶ ἄτονον, προσίεσθε τῷ ἔργῳ.’ ”

Suid. v. ἱέντες.



    “ τὸν δὲ δῆμον ἀπὸ τοῦ τείχους ὁρᾶν, καὶ τοῖς πονουμένοις ἑτέρους νεαλεῖς ἐπιπέμπειν ἀεί. οἱ δὲ Κελτοὶ κεκμηκότες ἀκμῆσι συμπλεκόμενοι ἔφευγον ἀτάκτως. ”

id. v. νεαλής.



    “ ὁ δὲ Κελτὸς ἀγανακτῶν καὶ λιφαιμῶν ἐδιωκε τὸν Οὐαλέριον, συγκαταπεσεῖν ἐπειγομενος: ὑπὸ δὲ τοὺς πόδας ἀναχωροῦντος ἀεὶ τοῦ Οὐαλερίου κατέπεσε πρηνὴς ὁ Κελτός. καὶ δεύτερον τοῦτο μονομάχιον ἐπὶ Κελτοῖς ἐμεγαλαύχουν οἱ Ῥωμαῖοι. ”

id. v. λιφαιμεῖ.



    “ ὅτι τὸ τῶν Σενόνων ἔθνος ἔνσπονδον ἦν Ῥωμαίοις, καὶ ἐμισθοφόρουν κατὰ Ῥωμαίων. ἡ δὲ βουλὴ πρέσβεις ἔπεμψεν ἐγκαλέσοντας ὅτι ὄντες ἔνσπονδοι μισθοφοροῦσι κατὰ Ῥωμαίων. τούτους Βριτόμαρις ὁ Κελτός, ἀγανακτῶν ὑπὲρ τοῦ πατρὸς ὅτι συμμαχῶν Τυρρηνοῖς ὑπὸ Ῥωμαίων ἐν τῷδε τῷ πολέμῳ διέφθαρτο, τά τε κηρύκεια φέροντας καὶ τὴν ἄσυλον ἐσθῆτα περικειμένους κατέτεμεν ἐς πολλά, καὶ τὰ μέρη τῶν σωμάτων διέρριψεν ἐς τὰ πεδία. καὶ τοῦ μύσους ὁ Κορνήλιος ἐν ὁδῷ πυθόμενος, ἐς τὰς Σενόνων πόλεις συντόνῳ σπουδῇ διὰ Σαβίνων καὶ Πικεντίνων ἐσβαλὼν ἅπαντα καθῄρει καὶ ἐνεπίμπρη, τῶν τε ἀνθρώπων τὰς μὲν γυναῖκας καὶ τὰ παιδία ἠνδραποδίζετο, τοὺς δὲ ἐν ἥβῃ πάντας ἔκτεινεν ὁμαλῶς, καὶ τὴν χώραν ἐλυμαίνετο ποικίλως καὶ ἄοικον ἐς τὸ λοιπὸν ἐποίει. Βριτόμαριν δὲ μόνον ἦγεν αἰχμάλωτον ἐπὶ λύμῃ. ὕστερον δὲ Σένονες οὐκ ἔχοντες ἔτι πατρίδας ἐς ἃς διαφύγωσι, συνέπεσον ἐς χεῖρας ὑπὸ τόλμης τῷ Δομετίῳ, καὶ ἡττώμενοι σφᾶς αὐτοὺς ὑπ᾽ ὀργῆς διεχρῶντο μανικῶς. καὶ δίκη μὲν ἥδε παρανομίας ἐς πρέσβεις ἐγένετο Σένοσιν. ”

U. p. 350.



    “ ὅτι οἱ Σαλύων δυνάσται, τοῦ ἔθνους ἡττηθέντος ὑπὸ Ῥωμαίων, ἐς Ἀλλόβριγας κατέφυγον. καὶ αὐτοὺς ἐξαιτοῦντες οἱ Ῥωμαῖοι στρατεύουσιν ἐπὶ τοὺς Ἀλλόβριγας οὐκ ἐκδιδόντας, ἡγουμένου σφῶν Γναίου Δομετίου. ᾧ παροδεύοντι τὴν τῶν Σαλύων ἐντυγχάνει πρεσβευτὴς Βιτοίτου βασιλέως τῶν Ἀλλοβρίγων, ἐσκευασμένος τε πολυτελῶς, καὶ δορυφόροι παρείποντο αὐτῷ κεκοσμημένοι καὶ κύνες: δορυφοροῦνται γὰρ δὴ καὶ πρὸς κυνῶν οἱ τῇδε βάρβαροι. μουσικός τε ἀνὴρ εἵπετο, βαρβάρῳ μουσικῇ τὸν βασιλέα Βιτοῖτον, εἶτ᾽ Ἀλλόβριγας, εἶτα τὸν πρεσβευτὴν αὐτὸν ἔς τε γένος καὶ ἀνδρείαν καὶ περιουσίαν ὑμνῶν: οὗ δὴ καὶ μάλιστα ἕνεκα αὐτοὺς οἱ τῶν πρεσβευτῶν ἐπιφανεῖς ἐπάγονται. ἀλλ᾽ ὁ μὲν συγγνώμην αἰτῶν τοῖς Σαλύων δυνάσταις ἀπέτυχεν. ”

id. p. 351.



    “ ὅτι τῶν Τευτόνων μοῖρα λῃστεύουσα πολύανδρος ἐς τὴν γῆν τῶν Νωρικῶν ἐσέβαλε, καὶ ὁ Ῥωμαίων ὕπατος Παπίριος Κάρβων δείσας μὴ ἐς τὴν Ἰταλίαν ἐσβάλοιεν, ἐφήδρευε τοῖς Ἀλπείοις, ᾗ μάλιστά ἐστιν ἡ διάβασις στενωτάτη. οὐκ ἐπιχειρούντων δ᾽ ἐκείνων αὐτὸς ἐπέβαινεν αὐτοῖς, αἰτιώμενος ἐς Νωρικοὺς ἐσβαλεῖν, Ῥωμαίων ξένους ὄντας: ἐποιοῦντο δ᾽ οἱ Ῥωμαῖοι ξένους, οἷς ἐδίδοσαν μὲν εἶναι φίλοις, ἀνάγκη δ᾽ οὐκ ἐπῆν ὡς φίλοις ἐπαμύνειν. οἱ μὲν δὴ Τεύτονες πλησιάζοντι τῷ Κάρβωνι προσέπεμπον ἀγνοῆσαί τε τὴν ἐς Ῥωμαίους Νωρικῶν ξενίαν, καὶ αὐτῶν ἐς τὸ μέλλον ἀφέξεσθαι: ὁ δ᾽ ἐπαινέσας τοὺς πρέσβεις, καὶ δοὺς αὐτοῖς ὁδῶν ἡγεμόνας, κρύφα τοῖς ἡγουμένοις ἐνετείλατο μακροτέραν αὐτοὺς περιάγειν. τῇ βραχυτέρᾳ δὲ αὐτὸς διαδραμών, ἀδοκήτως ἀναπαυομένοις ἔτι τοῖς Τεύτοσιν ἐμπεσών, ἔδωκε δίκην ἀπιστίας, πολλοὺς ἀποβαλών. τάχα δ᾽ ἂν καὶ πάντας ἀπώλεσεν, εἰ μὴ ζόφος καὶ ὄμβρος καὶ βρονταὶ βαρεῖαι, τῆς μάχης ἔτι συνεστώσης ἐπιπεσοῦσαι, διέστησαν αὐτοὺς ἀπ᾽ ἀλλήλων, καὶ ὁ ἀγὼν ὑπὸ τῆς ἄνωθεν ἐκπλήξεως διελύθη. σποράδες δὲ καὶ ὣς ἐς ὕλας οἱ Ῥωμαῖοι διαφυγόντες, τρίτῃ μόλις ἡμέρᾳ συνῆλθον. καὶ Τεύτονες ἐς Γαλάτας ἐχώρουν. ”

id. p. 352.



    “ ὁ δὲ τοῖς σώμασι τῶν Κίμβρων ἀψαυστεῖν ἐκέλευεν, ἕως ἡμέρα γένγται, πολύχρυσα εἶναι δοκῶν. ”

Suid. vv. ἀψαύστως et Κίμβρος.



    “ ὅτι ἔθνη δύο Τιγύριοι καὶ Ἑλουήτιοι ἐς τὴν Ῥωμαίων Κελτικὴν ἐσέβαλον, καὶ τούτων τὸν στόλον ὁ Καῖσαρ Γάϊος πυθόμενος διετείχισεν ὅσα περὶ Ῥοδανόν ἐστι ποταμὸν ἐς ἑκατὸν καὶ πεντήκοντα σταδίους μάλιστα. καὶ πρεσβευσαμένοις ἐπὶ διαπείρᾳ τοῖς πολεμίοις ὑπὲρ σπονδῶν ἐκέλευεν ὅμηρα δοῦναι καὶ χρήματα. ἀποκριναμένων δ᾽ εἰθίσθαι ταῦτα λαμβάνειν, οὐ διδόναι, βουλόμενος φθάσαι τὴν ὁμαιχμίαν αὐτῶν, ἐπὶ μὲν τοὺς Τιγυρίους ἐλάσσους ὄντας ἔπεμπε Λαβιηνόν, αὐτὸς δὲ ἐπὶ τοὺς Ἑλουητίους ἐχώρει, προσλαβὼν Γαλατῶν τῶν ὀρείων ἐς δισμυρίους. καὶ γίγνεται Λαβιηνῷ τὸ ἔργον εὐμαρές, ἀδοκήτοις Τιγυρίοις περὶ τὸν ποταμὸν ἐπιπεσόντι, καὶ τρεψαμένῳ καὶ σκεδάσαντι τοὺς πολλοὺς ἐν ἀσυνταξίᾳ. ”

U. p. 352.



    “ ὅτι Ἀριόουιστος, Γερμανῶν βασιλεὺς τῶν ὑπὲρ Ῥῆνον, ἐπιβαίνων τῆς πέραν Αἰδούοις ἔτι πρὸ τοῦ Καίσαρος ἐπολέμει φίλοις οὖσι Ῥωμαίων. τότε μὲν δή, τοῖς Ῥωμαίοις κελεύουσι πεισθείς, ἀνέζευζεν ἀπὸ τῶν Αἰδούων, καὶ φίλος ἠξίωσε Ῥωμαίοις γενέσθαι. καὶ ἐγένετο, ὑπατεύοντος αὐτοῦ Καίσαρος καὶ ψηφισαμένου. ”

id. p. 353.



    “ ὅτι Ἀριόουιστος ὁ Γερμανῶν βασιλεύς, φίλος γενόμενος Ῥωμαίων, ἐς λόγους ἦλθε τῷ Καίσαρι, καὶ διαχωρισθέντων ἀπ᾽ ἀλλήλων αὖθις συνελθεῖν ἐς λόγους ἠξίωσεν. τοῦ δὲ Καίσαρος οὐ συνελθόντος, ἀλλὰ τοὺς πρωτεύοντας Γαλατῶν ἀποστείλαντος, ἔδησε τοὺς πρέσβεις. καὶ ὁ Καῖσαρ ἐστράτευεν ἐπ᾽ αὐτὸν μετ᾽ ἀπειλῆς. δέος δ᾽ ἐμπίπτει τῷ στρατῷ κατὰ κλέος τῶν Γερμανῶν. ”

id. ib.



    “ ὅτι Οὐσιπέται, ἔθνος Γερμανικόν, καὶ Ταγχρέαι δοκοῦσι πρότεροι σφετέροις ἱππεῦσιν ὀκτακοσίοις τρέψασθαι τῶν Καίσαρος ἱππέων ἐς πεντακισχιλίους, ὁ δὲ Καῖσαρ αὐτοῖς πρεσβευομένοις ἐς αὐτὸν ἐπιθέσθαι, τοὺς πρέσβεις κατασχών, καὶ τὸ πάθος ἐκείνοις ἐς τέλος αἰφνίδιον οὕτω συνενεχθῆναι ὡς τεσσαράκοντα μυριάδας τούτων συγκοπῆναι. Κάτωνά τε ἐν Ῥώμῃ τῶν τις συγγραφέων φησὶ γνώμην ἐσενεγκεῖν, ἐκδοῦναι τοῖς βαρβάροις τὸν Καίσαρα ὡς ἐναγὲς ἔργον ἐς διαπρεσβευσαμένους ἐργασάμενον. ὁ δὲ Καῖσαρ ἐν ταῖς ἰδίαις ἀναγραφαῖς τῶν ἐφημέρων ἔργων φησὶ τοὺς Οὐσιπέτας καὶ Ταγχρέας κελευομένους ἐκπηδᾶν ἐς τὰ ἀρχαῖα σφῶν, φάναι πρέσβεις ἐς τοὺς ἐκβαλόντας Σουήβους ἀπεσταλκέναι καὶ τὰς ἀποκρίσεις αὐτῶν ἀναμένειν, καὶ ἐν ταῖσδε ταῖς διαπρεσβεύσεσιν ἐπιθέσθαι τοῖς ὀκτακοσίοις, καὶ παρ᾽ αὐτὸ τρέψαι τοὺς Ῥωμαίων πεντακισχιλίους. ἐπιπρεσβευομένων δ᾽ αὐτῶν καὶ περὶ τοῦ παρασπονδήματος ἀπολογουμένων, ὑποτοπήσας ἐνέδραν ὁμοίαν, ἐπιθέσθαι πρὸ τῶν ἀποκρίσεων. ”

id. ib.



    “ εὐθὺς ἠρέθιζον τοὺς Βρεττανοὺς παρορκῆσαι, ἔγκλημα ἔχοντας ὅτι σπονδῶν σφίσι γενομένων ἔτι παρῆν τὸ στρατόπεδον. ”

Suid. v. παρορκῆσαι.



    “ δείσας ὁ Καῖσαρ περὶ τῷ Κικέρωνι ὑπέστρεφεν εἰς τοὐπίσω. ”

id. v. δείσαντες.



    “ ὅτι ὁ Βριτόρης διέφθειρεν Αἰδούους Ῥωμαίων ἀποστῆναι, καὶ τοῦ Καίσαρος ὀνειδίσαντος αὐτοῖς φιλίαν ἔφασαν παλαιὰν ἐφθακέναι. ”

Mai, Scriptorum veterum nov. collect. t. 2 p. 367.