ἐκ τῆς Ἰταλικῆς
Συγγραφέας:
Ρωμαϊκά


ΑΠΟΣΠΑΣΜΑΤΑ


ΚΕΦΑΛΑΙΟΝ (;)

    “ Οὐολοῦσκοι δὲ τοῖς πταίσμασι τῶν γειτόνων οὐ καταπλαγέντες ἐστράτευον ἐπὶ Ῥωμαίους, καὶ ἐπολιόρκουν τοὺς αὐτῶν κληρούχους. ”

Suid. v. κληροῦχον.



    “ ὁ δὲ δῆμος τὸν Μάρκιον μετιόντα τὴν ὑπατείαν οὐκ ἐχειροτόνησεν, οὐ τὸν ἄνδρα ἀπαξιῶν, ἀλλὰ τὸ φρόνημα δεδιὼς αὐτοὺ. ”

id. v. ἀπαξιῶν.



    “ ο Μάρκιος πιμπράμενος ἐπὶ Ῥωμαίοις, φυγὴν καταδικασθείς, καὶ μικρὸν ἐς αὐτοὺς οὐδὲν ἐπινοῶν ἐς Οὐολούσκους ἐτράπετο. ”

id. v. πίμπραται.



    “ ὅτι πατρίδα καὶ γένος ἀλλαξάμενος ἥκοι, τὸ μηδὲν ἡγησάμενος, καὶ τὰ τῶν Οὐολούσκων ἀντὶ τῆς πατρίδος αἱρήσεσθαι βουληθείς. ”

id. v. ἀλλαξάμενος.



ΚΕΦΑΛΑΙΟΝ (;)

    [1] “ ὅτι τοῦ Μαρκίου φυγαδευθέντος καὶ ἐς Οὐολούσκους καταφυγόντος καὶ κατὰ Ῥωμαίων ἐκστρατεύσαντος καὶ τεσσαράκοντα σταδίους ἀποσχόντος ἀπὸ τοῦ ἄστεος καὶ στρατοπεδεύσαντος, ὁ δῆμος ἠπείλει τῇ βουλῇ παραδώσειν τὰ τείχη τοῖς πολεμίοις, εἰ μὴ πρεσβεύσοιντο περὶ διαλλαγῶν πρὸς Μάρκιον. ἡ δὲ μόλις ἐξέπεμψεν αὐτοκράτορας εἰρήνης πέρι Ῥωμαίοις πρεπούσης, οἳ προελθόντες ἐς τὸ Οὐολούσκων στρατόπεδον Μαρκίῳ μετὰ Οὐολούσκων ἀκροωμένῳ προύτειναν ἀμνηστίαν καὶ κάθοδον, εἰ καταλύσει τὸν πόλεμον, τῆς τε βουλῆς αὐτὸν ὑπεμίμνησκον ὡς οὐχ ἁμαρτούσης ἐς αὐτόν. ὁ δὲ πολλὰ τοῦ δήμου κατηγορήσας περὶ ὧν ἐς αὐτὸν καὶ Οὐολούσκους ἐξημαρτήκεσαν, ἐπηγγέλλετο ὅμως Οὐολούσκους αὐτοῖς διαλλάξειν, ἂν ἥν τε γῆν ἔχουσι Οὐολούσκων καὶ τὰς πόλεις ἀποδῶσι, καὶ ποιήσωνται πολίτας ὥσπερ Λατίνους. ἕως δ᾽ ἂν ἔχωσι τὰ τῶν κρατούντων οἱ κρατούμενοι, οὐχ ὁρᾶν τίνες αὐτοῖς ἔσονται διαλύσεις. ταῦτα μετοίσοντας ἀπέλυε τοὺς πρέσβεις, καὶ τριάκοντα ἡμέρας ἐς τὴν σκέψιν ἐδίδου. τραπεὶς δ᾽ ἐπὶ τοὺς ἄλλους Λατίνους ἑπτὰ πόλεις αὐτῶν εἷλε ταῖς τριάκοντα ἡμέραις, καὶ ἧκεν ἐπὶ τὰς ἀποκρίσεις.

    [2] οἱ δὲ ἀπεκρίναντο, ἐὰν ἐκ τῆς Ῥωμαίων γῆς ἀπαγάγῃ τὸν στρατόν, πέμψειν τοὺς συνθησομένους αὐτῷ τὰ πρέποντα. πάλιν δ᾽ ἀντειπόντος ἔπεμπον ἑτέρους δέκα δεησομένους μηδὲν ἀνάξιον ποιεῖν τῆς πατρίδος, μηδ᾽ ἐξ ἐπιτάγματος ἀλλ᾽ ἑκουσίους ἐᾶν γίγνεσθαι τὰς συνθήκας, αἰδούμενόν τε τὴν πατρίδα, καὶ τὸ τῶν προγόνων ἀξίωμα τιμῶντα τῶν ἐς αὐτὸν οὐχ ἁμαρτόντων. ὁ δὲ τοσοῦτον αὐτοῖς ἀπεκρίνατο, τριῶν ἄλλων ἡμερῶν ἥκειν βουλευσαμένους τι κάλλιον. οἱ μὲν δὴ τοὺς ἱερέας ἔπεμπον, ταῖς ἱεραῖς ἐσθῆσιν ἐσταλμένους, ταὐτὰ τοῦ Μαρκίου δεησομένους: ὁ δὲ καὶ τούτοις ἔφη δεῖν ἢ τὰ κελευόμενα ποιεῖν, ἢ μηδ᾽ αὖ ἀφικνεῖσθαι πρὸς αὐτόν. ἐς οὖν πολιορκίαν καθίσταντο, καὶ τὸ τεῖχος ἐπλήρουν λίθων καὶ βελῶν ὡς ἄνωθεν ἀμυνούμενοι Μάρκιον.

    [3] Οὐαλερία δ᾽ ἡ Ποπλικόλα θυγάτηρ πολλὰς ἀγομένη γυναῖκας ἐπί τε τὴν μητέρα τοῦ Μαρκίου Οὐετουρίαν καὶ ἐπὶ τὴν γυναῖκα Οὐολουμνίαν, πένθιμα ἠμφιεσμέναι πᾶσαι, καὶ τὰ παιδία ταῖς ἱκεσίαις ἐπιφέρουσαι, συνεξελθεῖν αὑταῖς πρὸς Μάρκιον ἠξίουν αὐτάς, καὶ δεηθῆναι φείσασθαι σφῶν τε αὐτῶν καὶ τῆς πατρίδος. αἱ μὲν δὴ τῆς βουλῆς ἐπιτρεπούσης ἐξῄεσαν, μόναι γυναῖκες, ἐς ἐχθρῶν στρατόπεδον: ὁ δὲ Μάρκιος θαυμάζων τῆς εὐτολμίας τὴν πόλιν, οἷα Ῥωμαίων ἐστὶ καὶ τὰ γύναια, προσιούσαις ἀπήντα, καὶ τὰς ῥάβδους καθῄρει καὶ τοὺς πελέκεας διὰ τὴν μητέρα, προσδραμών τε ἠσπάζετο, καὶ ἦγεν ἐπὶ τὸ συνέδριον τῶν Οὐολούσκων, καὶ λέγειν ἐκέλευσεν ὅ τι χρῄζοι.

    [4] ἡ δὲ συνηδικῆσθαι μὲν ἐξελαυνομένῳ τῆς πόλεως, μήτηρ οὖσα, ἔφη, ὁρᾶν δ᾽ ὅτι Ῥωμαῖοι πολλὰ πρὸς αὐτοῦ πεπόνθασιν ἤδη καὶ τίσιν ἔτισαν ἱκανήν, ὧν χώρα τε τοσαύτη διέφθαρται καὶ πόλεις ἀπολώλασι πολλαί, καὶ τὸ Ῥωμαίοις ἔσχατον, παρακαλοῦσι καὶ πρέσβεις πέμπουσιν ὑπάτους καὶ ἱερέας καὶ μητέρα καὶ γυναῖκα, τό τε ἀδίκημα ἰῶνται ἀμνηστίᾳ καὶ καθόδῳ. ‘σὺ δὲ μὴ ἀνιάτῳ κακῷ τὸ κακὸν ἰῶ, μηδὲ συμφοραῖς ἐπιχείρει κοιναῖς αὐτοῦ τε σοῦ καὶ τῶν ἀδικούντων. ποῖ φέρων οἴσεις τὸ πῦρ; μετὰ τὴν χώραν ἐπὶ τὴν πόλιν; μετὰ τὴν πόλιν ἐπὶ τὴν ἑστίαν τὴν σήν; μετὰ τὴν ἑστίαν ἐπὶ τὰ ἱερά; δὸς χάριν, ὦ παῖ, κἀμοὶ καὶ τῇ πατρίδι παρακαλούσαις.’ ἡ μὲν δὴ τοσαῦτα εἶπεν, ὁ δὲ Μάρκιος οὐκ εἴα πατρίδα καλεῖν τὴν ἐκβαλοῦσαν ἀλλὰ τὴν ὑποδεδεγμένην: οὐδὲν γὰρ εἶναι φίλιον, ἂν ἀδικῇ, οὐδὲ ἐχθρὸν εὖ ποιοῦν: καὶ τὸ τῶν παρόντων ἐκέλευεν ὁρᾶν, πίστιν τε δόντων αὐτῷ καὶ λαβόντων, καὶ πολίτην πεποιημένων καὶ στρατηγὸν ἀποφηνάντων καὶ τὰ ἴδια ἐπιτρεψάντων. τιμάς τε ὅσων ἠξίωτο, καὶ ὅρκους οὓς ὤμοσεν αὐτοῖς, ἐπεξῄει, καὶ παρεκάλει τὴν μητέρα τοὺς αὐτοὺς ἐκείνοις τίθεσθαι πολεμίους καὶ φίλους.

    [5] ἡ δὲ ἔτι λέγοντος ἀγανακτήσασα καὶ τὰς χεῖρας ἐς τὸν οὐρανὸν ἀνασχοῦσα, θεοὺς γενεθλίους ἐμαρτύρατο δύο μὲν ἤδη πρεσβείας γυναικῶν ἀπὸ Ῥώμης ἐν μεγάλοις ἐστάλθαι κακοῖς, ἐπὶ Τατίου βασιλέως καὶ Γαΐου Μαρκίου, τούτοιν δὲ Τάτιον μέν, ὄντα ξένον καὶ ἀληθῆ πολέμιον, ἐνδοῦναι ταῖς γυναιξὶν αἰδούμενον, Μάρκιον δ᾽ ὑπερορᾶν πρεσβείας γυναικῶν τοσῶνδε, καὶ τῆς γεγαμημένης καὶ μητρὸς ἐπὶ ταύταις. ‘ἄλλη μὲν οὖν,’ ἔφη, ‘μηδεμία μήτηρ, ἀτυχοῦσα παιδός, ἐς ἀνάγκην ἀφίκοιτο προσπεσεῖν αὐτῷ: ἐγὼ δὲ καὶ τοῦτο ὑφίσταμαι: προκυλίσομαί σου.’ καὶ λέγουσα ἐς τὸ ἔδαφος ἑαυτὴν ἐρρίπτει. ὁ δὲ ἐδάκρυσέ τε καὶ ἀνεπήδα καὶ ἀντείχετο αὐτῆς, ὑπό τε τοῦ πάθους ἐξεφώνησε, ‘νικᾷς, ὦ μῆτερ, ἀλλὰ νίκην ἐξ ἧς τὸν υἱὸν ἀπολεῖς.’ ταῦτα εἰπὼν ἀπῆγε τῆν στρατιὰν ὡς λόγον ἀποδώσων Οὐολούσκοις καὶ τὰ ἔθνη συναλλάξων: ἐλπίς τε ἦν ὅτι καὶ ταῦτα πείσει Οὐολούσκους. κατελεύσθη δὲ φθονούμενος παρὰ τοῦ στρατηγοῦ Ἀττίου. ”

U. p. 335.



    “ ὁ δὲ Μάρκιος ἀντιλέγειν μὲν πρὸς οὐδὲ ἓν αὐτῶν ἐδικαίου. ”

Suid. v. ἐδικαίου.



    “ ἐλεεινοὶ τοῦ πάθους, ἀξιέπαινοι τῆς ἀρετῆς γενόμενοι. μέγα γὰρ τοῦτο Ῥωμαίοις πάθος ἐγένετο καὶ πλήθους ἕνεκα καὶ ἀξιώματος εὐγενοῦς οἴκου καὶ πανωλεθρίας. καὶ τὴν ἡμέραν ἀποφράδα τίθενται. ”

Suid. vv. ἐλεεινός et ἀποφράδες ἡμέραι.



    “ τῷ δὲ στρατηγῷ στρατὸς ἦν δυσπειθὴς ὑπὸ μνησικακίας, ἐθελοκάκως τε ἠγωνίζοντο, καὶ ἔφευγον ἐπιδησάμενοι τὰ σώματα ὡς τετρωμένοι, καὶ τὰς σκηνὰς διέλυον, καὶ ἀναχωρεῖν ἐπεχείρουν, ἀπειρίαν ἐπικαλοῦντες τῷ στρατηγῷ. ”

id. v. ἐθελοκάκως.



ΚΕΦΑΛΑΙΟΝ (;)

    [1] “ ὅτι σημειων γενομενων ἐκ Διὸς ἀηδῶν μετὰ τὴν Οὐηιεντίας ἅλωσιν, οἱ μάντεις ἔλεγον ἐκλειφθῆναί τινα πρὸς εὐσέβειαν, καὶ ὁ Κάμιλλος ἀνήνεγκεν ὅτι τὴν δεκάτην τῆς λείας ἐκλάθοιτο τῷ θεῷ τῷ χρήσαντι περὶ τῆς λίμνης ἐξελέσθαι. ἡ μὲν οὖν βουλὴ τοὺς λαβόντας ὁτιοῦν ἐκ τῆς Οὐηιέντης ἐκέλευσεν ἀποτιμήσασθαι καθ᾽ αὑτοὺς καὶ σὺν ὅρκῳ τὸ δέκατον εἰσενεγκεῖν, ὑπὸ δὲ εὐσεβείας οὐκ ὤκνησε καὶ τῆς γῆς ἤδη πεπραμένης, ὡς λαφύρου, τὸ δέκατον ἀναθεῖναι. κρατήρ τε ἀπὸ τῶνδε τῶν χρημάτων ἐν Δελφοῖς ἔκειτο χρύσεος ἐπὶ χαλκῆς βάσεως ἐν τῷ Ῥωμαίων καὶ Μασσαλιητῶν θησαυρῷ, μέχρι τὸν μὲν χρυσὸν Ὀνόμαρχος ἐν τῷ Φωκικῷ πολέμῳ κατεχώνευσε, κεῖται δ᾽ ἡ βάσις.

    [2] αὐτὸν δὲ Κάμιλλον ἐν τῷ δήμῳ τις ἐδιωκεν ὡς αἴτιον γεγονότα τῇ πόλει φασμάτων καὶ τεράτων χαλεπῶν, καὶ ὁ δῆμος ἐκ πολλοῦ τὸν ἄνδρα ἀποστρεφόμενος ἐζημίωσε πεντήκοντα μυριάσιν, οὐκ ἐπικλασθεὶς οὐδ᾽ ὅτι πρὸ τῆς δίκης αὐτῷ παῖς ἐτεθνήκει. τὰ μὲν οὖν χρήματα οἱ φίλοι συνεισήνεγκαν, ἵνα μὴ ὑβρισθείη τὸ σῶμα τοῦ Καμίλλου: αὐτὸς δὲ βαρυθυμῶν ἐς τὴν Ἀρδεατῶν πόλιν μετῴκησεν, εὐξάμενος τὴν Ἀχίλλειον εὐχήν, ἐπιποθῆσαι Ῥωμαίους Κάμιλλον ἐν καιρῷ. καὶ ἀπήντησεν αὐτῷ καὶ τόδε οὐ πολὺ ὕστερον: Κελτῶν γὰρ τὴν πόλιν καταλαβόντων ὁ δῆμος ἐπὶ Κάμιλλον κατέφυγε καὶ δικτάτορα αὖθις εἵλετο, ὡς ἐν ταῖς Κελτικαῖς πράξεσι συγγέγραπται. ”

Val. p. 546.



    “ ὅτι Μάρκος Μάλλιος εὐπατρίδης, Κελτῶν ἐπελθόντων τῇ Ῥώμῃ, ταύτην περιέσωσε καὶ τιμῶν μεγίστων ἠξιώθη. ὕστερον δὲ πρεσβύτην πολλάκις ἐστρατευμένον ἀγόμενον ἐς δουλείαν ὑπὸ τοῦ δανειστοῦ γνωρίσας, ἀπέδωκε τὸ χρέος ὑπὲρ αὐτοῦ, καὶ ἐπὶ τῷδε εὐφημούμενος πᾶσιν ἠφίει τοῖς ἑαυτοῦ χρήσταις τὰ ὀφλήματα. προϊὼν δὲ τῇ δόξῃ καὶ ὑπὲρ ἄλλων ἀπεδίδου. καὶ ταῖς δημοκοπίαις ἐπαιρόμενος ἐβούλευσεν ἤδη χρεῶν ἀποκοπὰς κοινάς, ἢ τὸν δῆμον ἠξίου τοῖς δανείσασιν ἀποδοῦναι, τὴν γῆν ἐς τοῦτο ἀποδόμενον ἔτι οὖσαν ἀνέμητον. ”

Val. p. 549.