Ἀπολογία (Apologia)
Συγγραφέας:
Απολογία για την ανάληψη και άσκηση δημόσιου λειτουργήματος στο τέλος της ζωής του, πράγμα, που ήταν αντίθετο με αυτά που υποστήριξε σε προηγούμενο έργο του: «Περὶ τῶν ἐπὶ μισθῷ συνόντων».

Henry George Liddell, Robert Scott, A Greek-English Lexicon


1 Πάλαι σκοπῶ πρὸς ἐμαυτόν, ὦ καλε Σαβῖνε, ἅτινά σοι εἰκὸς ἐπελθεῖν εἰπεῖν ἀναγνόντι ἡμῶν τὸ περὶ τῶν ἐπὶ μισθῷ συνόντων βιβλίον· ὅτι μὲν γὰρ οὐκ ἀγελαστὶ διεξῄεις αὐτὸ καὶ πάνυ μοι πρόδηλον. ἃ δὲ μεταξὺ καὶ ἐπὶ πᾶσιν ὑπὸ σοῦ ἐλέγετο, ταῦτα νῦν ἐφαρμόττειν ζητῶ τοῖς ἀνεγνωσμένοις. εἰ τοίνυν μὴ κακὸς ἐγὼ μαντικήν, δοκῶ μοι ἀκούειν σου λέγοντος· εἶτά τις αὐτὸς ταῦτα γεγραφὼς καὶ κατηγορίαν οὕτω δεινὴν κατὰ τοῦ τοιουτου βίου διεξελθών, ἔπειτα πάντων ἐκλαθόμενος, ὀστράκου, φησί, μεταπεσόντος ἑκὼν ἑαυτὸν φέρων ἐς δουλείαν οὕτω περιφανῆ καὶ περίβλεπτον ἐνσέσεικε; πόσοι Μίδαι καὶ Κροῖσοι καὶ Πακτωλοὶ ὅλοι μετέπεισαν αὐτὸν ἀφεῖναι μὲν τὴν ἐκ παίδων φίλην καὶ σύντροφον ἐλευθερίαν, πρὸς αὐτῷ δὲ ἤδη τῷ Αἰακῷ γενόμενον καὶ μονονουχὶ τὸν ἕτερον πόδα ἐν τῷ πορθμείῳ ἔχοντα παρέχειν ἑαυτὸν ἕλκεσθαι καὶ σύρεσθαι καθάπερ ὑπὸ κλοιῷ τινι χρυσῷ τὸν αὐχένα δεθέντα; οἷά ἐστι τῶν τρυφώντων πλουσίων τὰ σφιγγία καὶ τὰ κουράλλια; πολλὴ γοῦν ἡ διαφωνία τοῦ νῦν βίου πρὸς τὸ σύγγραμμα, καὶ τὸ ἄνω τοὺς ποταμοὺς χωρεῖν καὶ ἀνεστράφθαι τὰ πάντα καὶ παλινῳδεῖν πρὸς τὸ χεῖρον τοῦτ᾽ ἂν εἴη οὐχ ὑπὲρ Ἑλένης μὰ Δί᾽ οὐδ᾽ ὑπὲρ τῶν ἐπ᾽ Ἰλίῳ γενομένων, ἀλλ᾽ ἔργῳ ἀνατρεπομένων τῶν λόγων, καλῶς πρότερον εἰρῆσθαι δοκούντων.
2 Ταῦτα μὲν πρὸς ἑαυτόν, ὡς τὸ εἰκός, λέλεκταί σοι. ἐπάξεις δὲ ἴσως καὶ πρὸς αὐτὸν ἐμὲ ξυμβουλήν τινα τοιαύτην οὐκ ἄκαιρον, ἀλλὰ φιλικὴν καὶ οἵῳ σοι χρηστῷ καὶ φιλοσόφῳ ἀνδρὶ πρέπουσαν. ἢν μὲν οὖν κατ᾽ ἀξίαν ὑποδὺς τὸ σὸν πρόσωπον ὑποκρίνωμαι, εὖ ἂν ἡμῖν ἔχοι καὶ τῷ Λογίῳ θύσομεν: εἰ δὲ μή, ἀλλὰ σὺ προσθήσεις τὰ ἐνδέοντα. ὥρα τοίνυν μετασκευάσαντας ἡμᾶς τὴν σκηνὴν ἐμὲ μὲν σιωπᾶν καὶ ἀνέχεσθαι τεμνόμενον καὶ καιόμενον, εἰ δέοι, ἐπὶ σωτηρίᾳ, σὲ δὲ ἐπιπάττειν τῶν φαρμάκων καὶ τὴν σμίλην ἅμα πρόχειρον ἔχοντα καὶ τὸ καυτήριον διάπυρον: καὶ δὴ παραλαβὼν τὴν ῥήτραν σὺ ταῦτα πρός με ὁ Σαβῖνος ἤδη λέγεις.
3 Πάλαι μέν, ὦ φιλότης, ὡς εἰκός, εὐδοκίμηταί σοι τουτὶ τὸ σύγγραμμα καὶ ἐν πολλῷ πλήθει δειχθέν, ὡς οἱ τότε ἀκροασάμενοι διηγοῦντο, καὶ ἰδίᾳ παρὰ τοῖς πεπαιδευμένοις, ὁπόσοι ὁμιλεῖν αὐτῷ καὶ διὰ χειρὸς ἔχειν ἠξίωσαν· ἥ τε γὰρ τῶν λόγων παρασκευὴ οὐ μεμπτὴ καὶ ἡ ἱστορία πολλὴ καὶ ἐμπειρία τῶν πραγμάτων καὶ ὅτι ἕκαστα σαφῶς ἐλέγετο, καὶ τὸ μέγιστον, ὅτι χρήσιμα πᾶσιν ἦν, καὶ μάλιστα τοῖς πεπαιδευμένοις, ὡς μὴ ὑπ᾽ ἀγνοίας σφᾶς αὐτοὺς εἰς δουλείαν ὑπάγοιεν. ἐπεὶ δέ σοι μετέδοξε βελτίω ταῦτα εἶναι καὶ τὴν μὲν ἐλευθερίαν μακρὰ χαίρειν ἐᾶν, ζηλῶσαι δὲ τὸ ἀγεννέστατον ἐκεῖνο ἰαμβεῖον<br

ὅπου τὸ κέρδος, παρὰ φύσιν δουλευτέον,

ὅρα ὅπως μηδεὶς ἔτι ἀκούσεταί σου ἀναγινώσκοντος αὐτό, ἀλλὰ μηδὲ ἄλλῳ παράσχῃς τῶν τὸν παρόντα σου βίον ὁρώντων ἐπελθεῖν τὰ γεγραμμένα, εὔχου δὲ Ἑρμῇ τῷ χθονίῳ καὶ τῶν ἀκηκοότων πρότερον πολλὴν λήθην κατασκεδάσαι, ἢ δόξεις τῷ τοῦ Κορινθίου μύθου ταὐτόν τι πεπονθέναι, κατὰ σαυτοῦ ὁ Βελλεροφόντης γεγραφὼς τὸ βιβλίον· μὰ γὰρ τὸν Δί᾽ οὐχ ὁρῶ τὴν ἀπολογίαν, ἥτις ἂν εὐπρόσωπός σοι γένοιτο πρὸς τοὺς κατηγοροῦντας, καὶ μάλιστα, ἢν σὺν γέλωτι αὐτὸ ποιῶσιν ἐπαινοῦντες μὲν τὰ γεγραμμένα καὶ τὴν ἐν αὐτοῖς ἐλευθερίαν, αὐτὸν δὲ τὸν συγγραφέα δουλεύοντα ὁρῶντες καὶ ἑκόντα ὑποτιθέντα τὸν αὐχένα τῷ ζυγῷ.
4 Οὐκ ἀπεικότα γοῦν λέγοιεν ἄν, εἰ λέγοιεν ἤτοι ἄλλου του γενναίου ἀνδρὸς εἶναι τὸ βιβλίον καὶ σὲ τὸν κολοιὸν ἀλλοτρίοις πτεροῖς ἀγαλλεσθαι, ἢ εἴπερ σόν ἐστιν, ὅμοιά σε τῷ Σαλαίθῳ ποιεῖν, ὃς πικρότατον κατὰ μοιχῶν τοῖς Κροτωνιάταις νόμον θεὶς καὶ θαυμαζόμενος ἐπ᾽ αὐτῷ μετὰ μικρὸν αὐτὸς ἑάλω μοιχεύων τοῦ ἀδελφοῦ τὴν γυναῖκα. Περὶ πόδα τοίνυν καὶ σὲ τὸν Σάλαιθον ἐκεῖνον εἶναι φαίη τις ἄν: μᾶλλον δὲ πολὺ μετριώτερος ἐκεῖνος, ἔρωτι μὲν ἁλούς, ὡς ἔφασκεν ἀπολογούμενος, ἑκὼν δὲ μάλα εὐψύχως ἐς τὸ πῦρ ἁλλόμενος, καίτοι ἐλεούντων αὐτὸν ἤδη Κροτωνιατῶν καὶ ἐνδιδόντων φυγεῖν, εἰ βούλοιτο. Τὸ δὲ σὸν οὐ παρὰ μικρὸν ἀτοπώτερον, ἀκριβοῦντος μὲν ἐν τοῖς λόγοις τὴν τοῦ τοιούτου βίου δουλοπρέπειαν καὶ κατηγοροῦντος, εἴ τις εἰς πλουσίου τινὸς ἐμπεσὼν καὶ καθείρξας ἑαυτὸν ἀνέχοιτο μυρία τὰ δυσχερῆ πάσχων καὶ ποιῶν, ἐν γήρᾳ δὲ ὑστάτῳ καὶ σχεδὸν ἤδη ὑπὲρ τὸν οὐδὸν οὕτως ἀγεννῆ λατρείαν ἐπανῃρημένου καὶ μονονουχὶ καὶ ἐμπομπεύοντος αὐτῇ· ὅσῳ γοῦν πᾶσιν ἐπισημότερος εἶναι δοκεῖς, τοσούτῳ καταγελαστότερος ἂν δόξειας εἶ ναι, ἀντιφωνοῦντος τοῦ νῦν βίου τῷ βιβλίῳ.
5 Καίτοι τί δεῖ καινὴν ἐπὶ σὲ κατηγορίαν ζητεῖν μετὰ τὴν θαυμαστὴν τραγῳδίαν λέγουσαν μισῶ σοφιστήν, ὅστις οὐχ αὑτῷ σοφός;[1] οὐκ ἀπορήσουσι δὲ οἱ κατηγοροῦντες καὶ ἄλλων παραδειγμάτων ἐπὶ σέ, ἀλλ᾽ οἱ μὲν τοῖς τραγικοῖς ὑποκριταῖς εἰκάσουσιν, οἳ ἐπὶ μὲν τῆς σκηνῆς Ἀγαμέμνων ἕκαστος αὐτῶν ἢ Κρέων ἢ αὐτὸς Ἡρακλῆς εἰσιν, ἔξω δὲ Πῶλος ἢ Ἀριστόδημος ἀποθέμενοι τὰ προσωπεῖα γίγνονται ὑπόμισθοι τραγῳδοῦντες, ἐκπίπτοντες καὶ συριττόμενοι, ἐνίοτε δὲ καὶ μαστιγούμενοί τινες αὐτῶν, ὡς ἂν τῷ θεάτρῳ δοκῇ· ἄλλοι δὲ τὸ τοῦ πιθήκου πεπονθέναι σε φήσουσιν, ὃν Κλεοπάτρᾳ τῇ πάνυ φασὶ γενέσθαι· ἐκεῖνον γὰρ διδαχθέντα τέως μὲν ὀρχεῖσθαι πάνυ κοσμίως καὶ ἐμμελῶς καὶ ἐπὶ πολὺ θαυμάζεσθαι μένοντα ἐν τῷ σχήματι καὶ τὸ πρέπον φυλάττοντα καὶ τοῖς ᾄδουσι καὶ αὐλοῦσι συγκινούμενον ὑμέναιον, ἐπεὶ δὲ εἶδεν ἰσχάδας, οἶμαι, ἢ ἀμύγδαλον πόρρω κειμένην, μακρὰ χαίρειν φράσαντα τοῖς αὐλοῖς καὶ ῥυθμοῖς καὶ ὀρχήμασι συναρπάσαντα κατατρώγειν, ἀπορρίψαντα, μᾶλλον δὲ συντρίψαντα τὸ πρόσωπον.
6 Καὶ σὺ τοίνυν, φαῖεν ἄν, οὐχ ὑποκριτής, ἀλλὰ ποιητὴς τῶν καλλίστων καὶ νομοθέτης γενόμενος ὑπὸ ταυτησὶ τῆς ἰσχάδος παραφανείσης ἠλέγχθης πίθηκος ὢν καὶ ἀπ᾽ ἄκρου χείλους φιλοσοφῶν καὶ ἕτερα μὲν κεύθων ἐνὶ φρεσίν, ἄλλα δὲ λέγων, ὡς εἰκότως ἄν τινα ἐπὶ σοῦ εἰπεῖν ὅτι ἃ λέγεις καὶ ἐφ᾽ οἷς ἐπαινεῖσθαι ἀξιοῖς, [2]. Τοιγαροῦν παρὰ πόδας εὐθὺς ἔτισας δίκην, προπετῶς μὲν θρασυνάμενος πρὸς τὰς ἀνθρώπων χρείας, μετὰ μικρὸν δὲ μονονουχὶ ὑπὸ κήρυξιν ἐξομοσάμενος τὴν ἐλευθερίαν. Καὶ ἐῴκει ἡ Ἀδράστεια τότε κατόπιν ἐφεστῶσά σοι εὐδοκιμοῦντι ἐφ᾽ οἷς κατηγόρεις τῶν ἄλλων, καταγελᾶν ὡς ἂν θεὸς εἰδυῖα τὴν μέλλουσάν σοι ἐς τὰ ὅμοια μεταβολὴν καὶ ὅτι οὐκ εἰς τὸν κόλπον πτύσας πρότερον ἠξίους κατηγορεῖν τῶν διὰ ποικίλας τινὰς τύχας τοιαῦτα πράττειν ὑπομενόντων.
7 Εἰ γοῦν ὑποθεῖτό τις τῷ λόγῳ τὸν Αἰσχίνην μετὰ τὴν κατὰ τοῦ Τιμάρχου κατηγορίαν αὐτὸν ἁλῶναι καὶ φωραθῆναι τὰ ὅμοια πάσχοντα, πόσον ἂν οἴει παρὰ τῶν ὁρώντων γενέσθαι τὸν γέλωτα, εἰ Τίμαρχον μὲν ηὔθυνεν ἐπὶ τοῖς καθ᾽ ὥραν ἡμαρτημένοις, αὐτὸς δὲ γέρων ἤδη τοιαῦτα εἰς ἑαυτὸν παρενόμει; τὸ δ᾽ ὅλον ἐκείνῳ τῷ φαρμακοπώλῃ ἔοικας, ὃς ἀποκηρύττων βηχὸς φάρμακον καὶ αὐτίκα παύσειν τοὺς πάσχοντας ὑπισχνούμενος αὐτὸς μεταξὺ σπώμενος ὑπὸ βηχὸς ἐφαίνετο.
8 ταῦτα μὲν καὶ τὰ τοιαῦτα πολλὰ ἕτερα εἴποι τις ἂν οἷος σὺ κατηγορῶν ἐν οὕτως ἀμφιλαφεῖ τῇ ὑποθέσει καὶ μυρίας τὰς ἀφορμὰς παρεχομένῃ· ἐγὼ δὲ ἤδη σκοπῶ ἥντινα καὶ τράπωμαι πρὸς τὴν ἀπολογίαν. ἆρά μοι κράτιστον, ἐθελοκακήσαντα καὶ τὰ νῶτα ἐπιστρέψαντα καὶ ἀδικεῖν οὐκ ἀρνούμενον ἐπὶ τὴν κοινὴν ἐκείνην ἀπολογίαν καταφυγεῖν — λέγω δὲ τὴν Τύχην καὶ Μοῖραν καὶ Εἱμαρμένην — καὶ παραιτεῖσθαι συγγνώμην ἔχειν μοι τοὺς ἐπιτιμῶντας εἰδότας ὡς οὐδενὸς ἡμεῖς κύριοι, ἀλλ᾽ ὑπό τινος κρείττονος, μᾶλλον δὲ μιᾶς τῶν προειρημένων ἀγόμεθα οὐχ ἑκόντες, ἀλλ᾽ ἀναίτιοι παντάπασιν ἄντες ὧν λέγομεν ἢ ποιοῦμεν; ἢ τοῦτο μὲν κομιδῇ ἰδιωτικόν, καὶ οὐδ᾽ ἂν σύ με, ὦ φιλότης, ἀνάσχοιο τοιαύτην ἀπολογίαν προισχόμενον καὶ συνήγορον τὸν Ὅμηρον παραλαμβάνοντα καὶ τὰ ἐκείνου ἔπη ῥαψῳδοῦντα,

μοῖραν δ᾽ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν
καὶ τό
γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ.

9 Εἰ δὲ τοῦτον ἀφεὶς τὸν λόγον ὡς οὐ πάνυ ἀξιόπιστον ἐκεῖνο λέγοιμι, μήτε ὑπὸ χρημάτων μήτε ὑπ᾽ ἄλλης τινὸς ἐλπίδος τοιαύτης δελεασθεὶς ὑποστῆναι τὴν παροῦσαν συνουσίαν, ἀλλὰ τὴν σύνεσιν καὶ ἀνδρείαν καὶ μεγαλόνοιαν τοῦ ἀνδρὸς θαυμάσας ἐθελῆσαι κοινωνῆσαι πράξεων τῷ τοιούτῳ, δέδοικα μὴ πρὸς τῇ ἐπιφερομένῃ κατηγορίᾳ κολακείας αἰτίαν προσλαβὼν κᾆτα εὑρίσκωμαι[3]καὶ μείζονί γε τὸν σμικρότερον, ὅσῳ κολακεία τῶν ἄλλων ἁπάντων κακῶν τὸ δουλοπρεπέστατον εἶναι καὶ ταύτῃ χείριστον νενόμισται.
10 τί οὖν ἄλλο, εἰ μήτε ταῦτα μήτε ἐκεῖνα λέγειν δοκεῖ, ὑπόλοιπόν ἐστιν ἢ ὁμολογεῖν μηδὲ ἓν ὑγιὲς εἰπεῖν ἔχειν; μία μοι ἴσως ἐκείνη ἄγκυρα ἔτι ἄβροχος, ὀδύρεσθαι τὸ γῆρας καὶ τὴν νόσον καὶ μετὰ τούτων τὴν πενίαν πάντα ποιεῖν καὶ πάσχειν ἀναπείθουσαν, ὡς ἐκφύγοι τις αὐτήν: καὶ ἐν τῷ τοιούτῳ οὐκ ἄκαιρον ἴσως καὶ τὴν τοῦ Εὐριπίδου Μήδειαν παρακαλέσαι παρελθοῦσαν εἰπεῖν ὑπὲρ ἐμοῦ ἐκεῖνα τὰ ἰαμβεῖα μικρὸν αὐτὰ παρῳδήσασαν· καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, πενία δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων. τὸ μὲν γὰρ τοῦ Θεόγνιδος κἂν ἐγὼ μὴ λέγω, τίς οὐκ οἶδεν, οὐκ ἀπαξιοῦντος, καὶ ἐς βαθυκήτεα πόντον σφᾶς αὐτοὺς ῥιπτεῖν καὶ κατὰ κρημνῶν γε ἠλιβάτων, εἰ μέλλει τις οὕτως ἀποδράσεσθαι τὴν πενίαν;
11 Ταῦτα μὲν εἶναι δοκεῖ, ἅ τις ἂν ὡς ἐν τοιούτῳ ἀπολογήσασθαι ἔχοι, οὐ πάνυ εὐπρόσωπον ἕκαστον αὐτῶν. σὺ δέ μοι θάρρει, ὦ ἑταῖρε, ὡς οὐδενὶ τούτων ἐμοῦ χρησομένου· μὴ γὰρ τοσοῦτός ποτε λιμὸς καταλάβοι τὸ Ἄργος, ὡς τὴν Κυλλάραβιν σπείρειν ἐπιχειρεῖν: οὐδ᾽ ἡμεῖς οὕτω πένητες εὐλόγου ἀπολογίας ὡς ὑπὸ ἀπορίας τὰ τοιαῦτα κρησφύγετα πρὸς τὴν κατηγορίαν ζητεῖν. ἀλλά μοι ἐκεῖνο ἐννόησον, ὡς πάμπολυ διαφέρει, ἐς οἰκίαν τινὸς πλουσίου ὑπόμισθον παρελθόντα δουλεύειν καὶ ἀνέχεσθαι ὅσα μοί φησι τὸ βιβλίον, ἢ δημοσίᾳ πράττοντά τι τῶν κοινῶν καὶ ἐς δύναμιν πολιτευόμενον ἐπὶ τούτῳ παρὰ βασιλέως μισθοφορεῖν. διελθὼν δὴ καὶ ἰδίᾳ καταθεὶς ἑκάτερον σκόπει: εὑρήσεις γὰρ τὸ τῶν μουσικῶν δὴ τοῦτο, δὶς διὰ πασῶν τὸ πρᾶγμα, καὶ τοσοῦτον ἐοικότας ἀλλήλοις τοὺς βίους, ὅσον μόλυβδος ἀργύρῳ καὶ χαλκὸς χρυσῷ καὶ ἀνεμώνη ῥόδῳ καὶ ἀνθρώπῳ πίθηκος: μισθὸς μὲν γὰρ δὴ κἀκεῖ κἀνταῦθα καὶ τὸ ὑπ᾽ ἄλλῳ τάττεσθαι, τὸ δὲ πρᾶγμα παμπόλλην ἔχει τὴν διαφωνίαν. ἐκεῖ μὲν γὰρ δουλεία σαφὴς καὶ οὐ πολὺ τῶν ἀργυρωνήτων καὶ οἰκοτρίβων διαφέρουσιν οἱ ἐπὶ τῷ τοιουτωῒ εἰσιόντες, οἱ δὲ τὰ κοινὰ διὰ χειρὸς ἔχοντες καὶ πόλεσι καὶ ἔθνεσιν ὅλοις σφᾶς αὐτοὺς χρησίμους παρέχοντες οὐκ ἂν εἰκότως ἐκ μόνου τοῦ μισθοῦ διαβάλλοιντο καὶ ἐς ὁμοιότητα καὶ κοινωνίαν τῆς κατηγορίας καθέλκοιντο: ἐπεὶ οὐκ ἂν φθάνοι τις ἁπάσας ἀναιρῶν τὰς τοιαύτας προστασίας, καὶ οὔτε οἱ τοσαῦτα ἔθνη ἐπιτροπεύοντες οὔθ᾽ οἱ τὰς πόλεις ἁρμόττοντες οὔθ᾽ οἱ τὰς φάλαγγας ἢ στρατόπεδα ὅλα ἐγχειριζόμενοι ὀρθῶς ποιήσουσιν, ἐπεὶ καὶ μισθὸς αὐτῶν τῷ ἔργῳ πρόσεστιν. ἀλλ᾽ οὐκ ἀφ᾽ ἑνός, οἶμαι, χρὴ ἀνατρέπειν τὰ πάντα οὐδ᾽ ἰσοτιμίαν τῶν μισθοφορούντων καθιστάναι.
12 Τὸ δὲ ὅλον οὐ τοὺς μισθαρνοῦντας ἅπαντας ἐγὼ φαύλῳ βίῳ συνεῖναι ἔφασκον, ἀλλὰ τοὺς ἐν ταῖς οἰκίαις ἐπὶ προφάσει παιδεύσεως δουλεύοντας ᾤκτειρον. Τουτὶ δέ, ὦ ἑταῖρε, τὸ ἡμέτερον πρᾶγμα παντάπασιν ἑτεροῖόν ἐστιν, εἴ γε τὰ μὲν οἴκοι ἰσότιμα ἡμῖν, δημοσίᾳ δὲ τῆς μεγίστης ἀρχῆς κοινωνοῦμεν καὶ τὸ μέρος συνδιαπράττομεν. ἔγωγ᾽ οὖν, εἰ σκέψαιο, δόξαιμ᾽ ἄν σοι οὐ τὸ σμικρότατον τῆς Αἰγυπτίας ταύτης ἀρχῆς ἐγκεχειρίσθαι, τὰς δίκας εἰσάγειν καὶ τάξιν αὐταῖς τὴν προσήκουσαν ἐπιτιθέναι καὶ τῶν πραττομένων καὶ λεγομένων ἁπαξαπάντων ὑπομνήματα γράφεσθαι καὶ τάς τε ῥητορείας τῶν δικαιολογούντων ῥυθμίζειν καὶ τὰς τοῦ ἄρχοντος γνώσεις πρὸς τὸ σαφέστατον ἅμα καὶ ἀκριβέστατον σὺν πίστει τῇ μεγίστῃ διαφυλάττειν καὶ παραδιδόναι δημοσίᾳ πρὸς τὸν ἀεὶ χρόνον ἀποκεισομένας καὶ ὁ μισθὸς οὐκ ἰδιωτικός, ἀλλὰ παρὰ τοῦ βασιλέως, οὐ σμικρὸς οὐδὲ οὗτος, ἀλλὰ πολυτάλαντος· καὶ τὰ μετὰ ταῦτα δὲ οὐ φαῦλαι ἐλπίδες, εἰ τὰ εἰκότα γίγνοιτο, ἀλλ᾽ ἔθνος ἐπιτραπῆναι ἤ τινας ἄλλας πράξεις βασιλικάς.
13 ἐθέλω γοῦν ἐκ περιττοῦ χρησάμενος τῇ παρρησίᾳ καὶ ὁμόσε χωρήσας τῷ ἐπιφερομένῳ ἐγκλήματι καθ᾽ ὑπερβολὴν ἀπολογήσασθαι, καὶ δὴ φημί σοι μηδένα μηδὲν ἀμισθὶ ποιεῖν, οὐδ᾽ ἂν τοὺς τὰ μέγιστα πράττοντας εἴπῃς, ὅπου μηδὲ βασιλεὺς αὐτὸς ἄμισθός ἐστιν. Οὐ φόρους λέγω οὐδὲ δασμούς, ὁπόσοι παρὰ τῶν ἀρχομένων ἐπέτειοι φοιτῶσιν, ἀλλ᾽ ἔστι βασιλεῖ μισθὸς μέγιστος ἔπαινοι καὶ ἡ παρὰ πᾶσιν εὔκλεια καὶ τὸ ἐπὶ ταῖς εὐεργεσίαις προσκυνεῖσθαι, καὶ εἰκόνες δὲ καὶ νεῲ καὶ τεμένη, ὁπόσα παρὰ τῶν ἀρχομένων ἔχουσι, μισθοὶ καὶ ταῦτά εἰσιν ὑπὲρ τῶν φροντίδων καὶ προνοίας, ἣν εἰσφέρονται προσκοποῦντες ἀεὶ τὰ κοινὰ καὶ βελτίω ποιοῦντες. ὡς δὴ μικρὰ μεγάλοις εἰκάζειν, ἢν ἐθέλῃς ἀρξάμενος ἀπὸ τῆς τοῦ σωροῦ κορυφῆς ἐφ᾽ ἕκαστον τούτων, ἀφ᾽ ὧν σύγκειται, καταβαίνειν, ὄψει ὅτι μεγέθει καὶ σμικρότητι διαλλάττομεν τῶν ἀκροτάτων, τα δ᾽ ἄλλα μισθοφόροι ὁμοίως ἅπαντες.
14 Εἰ μὲν οὖν τοῦτον ἐτεθείκειν τὸν νόμον, μηδένα μηδὲν πράττειν, ἔνοχος ἂν εἰκότως ἐδόκουν τῇ παρανομίᾳ, εἰ δὲ τοῦτο μὲν οὐδαμοῦ τοῦ βιβλίου λέλεκταί μοι, χρὴ δὲ τὸν ἀγαθὸν ἄνδρα ἐνεργὸν εἶναι, τί ἂν ἄλλο ἐς δέον αὑτῷ χρῷτο, ἢ φίλοις συμπονῶν πρὸς τὰ βέλτιστα κἀν τῷ μέσῳ ὑπαίθριος πεῖραν αὑτοῦ διδοὺς ὅπως ἔχει πίστεως καὶ σπουδῆς καὶ εὐνοίας πρὸς τὰ ἐγκεχειρισμένα, ὡς μὴ τὸ Ὁμηρικὸν ἐκεῖνο «[4] εἴη.
15 Πρὸ δὲ τῶν ὅλων μεμνῆσθαι χρὴ τοὺς ἐπιτιμῶντας, ὅτι οὐ σοφῷ ὄντι μοι — εἰ δή τις καὶ ἄλλος ἐστί που σοφός — ἐπιτιμήσουσιν, ἀλλὰ τῷ ἐκ τοῦ πολλοῦ δήμου, λόγους μὲν ἀσκήσαντι καὶ τὰ μέτρια ἐπαινουμένῳ ἐπ᾽ αὐτοῖς, πρὸς δὲ τὴν ἄκραν ἐκείνην τῶν κορυφαίων ἀρετὴν οὐ πάνυ γεγυμνασμένῳ: καὶ μὰ Δί᾽ οὐδ᾽ ἐπὶ τούτῳ ἀνιᾶσθαί μοι ἄξιον, ὅτι μηδὲ ἄλλῳ ἐγὼ γοῦν ἐντετύχηκα τὴν τοῦ σοφοῦ ὑπόσχεσιν ἀποπληροῦντι. Σοῦ μέντοι καὶ θαυμάσαιμ᾽ ἂν ἐπιτιμῶντός μου τῷ νυνὶ βίῳ, εἴ γε ἐπιτιμῴης, ὃν πρὸ πολλοῦ ᾔδεις ἐπὶ ῥητορικῇ δημοσίᾳ μεγίστας μισθοφορὰς ἐνεγκάμενον, ὁπότε κατὰ θέαν τοῦ ἑσπερίου Ὠκεανοῦ καὶ τὴν Κελτικὴν ἅμα ἐπιὼν ἐνέτυχες ἡμῖν τοῖς μεγαλομίσθοις τῶν σοφιστῶν ἐναριθμουμένοις. Ταῦτά σοι, ὦ ἑταῖρε, καίτοι ἐν μυρίαις ταῖς ἀσχολίαις ὢν ὅμως ἀπελογησάμην, οὐκ ἐν παρέργῳ θέμενος τὴν λευκὴν παρὰ σοῦ καὶ πλήρη μοι ἐνεχθῆναι: ἐπεὶ πρός γε τοὺς ἄλλους, κἂν συνάμα πάντες κατηγορῶσιν, ἱκανὸν ἂν εἴη μοι τό, οὐ φροντὶς Ἱπποκλείδῃ[5].

  1. Απόφθεγμα/«μισῶ σοφιστήν, ὅστις οὐχ αὑτῷ σοφός;»
  2. χείλεα μέν σου ἐδίηνεν, ὑπερῴην δὲ αὐχμῶσαν καταλέλοιπε
  3. ἥλῳ ἐκκρούων τὸν ἧλον,
  4. ἐτώσιον ἄχθος ἀρούρης (άχρηστον βάρος της γης» )
  5. Ιστορίαι (Ηροδότου)/Ερατώ ΣΤ΄ 126-129